TLG 3139 001 :: Laonicus CHALCOCONDYLES :: Historiae Laonicus CHALCOCONDYLES Hist., vel Laonicus Chalcocandylas
vel Laonicus Chalcocandylus
vel Laonicus Chalcondyles Historiae Citation: Volume — page — (line) | ||
1.1(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. | |
1 | Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν αὐτῶν ἀκλεῶς ἔχειν ἐς τοὺς ἐπιγιγνομένους ξυνενεχθέντων, ὡς ἐμοὶ | |
---|---|---|
5 | δοκεῖ, οὐδαμῇ ἐλασσόνων τῶν κατὰ τὴν οἰκουμένην ποτὲ γενο‐ | |
μένων μνήμης ἀξίων. τῆς τε Ἑλλήνων φημὶ τελευτῆς τὰ ἐς | 1 in vol. 1 | |
1.2 | τὴν ἀρχὴν αὐτῶν ἐπισυμβεβηκότα, καὶ Τούρκων ἐπὶ μέγα δυνά‐ μεως καὶ ἐπὶ μέγιστον τῶν πώποτε ἤδη ἀφικομένων. ἀφ’ ὧν δὴ τὴν τοῦδε τοῦ βίου εὐδαιμονίαν ἐπὶ τἀναντία φερομένην ἐπιλεγό‐ μενος ἴσχειν αὐτῇ καὶ ἄλλοτε ἄλλως, θέμις ἡγοῦμαι εἶναι περὶ | |
5 | ἀμφοῖν τούτοιν μνήμην ποιεῖσθαι οὐκ ἀεικῆ. ξυγγραφὴν δὲ τήνδε ἀποδεικνύμενοι ἐπιμνησόμεθα καὶ περὶ ἄλλων τῶν κατὰ τὴν οἰκουμένην γενομένων, οὐκ ἀμφὶ τόνδε τὸν ἐπ’ ἐμοῦ χρόνον, οἷς τε αὐτὸς παρεγενόμην θεασάμενος, καὶ τἆλλα ἀπό τε τοῦ εἰκό‐ τος, μάλιστα δὲ συμβαλλόμενος, καὶ ὡς ἔτι παρὰ τῶν τὰ ἀμείνω | |
10 | φρονούντων ἐδόκουν πυθέσθαι περὶ αὐτῶν, ἀλλ’ ᾗ ἂν εἰς μά‐ λιστα ἔχοι ὡς ἀσφαλέστατα ἐπὶ τὸ ἄμεινον ἀληθείας εἰρῆσθαι. μὴ δὲ ἐκεῖνό γε πάνυ ἐκφαύλως ἔχον ἡμῖν, ὡς Ἑλληνικῇ φωνῇ ταῦτα διέξιμεν, ἐπεὶ ἥ γε τῶν Ἑλλήνων φωνὴ πολλαχῇ ἀνὰ τὴν οἰκουμένην διέσπαρται καὶ συχναῖς ἐγκαταμέμικται. καὶ κλέος | |
15 | μὲν αὐτῇ μέγα τὸ παραυτίκα, μεῖζον δὲ καὶ ἐς αὖθις, ὁπότε δὴ ἀνὰ βασιλείαν οὐ φαύλην Ἕλλην τε αὐτὸς βασιλεὺς καὶ ἐξ αὐτοῦ ἐσόμενοι βασιλεῖς, οἷ δὴ καὶ οἱ τῶν Ἑλλήνων παῖδες ξυλλεγόμενοι κατὰ σφῶν αὐτῶν ἔθιμα ὡς ἥδιστα μὲν σφίσιν αὐτοῖς, τοῖς δὲ ἄλλοις ὡς κράτιστα πολιτεύοιντο. | |
20 | Ἕλληνες μὲν οὖν ὅσα ἀποδεικνύμενοι ἔργα μεγάλα τε καὶ | 2 in vol. 1 |
1.3 | περιφανῆ ἐπὶ μέγα ἀφίκοντο κλέος κατά τε ἄλλα καὶ Εὐρώπην καὶ δὴ καὶ Λιβύην, ἐπὶ Γάγγην τε καὶ Ὠκεανὸν καὶ ἐπὶ Καύ‐ κασον ἔτι ἐλαύνοντες, ἐπὶ ταῦτα δὲ προεληλυθότων ἄλλων τε πολλῶν καὶ δὴ καὶ Ἡρακλέους καὶ ἔτι πρότερον Διονύσου τοῦ | |
5 | Σεμέλης υἱέος, καὶ πρός γε ἔτι Λακεδαιμονίων καὶ Ἀθηναίων, μετὰ δὲ ταῦτα Μακεδόνων τοῦ βασιλέως καὶ τὴν τούτου ὕστερον ἡγεμονίαν ἐχόντων, πολλοὶ πολλαχῇ ἕκαστα, ὡς ἐγένοντο, ἄλλοι ἐπιμνησάμενοι καὶ συνεγράψαντο. Ἕλληνες μὲν οὖν ταῦτα διε‐ πράττοντο ἐπὶ πολὺ ὡς μάλιστα τοῦ χρόνου διαγενόμενοι καὶ | |
10 | ἐπὶ συχνὰς γενεὰς τύχην ἀρετῆς ἐνδεᾶ σχόντες ἁπανταχοῦ, ξύμμετρον δὲ οὐδαμοῦ. ἐπὶ τούτων τε γὰρ πολλαχῇ ἀνὰ τὴν οἰκουμένην εὐδαιμονούντων Ἀσσυρίους μὲν τὸ παλαιότατον ἐπυθόμεθα ἀκοῇ ἐπὶ τὸ μνήμης μακρότατον ἀφικόμενοι ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προεληλυθέναι, μετὰ δὲ ταῦτα Μήδους ἐς | |
15 | τοῦτο καθισταμένους ἡγησαμένου Ἀρβάκεω τοῦ Σαρδαναπάλου Ἀσσυρίων βασιλέως τὴν ἡγεμονίαν ἀφελομένου, ὕστερον ὑπὸ Περσῶν τὴν βασιλείαν ἀποβαλεῖν ἡγουμένου Κύρου τοῦ Καμ‐ βύσεω, καὶ Πέρσας τὸ ἀπὸ τοῦδε ἐπὶ μέγα χωρῆσαι δυνάμεως τά τε ἄλλα καὶ δὴ καὶ ἐς Εὐρώπην διαβάντες. μετὰ δὲ ταῦτα | |
20 | ὕστερον οὐ πολλαῖς γενεαῖς Ἀλέξανδρον τὸν Φιλίππου, Μακε‐ | 3 in vol. 1 |
1.4 | δόνων βασιλέα Πέρσας ἀφελόμενον τὴν ἡγεμονίαν καὶ Ἰνδοὺς καταστρεψάμενον καὶ Λιβύης μοῖραν οὐκ ὀλίγην, πρὸς δὲ καὶ Εὐρώπης, τοῖς μεθ’ ἑαυτὸν τὴν βασιλείαν καταλιπεῖν, ἐς ὃ δὴ Ῥωμαίους ἐπὶ τὴν τῆς οἰκουμένης μεγίστην ἀρχὴν ἀφικομένους, | |
5 | ἰσοτάλαντον ἔχοντας τύχην τῇ ἀρετῇ, ἐπιτρέψαντας Ῥώμην τῷ μεγίστῳ αὐτῶν ἀρχιερεῖ καὶ διαβάντας ἐς Θρᾴκην, ὑφηγουμένου ἐπὶ τάδε τοῦ βασιλέως, καὶ Θρᾴκης ἐπὶ χώραν, ἥτις ἐς τὴν Ἀσίαν ἐγγυτάτω ᾤκηται, Βυζάντιον Ἑλληνίδα πόλιν μητρόπολιν σφῶν ἀποδεικνύντας, πρὸς Πέρσας, ὑφ’ ὧν ἀνήκεστα ἐπεπόν‐ | |
10 | θεισαν, τὸν ἀγῶνα ποιεῖσθαι, Ἕλληνάς τε τὸ ἀπὸ τοῦδε Ῥω‐ μαίοις αὐτοῦ ἐπιμιγνύντας, γλῶτταν μὲν καὶ ἤθη διὰ τὸ πολλῷ πλέονας Ῥωμαίων Ἕλληνας αὐτοῦ ἐπικρατεῖν διὰ τέλους φυ‐ λάξαι, τοὔνομα μέντοι μηκέτι κατὰ τὸ πάτριον καλουμένους ἀλλάξασθαι, καὶ τούς γε βασιλεῖς Βυζαντίου ἐπὶ τὸ σφᾶς αὐτοὺς | |
15 | Ῥωμαίων βασιλεῖς τε καὶ αὐτοκράτορας σεμνύνεσθαι ἀποκαλεῖν, Ἑλλήνων δὲ βασιλεῖς οὐκέτι οὐδαμῇ ἀξιοῦν. Τοὺς μέντοι Ῥωμαίους ἐπυθόμεθα καὶ αὐτῶν ἀρχιερέα τὸν μέγιστον οὐκ ὀλίγα ἄττα κατὰ τὴν θρησκείαν ἀπὸ πολλῶν ἐτῶν διενεχθέντας διακεκρίσθαι τά τε ἄλλα ἀφ’ Ἑλλήνων, καὶ δὴ καὶ | |
20 | βασιλέα Ῥωμαίων ἐπιψηφιζομένους, ὁτὲ μὲν ἀπὸ Γαλατῶν, ὁτὲ δὲ | 4 in vol. 1 |
1.5 | ἀπὸ Γερμανῶν, ἐς τόνδε ἀεὶ τὸν χρόνον ἀποδεικνύναι. διαπρεσβεύε‐ σθαι δὲ αἰεὶ πρὸς τοὺς Ἕλληνας, οὐκ ἔστιν ὅτε διαλείποντας, ὥστε τὰ ἐς θρησκείαν σφίσι ξυμφωνά τε καὶ ξυνῳδὰ καταστῆσαι ἀλλήλοις, κατὰ ταὐτὸ ξυνιόντας. καὶ μέντοι Ἕλληνας μὴ ἐθε‐ | |
5 | λῆσαι Ῥωμαίοις διὰ χρόνου συμφερομένοις τὰ πάτρια σφίσι καθεστῶτα συγχέαι. καὶ ἀπὸ ταύτης δὴ τῆς διαφορᾶς συχνούς τε τῶν ἑσπερίων καὶ δὴ καὶ Ἑνετούς, ἐνάγοντος ἐπὶ τάδε τοῦ Ῥωμαίων ἀρχιερέως, στόλῳ στρατεύεσθαι μεγάλῳ ἐπὶ τοὺς Ἕλληνας καὶ ἐπιόντας ἐς τὸ Βυζάντιον ἀφικέσθαι καὶ Βυζαν‐ | |
10 | τίου τὴν πόλιν κατὰ κράτος ἑλεῖν. βασιλέα τε Βυζαντίου καὶ Ἑλλήνων τοὺς ἀρίστους οἴχεσθαι διαβάντες ἐς τὴν Ἀσίαν, ἀφικομένους δὲ ἀποδεικνύναι σφίσι Νίκαιαν τὴν Ἑλληνίδα πόλιν, τὰ βασίλεια ἐν αὐτῇ ποιουμένους. μετὰ δὲ ταῦτα οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀπολαβεῖν τε αὖθις Βυζάντιον, κρύφα εἰσεληλυ‐ | |
15 | θότας ἐς τὴν πόλιν, καὶ ἐς τὴν Εὐρώπην αὖ διαβάντας δια‐ γενέσθαι ἐν αὐτῇ βασιλεύοντας. βασιλέα δὲ Ἑλλήνων μετὰ ταῦτα Ἰωάννην ἐπὶ ξυροῦ ἀκμῆς ἤδη αἰσθόμενον τὰ Ἑλλήνων πράγματα, λαβόντα τε τοὺς Βυζαντίου ἀρχιερεῖς καὶ Ἑλλήνων τοὺς ἐλλογίμους, διαπλεῦσαι ἀπιόντα ἐς Ἰταλίαν, ἔς γε τὸν ἀπὸ | |
20 | Τούρκων ἐπηρτημένον οἱ κίνδυνον ἐπικουρίαν οἰόμενος οἴσεσθαι, | 5 in vol. 1 |
1.6 | ἢν ἐκείνοις τὰ κατὰ τὴν θρησκείαν ξυμβῇ. γενόμενον δὲ ἐν Ἰταλίᾳ καὶ κοινωσάμενον τῷ Ῥωμαίων ἀρχιερεῖ τὴν περὶ τὴν θρησκείαν διαφοράν, εἰς διάλεξιν μέντοι καταστῆναι πολυπραγμο‐ νοῦντας, τελευτῶντα δὲ ξυμβῆναι αὐτῷ ἄμα τοῖς Ἕλλησι τὰ | |
5 | κατὰ τὴν διαφορὰν σφίσι ξυνῳδὰ ἀποδεικνυμένους καὶ τὴν δια‐ φορὰν σφίσι διαλυομένους, ἐπικουρίας δὲ τυχόντα ἐν μέρει ἀπο‐ κομίζεσθαι αὖθις ἐπὶ Βυζαντίου. τοὺς μέντοι Ἕλληνας ἐπ’ οἴκου γενομένους μὴ ἐμμεῖναι τοῖς ἐν Ἰταλίᾳ καὶ ἐν συνόδοις πεπρα‐ γμένοις, ἀξιοῦντας σφίσι μηδαμῇ εὐαγὲς εἶναι Ῥωμαίοις, ὡς | |
10 | δὴ μὴ αἴσια διισχυριζομένοις, συντίθεσθαι τὸ παράπαν, καὶ οὕτω δὲ διάφορα διὰ τέλους γενέσθαι Ἕλλησι τὰ πρὸς Ῥω‐ μαίους. Ταῦτα μὲν ἐς τοσοῦτόν μοι ἀποχρώντως ἔχοντα ἐπιδεδείχθω περί τε τῆς Ἑλλήνων βασιλείας καὶ τῆς ἐς Ῥωμαίους ἐχούσης | |
15 | αὐτῶν διαφορᾶς, ὡς δὴ οὐκ ὀρθῶς τά γε ἐς βασιλείαν καὶ ἐς τοὔνομα αὐτὸ προσηγορεύετο τούτοις. παραγενόμενος μὲν οὖν αὐτὸς ἔγωγε ἐπὶ τόνδε τὸν βίον κατέλαβον Ἕλληνάς τε καὶ Ἑλλήνων βασιλέα ὑπό τε τῶν ἐν Θρᾴκῃ γενῶν πρῶτα, μετὰ δὲ ταῦτα καὶ ὑπ’ αὐτῶν γε δὴ τῶν βαρβάρων τῆς ἄλλης ἀρχῆς | |
20 | ἀπεληλαμένους, ἀρχὴν τήνδε βραχεῖάν τινα περιέπειν, Βυζάντιον | |
καὶ Βυζαντίου τὴν κάτω παραλίαν ἄχρις Ἡρακλείας πόλεως, | 6 in vol. 1 | |
1.7 | κατὰ δὲ Εὔξεινον πόντον τὴν ἄνω παραλίαν ἄχρι Μεσημβρίας πόλεως, Πελοπόννησόν τε αὖ ξύμπασαν πλὴν ἢ τριῶν ἢ τεττά‐ ρων πόλεων τῶν Ἑνετῶν, ὡσαύτως Λῆμνον, Ἴμβρον καὶ νήσους τὰς αὐτοῦ ταύτῃ ἐν τῷ Αἰγαίῳ ᾠκημένας. ὡς οὖν ἕκαστα τού‐ | |
5 | των ξυνέβη γενέσθαι, ὡς τὰ τῶν Ἑλλήνων πράγματα κατὰ βραχὺ ἀπώλετο, φθειρόμενα ὑπὸ Τούρκων, καὶ ὡς τὰ ἐκείνων μεγάλα ἐγένετο, ἐς μέγα ἀεὶ ἐς τόνδε τὸν χρόνον ἰόντα εὐδαι‐ μονίας, ἐπιμνησόμεθα ἐπεξιόντες, ἐφ’ ὅσον δὴ ἐς τὸ ἀκριβέστε‐ ρον ἐπυθόμεθα. | |
10 | Τούρκους δὴ οὖν ἔγωγε οὐκ οἶδ’ ὅ τι ἂν καλέσαιμι κατὰ τὸ παλαιόν, ὥστε τἀληθοῦς μὴ διαμαρτεῖν. οἱ μὲν γὰρ Σκυθῶν ἀπογόνους τοὺς Τούρκους οἴονται εἶναι, ὀρθότερον δὴ συμβαλλό‐ μενοι περὶ αὐτῶν, διὰ τὸ ἐς ἤθη οὐ πολὺ διεστηκότα καθιστα‐ μένους γλώττῃ σύνεγγυς μάλα διαχρῆσθαι ἔτι καὶ νῦν τῇ αὐτῇ. | |
15 | Σκύθας τε γάρ φασι τὸ ἕβδομον ἤδη ἀπὸ Τανάιδος ὡρμημένους καταστρέφεσθαι τὴν ἄνω Ἀσίαν, Πάρθων τὴν ἡγεμονίαν ἐχόν‐ των, τήν τε Περσῶν χώραν καὶ Μήδων καὶ Ἀσσυρίων, μετὰ δὲ ταῦτα ἐπικαταβάντας ἐς τὴν κάτω Ἀσίαν, ἐπὶ Φρυγίαν, Λυδίαν τε καὶ Καππαδοκίαν, τὰ ἐς τήνδε τὴν χώραν ὑποχείρια | |
20 | σφίσι ποιήσασθαι. καὶ νῦν ἔστιν ἰδεῖν, ᾗ λέγουσι, πολλὰ τοῦ | |
γένους τούτου πολλαχῇ τῆς Ἀσίας ἐπινεμόμενα, πρὸς Σκυθῶν | 7 in vol. 1 | |
1.8 | τῶν νομάδων ἤθη τε καὶ δίαιταν τετραμμένα οὐδαμῇ τῆς Ἀσίας ἔσχον καταφανῆ τὴν διατριβήν. κἀκείνῃ δὲ ἔτι συμβάλλονται, ὡς Ἀσίας τὴν κάτω χώραν ἐνοικοῦντα βάρβαρα ἔθνη Τούρκων, Λυδίαν, Καρίαν, Φρυγίαν τε καὶ Καππαδοκίαν, Σκύθαις τὴν ἀπὸ | |
5 | Τανάιδος ἐπὶ Σαρματίαν χώραν ἐπινεμομένοις ὁμόγλωττά τε ἐστι καὶ ὁμόσκευα. Ἔνιοι δὲ Πάρθων ἀπογόνους Τούρκους φασὶν εἶναι. τούτους γὰρ ὑπὸ Σκυθῶν τῶν νομάδων διωκομένους ἐς τὴν κάτω Ἀσίαν ἐπικαταβῆναι, καὶ ἐς τὸ νομαδικώτερον ἀποκλίναντας | |
10 | σκεδασθῆναι ταύτῃ ἀνὰ τὰς πόλεις, καὶ ἀπὸ τούτου ὡς δὴ νομάδας Τούρκους τὸ γένος τοῦτο καλεῖσθαι. ἄλλοι δέ φασιν ἀπὸ Τούρκης τῶν Περσῶν πόλεως μεγάλης τε καὶ εὐδαίμο‐ νος, προελθεῖν τε τὸ γένος τοῦτο διισχυρίζονται, καὶ εἰς τὴν κάτω χώραν τῆς Ἀσίας ἀπαλλαττομένους σκεδασθῆναι ταύτῃ | |
15 | ἀνὰ τὴν Ἀσίαν ἐπικατασχόντας τὴν χώραν. εἰσὶ δὲ οἳ βούλονται Τούρκους ἀπὸ Συρίας μᾶλλον τῆς κοίλης καὶ Ἀραβίας ἢ ἀπὸ Σκυθῶν ἐπὶ τήνδε τὴν χώραν ἀφικομένους μετὰ Ὀμάρεω τοῦ τὴν νομοθεσίαν διαδεξαμένου ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προελη‐ λυθέναι, καὶ ταύτῃ αὐτοῦ καταλειφθέντας ἐς τὸ νομαδικώτερον | |
20 | ἀποκλῖναι. ὡς μὲν οὖν τούτων ἕκαστα ἔχει ἀληθείας, καὶ ἐφ’ ἃ | 8 in vol. 1 |
1.9 | δέῃ τούτων χωροῦντας πείθεσθαι ἄμεινον, οὐκ ἔχω ξυμβαλέσθαι ὡς ἀσφαλέστατα. τοσόνδε μέντοι εἰρήσεται, ὡς τοῖς ἀπὸ Σκυθῶν γενέσθαι τὴν ἀρχὴν τούτοις διισχυριζομένοις ἔχοι ἄν τις συμ‐ φέρεσθαι ἄμεινον, διὰ τὸ Σκύθας τοὺς ἐν τῇ Εὐρώπῃ πρὸς ἕω | |
5 | ἔτι καὶ νῦν διαγενομένους κατὰ τὴν ἀγορὰν καλουμένην τῶν ἐν τῇ Ἀσίᾳ Τούρκων ἐπαΐειν οὐ χαλεπῶς, διαίτῃ τε καὶ σκευῇ ἔτι καὶ νῦν τῇ αὐτῇ ἄμφω τὼ γένεε διαχρωμένους, διὰ τὸ Σκύθας ἐπικρατῆσαι ἁπανταχῇ τῆς Ἀσίας. δηλοῖ δὲ καὶ τοὔνομα αὐτὸ τὴν νομαδικὴν δίαιταν προῃρημένον καὶ τὸν ταύτῃ τοῦ βίου | |
10 | πλέον αὐτῷ ποιούμενον. Τὸ δὴ γένος τοῦτο, τοὺς Τούρκους μέγα τε ὂν καὶ ἐπὶ πολὺ διῆκον ἐς μοίρας ἐπίσταμαι διακεκρίσθαι τινάς, ἄλλας τε δὴ καὶ Ὀγουζίων τὴν μοῖραν, γένος οὐ φαῦλον, οὐδὲ ἀγεννές. ἀπὸ τούτων δὲ τῶν Ὀγουζίων γενέσθαι Ἰονδουζάλπην, ἄνδρα ἐπιεικῆ | |
15 | τε καὶ τῆς τῶν Ὀγουζίων μοίρας ἡγησάμενον. τοῦτον δὲ ἐπ’ ἀρετῇ εὐφημούμενον ἀπομνημονεύουσι δικαιότατόν τε ἅμα γεγο‐ νέναι καὶ τοῖς Ὀγουζίοις διαιτητὴν καταστάντα ἑλομένοις δικάσαι | |
σφίσιν αὐτοῖς δίκην ἡντινοῦν, ὁπότε ἐπιδικάσαιτο τοῖς προσιοῦσιν | 9 in vol. 1 | |
1.10 | αὐτῷ, ἀπαλλάττεσθαι ἀγαπῶντας ἑκατέρους, οἷς ἂν ἐπιδικάσαιτο. καὶ τοῦτό φασιν ἐνιδόντας αὐτῷ τοὺς Ὀγουζίους, διαπραξαμένους πρὸς τὸν τῆς χώρας βασιλεύοντα, ἐπιστῆσαι σφίσιν αὐτοῖς τὸν Ἰονδουζάλπην δικαστήν, μετὰ δὲ ταῦτα ἐπιτρέψαι σφᾶς αὐτῷ | |
5 | διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη ἐπὶ τὸ ἄμεινον. μετὰ δὲ ταῦτα τὸν τούτου παῖδα Ὀγουζάλπην διαδεξάμενον τὴν ἀρχὴν τῆς Ὀγουζίων μοίρας ἐπὶ τὸ τυραννικώτερον ἐξηγήσασθαι, πρός τε τοὺς Ἕλληνας πολεμοῦντα κατὰ τὴν Ἀσίαν μέγα εὐδοκιμῆσαι. Ὀρθογρούλην δὲ Ὀγουζάλπεω παῖδα δραστήριόν τε ἐς τὰ | |
10 | πάντα γενόμενον καὶ ἐπὶ πολέμους ἡγησάμενον ἄλλῃ τε πολλαχῇ εὐδοκιμῆσαι, καὶ δὴ καὶ πλοῖα ναυπηγησάμενον ἐπιλῃστεύειν νήσους ἐπιπλέοντα τὰς ἐν τῷ Αἰγαίῳ τῇ τε Ἀσίᾳ καὶ Εὐρώπῃ ἐπικειμένας, καὶ τήν τε Εὐρώπην πορθοῦντα, τά τε ἄλλα καὶ ἐς Τέαρον ἐμβάντα ποταμὸν τὸν κατὰ τὴν Αἶνον ἐπὶ πολὺ τοῦ | |
15 | ποταμοῦ σὺν ταῖς ναυσὶ προελθεῖν. λέγεται δὲ αὐτὸν καὶ ἄλλῃ τε πολλαχῇ τῆς Εὐρώπης ἀποβάσεις ποιήσασθαι, καὶ ἐπὶ Πελο‐ πόννησον ἀφικόμενον καὶ ἐπὶ Εὔβοιαν καὶ Ἀττικήν, τήν τε χώραν δῃῶσαι, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀπενεγκάμενον μεγάλα κερδᾶναι. Ὀρθογρούλην δὲ τοῦτον μετὰ ταῦτα ἐν τῇ Ἀσίᾳ τρα‐ | |
20 | πόμενόν φασιν ἐπὶ διαρπαγῇ τῆς περιοικίδος χώρας ἐπεξιέναι τε καὶ ἀπὸ τούτου ὁρμώμενον ξυναγεῖραι τε στράτευμα καὶ | |
ἐπιόντα καταστρέφεσθαι τούς τε ὁμόρους Ἕλληνας καὶ τοὺς | 10 in vol. 1 | |
1.11 | ταύτῃ σφίσιν αὐτῶν περιοίκους, καὶ τὸ ἀπὸ τοῦδε ληϊζόμενον τοὺς δὲ ἐπισπομένους αὐτῷ ἐν βραχεῖ δὴ ὀλβίους ἀποδεικνύναι καὶ οὕτω δὴ συχνοὺς τῶν νομάδων ἐπιγενομένους αὐτῷ συμπο‐ λεμῆσαι τε αὐτῷ ἅμα καὶ συνδιενέγκαι τὸν πόλεμον ἐπὶ τοὺς | |
5 | ὁμόρους, καὶ ταχὺ δὲ οὕτως ἐπὶ ἀρχὴν παρεληλυθέναι οὐ φαύ‐ λην, διὰ δὴ ταῦτα καὶ παρὰ Ἀλαδίνῃ μέγα εὐδοκιμῆσαι. ἔνιοι δέ φασιν Ὀγουζίων τὴν μοῖραν ἡγουμένου Ὀρθογρούλεω χωρία ἐρυμνὰ περὶ τὸν Ταῦρον καταλαβόντα ἐπὶ τῆς ταύτῃ ὁμόρου χώρας καταστροφῇ ἐντεῦθεν ὡρμῆσθαι, καὶ τούς γε Ἑλλήνων | |
10 | περιοίκους ἄγειν, καὶ ἐπὶ μέγα χωρῆσαι δυνάμεως. Ὡς μὲν οὖν ἀρχὴν ἔσχε τούτοις τὰ πράγματα, καὶ ὡς ταύτῃ ἢ ἄλλῃ ἐγένετο, οὐκ ἂν οὕτω ῥᾳδίως εἰπεῖν ἔχοιμι, ὑπὸ πολλῶν μέντοι λεγόμενα ταῦτα δὲ ἐς τοσοῦτον ἐπιμνησάμενος παρίημι· ὡς δὲ Ὀτουμανίδαι τῆς Ὀγουζίων μοίρας ἐπὶ τήνδε ἀφίκοντο | |
15 | τὴν ἀρχήν, ὧδε γενέσθαι ἐπυθόμην. ἔστι Σογούτη παρὰ Μυσίαν κώμη οὕτω καλουμένη εὐδαίμων, καὶ ποταμὸς παρ’ αὐτῇ οὕτω καλούμενος. διέχει δὲ ἀπὸ θαλάττης τῆς τοῦ Εὐξείνου πόντου σταδίους ὡσεὶ πεντήκοντα καὶ διακοσίους· καλοῖτο δ’ ἂν αὕτη Ἰταίας κώμη. ἐς ταύτην δὲ τὴν χώραν ἀφικομένους τοὺς | |
20 | Ὀγουζίους ἐνοικῆσαι ἐπί τινα χρόνον. Ὀτουμάνον δὲ τὸν | |
Ὀρθογρούλεω παῖδα, οὐ πάνυ τι εὖ πράττοντα τὴν ἀρχήν, γε‐ | 11 in vol. 1 | |
1.12 | νέσθαι τήν τε ψυχὴν ἐλευθεριώτατον, καὶ τοὺς ἐν τῇ κώμῃ φιλοφρονούμενον ἐκ τῶν προσόντων, ὡς οἷόν τ’ ἦν μάλιστα αὐτῷ, τούς τε ἐν τῇ κώμῃ ἀνακτήσασθαι, ὥστε διαφορᾶς σφίσι πρὸς τοὺς Ἕλληνας αὐτῶν περιοίκους γενομένης ἡγεῖσθαι κελεύειν | |
5 | τοὺς ἐν τῇ κώμῃ Ὀτουμάνον τὸν Ὀρθογρούλεω· καὶ μαχεσά‐ μενον τρέψασθαί τε τοὺς ταύτῃ Ἕλληνας, καὶ ἀπὸ τούτου ὁρμώμενον ἐπὶ πολὺ ἐπεξελθεῖν τε τοὺς Ἕλληνας, καὶ παρὰ Ἀλαδίνῃ εὖ μάλα εὐφημούμενον μέγα εὐδοκιμῆσαι, ἐπὶ στρα‐ τηγίας τε καθιστάμενον καὶ ἔργα ἀποδεικνύμενον ἄξια λόγου. | |
10 | τελευτήσαντος δὲ Ἀλαδίνεω βασιλέως, καὶ τῶν ἀρίστων αὐτοῦ ἐς διαφορὰν σφίσιν ἀφικνουμένων, λέγεται ἀφικέσθαι τε ἐς λόγους αὐτοῖς, καὶ ἐκείνους ἀλλήλοις, ξυμμαχίαν τε καὶ ὁμαιχ‐ μίαν ἐκείνοις συνθέμενον ξυμβῆναι αὐτοῖς, ὅρκια ποιησάμενον, ἐφ’ ᾧ ὁμοῦ πάντας κοινῇ συνδιαφέρειν τὸν πόλεμον καὶ κατα‐ | |
15 | στρέφεσθαι τὴν χώραν, ὅσην ἂν δύνωνται, ὅσην δ’ ἂν ὑπάγων‐ ται, ἐπιδιελέσθαι σφίσι κατὰ τὰ κοινῇ σφίσιν αὐτοῖς δεδογμένα· καὶ οὕτω δὴ ἅμα ἐκείνοις ἐλαύνοντα καταστρέψασθαι χώραν οὐκ ὀλίγην, καὶ ἔργα ἀποδεικνύμενον μεγάλα καὶ χρήματα συχνὰ ἐπικτώμενον, ὥστε ἐν βραχεῖ ἐπὶ ἀρχὴν παρεληλυθέναι οὐ φαύλην. | |
20 | Τούτους δὲ ἡγεμόνας ἑπτὰ γενομένους, ὅσην ὑπηγάγοντο | |
ἀρχήν, διανεμεῖσθαι μετὰ ταῦτα σφίσιν αὐτοῖς. λαχεῖν δὴ Κα‐ | 12 in vol. 1 | |
1.13 | ραμάνον τὴν μεσόγαιαν τῆς Φρυγίας ἄχρι Κιλικίας καὶ Φιλα‐ δελφείας, Σαρχάνην δὲ ἐντεῦθεν τὴν παράλιον τῆς Ἰωνίας χώραν ἔστε ἐπὶ Σμύρνην ἐλθεῖν, τὰ δὲ Λυδίας ἔστε ἐπὶ Μυσίαν Καλάμην σὺν τῷ παιδὶ αὐτοῦ Καρασῇ τὰ πρὸς Ὄλυμπόν τε | |
5 | καὶ Βιθυνίαν Ὀτουμάνον λαχεῖν μετὰ Τεκίεω· τὰ δὲ πρὸς τὸν Εὔξεινον πόντον καὶ Παφλαγονίαν λαχεῖν τοὺς Ὀμούρεω παῖδας. τὸν δὲ Κερμιανὸν οὐ τῶν ἑπτὰ τούτων γεγονέναι φασίν, ἀλλὰ βασιλέα πρόσθεν γενόμενον Ἰκονίου τῆς Καρίας πόλεως, ἐν ᾗ τὰ βασίλεια ἐπὶ συχνόν τινα χρόνον διεγένετο τούτοις, ἀπεληλα‐ | |
10 | μένον ἐντεῦθεν ἐπὶ Ἰωνίαν ἀπᾶραι, κἀκεῖ ἰδιωτεύοντα ἡσυχίαν ἄγειν. οἱ μέντοι ἑπτὰ ἐτύγχανον ὄντες οἱ σύμπασαν τήνδε κοινῇ ὑπαγόμενοι σφίσι τὴν χώραν· ᾗ χωρὶς ὃς ἕκαστος, καὶ ᾗ ἄλλῳ ἄλλη ξυνέβαινεν, ἐπὶ τὴν αὐτοῦ ἀρχὴν παρεγένετο ἕκαστος, οὐκ ἂν δὴ οὕτως ἐν δέοντι πολυπραγμονοίην. Σογούτην μέντοι ἐπί‐ | |
15 | σταμαι κώμην ὡς οἱ ἀπ’ ἐκείνης γενόμενοι Ὀτουμανίδων βασι‐ λεῖς ἐτίμων τε ἐπὶ πλεῖστον ἐπιφοιτῶντες ταύτῃ τῇ κώμῃ, καὶ τοῖς ἐνοικοῦσιν αὐτὴν ἀποδιδόασι γέρα τὰ νομιζόμενα. Ἀπὸ ταύτης δὲ ἐπίσταμαι ἀκοῇ γενέσθαι Ὀτουμάνον τὸν Ὀρθογρούλεω παῖδα, πρῶτον δὴ τοῦ γένους τούτου ἄλλας τέ οἱ | |
20 | πόλεις ὑπαγόμενον ἐν τῇ Ἀσίᾳ, ἐν δὲ δὴ καὶ Προῦσαν τὴν ἐν Μυσίᾳ πόλιν καὶ τότε εὐδαίμονα παραστησάμενον, ὑπὸ λιμοῦ | |
ἐκπολιορκῆσαι ἑλόντα τὴν πόλιν, καὶ ἐν αὐτῇ τὰ βασίλεια ποιη‐ | 13 in vol. 1 | |
1.14 | σάμενον, καὶ ἀπὸ ταύτης ὁρμώμενον ἔργα μεγάλα τε καὶ περι‐ φανῆ ἀποδειξάμενον, παῖδάς τε καὶ ἀρχὴν οὐ φαύλην καταλι‐ πόντα τελευτῆσαι ἐν Προύσῃ. τοῦτον δὲ ἴσμεν ἡμεῖς τοῦ γένους τοῦδε τά τε ἄλλα ὡς οἷόν τε ἄριστα καθιστάντα, καὶ τὴν ἀρχὴν | |
5 | ἐς τὸ ἐπιτηδειότατον αὐτῷ καταστησάμενον, τάξιν τε ἀρίστην ἀποδείξασθαι ἀμφ’ αὐτόν, ἣν θύρας βασιλέως καλοῦσι, καὶ ταύτῃ γε τῇ δυνάμει τὸ ἀπὸ τοῦδε δεδιττόμενον δέει τῷ ἀμφ’ αὐτὸν κατέχειν τοὺς ὑπὸ τὴν ἀρχὴν αὐτοῦ ξύμπαντας, ἐν τάχει παραγενομένους, ὅπῃ ἂν αὐτῷ δοκοίη, καὶ ἐπιτελοῦντας, ἅττ’ ἂν | |
10 | ἐπιτάττοι ὁ βασιλεύς, καὶ ἐπὶ τὰ παραγγελλόμενα ὑπὸ τῶν βασι‐ λέως θυρῶν κατὰ τάχος ἰόντας. τοῦτον δὴ οὖν ἐπυθόμεθα γεν‐ ναιότατόν τε ἐς τὰ πάντα γενόμενον, ταύτῃ τε ὡς ἐπὶ πλεῖστον νομισθῆναι δαιμόνιον, καταλιπεῖν τε ἀπὸ τούτου τὴν ἐπωνυμίαν τοῖς ἀπ’ ἐκείνου γενομένοις, Ὀτουμάνου παῖδας ἔτι καὶ νῦν | |
15 | καλεῖσθαι. Ἐπὶ τούτου βασιλεύοντος ὀκτακισχίλιοι Τούρκων ἐς τὴν Εὐρώπην διαβάντες περὶ Ἑλλήσποντον, καὶ ἐν Χερρονήσῳ κατασχόντες φρούριον Ἑλληνικόν, καὶ ἀπὸ τούτου ὁρμώμενοι, τήν τε Θρᾴκην ἐς Ἴστρον ἐλαύνοντες ἐληΐζοντο τὴν χώραν | |
20 | ἐπιδραμόντες, τά τε πολλὰ διήρπαζον, καὶ ἀνδράποδα ὡς πλεῖστα ἑλόμενοι ἐς τὴν Ἀσίαν διεβίβαζον, τούς τε Ἕλληνας καὶ Τρι‐ βαλλοὺς ἦγον καὶ ἔφερον. ἐν τούτῳ δὴ Σκυθῶν μοῖρα οὐκ ὀλίγη ἀπὸ Σαρματίας ἐπὶ τὸν Ἴστρον ἐλάσαντες καὶ τόν γε Ἴστρον διαβάντες, τούς τε Τούρκους ἐν τῇ Θρᾴκῃ κατέλαβον καὶ μαχε‐ | |
25 | σάμενοι ἐτρέψαντο, καὶ πλὴν ὀλίγων τινῶν διεχρήσαντο σύμπαν‐ | 14 in vol. 1 |
1.15 | τας ἀφειδέστατα. ὅσοι δὲ οὐκ ἐφθάρησαν, διασωθέντες ἐς τὴν Χερρόνησον, ἐς τὴν Ἀσίαν αὖθις διαβάντες οὐκέτι πάλιν ἀφί‐ κοντο. Τότε οὖν τὰ Ἑλλήνων πράγματα ἐταλαντεύετο ἐπ’ ἀμφότερα, | |
5 | διαφερομένων σφίσι κατὰ τὴν Βυζαντίου βασιλείαν ἀμφοῖν βασι‐ λέοιν τοῖν Ἀνδρονίκοιν, τοῦ τε πάππου καὶ υἱιδοῦ, τῶν Παλαιο‐ λόγων. ἐφ’ ὧν δὲ ἐς διαφορὰν σφίσιν ἀφικομένων οἵ τε Ἕλλη‐ νες πρὸς ἑκατέρους διέστησαν, καὶ αὐτοῖς τὰ πράγματα ἤδη πάμπαν ἐφθείρετο. τῷ γὰρ πρώτῳ Ἀνδρονίκῳ ἐγεγόνει παῖς | |
10 | Μιχαῆλος, ὃς ἐτελεύτησε, πρὶν ἢ ἐς τὴν βασιλείαν ἐλθεῖν. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ἀνδρόνικος ὁ παῖς αὐτοῦ γεγηρακότι ἤδη τῷ πάππῳ, ἀξιῶν αὐτὸς ἔχειν τὴν βασιλείαν, καθίσταντο ἐς διαφοράν, αὐθαδέστερος ὢν ἢ ὥστε πείθεσθαι, καὶ πράγματα παρεῖχεν ἀνήνυτα, τούς τε Τριβαλλοὺς ἐπαγόμενος καὶ Ἑλλήνων | |
15 | τοὺς ἀρίστους οἱ προσεταιριζόμενος ἐς τὴν βασιλείαν, ὡς διὰ ταῦτα μηδὲ ἐξεῖναι αὐτοῖς τὸ παράπαν τοὺς Τούρκους ἐς τὴν Εὐρώπην διαβάντας ἀμύνεσθαι. καθ’ ὃν δὴ χρόνον ἥ τε Προῦσα ἐξεπολιορκήθη λιμῷ ἁλοῦσα ὑπὸ Ὀτουμάνου, καὶ ἄλλαι κατὰ τὴν Ἀσίαν πόλεις ἑάλωσαν. ὅθεν οἵ τε Τοῦρκοι ἐπὶ μέγα ἐχώ‐ | |
20 | ρουν δυνάμεως κατὰ τὴν Ἀσίαν, καὶ ἐς τὴν Εὐρώπην διαβάντες κακῶς ἐποίουν τὴν Θρᾴκην, ἄλλοι τε οὐκ ὀλίγοι καὶ δὴ καὶ Χαλίλης, ὃς δὴ ἐς τὸ κατὰ τὴν Χερρόνησον φρούριον ὑπὸ Ἑλ‐ λήνων συνελαθεὶς μετεπέμπετο Τούρκους ἀπὸ τῆς Ἀσίας, καὶ τόν τε βασιλέα ἐπιόντα ἠμύνατο, καὶ ἐπὶ πολὺ ἐξελαύνων τῆς | |
25 | Θρᾴκης ἐληΐζετο, ὁπότε δὴ ἐπαγόμενος τόν τε Τριβαλλῶν ἡγε‐ | 15 in vol. 1 |
1.16 | μόνα καὶ τοὺς ἀπὸ Ἰταλίας τό τε φρούριον ἐξεπολιόρκησε κατ’ ἤπειρον καὶ κατὰ θάλατταν. οἱ μὲν οὖν Τοῦρκοι ἔλαθον δρασμῷ ἐπιχειρήσαντες ἐς τὴν Ἀσίαν νυκτὸς διαβάντες. ἀνωμάλως μὲν ἔς τε τὰ ἄλλα σφίσιν ἔχοντες οὗτοι οἱ βασιλεῖς, καὶ αὐτομόλοις | |
5 | Τούρκων ἡγεμόσι, τῷ τε Ἀζατίνῃ καὶ ἄλλοις, οὐ καλῶς ἐχρή‐ σαντο, ὥστε ἐπιτηδείως ἔχειν σφίσιν τούς τε ἀπὸ Ταρακῶνος καὶ Ἰταλίας, οὓς δὴ μετεπέμπετο ἐπὶ τὸν Τούρκων βασιλέα Ὀρχάνην, ὃς Φιλαδέλφειαν ἐπολιόρκει, καὶ ἐς τὴν ἐπὶ τῇ Χερ‐ ρονήσῳ φυλακὴν τῆς Καλλιουπόλεως. | |
10 | Οὗτοι μὲν οὖν οἱ Ταρακῶνες καὶ οἱ ἀπὸ Ἰταλίας ἐς τὴν Καλ‐ λιουπόλεως φυλακὴν τεταγμένοι, τοῖς μετὰ Ἀζατίνεω αὐτομόλοις χρησάμενοι Τούρκοις, συνεστήσαντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθη‐ σόμενοι, καὶ ἐπειδὴ ἔγνωσαν κατάδηλοι ὄντες, ἐμηνύθη γὰρ ὑπ’ αὐτῶν τινὸς τοῖς Ἕλλησι, διὰ τῆς Θρᾴκης ἴεντο, καὶ τὴν Ῥοδόπην | |
15 | διαβάντες ἀφίκοντο ἐς Κασσάνδρειαν, Ποτίδαιαν τὸ πάλαι καλου‐ μένην. ἐντεῦθεν δὲ τῶν μὲν μετὰ Ἀζατίνεω Τούρκων, ὅσοι παρῆ‐ σαν, ἀφίκοντο ἐς τὸν Τριβαλλῶν βασιλέα, οἱ δὲ ἀπὸ τῆς Ἀσίας τὰ ἔμπαλιν γενόμενοι ἴεντο πεζοὶ ἐπὶ τὴν Χερρόνησον, αὖθις ἐν νῷ ἔχοντες, ὅτῳ ἂν δύναιντο τρόπῳ, ἐς τὴν Ἀσίαν διαβῆναι. | |
20 | καί πῃ καὶ σπονδὰς τοῖς Ἕλλησι ποιησάμενοι, ὡς ἐπεβούλευον αὐτοὺς οἱ Ἕλληνες ἑλεῖν βουλόμενοι, ἔς τι φρούριον τὸ κατὰ τὴν Χερρόνησον διεσώζοντο. καὶ οὗτοι αὖθις κακῶς ἐποίουν | |
τοὺς Ἕλληνας· οἱ μέντοι ἀπὸ ἑσπέρας τε καὶ Ἰταλίας ἄνδρες, | 16 in vol. 1 | |
1.17 | διὰ Μακεδονίας τε καὶ Θετταλίας ἐς Βοιωτίαν ἀφικόμενοι, κατέσχον αὐτὴν καὶ τὰς Θήβας ἠνδραποδίσαντο ἀφροσύνῃ τοῦ ἡγεμόνος, ὃς δεδιότας αὐτοὺς ὑπολογιζόμενος ἐπῄει ὡς ἀναρπα‐ σόμενος. οὗτοι μὲν οὖν ταφρεύσαντες τὸ χωρίον, καὶ ὕδωρ ἐς | |
5 | αὐτὸ ἐμβαλόντες, ἐπὶ πολὺ ἄβατον τοῖς ἱππεῦσιν ἐποίησαν τὸ χωρίον. οἱ μὲν οὖν ἱππεῖς οἱ μετὰ τοῦ ἡγεμόνος ἔθεον δρόμῳ ἐπὶ τοὺς ἑσπερίους ὡς ἀναρπασόμενοι, ἐμβάντες δὲ ἐς τὸ χωρίον χαλεπῶς ἐχρήσαντο σφίσιν αὐτοῖς· οἱ δὲ Ταρακῶνες καταπέλταις τε καὶ τόξοις βάλλοντες καὶ ἀκοντίοις τοὺς πολλοὺς τῶν Βοιω‐ | |
10 | τῶν αὐτοῦ ταύτῃ διεχρήσαντο, ὕστερον δὲ ἐπὶ τὴν πόλιν ἐλθόν‐ τες αὐτοβόει τε τὴν πόλιν εἷλον καὶ ἠνδραποδίσαντο. οὗτος μὲν οὖν ὕστερον ἐς Ἰταλίαν περαιούμενος ἐπ’ οἴκου ἐτράποντο ἕκα‐ στος· Ἕλληνες δὲ μετὰ Ἀνδρονίκου τοῦ βασιλέως, καὶ τοῖς ἀπὸ Τούρκων ἐπὶ σφᾶς αὐτομόλοις καὶ τοῖς ἀπὸ Ἰταλίας κακῶς | |
15 | χρησάμενοι, οὐχ ὅπως οὐδὲν εὕραντο ἐπιτήδειον, ἀλλὰ καὶ πολε‐ μίους σφίσιν ἔχοντες τούτους, ἐπὶ τὸ τοὺς σφῶν εὐγενεῖς θερα‐ πεύειν μόνον τραπόμενοι τῆς τε ἀρχῆς εἰσόδους κατανήλισκον, καὶ οὔτε στράτευμα συνέλεγον, οὔτε ξένους μισθωσάμενοι, καὶ τοὺς πολεμίους ἐπιόντας σφίσι τιμωρεῖν ἠβούλοντο. | |
20 | Ἐπάνειμι δὲ ἐπ’ ἐκεῖνο τοῦ λόγου, ὅθεν μοι ἐξέλιπε. Ὀτου‐ μάνος μὲν οὖν Ὀρθογρούλεω, τὰ πλέω τῆς ἐς τὴν Ἀσίαν Ἑλ‐ λήνων χώρας καταστρεψάμενος, ἐς Νίκαιάν τε ἐσέβαλε καὶ ἐς Φιλαδέλφειαν, οὐ μέντοι γε εἷλε τὸ ἄστυ· καὶ πρὸς Τούρκους | |
τοὺς μετὰ Ὀμούρεω διενεχθεὶς ἐπολέμησεν· ἄρξας δὲ ἐν Προύσῃ, | 17 in vol. 1 | |
1.18 | ἐν ᾗ τὰ βασίλεια ἐπεποίητό οἱ, ἐτελεύτησε, καταλιπὼν παῖδας καὶ χώραν οὐ φαύλην καὶ στρατὸν οὐκ ἀγεννῆ. τελευτήσαντος δὲ Ὀτουμάνου ὁ νεώτερος τῶν παίδων αὐτοῦ γενόμενος τοὺς ὅτι ἐγγύτατα παρὰ τῷ πατρὶ διαιτωμένους, ὡς οἷον τ’ ἦν αὐτῷ, | |
5 | ἀνακτώμενος ἐπιτηδείους τε αὑτῷ εἶχε καὶ ἐς τὰ μάλιστα συνή‐ θεις. ἀπὸ τούτων δὴ ἐπεί τε τάχιστα ἐπύθετο τελευτῆσαι Ὀτου‐ μάνον, ὄντα ἤδη, ᾗ φασιν, ἐπὶ γήραος οὐδῷ, ἀποφυγεῖν μὲν αὐτίκα τοὺς ἀδελφοὺς ἐκποδὼν γενομένους ἐπὶ Ὄλυμπον τῆς Μυσίας ὄρος, διαπορευόμενον δὲ κατὰ τὴν ὁδὸν περιτυχεῖν ἵππων | |
10 | φορβῇ ταύτῃ που τῆς χώρας ἐπινεμομένῃ, καὶ διανεῖμαι ταύτην ἀνδράσι τοῖς ἀπὸ τοῦ ὄρους ἐπ’ αὐτὸν συλλεγομένοις, καὶ ἐπι‐ καταβαίνοντα ἐς τὸ πεδίον ἐπιτρέπειν αὐτοῖς διαρπάζειν, ὅσα γ’ ἂν τούτοις προχωροίη, ὁρμώμενον δὲ ταύτῃ ἀπὸ τοῦ ὄρους ἄγειν καὶ φέρειν τὴν πόλιν. τῶν δὲ ἀδελφῶν αὐτοῦ σφίσιν ἀλλήλοις | |
15 | διαπολεμούντων τε καὶ ἀμφὶ τοὺς οἰκείους ἐχόντων πολέμους, ἐς ὃ δὴ καὶ οὐκ ὀλίγων τῶν ἀπὸ τῆς πόλεως καὶ ἀμφὶ τὼ ἀδελφὼ ἐπιγενομένων αὐτῷ, ἐπικαταβῆναί τε ἐς τὸ πεδίον, καὶ ἐς πόλεμον καθιστάμενον τοῖς ἀδελφοῖς οὖσι διῃρημένοις καὶ ἀνὰ μέρος ἑκατέρῳ στρατοπεδευομένῳ μαχέσασθαι, καὶ περι‐ | |
20 | γενόμενον ἀνελεῖν ἄμφω τὼ ἀδελφώ, καὶ οὕτω τὴν βασιλείαν | |
παραλαβεῖν. τοῦτο δὲ ἔγωγε ἀναπυνθανόμενος εὗρον οὐ γνώμην | 18 in vol. 1 | |
1.19 | ταύτην περὶ τῶν ἀδελφῶν, χρῆσθαι σφίσιν αὐτοὺς ὡς πολεμίους, ἀποφηναμένοις νομίζεσθαι παρ’ αὐτοῖς ἔτι καὶ ἐς τόνδε τὸν χρόνον· ἀλλ’ ὑπὸ τῶν τοῖς Ὀγουζίοις ἡγεμόνων καθισταμένων καὶ πρόσθεν γενόμενον διεπυθόμην. | |
5 | Ὀρχάνης μὲν οὖν ἐπεί τε εἰς τὴν βασιλείαν παρῄει, σύμ‐ πασάν τε τὴν Λυδίαν κατεστρέφετο, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Ἕλ‐ λησι καθίστατο ἐς πόλεμον, καὶ συχνὰς τῶν ταύτῃ Ἑλληνίδων πόλεων πολιορκίᾳ παραστησάμενος ὑπηγάγετό οἱ, τῶν γε Βυζαν‐ τίου βασιλέων πρὸς τοὺς ἐν τῇ Θρᾴκῃ Τριβαλλούς τε ἅμα καὶ | |
10 | Μυσοὺς κατὰ τοῦτο τοῦ χρόνου ἐπικειμένους σφίσιν ἐς τὰ μά‐ λιστα τὸν πόλεμον διαφερόντων. μετὰ δὲ ταῦτα ἐπὶ Καππαδοκίαν ἐλαύνων, ἔστιν ἃ τῶν πολισμάτων ὑφ’ αὑτῷ ποιησάμενος, ἐπὶ Νίκαιαν τὴν ἐν Βιθυνίᾳ πόλιν ἐστρατεύετο. ἐπολιόρκει μὲν οὖν τὴν πόλιν. ἐνταῦθα ὡς ἡ ἀγγελία ἦλθεν ἐς τὸν Ἑλλήνων βα‐ | |
15 | σιλέα, τήν τε Νίκαιαν πολιορκεῖσθαι καὶ τοὺς ἐν τῇ πόλει, εἰ μή τις ἐπαμύνοι σφίσι, προσχωρήσειν τῷ βαρβάρῳ, στράτευμά τε συνελέγετο ἐς τὴν βασιλείαν ἤδη παριών, οὐ περιοψόμενος τὴν Νίκαιαν, ὡς τιμωρήσειν παρεσκευάζετο διαμαχούμενος οὐδὲν ἧττον πρὸς Ὀρχάνην τὸν Ὀτουμάνεω ἢ ἀναστησόμενος ἀπὸ τῆς | |
20 | Νικαίας. οὗτος μὲν δὴ ὡς τῶν ἄλλων πολλαχῶς ἐπιχειρησάντων οὐ προεχώρησεν ἐπὶ τὴν βασιλείαν, τούς τε Ἕλληνας συνιστῶν | |
ἐπὶ τὸν πάππον καὶ νεώτερα πράσσων πράγματα, Μιχαῆλον τὸν | 19 in vol. 1 | |
1.20 | Μυσῶν ἡγεμόνα ἐπηγάγετό οἱ ἐς συμμαχίαν, ἐπιγαμίαν ποιησά‐ μενος, τὴν ἀδελφὴν αὐτῷ ἐς γάμον ἐκδοὺς γήμαντι πρόσθεν τὴν τοῦ βασιλέως Τριβαλλῶν ἀδελφήν. ὅθεν ὁ Τριβαλλῶν ἡγε‐ μὼν ἐπ’ αὐτόν τε ὥρμητο στρατεύεσθαι, ἔχων μεθ’ ἑαυτοῦ τὸν | |
5 | Μιχαήλου ἀδελφιδοῦν Ἀλέξανδρον· τόν τε Μιχαῆλον μάχῃ ἐκρά‐ τησε, καὶ Ἀλέξανδρον τὸν ἀδελφιδοῦν αὐτοῦ ἐς τὴν βασιλείαν καταστησάμενος. τῆς ἐς αὐτὸν ὕβρεως αἰτιασάμενος οὖν τοὺς Ἕλληνας ἐστρατεύετο ἐπ’ αὐτούς, καὶ πολίσματα ἄττα ἐξελὼν ἀπεχώρησεν ἐπ’ οἴκου. ὕστερον μέντοι σπονδὰς ἐποιήσαντο, ἐφ’ | |
10 | ᾧ ξένοι καὶ φίλοι εἶναι ἀλλήλοις. ἐνταῦθα ἐπυνθάνετο Ὀρχάνην ἐπιδραμόντα τὰ κατὰ τὴν Βιθυνίαν χωρία καὶ ἀνδραποδισάμενον πολιορκεῖν τε τὴν Νίκαιαν καὶ οὐκ ἀνιέναι προσβάλλοντα τῷ τείχει. στράτευμά τε ξυναγείρας καὶ ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυ‐ νεν ἐπὶ Νίκαιαν, ἀμύνειν βουλόμενος τοῖς ἐν τῇ πόλει. Ὀρχάνης | |
15 | μέν, ἐπειδὴ ἠγγέλθη ἐπιέναι ἐπ’ αὐτὸν στράτευμα Ἑλληνικόν, συνταξάμενος ἀντεπῄει, τό τε στράτευμα ἔχων ἐν τάξει ὡς μα‐ χούμενος τὸν στρατὸν ἀντεπήγαγε καὶ ἐν Φιλοκρήνῃ γενόμενος εὗρε στρατοπεδευόμενον τὸν Βυζαντίου βασιλέα. οὐ πολὺ δὲ ὕστερον μάχης ἰσορρόπου γενομένης αὐτός τε ὁ βασιλεὺς ἐτρώθη | |
20 | εἰς τὸν πόδα, καὶ Ἑλλήνων οὐκ ὀλίγοι τραυματίαι γενόμενοι ἔγνωσαν δεῖν ἐς Φιλοκρήνην εἰσελθεῖν, ὥστε ἀναλαβεῖν σφᾶς αὐτοὺς καὶ ἀναμαχέσασθαι ἐνταῦθα. ὡς ἐπὶ τὴν πόλιν ἐτρά‐ ποντο, κατὰ νώτου γενόμενοι οἱ βάρβαροι καὶ ἐπικείμενοι συχ‐ | |
νούς τε τῶν Ἑλλήνων διέφθειρον, καὶ τούς γε λοιποὺς ἐς τὴν | 20 in vol. 1 | |
1.21 | πόλιν συνελάσαντες ἐπολιόρκουν, ἐπεὶ δὲ παράλιος ἦν αὕτη ἡ πόλις, ὡς οὐδὲν προεχώρει τῷ Ὀρχάνῃ, αὖθις ἐπὶ Νίκαιαν ἐλθὼν ἐπολιόρκει τε ἐπί τινα χρόνον καὶ εἷλε τε οὐ πολλῷ ὕστερον ὁμολογίᾳ παραστησάμενος. οὕτω Νίκαια ἐπὶ Ὀρχάνῃ | |
5 | ἐγένετο. Εἰσέβαλε δὲ καὶ εἰς Φιλαδέλφειαν, ἀλλ’ οὐκ ἠδυνήθη παραστήσασθαι πολιορκῶν διὰ τὸ πλῆθος τῶν ἐπικούρων. μετὰ δὲ ταῦτα διενεχθείς, ὥς φασι, πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους ἡγεμόνας, τούτων ἐνίους συμμάχους οἱ προσλαβόμενος τοῖς ἄλλοις | |
10 | πολεμῶν οὐκ ἀνίει. ὕστερον μέντοι χρόνου συχνοῦ διελθόντος, Καντακουζηνοῦ βασιλέως Ἑλλήνων ἄρτι γενομένου ἔγημε θυγα‐ τέρα, καὶ ἐπιγαμίαν ποιησάμενος ταύτην εἰρήνην τε τοῖς Ἕλλη‐ σιν ἐποιήσατο, καὶ τοῦ λοιποῦ πρὸς τοὺς ἐν τῇ Φρυγίᾳ βαρβά‐ ρων ἡγεμόνας διενεχθεὶς ἐπολέμει. ὡς τελευτήσαντος γὰρ Ἀν‐ | |
15 | δρονίκου τοῦ βασιλέως, κατελείφθη τε αὐτῷ παῖς ἀμφὶ τὰ δυο‐ καίδεκα ἔτη γεγονώς, καὶ τόν γε Καντακουζηνὸν κατέλιπεν, ἄνδρα εὐδαίμονα καὶ μέγα δυνάμενον, τόν τε παῖδα ἐπιτροπεύειν, ἄχρι δ’ ἂν ἐπὶ τὸ τῆς ἡλικίας ἀφίκηται ἐντελές, καὶ τὴν βασι‐ λείαν περιέπειν, μέγα τε ὄλβιον, καὶ ἀρεσκόμενος τούτῳ ἐπέ‐ | |
20 | τρεψε τὰ ἀμφὶ τὴν βασιλείαν τε καὶ τὸν παῖδα, ἐμπεδώσας ὅρκοις ἦ μὴν ἀδόλως ἐπιτροπεύειν τῆς τε βασιλείας ἅμα καὶ τοῦ παιδός, καὶ ἀβλαβῆ τὸν παῖδα ἐς τὴν βασιλείαν καταστή‐ | |
σειν. ὡς δὲ ἐτελεύτησεν ὁ βασιλεύς, χρόνου οὐ πολλοῦ διελ‐ | 21 in vol. 1 | |
1.22 | θόντος Ἑλλήνων τέ τινων ἐναγόντων ἐς τοῦτο καὶ συνεπιλαβο‐ μένων τήν τε βασιλείαν κατέσχε καὶ τὸν παῖδα κακὸν μὲν οὐδέν τι εἰργάσατο, κηδεστὴν δέ οἱ ποιησάμενος ὀλιγώρως τὰ τοῦ παιδὸς εἶχε, καὶ ἑαυτῷ ᾤετο τοὺς Ἕλληνας μᾶλλόν τι ἀνακτή‐ | |
5 | σασθαι. ὁ μὲν οὖν Καντακουζηνὸς τὴν βασιλείαν ἀφελόμενος τὸν παῖδα, πρὸς Ὀρχάνην τὴν ἐπιγαμίαν ποιησάμενος ἑαυτῷ ξένον τε καὶ φίλον ἐκτήσατο ἐς τὰ μάλιστα. Ὀρχάνης μὲν δὴ βασιλεύσας ἔτη 〈ἕν τε καὶ τριάκοντα〉 ἐτε‐ λεύτησε, παῖδας καταλιπὼν Σουλαϊμάνην τε καὶ Ἀμουράτην. Σου‐ | |
10 | λαϊμάνης μὲν οὖν ὁ Ὀρχάνεω τὴν βασιλείαν παραλαβὼν τοῖς τε Ἕλλησιν ἐπιὼν ἐπολέμει αὐτίκα, καὶ ἀνδράποδα ἀπὸ τῆς ἐς τὴν Ἀσίαν Ἑλλήνων χώρας ὡς πλεῖστα ἀγόμενος καὶ ἐς Εὐρώπην διαβάς, τῶν μετὰ Χαλίλεω πρότερον κατὰ τὴν Χερρόνησον πρὸς Ἕλληνας διενεχθέντων ἐναγόντων τε καὶ ἐξηγουμένων αὐτῷ τὴν | |
15 | διάβασιν, ὡς ἡ Εὐρώπη εἴη τε χώρα περικαλλὴς καὶ εὐχερὴς χειρώσασθαι ὑπὸ Σουλαϊμάνεω βασιλέως. ἐντεῦθεν διαβιβάσας στρατὸν οὐ πολὺν τήν τε Χερρόνησον ληΐζεσθαι, καὶ τὸ πρότερον ἔτι φρούριον καὶ Μάδυτον κατασχόντες καὶ ἄλλ’ ἄττα πολίσματα κατὰ τὴν Χερρόνησον, ἐπέδραμόν τε τὴν Θρᾴκην ἔστε ἐπὶ Τέαρον | |
20 | τὸν ποταμόν, καὶ τά τε ἀνδράποδα ἐς τὴν Ἀσίαν διεβίβαζον. καὶ οἱ ἐν τῇ Ἀσίᾳ Τούρκων, ὅσοι ἐπυνθάνοντο ταῦτα, αὐτίκα ἐς τὴν Εὐρώπην παρὰ Σουλαϊμάνην διέβαινον, καὶ συνελέγοντο εἰς τὴν | |
Χερρόνησον οὐκ ὀλίγοι· ἔνθα δὴ καὶ ἐπὶ γεωργίαν τῶν ἀπὸ τῆς | 22 in vol. 1 | |
1.23 | Ἀσίας φειδοῖ τῆς ἑαυτῶν χώρας ἐτράποντο. ὕστερον μέντοι ὁ Ἑλλήνων βασιλεὺς διαπρεσβευσάμενος σπονδάς τε ἐποιήσατο πρὸς Σουλαϊμάνην τὸν Ὀρχάνεω, καὶ ἐνῆγεν ἐπὶ τοὺς Τριβαλ‐ λούς, ἐφ’ ᾧ τε αὐτοὺς ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις καὶ | |
5 | τὸν πρὸς τοὺς Τριβαλλοὺς πόλεμον συνδιαφέρειν ἅμα ἀμφοτέρους. Ἔνιοι μὲν οὖν φασιν, ὡς ἔτι περιόντος Ὀρχάνεω ἐν τῇ Ἀσίᾳ τὸν παῖδα αὐτοῦ Σουλαϊμάνην ἐς τὴν Εὐρώπην διαβῆναι μετα‐ πεμπομένου ἐπὶ τοὺς Τριβαλλοὺς τοῦ τῶν Ἑλλήνων βασιλέως. τοὺς μέντοι Τριβαλλῶν ἡγεμόνας ὧδε ἐλθεῖν ἐπὶ τὰ τῆς Εὐρώ‐ | |
10 | πης πράγματα ἐπυθόμεθα. Στέπανος ἐγένετο βασιλεὺς Τριβαλ‐ λῶν, ὃς ὁρμώμενος ἦν ἀπὸ τῆς ἐς τὸν Ἰόνιον χώρας, τὰ περὶ Ἐπίδαμνον καταστρεψάμενος, καὶ ἐς τὴν Μακεδονίαν ἠλάσατο, καὶ ἐς τὴν τῶν Σκοπίων τὰ βασίλεια ἐποιήσατο. εἶεν δ’ ἂν οὗτοι, ὅσα γε ἔξεστι τεκμαίρεσθαι, ὅθεν προαγαγεῖν ἐπὶ τὴν τῆς | |
15 | Εὐρώπης ἡγεμονίαν ἀφίκοντο, Ἰλλυριῶν γένος, ἀπὸ τῆς πρὸς ἑσπέραν τῆς ἐς τὸν Ἰόνιον χώρας προελθόντες ἐπὶ τὴν τῶν Σκοπίων πόλιν, τῇ τε φωνῇ παραπλησίᾳ χρώμενοι ἐκείνοις, καὶ γένος δὲ ἐκεῖνο τῶν Ἰλλυριῶν μέγα τε καὶ ἐπὶ πλεῖστον διῆκον τοῦ Ἰονίου πελάγους ἔστε ἐπὶ Ἑνετούς, ὡς ἂν ἔχειν οὐ χαλεπῶς | |
20 | τεκμαίρεσθαι ἀπ’ ἐκείνων δὲ τότε ἀνὰ τὴν Εὐρώπην σκεδασθέν‐ τας ἀχθῆναι. φωνῇ τε γὰρ ἀμφότεροι τῇ αὐτῇ χρῶνται ἔτι καὶ νῦν, καὶ ἤθεσι τοῖς αὐτοῖς καὶ διαίτῃ, ὥστε οὐκ ὀρθῶς ἂν | |
λέγοιεν οἱ γνώμην ἀποδεικνύμενοι περὶ Ἰλλυριῶν, ὡς εἴησαν οἱ | 23 in vol. 1 | |
1.24 | νῦν Ἀλβανοί. ἀρχὴν δ’ ἐγὼ οὐδὲ προσίεμαι τὸν λόγον, ὡς εἴησαν Ἰλλυριῶν γένος οἱ Ἀλβανοί. ὡς μὲν οὖν ἀπ’ Ἐπιδάμνου καὶ οὗτοι ὥρμηντο ἐς τὴν πρὸς ἕω χώραν τῆς Εὐρώπης ἐπὶ Θεττα‐ λίαν τε ἀφικόμενοι καὶ ἐπὶ Αἰτωλίαν καὶ Ἀκαρνανίαν, οὐκ ὀλίγα | |
5 | ἄττα τῆς Μακεδονίας χωρία ὑφ’ αὑτοῖς πεποιημένοι ᾤκουν, οἶδά τε αὐτὸς ἐπιστάμενος, ἀπὸ πολλῶν τεκμαιρόμενος, καὶ πολλῶν δὴ ἀκήκοα. εἴτε μὲν οὖν ἀπὸ Ἰαπυγίας, ὡς ἔνιοί φασιν, ἐς Ἐπίδαμνον διαβάντες ἐπὶ τὴν χώραν, ἣν ὑπηγάγοντο σφίσιν, ἄλλος ἄλλῃ ἀφίκοντο, εἴτε αὐτοῦ περὶ Ἐπίδαμνον τὴν ἀρχὴν Ἰλλυριῶν | |
10 | ὅμοροι προϊόντες κατὰ βραχὺ κατέσχον τὴν πρὸς ἕω τῆς Ἐπι‐ δάμνου χώραν, οὐκ ἔχω, ὅπῃ συμβάλλωμαι ἀσφαλῶς. ᾗ μὲν ἄμφω τὼ γένεε τούτω, Τριβαλλοί τε καὶ Ἀλβανοί, ἀπὸ τῆς ἐς τὸν Ἰόνιον χώρας ὡρμημένω, τὸ μὲν πρὸς ἕω τῆς Εὐρώπης ἰόντες τὴν ταύτῃ χώραν ᾤκησαν καὶ οὐκ ὀλίγα σφίσιν ἐς τὴν | |
15 | ἀρχὴν ὑπηγάγοντο, τὸ δὲ πρὸς ἑσπέραν ὡρμημένον σχεδὸν ἔστε Εὔξεινον πόντον ἀφίκοντο καὶ ἐπὶ Ἴστρον ἄχρι Θετταλίας ἐλά‐ σαντες, ὧδέ μοι εἰρήσεται. Ὁ βασιλεὺς ἀπὸ τῆς τῶν Σκοπίων πόλεως ὡρμημένος, ἔχων μεθ’ ἑαυτοῦ ἄνδρας τε τὰ ἐς πόλεμον ἀγαθοὺς καὶ στρατιὰν οὐ | |
20 | φαύλην, πρῶτα μὲν τὰ περὶ Καστορίαν κατεστρέψατο χωρία, καὶ | 24 in vol. 1 |
1.25 | ἐπὶ Μακεδονίαν ἐλάσας, πλὴν Θέρμης τὰ ἄλλα ὑφ’ αὑτῷ ποιη‐ σάμενος, ἐπὶ Σάβαν τε προελαύνων καὶ ἐπὶ τὰ κατὰ τὸν Ἴστρον χωρία, μεγάλα ἀπεδείκνυτο ἔργα, καὶ τήν τε χώραν ταύτῃ σύμ‐ πασαν καταστρεψάμενος εἶχε. τάξας δὲ ἀνὰ τὴν Εὐρώπην τῶν | |
5 | ὑποχειρίων ἄλλους ἄλλῃ ἐπὶ μέγα τε ἐχώρει δυνάμεως, καὶ ἐπὶ Ἕλληνας ἤλαυνε τὴν ἀρχὴν ἀφαιρησόμενος, καὶ πολλαχῇ ἐπὶ τὰ κατὰ τὸ Βυζάντιον χωρία στρατὸν ἐπαφεὶς ἀπέδραμέ τε καὶ ἀνεχώρει. καὶ ἦν ἐπὶ τούτου τὰ Ἑλλήνων πράγματα προσδόκιμα ἐπὶ τὸν ἔσχατον ἀφίξεσθαι κίνδυνον, ὑπὸ σφῶν τε αὐτῶν περι‐ | |
10 | τρεπόμενα κατὰ τὴν τῆς βασιλείας ῥᾳστώνην, ἐπὶ τὸ ἀκόλαστον καὶ ἀνειμένον τῆς διαίτης Ἀνδρονίκου, τοῦ πρεσβυτέρου βασιλέως φημί, τετραμμένου ταύτῃ. ἐς μάχην μὲν οὖν τὸ Ἑλληνικὸν γένος ἀπελθεῖν καὶ διαπειρᾶσθαι γνώμην οὐκ ἐποιεῖτο, σώζειν μέντοι τὰ τείχη τρόπῳ, ὅτῳ ἂν δύναιντο, ἀσφαλεστάτῳ. ἤλασε μὲν οὖν | |
15 | καὶ ἐπὶ Αἰτωλίαν, καὶ Ἰωαννίνων τὴν πόλιν εἷλε. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν περὶ Ἀξιὸν ποταμὸν Ζάρκῳ ἐπέτρεψεν, ἀνδρὶ ἐς τὰ πρῶτα τιμῆς ἀνήκοντι παρ’ ἑαυτῷ, τὰ δὲ ἀπὸ Φερρῶν ἔστε ἐπὶ Ἀξιὸν ποταμὸν Μπογδάνῳ ἀνδρὶ ἀγαθῷ καὶ τὰ ἐς πόλεμον οὐκ ἀδοκίμῳ, τὰ δὲ ἀπὸ Φερρῶν ἔστε ἐπὶ Ἴστρον | |
20 | Κράλῃ τε καὶ Οὐγγλέσῃ τοῖν ἀδελφοῖν, ὧν θάτερος μὲν οἰνοχόος ἦν τοῦ βασιλέως, ὁ δὲ ἕτερος ἱπποκόμος. τὰ μέντοι περὶ τὸν Ἴστρον Βούλκῳ τῷ Ἐλεαζάρῳ τοῦ Πράγκου ἐπέτρεψε, καὶ τὰ | |
ἀμφὶ τὴν Τρίκκην καὶ Καστορίαν Νικολάῳ τῷ ζουπάνῳ, καὶ τὰ | 25 in vol. 1 | |
1.26 | περὶ Αἰτωλίαν Πρεαλούπῃ. τὰ δὲ περὶ Ὀχρίδα τε καὶ Πριλα‐ παίων χώραν οὕτω καλουμένην ἐπέτρεψε Μλαδένῃ εὐθύνειν, ἀνδρὶ οὐκ ἀγεννεῖ. τούτοις μὲν δὴ ἐπυθόμεθα ἐπιτετράφθαι τὰ κατὰ τὴν Εὐρώπην ὑπὸ Στεπάνεω τοῦ βασιλέως· ἐπεὶ δὲ ἐτελεύ‐ | |
5 | τησε βασιλεύς, ἕκαστος, ἣν κατεῖχε χώραν ἐπιτετραμμένος, ἦρχόν τε καὶ ἀλλήλοις εἰρήνην συνθέμενοι σφῶν μὲν αὐτῶν τοι ἀπεί‐ χοντο, τοῖς δὲ Ἕλλησιν, ὡς ἑκάστῳ προεχώρει, ἐπετίθεντό τε καὶ ἐπολέμουν. Μιχαῆλον μέντοι τὸν Μυσῶν ἡγεμόνα, ἀπὸ τὰ κάτω τοῦ Ἴστρου ἐπινεμόμενον ἐπὶ Εὔξεινον πόντον καὶ τὰ βα‐ | |
10 | σίλεια ἐν Τρινάβῳ ποιησάμενον, παλαιότερον γενόμενον Στεπάνεω, ἀναπυνθανόμενος εὑρίσκω, ὡς ταύτῃ Βουλγάρους μὲν τούτους, οὕς γε Μυσοὺς ὀνομάζομεν, Σέρβους δὲ ἐκείνους, 〈οὓσ〉 καὶ Τριβαλλούς, διακεκρίσθαι ἀπ’ ἀλλήλων ἐς τοὔνομα ξυνηνέχθη ἀπὸ τούτου. τούτω δὲ ἄμφω τὼ γένεε ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων, | |
15 | καὶ διεστηκότε νομίζεσθαι. ὡς μὲν ἕκαστος τούτων τήν τε ἀρχὴν ἀφῄρηντο ὑπὸ τῶν βαρβάρων καὶ αὐτοί τε ἀπώλοντο, ἐς τὸ πρόσω τοῦ λόγου ἰόντι εἰρήσεταί μοι. Σουλαϊμάνης μὲν οὖν ἐπεί τε τὰ κατὰ τὴν Χερρόνησον πο‐ λίσματα πλὴν Καλλιουπόλεως κατέσχε τε καὶ ἐνηυλίζετο, ὥστε | |
20 | ἔχειν ὁρμώμενος ἀπὸ τούτων τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐλαύνων | |
καταστρέφεσθαι, ὡς τοῖς Ἕλλησιν εἰρήνην ἐποιήσατο, ἐστράτευεν | 26 in vol. 1 | |
1.27 | ἐπὶ Κράλην τε καὶ Οὐγγλέσην τοὺς Τριβαλλῶν ἡγεμόνας, οἳ δὴ τοῖς Ἕλλησιν ἐπετίθεντο καὶ χαλεποὶ ἦσαν διὰ τὸ μηδέποτε ἡσυχίαν ἄγειν, ἀλλ’ ἀεὶ κακῶς ποιεῖν πολεμοῦντας τοῖς Ἕλλησιν. οὗτοι μὲν οὖν ὡς ἐπύθοντο Σουλαϊμάνην διαβάντα ἐς τὴν Εὐρώ‐ | |
5 | πην δῃοῦν τε ἐπὶ τῇ Ἑλληνικῇ τὴν σφετέραν αὐτῶν χώραν καὶ διαρπάζειν μηδενὸς φειδόμενον, ἐστρατεύοντο ἐπὶ τοὺς Τούρκους, καὶ συμβαλόντες μάχῃ τε ἐκράτησαν καὶ διέφθειρον οὐκ ὀλίγους ἐν τῇ ἐπιδρομῇ. μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἤδη τὰ Τούρκων πράγματα ταχὺ ἐπὶ μέγα προχωροῦντα δυνάμεως, καὶ τοὺς ἀπὸ | |
10 | Ἀσίας Τούρκους αἰεὶ διαβαίνοντας προσγίνεσθαι αὐτῷ, ὥστε καὶ ἐς πολιορκίαν τῶν κατὰ τὴν Εὐρώπην πόλεων καθίστασθαι, καὶ προϊόντας ἐπὶ τὴν μεσόγαιον τῆς Θρᾴκης, συνελέγοντό τε στρά‐ τευμα ἀμφότεροι. Οὐγγλέσης μὲν οὖν ὥρμητο ἀπὸ Φερρῶν ἐπὶ τοὺς Τούρκους, ἐν αἷς τὰ βασίλεια ἦν αὐτῷ· Κράλης τε ἅμα | |
15 | αὐτῷ ὁ ἀδελφὸς στράτευμα ἔχων ἀπὸ τῆς μεσογαίου τῆς Θρᾴ‐ κης συνῄει τῷ ἀδελφῷ ὡς στρατευσόμενοι ἅμα 〈ἐπὶ〉 τοὺς Τούρ‐ κους. ὁ μὲν οὖν Σουλαϊμάνης ἔτυχε πολιορκῶν πόλισμά τε παρὰ Τέαρον ποταμόν, διέχον ἀπὸ Ἀδριανουπόλεως σταδίους ὡσεὶ ἑβδομήκοντα, καὶ σκηνὰς μὲν αὐτοῦ οὐκ ὀλίγας ἀπὸ πίλων αἰγῶν | |
20 | ἐπήξατο, ἐν αἷς δὴ οἱ κατὰ τὴν Ἀσίαν Σκύθαι τε οἱ νομάδες καὶ Τούρκων οἱ πρὸς τόνδε τὸν βίον τετραμμένοι σκηνοῦν εἰώ‐ | |
θασι, καὶ ἐπολιόρκει τὸ χωρίον προσέχων ἐντεταμένως. διατρί‐ | 27 in vol. 1 | |
1.28 | βοντα δὲ αὐτὸν λέγεται, ὡς τάχιστα ἐπύθετο ἐπιόντας οἱ τοὺς πολεμίους, λαβεῖν τε ἐπιλεξάμενον ἄνδρας ἐς ὀκτακοσίους τῶν ἀμφ’ αὑτὸν ἀρίστων, καὶ νυκτὸς ἐπελάσαντα ἐς τὸ πολεμίων στρατόπεδον καταδυόμενον, ὡς ἤδη ἡ ἠὼς ὑπέφαινε, καὶ οὔτε | |
5 | φυλακὰς ἔχοντας τοὺς πολεμίους ἑώρα αὐτούς τε τὰ πολλὰ παρὰ Τέαρον ποταμόν, ὡς ὕδωρ κάλλιστόν τε παρέχεται πιεῖν καὶ ὑγιεινότατον, θέρους δὲ ἦν ὥρα, ὀλιγώρως τε τῶν ὅπλων σφίσιν αὐτοῖς καὶ τῶν ἵππων ἔχοντας, οἷα τοὺς πολεμίους ἐν οὐδενὶ λόγῳ ποιουμένους, ἐπὶ ῥᾳστώνην τετραμμένους, κατὰ Τζερ‐ | |
10 | νομιανὸν χῶρον ἐπεισπεσεῖν τε ἄφνω σὺν τοῖς ὀκτακοσίοις καὶ διαφθεῖραι σύμπαντα τὸν στρατὸν κτείνοντας ἀφειδέστατα, ὥστε τοὺς πλείονας αὐτῶν πεσεῖν ἐς τὸν ποταμόν, καὶ ἐν ἀπορίᾳ εἴχοντο, ὅποι τράπωνται γενόμενοι, καὶ ταύτῃ διαφθαρῆναι. ἔνθα ὅ τε Οὐγγλέσης ἀπώλετο καὶ ὁ Κράλης ὁ ἀδελφὸς αὐτοῦ ἐν | |
15 | ταύτῃ τῇ μάχῃ. ὅτῳ δ’ ἂν τρόπῳ διεφθάρη, οὐκ ᾔδει οὐδείς, ὥστε οἴεσθαι τοὺς προσήκοντας αὐτῷ περιεῖναι ἔτι αὐτὸν ἐπὶ πολύν τινα χρόνον. Ὡς οὖν ταύτην τὴν νίκην εὐκλεῆ καὶ περιφανῆ ἀνείλετο Σουλαϊμάνης, τό τε πόλισμα, ὃ ἐπολιόρκει πρότερον, παρεστήσατο, | |
20 | καὶ Ὀρεστιάδα τὴν Ἀδριανούπολιν καλουμένην ἐλαύνων ἐπολιόρ‐ κει. ἔτυχε δὲ τήν τε πόλιν περὶ ἀμητὸν πολιορκῶν, καὶ προσβάλ‐ λων τῷ τείχει θαμὰ οὐκ ἀνίει. ἐν τούτῳ δὲ ὄντος Σουλαϊμάνεω | |
τυχεῖν νεανίαν λέγουσι τῶν ἐν τῇ πόλει κατὰ ὀπήν τινα ἀπὸ τῆς | 28 in vol. 1 | |
1.29 | πόλεως φέρουσαν ἔξω λάθρᾳ τε ἐξιόντα νυκτὸς ἀμῶντα πυροὺς κατὰ τὴν ὀπὴν ταύτην διαφορεῖν ἐς τὴν πόλιν, καὶ τοῦτο συνεχῶς ποιοῦντα ὀφθῆναι ὑπό τινος τῶν ἐν τῷ στρατοπέδῳ. ἰδόντα δὲ τὸν Τοῦρκον, ᾗ εἰσῄει ὁ νεανίας, ἐφεπόμενον κατόπιν γενέσθαι | |
5 | κατὰ τὴν ὀπήν, πειραθῆναί τε αὐτῆς, καὶ εἰσιόντα ἐς τὴν πόλιν αὖθις ἐς τὸ στρατόπεδον γενέσθαι, καὶ ἀφικόμενον παρὰ Σου‐ λαϊμάνην ἐξειπεῖν τε τὴν εἴσοδον καὶ αὐτὸν αὐτίκα ἐξηγεῖσθαι. πειραθέντα δὲ τῆς εἰσόδου τὸν ἡγεμόνα καταλαβεῖν τε τὴν πόλιν ταύτῃ καὶ ὑφ’ αὑτῷ ποιήσασθαι. μετὰ δὲ ταῦτα εἰς Φιλιππόπολιν | |
10 | ἐλαύνοντα ἑλεῖν τε καὶ ταύτην τὴν πόλιν καὶ παραστήσασθαι ὁμολογίᾳ. Λέγεται δὲ γενέσθαι τούτῳ τῷ βασιλεῖ ἄνδρα ἐπὶ στρατηγίας ἐπισημότατόν τε καὶ ἐξηγεῖσθαι δεινότατον ἐπὶ πόλεμόν τε καὶ ἐπιδρομάς. καὶ οἱ μὲν λέγουσιν αὐτὸν τὰ πλείω ἀποδεικνύμενον | |
15 | πάμπολυ ταχύ τε καὶ παραχρῆμα ἐπιδεδωκέναι. νοσήσαντος δὲ Σουλαϊμάνεω καὶ ἐπὶ Ἀσίαν ἐπειγομένου τὴν νόσον οἱ χαλεπω‐ τέραν γενομένην ἀπενέγκαι ἐκ τοῦ βίου αὐτόν. τελευτῶντα δὲ ἐπιτεῖλαι τοῖς ἀμφ’ αὑτὸν θάψαι τε τὸ σῶμα αὐτοῦ ταύτῃ, κατὰ τὸν τῆς Χερρονήσου ἰσθμόν, ᾗ δὴ καὶ συνέβη πρότερον τελευτή‐ | |
20 | σαντα τὸν παῖδα αὐτοῦ θάψαι τε μεγαλοπρεπῶς καὶ ἐξήνεγκε· καὶ τῷ σήματι ταξάμενος φόρους, ὥστε παννυχίᾳ χρῆσθαι τοὺς ἱερεῖς αὐτῶν ἐπὶ τῷ μνήματι, αὐτόν τε ἐκέλευσεν αὐτοῦ θάψαι ἅμα τῷ παιδὶ αὐτοῦ. Ἐπείτε δὲ αὐτοῦ ἐτελεύτησεν, Ἀμουράτης ὁ Ὀρχάνεω παῖς, | |
25 | Σουλαϊμάνεω δὲ ἀδελφός, ὡς ἑπύθετό οἱ αὐτὸν τελευτήσαντα, | |
τούς τε νεήλυδας καὶ ἄλλους τοὺς τῶν θυρῶν λαβὼν καὶ ἐς | 29 in vol. 1 | |
1.30 | τὴν Εὐρώπην διαβὰς παρέλαβε τὸ στράτευμα αὐτοῦ ἅπαν, καὶ ἐπὶ Ἀδριανούπολιν ἐλάσας τὰ βασίλειά οἱ αὐτοῦ ἐποιήσατο. καὶ ἐντεῦθεν ὁρμώμενος ἐληΐζετο τὴν τῆς Μακεδονίας μεσόγαιον χώραν, καὶ ἀνδράποδα συχνὰ ἀγόμενος ἐπλούτιζε τοὺς μεθ’ | |
5 | ἑαυτοῦ στρατιώτας, καὶ Τούρκων ὅσοι ἐπ’ ἐλπίδι τοῦ κερδᾶναι ὁτιοῦν εἵποντο αὐτῷ, ἐδωρεῖτο ἀνδραπόδοις τε καὶ ὑποζυγίοις, ἃ ἡλίσκετο ἀπὸ Μυσῶν τε καὶ Ἑλλήνων. λέγεται μέντοι καὶ τόδε, ὡς Σουλαϊμάνης, ἐπεί τε ᾔσθετο τῆς Τριβαλλῶν καὶ Μυσῶν δυνάμεως ἐπ’ αὐτὸν ἀθροιζομένης, καὶ ἔπραττεν, ὥστε δοθῆναί | |
10 | οἱ ἑξάκις μυρίας δραχμάς, ὥστε ἀποδοῦναι αὐτοῖς, ὅσα τῶν πολισμάτων προσηγάγετό οἱ, καὶ αὐτὸν οἴχεσθαι ἀπαλλαττόμενον ἐς τὴν Ἀσίαν ἀποχωρήσειν τηνικαῦτα πολιορκοῦντα τὰ ἐν Θράκῃ πολίσματα Ἑλλήνων. ὡς οὖν πυθόμενοι οἱ Ἕλληνες ἀπεδέχοντό τε καὶ ἕτοιμοι ἦσαν ἐπὶ τούτοις σπένδεσθαι, ξυνενεχθῆναι σεισμόν | |
15 | τε μέγαν καὶ τὰ τείχη τῶν πόλεων διαρραγῆναι, ὥστε αὐτοὺς ἑλεῖν ἀπὸ τούτου τὰ πλέω, οἷς ἐπήλαυνον πολιορκοῦντες. καὶ ἑλόντας παρὰ τῶν Ἑλλήνων τὰ πολίσματα ἔχεσθαι τοῦ λοιποῦ τῆς Εὐρώπης, μηδέν τι τοιοῦτον ἔτι προσιεμένους. Μετὰ δὲ ταῦτα ἤλαυνεν ἐπὶ Μυσοὺς καὶ ἐπὶ Τριβαλλούς. τὸ | |
20 | δὲ γένος τοῦτο παλαιότατόν τε καὶ μέγιστον τῶν κατὰ τὴν οἰκου‐ μένην ἐθνῶν, εἴτε ἀπὸ Ἰλλυριῶν μοίρας ἀπεσχισμένον ταύτην | |
ᾤκησε τὴν χώραν, εἴτε, ὡς ἔνιοι, ἀπὸ τῆς πέραν τοῦ Ἴστρου | 30 in vol. 1 | |
1.31 | ἐπ’ ἐσχάτων τῆς Εὐρώπης, ἀπό τε Κροατίας καὶ Προυσίων τῶν ἐς τὸν ἀρκτῷον ὠκεανὸν καὶ Σαρματίας τῆς νῦν οὕτω Ῥωσίας καλουμένης ἔστε ἐπὶ χώραν τὴν διὰ τὸ ψῦχος ἀοίκητον, κἀκεῖ‐ θεν ὡρμημένοι καὶ τόν τε Ἴστρον διαβάντες ἐπὶ τὴν ἐς τὸν | |
5 | Ἰόνιον χώραν ἀφίκοντο καὶ ταύτῃ ἐπὶ πολὺ ἐπὶ Ἑνετοὺς διή‐ κουσαν καταστρεψάμενοι ᾤκησαν, εἴτε δὴ τοὐναντίον μᾶλλον εἰπεῖν ἄμεινον, ὡς ἐντεῦθεν ἀπὸ τῆς ἐς τὸν Ἰόνιον χώρας ὡρμη‐ μένοι καὶ Ἴστρον διαβάντες ἐπέκεινα ἐγένοντο τῆς οἰκουμένης, οὐκ ἂν δὴ λεγόμενον ἀσφαλῶς λέγοιτο ὑφ’ ἡμῶν. τοσόνδε μέντοι | |
10 | ἐπίσταμαι, ὡς τοῖς ὀνόμασι ταῦτα δὴ τὰ γένη διεστηκότα ἀλλή‐ λων ἤθεσι μὲν οὐκέτι, γλώττῃ δὲ καὶ φωνῇ τῇ αὐτῇ χρώμενοι κατάδηλοί εἰσιν ἔτι καὶ νῦν. ὡς μέντοι διέσπαρται ἀνὰ τὴν Εὐ‐ ρώπην, πολλαχῇ ᾤκησαν, ἄλλῃ τε δὴ καὶ ἔν τινι τῆς Πελοπον‐ νήσου χώρας τε τῆς Λακωνικῆς ἐς τὸ Ταΰγετον ὄρος καὶ ἐς τὸ | |
15 | Ταίναρον ᾠκημένον. ᾧ δὴ καὶ ἀπὸ Δακίας ἐπὶ Πίνδον τὸ ἐς Θετταλίαν καθῆκον ἐνοικῆσαν ἔθνος. Βλάχοι δὲ ἀμφότεροι ὀνο‐ μάζονται· καὶ οὐκ ἂν δὴ ἔχω διεξιέναι, ὁποτέρους ἂν τούτων λέγοιμι ἐπὶ τοὺς ἑτέρους ἀφικέσθαι. οὕτω δὴ κἀνταῦθα τούς τε Τριβαλλοὺς καὶ Μυσοὺς καὶ Ἰλλυριοὺς καὶ Κροατίους καὶ Πο‐ | |
20 | λάνους καὶ Σαρμάτας τὴν αὐτὴν ἐπίσταμαι ἱέντας φωνήν· εἰ δέοι ταύτῃ τεκμαιρόμενον λέγειν, εἴη ἂν τοῦτο τὸ γένος ταὐτὸ τε καὶ ἓν καὶ ὁμόφυλον ἑαυτῷ. ὑπὸ δὲ τοῦ καιροῦ ἐς ἤθη τε διενηνεγμένα ἀλλήλων καὶ ἐπὶ χώραν ἄλλην ἀφικόμενοι ᾤκησαν. | |
οὐκοῦν δὴ λέγεται πρὸς οὐδένων, ὥστε σαφές τι περὶ αὐτῶν | 31 in vol. 1 | |
1.32 | ἔχειν ἡμᾶς ἐς ἱστορίαν ἀποδείκνυσθαι. βασίλεια μὲν ἔστιν αὐτοῖς κἀνταῦθα τοῦ Ἴστρου καὶ πέραν τε, τό τε γένος τοῦτο πολὺ μεῖζον καὶ ἐπὶ πολὺ μᾶλλον διῆκον, ὥστ’ ἂν μᾶλλον ἐκεῖθεν φάναι κάλλιον παρέχον ἐπὶ τάδε ἀφικέσθαι τὸ γένος τοῦτο, καὶ | |
5 | οἰκῆσαι πρὸς τῇ κατὰ τὸν Ἰόνιον χώρᾳ, καὶ παρὰ τὸν Ἴστρον διαβῆναι, καὶ αὐτοῦ μᾶλλον οἰκῆσαι, ἢ ἐντεῦθεν ὡρμημένον ἐπὶ τὰ ἐκεῖ τῆς οἰκουμένης σχεδόν τι ἀοίκητα ἀφικέσθαι. εἴτε μὲν οὖν ἀνάγκῃ τινὶ προηγμένον, εἴτε καὶ ἑκούσιον ἐπ’ ἄμυναν στελ‐ λόμενον χωρὶς οὕτω ἀπ’ ἀλλήλων ἀπῳκισμένον ἔτυχεν, ὡς ἔστιν | |
10 | ἰδεῖν, τεκμαίρεσθαι μᾶλλόν τι, ἢ διισχυρίζεσθαι δέοι ἄν. ἐντεῦ‐ θεν μὲν οὖν καὶ τήν τε ἄνω Μυσίαν καὶ κάτω Μυσίαν φάναι καλῶς ἔχειν οἴονται ἔνιοι, ὡς τὴν ἄνω Μυσίαν οὐ τὴν ἐς τὰ ἄνω τοῦ Ἴστρου ἀλλὰ τὴν ἐς τὸ πέραν τοῦ Ἴστρου ᾠκημένην χώραν, τὴν δὲ κάτω Μυσίαν οὐ τὴν ἐς τὰ κάτω τοῦ Ἴστρου | |
15 | ἀλλὰ τὴν ἐπὶ τοῦτο τοῦ Ἴστρου χώραν, ἔστε ἐπὶ Ἰταλίαν καθή‐ κουσαν. τοὺς μέντοι Βουλγάρους, οὓς κάτω Μυσίαν καλοῦσιν οἱ ἄμεινον Ἑλληνικῆς ἐπαΐοντες φωνῆς, ἐπίσταμαι καθήκειν ἐπὶ τὸν Ἴστρον ἀπὸ Βιδίνης πόλεως ἔστε ἐπὶ Εὔξεινον πόντον ἐν Τρινάβῳ πόλει τὰ βασίλεια σφίσιν ἀποδεικνυμένους. | |
20 | Τούτοις μὲν οὖν ὁπότε Ἀλέξανδρον ὁ τῆς Σερβίας κράλης, | |
ὁ τῶν Τριβαλλῶν ἡγεμών, ἐς τὴν βασιλείαν κατέστησεν, ἐβασί‐ | 32 in vol. 1 | |
1.33 | λευέ τε οὕτως, ἐς ὃ δὴ τελευτήσας κατέλιπε βασιλέα τοῦ γένους τὸν παῖδα αὐτοῦ Σούσμανον, ἐφ’ ὃν δὴ ἐστρατεύετο Ἀμουράτης ὁ Ὀρχάνεω. ἐπεὶ ἐς Τριβαλλοὺς ἐσέβαλε, καὶ μάχῃ κρατήσας αὐτῶν Φερράς τε ὑπηγάγετο πόλιν εὐδαίμονα, καὶ τὰ ἐς τὴν | |
5 | Ῥοδόπην χωρία καταστρεψάμενος μεγάλα ἀπεδείκνυτο ἔργα, Σαΐνῃ τε τὴν Φερρῶν ἐπιτρέψας πόλιν, ἀνδρὶ ἀγαθῷ, ἐστρατεύετο ἐπὶ Σούσμανον τὸν Μυσίας βασιλέα, καὶ συμβαλὼν αὐτοῦ ταύτῃ ἐτρέψατό τε τοὺς Μυσούς, καὶ διέφθειρεν οὐ πολλούς, διασω‐ θέντας ἐπὶ τὰ ἐς τὸν Ἴστρον χωρία. διαπρεσβευσάμενος δὲ πρὸς | |
10 | Ἀμουράτην Σούσμανος ὁ Ἀλεξάνδρου σπονδάς τε ἐποιήσατο καὶ συμμαχίαν, ὥστε τὸν αὐτὸν ἐχθρόν τε καὶ φίλον νομίζειν, καὶ ἐπιγαμίαν ποιησάμενος θυγατέρα αὐτοῦ, κάλλει τε ὑπερφέρουσαν καὶ ἀπὸ Ἑβραΐδος, ἣν ἠγάγετο τρωθείς, γεννηθεῖσαν τῷ Ἀμου‐ ράτῃ, ἐξέδοτο μέντοι καὶ ἑτέραν τῷ Ἑλλήνων βασιλεῖ, ὃς τηνι‐ | |
15 | καῦτα [τοῦ] Ἑλλήνων τὸν Καντακουζηνὸν ἀφελόμενος τὴν ἀρχὴν ἐβασίλευε γένους τοῦ Ἑλληνικοῦ. Ὁ μέντοι Καντακουζηνός, ἐπείτε ἐβασίλευε παῖδας ἔχων δύο, τὸν μὲν νεώτερον Ἐμμανουῆλον ἔπεμψεν ἐς Πελοπόν‐ νησον ἡγεμόνα τοῦ Μιζιθρᾶ, τὸν δὲ πρεσβύτερον καθίστησι | |
20 | βασιλέα τοῖς Ἕλλησιν. Ἰωάννης δὲ ὁ τοῦ Ἀνδρονίκου παῖς, | |
ὡς ἐπὶ τὸ ἱκανὸν τῆς ἡλικίας ἀφίκετο, συνίστατό τε τοῖς | 33 in vol. 1 | |
1.34 | Ἕλλησι καὶ συνετίθετο αὐτοῖς ὡς ἐπὶ τὴν βασιλείαν ἀφι‐ ξόμενος. ἔτυχε δὲ διαίτας ἔχων ἐν τῇ Μακεδονίᾳ. οἱ δὲ Ἕλληνες ἀχθόμενοι τῇ διαίτῃ καὶ ὕβρει τοῦ βασιλέως, ὡς ἕκαστος εἶχεν αἰτίας αὐτῷ, ἐπαγόμενοι ἀπὸ Μακεδονίας τὸν | |
5 | νεανίαν ἐς τὴν βασιλείαν κατεστήσαντο. ὡς δὲ ἐς τὴν βασιλείαν κατέστη, τὸν μέντοι Καντακουζηνὸν Ναζηραῖον ἐποιήσατο, Ματ‐ θαῖον τοὔνομα. ὁ τούτου δὲ πρεσβύτερος παῖς, ὃν ἀπέδειξε βα‐ σιλέα τοῖς Ἕλλησιν, ἀφίκετο μὲν τὰ πρῶτα ἐς Ῥόδον παρὰ τὸν ταύτῃ αὐτοῦ ἀρχιερέα, δεόμενος ἐπικουρίας τυχεῖν, καὶ | |
10 | ἐδεῖτο κατάγειν αὐτὸν ἐς τὴν βασιλείαν. καὶ πολλὰ προϊσχόμενος, ὥστε οἱ γενέσθαι τιμωρίαν τινά, ὡς οὐδὲν εὕρατο ἐπιτήδειον, παρῆν αὐτίκα μετὰ ταῦτα ἐς Πελοπόννησον παρὰ τὸν ἀδελφὸν αὐτοῦ Ἐμμανουῆλον, τὸν ἡγεμόνα τῆς Σπάρτης, καὶ παρ’ αὐτοῦ τὴν δίαιταν ἐποιεῖτο. Ἰωάννης μὲν οὖν τῷ τε Ἀμουράτῃ νεωστὶ | |
15 | ἐς τὴν Εὐρώπην διαβάντι ξυμμαχίαν ἐποιήσατο, καὶ τὴν τοῦ Μυσῶν βασιλέως θυγατέρα ἠγάγετο ἐπὶ τῷ παιδὶ αὐτοῦ Ἀνδρο‐ νίκῳ, ἀφ’ ἧς ἐγένοντο αὐτῷ παῖδες, πρεσβύτερος μὲν Ἀνδρόνι‐ κος, Δημήτριος δὲ καὶ Ἐμμανουῆλος οἱ νεώτεροι, καὶ Θεόδω‐ ρος. καὶ εἵπετο τῷ Ἀμουράτῃ. ὅποι ἂν στρατεύηται, καὶ φόρου | |
20 | τε ὑποτελεῖς ἅμα ὄντες τῷ Ἀμουράτῃ, ἐπισπόμενοι, ὅποι ἂν στρατεύοιτο. Μετὰ δὲ ταῦτα ἐπὶ Δραγάσην τὸν Ζάρκου ἡγεμόνα τὴν ἐν τῷ Ἀξιῷ ποταμῷ χώραν στρατευσάμενος κατεστρέψατο, ἐς φόρου τε ἅμα ἐπαγωγήν, καὶ αὐτόν οἱ στρατευόμενον ἕπεσθαι ἐπὶ τοὺς | |
25 | πολεμίους, ἐς τοσούτους τὸν ἀριθμὸν ἔχοντα ἱππέας. μετὰ ταῦτα | 34 in vol. 1 |
1.35 | Μπόγδανον τὸν ταύτῃ ἡγεμόνα ὑπαγόμενος, ὥστε οἱ ἕπεσθαι σὺν τῇ αὐτοῦ στρατιᾷ, ἀπεδείξατο μεγάλα ἔργα, ἐπιείκειαν μὲν κατὰ τὴν Κύρου τοῦ Καμβύσεω ἐπιδεικνύμενος, καὶ ὡς μετριώτατά τε καὶ ἐλευθεριώτατα προσφερόμενος τοῖς ὑπ’ αὐτὸν γενομένοις | |
5 | ἡγεμόσι Τριβαλλῶν καὶ Μυσῶν καὶ δὴ καὶ Ἑλλήνων. Κατὰ μὲν οὖν τὴν Εὐρώπην διατρίβοντα συχνόν τινα χρόνον καὶ πρὸς τούτους ἔτι διαπολεμοῦντα ἀφίκετο ἀγγελία, τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρων ἡγεμόνας ἀλλήλοις συνθεμένους ἀποστῆσαί τε ἀπὸ Ἀμουράτεω χώραν οὐκ ὀλίγην αὐτοῦ, καὶ αὐτοὺς στρα‐ | |
10 | τιὰν συλλέξαντας, ὅσην ἠδύναντο, μάλιστα ταράξαι τε τὰ ἐν τῇ Ἀσίᾳ πράγματα αὐτοῦ, καὶ χώρας τῆς ἑαυτοῦ τὰ μὲν κατα‐ στρεφομένους τὰ δὲ καὶ πολιορκοῦντας οὐκ ἀνιέναι. ἐπεί τε δὴ τάχιστα ἐπύθετο, διαβὰς ἴετο ἐπὶ τοὺς ἡγεμόνας παρασκευασά‐ μενος, καὶ ἐς τὰ ἔσχατα πειρασόμενος, ᾗ ἐδύνατο κράτιστα, ὡς | |
15 | διαμαχούμενος. εὑρὼν δὲ τούτους ἐν Μυσίᾳ στρατοπεδευομένους παρετάξατο ἐς μάχην. οἷα δὲ μάχης ἐμπείρῳ πολλαχῇ γενομένῳ ἐμεμηχάνητο τοιόνδε. λέγεται γὰρ, ὡς ἐπεὶ θέρους ἦν ὥρα, καὶ ἠπίστατο μεσημβρίας ἐπιγιγνομένης ἐπιπνεύσειν ἐτησίαν ἄνεμον ἀπὸ ἑσπέρας, ταύτῃ δὲ παρεγγυῶν τῇ στρατιᾷ τὸ μέρος ἐκεῖνο | |
20 | κατὰ νώτου λαβεῖν, ἐς μάχην τε καθίστατο περὶ πλήθουσαν | 35 in vol. 1 |
1.36 | ἀγοράν, καὶ συμμίξας τοῖς πολεμίοις ἐμάχετο ἰσχυρῶς. μάχης δὲ ἀμφοῖν ἰσορρόπου γενομένης ἐπὶ λόφον τινὰ αὐτοῦ που λέ‐ γεται ἀναβῆναι, καὶ φωνῆσαι μέγα τοῖς ἑαυτοῦ τάδε. «Παῖδες ἐμοὶ στρατιῶται, μέμνησθε ὑμῶν αὐτῶν, ὅσα ἐπε‐ | |
5 | πόνθειτε ἐν τῇ Εὐρώπῃ, τοσαῦτα ἔτη διαπολεμοῦντες. τί δὴ ὑποχωρεῖτε; οὐκ ἴστε, ὡς τὰ πάντα ἐφ’ ἡμῖν ἔσται, τούτων περιγενομένοις; ἄγετε δὴ ἐμοὶ ἕπεσθε, ὡς ἢν μὴ ἀρτίως ἕπησθε, ταχὺ περιεσομένων τῶν πολεμίων ἡμᾶς.» Ταῦτα εἰπόντα τὸν βασιλέα ἐλαύνειν ὁμόσε τῷ ἵππῳ ἐπὶ | |
10 | τοὺς πολεμίους, ἐς τὸ μέσον στῖφος ἐμβάλλοντα· καὶ αὐτίκα ἐπιπνέοντα τὸν ἄνεμον ἀπὸ νώτου τῇ στρατιᾷ ἐνοχλεῖν ἐπὶ πρόσωπον τοὺς ἐναντίους, καὶ οὕτως ἅμα ἀλλήλοις διακελευ‐ σαμένους καὶ ἐς τὸ πρόσθεν ἰόντας καὶ βιαζομένους τέλος δὴ τρέψασθαί τε καὶ ἐπιδιώκειν ἀνὰ κράτος ἀπολοῦντας τοὺς πολε‐ | |
15 | μίους. καὶ διαφθαρῆναι μὲν λέγεται τὰ πλείω τοῦ στρατεύματος αὐτοῦ, διαφυγόντας δὲ τοὺς πολεμίους οἴχεσθαι ἀπαλλαττόμενον ἕκαστον ἐπὶ τὰ ἑαυτοῦ. ἐνταῦθα διαπρεσβευσαμένους σπονδάς τε αἰτεῖσθαι, καὶ συμβῆναι αὐτῷ, ἐφ’ ᾧ ἕπεσθαι τούτους, ᾗ ἂν ἐξηγοῖτο τοῦ λοιποῦ στρατευόμενος. | |
20 | Ἐν ᾧ δὴ κατὰ τὴν Ἀσίαν διέτριβε καὶ περιῄει καὶ τὰ ἐν τῇ Ἀσίᾳ καθίστη πράγματα καὶ τοῖς Τούρκων ἡγεμόσι σπονδὰς ἐποιεῖτο, Σαουζῆς ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ ἐν τῆ Εὐ‐ | |
ρώπῃ καταλειφθεὶς, ὥστε ἐφορᾶν τε τὴν ἀρχήν, καὶ ἤν τι ἐπίῃ | 36 in vol. 1 | |
1.37 | δεινὸν ἢ χαλεπὸν κατὰ τὴν ἀρχήν, ἐπὶ τὸ δοῦναι αὐτῷ ἀσφαλῶς ἔχειν, καταστησάμενος. οὗτος δὲ συνίστη τε καὶ τοὺς κατὰ τὴν Εὐρώπην ἀριστέας, ὡς ἠδύνατο, μάλιστα εὖ ποιῶν τε καὶ ἀνα‐ κτώμενος, καὶ τοῦ Ἑλλήνων βασιλέως τῷ πρεσβυτέρῳ παιδὶ | |
5 | Ἀνδρονίκῳ, ὡς οἰχομένου τοῦ πατρὸς αὐτοῦ Ἀμουράτῃ τῷ Ὀρ‐ χάνεω ἐς τὸν κατὰ τὴν Ἀσίαν πρός γε ἡγεμόνας αὐτοῦ πόλεμον ἐγκατελείφθη ἐν τῷ Βυζαντίῳ καὶ ἐπετέτραπτο τὴν βασιλείαν, τούτῳ ἀφικόμενος ἐς λόγους ἔπειθέ τε ἀφίστασθαι ἀπὸ τῶν πατρῴων, καὶ ἄμφω κατασχεῖν τὴν πατρῴαν ἀρχήν, τὸν αὐτὸν | |
10 | σφίσιν ἐχθρόν τε καὶ φίλον ἡγουμένους, καὶ ἤν τις ἐπίῃ πολέ‐ μιος, ἀμύνοντας παραγίνεσθαι ἀλλήλοις κατὰ τὸ δυνατὸν πάσῃ δυνάμει. ταῦτα ὡς αὐτοῖς ἐδόκει ποιητέα, ἐσπένδετό τε καὶ ὅρκια ἐποιοῦντο, ἐμπεδοῦντες ὡς μάλιστα τὰ τοιαῦτα σφίσιν αὐτοῖς, ᾗ ἀσφαλέστατα ἐδόκει ἀμφοῖν ἔσεσθαι. ὡς δὴ ταῦτα | |
15 | ποιησάμενοι δῆλα ἐποιοῦντο, ἠσφαλίζοντο σφᾶς παρασκευαζό‐ μενοι, ἢν ἐπίῃ ἐς τὴν Εὐρώπην Ἀμουράτης, ὡς ἀμύνεσθαι. ταῦτα ὡς ἐπύθοντο τάχιστα γενόμενα κατὰ τὴν Εὐρώπην, καλέ‐ σας Ἰωάννην βασιλέα Βυζαντίου ἔλεγε τοιάδε. «Βασιλεῦ Ἑλλήνων, ἐμοί τε νεωστὶ παρὰ τῶν ἐν τῇ Εὐρώπῃ | |
20 | πιστοτάτων ἀγγελία ἀφίκετο, ὡς Σαουζῆς ὁ ἐμὸς παῖς ὑπὸ τοῦ | 37 in vol. 1 |
1.38 | σοῦ παιδὸς ἀναγκασθεὶς ἀνήκεστά μοι βουλεύονται πράγματα. πῶς οὖν ἔχει μηδέν τι ἐπισταμένου σοῦ τούτων πέρι ἐς τοσοῦτον ἀφικέσθαι ἀφροσύνης, ὥστε μὴ μόνον ἐπιχειρῆσαι τὸν ἐμὸν παῖδα, ἀλλὰ καὶ τὸν παῖδα συνέπαινον γενέσθαι ἐς ταῦτα; πῶς δ’ ἄνευ | |
5 | σῆς γνώμης τὰ τοιαῦτα γενέσθαι ἐξείη λογίζεσθαι; ἀλλ’ εἰ μὲν δίκην ἐπιθήσων τῷ σῷ παιδὶ, ἥν τινα ἂν ἐπιτάττοιμεν, μηδ’ ὁτιοῦν ὑπολογιῇ, εἴσομαι τότε σαφῶς, ὡς ἄκοντός σου ταῦτα ἐγένετο. ἢν δὲ ἄλλῃ λογιζόμενος ἀλλοῖον, ἢ ἐμοὶ δόξει περὶ τοῦ ἐμοῦ παιδός, μὴ τιμησάμενος μὴ βούλοιο τίθεσθαι, ἴσθι δὴ | |
10 | σαυτὸν ἐν αἰτίᾳ ἕξων ἐς ὕστερον.» Βασιλεὺς δὲ Ἑλλήνων ἀμείβετο τοῖσδε. «ὦ βασιλεῦ, οὐκ ἂν δή ποτε τοῦ λοιποῦ ταύτην ἔμοιγε τὴν αἰτίαν αἰτιώμενος ἐπι‐ θείης σὺν δίκῃ· ἢν γὰρ κἀμοὶ γένηται ὁ παῖς οὗτος, ὃν σὺ ἔφησθα ἐπὶ ταῦτα ὡρμῆσθαι, οὐδέν τι ἧττον ἐμοῦ συνειδότος, | |
15 | ᾔδει δὴ τότε σαφέστατα, ὡς ἔχοιμεν εὐνοίας τε καὶ φιλοφρο‐ σύνης περὶ σέ τε καὶ τὴν σὴν δυναστείαν. ἢν δ’ ἂν ἐπιτάττοις δίκην ἐκείνῳ ἐπιθεῖναί με, μὴ ἂν οὕτω μεμηνέναι δόξαιμι, ὥστε τῷ ἐμοί τε καὶ σοὶ ἐχθίστῳ τε καὶ πολεμιωτάτῳ διατεθειμένῳ χαρίζεσθαι ὁτιοῦν ἐνδιδόντα τῆς δίκης.» | |
20 | Ταῦτα εἰπόντα τῷ βασιλεῖ, ἐδέδοκτο Ἀμουράτῃ τὴν αὐτὴν | 38 in vol. 1 |
1.39 | ἀμφοῖν ἐπιθεῖναι τὴν δίκην, κατὰ ταῦτα ἄμφω τὼ πατέρε ἐπαιτιωμένω τοῖς παισίν, ἐξορύξαι τὼ ὀφθαλμὼ ἑκατέρῳ ἐκεί‐ νοις. ὡς δὲ ταῦτα ἐδέδοκτο, ἤλαυνεν ἐπὶ τὴν Εὐρώπην, στρά‐ τευμα ἀγόμενος, ᾗ ἐδύνατο, πλεῖστον. καὶ διαβὰς ἐπὶ τὴν Εὐρώ‐ | |
5 | πην ἴετο ὁμόσε ἐπὶ τὸν παῖδα, ὅπου δὴ ἐπυνθάνετο αὐτὸν ἐν‐ στρατοπεδευόμενον σὺν τῷ Ἑλλήνων βασιλέως παιδί. οἳ δὴ τὸ Εὐρώπης στράτευμα συλλέξαντες ἐστρατοπεδεύοντο ἐν χωρίῳ τινὶ Βυζαντίου τὰ Πικριδίου καλουμένῳ, οἷ δὴ τούς τε Ἕλληνας ἅμα καὶ τοὺς ἀρίστους ἀπ’ Εὐρώπης συλλέγεσθαί οἱ ὡς μά‐ | |
10 | λιστα ἐλογίζοντο. ἐνταῦθα δὴ ἐπὶ χαράδρᾳ τινὶ ὡς ἐπὶ χάρακι ἐστρατοπεδεύετο Σαουζῆς Ἀμουράτεω παῖς, τὸν πατέρα ἐπιόντα οἱ ἐπιδεχόμενος. Ἀμουράτης δὲ ὡς ἐνταῦθα κατέλαβε τὸν παῖδα αὐτοῦ καὶ τοὺς Ἕλληνας στρατοπεδευομένους, συνταξάμενος ἐπῄει ὡς συμμίξων αὐτίκα τοῖς ἐναντίοις. ὡς δὲ ὑπὸ τῆς χα‐ | |
15 | ράδρας διεκωλύετο, ἐστρατοπεδεύσατο καὶ αὐτός. συνέβαλλον, ᾗ ἐνεχώρει, Ἑλλήνων τινὲς τοῖς τοῦ Ἀμουράτεω στρατιώταις, καὶ ἐτρέψαντο τούτους, ὡς λέγεται. ὡς δὲ ἐφαίνετο χαλεπῶς ἔχειν τὸν χῶρον ἐκεῖνον μάχῃ συνάψαι τοῖς πολεμίοις, νυκτὸς ἐλάσας ἐναντίον τοῦ στρατοπέδου ἐπὶ τὸ χεῖλος τῆς χαράδρας, ὡς ἐγ‐ | |
20 | γυτάτω γενόμενος τοῦ στρατοπέδου τῶν πολεμίων, ὡς ῥᾷστα ἐπα‐ κούοιτο, φωνῇ τε μεγάλῃ ἐπικαλούμενος ὀνομαστὶ ἄνδρα ἕκαστον, ὡς εὐκλεΐζων ἅμα τῶν πεπραγμένων ἑκάστῳ, εἴ τῳ φιλότιμον πώποτε ἢ ἀγαθὸν ξυνηνέχθη γενέσθαι. μετὰ δέ, εὐφημίζοντα | |
ἕκαστον, παρὰ τὸ χεῖλος διιππεύοντα λέγεται ἐπειπεῖν τοιάδε. | 39 in vol. 1 | |
1.40 | «Ἄνδρες ἥρωες, ποῖ δὴ οἴχεσθε, ἀπολιπόντες ἐμὲ τὸν πατέρα ὑμῶν; ποῦ τοῦ διδασκάλου τῆς διδασκαλίας ὑμῶν ἀφέμενοι ἐπὶ παῖδα ἐτράπεσθε ἔτι ἁπαλὸν ὄντα, ὅν, ἐπειδὰν ἐς χεῖρα ἐμὴν ἀφίκηται, συλλαβὼν μαστιγώσω, οὐδέν τι ἄλλο λυμηνάμενος τὸν | |
5 | νεανίαν, ἂν μέντοι μόνον ὑμῖν βουλομένοις ἐξῇ ἐκεῖνον τοιαῦτα ποιῆσαι. ἢν δὲ ἄλλο πειρώμενοι τῆς γνώμης ἐμοῦ ἐθέλητε διὰ μάχης ἰέναι, ἴστε δὴ ὡς ὑμῖν οὐδὲν ὑγιὲς ἐσεῖται τοῦ λοιποῦ. δεῦρο δὴ οὖν ἰόντες παρ’ ἡμᾶς μηδ’ ὁτιοῦν ὑπολογίζεσθε αἰδοῖ τῆς ἡμετέρας ἀρετῆς, καὶ ὑπὸ παιδὸς μαστιγία αἰσχύνεσθε τοι‐ | |
10 | αῦτα ἐπιτηδεύοντες. καὶ ἐπόμνυμι τὸν τὴν ἀρχὴν τήνδε ἐμοὶ ἐπιτρέψαντα μηδένα μηδὲν ἔτι ἀνήκεστόν τι ἐργάσεσθαι.» Ταῦτα ἀκούσαντας τοὺς Σαούζεω στρατιώτας αἰδεσθῆναί τε λέγεται τὴν βασιλέως φωνήν, φωνεῖν τε γὰρ διάτορον μάλιστα δὴ ἀνθρώπων, καὶ περὶ σφῶν αὐτῶν δεδιέναι, τὴν τύχην αὐτοῦ καὶ | |
15 | ἀρετὴν ἐξεπισταμένους. καὶ οὕτω πεισθέντας, ὡς ἐδίδοσαν σφίσιν αὐτοῖς λόγον ἐπὶ τῷ γεγονότι, νυκτὸς ἐκείνης ἀπαλλάσσοντο ἐκ τοῦ στρατοπέδου, ἀπιόντες, ᾗ ἑκάστῳ προεχώρει, τοὺς δὲ πλείους ἀφικομένους παρὰ τὸ Ἀμουράτεω στρατόπεδον παραιτεῖσθαι, ὡς | |
ἀνάγκῃ προηνεγμένοι συνελέγησαν ἐς τὸ Σαούζεω στρατόπεδον. | 40 in vol. 1 | |
1.41 | αἰσθόμενος δὲ ὁ Σαουζῆς ἀποδιδράσκοντας τοῦ στρατοπέδου τοὺς στρατιώτας αὐτοῦ, σὺν τοῖς ἀρίστοις, οἷς ἑώρα εὐνουστάτοις αὐτῷ, ᾤχετο ἐπὶ τὸ Διδυμότειχον, συνεπισπομένων καὶ τῶν παί‐ δων ὅσοι ἐς τόνδε οἱ συνεπιλαβομένων τὸν πόλεμον ὡς προθυ‐ | |
5 | μότατα, καὶ συμπροθυμούμενος ἐδόκει τούτων ἀντιλαβέσθαι, ᾗ ἐδόκει ἐρρωμενέστατα. πυθόμενος δὲ Ἀμουράτης ἤλαυνε κατὰ πόδας, καὶ ἐπολιόρκει τὴν πόλιν. οἱ δὲ σὺν τῷ Σαουζῇ λιμῷ πιεζόμενοι, ἅτε σίτου οὐκ εἰσενεχθέντος ἐς τὴν ἀκρόπολιν πρό‐ τερον καὶ ἐν βραχεῖ ἐπιλελοιπότος, παρεδίδοσαν σφᾶς αὐτοὺς | |
10 | χρῆσθαι, ὡς ἂν μάλιστα αὐτῷ δοκοίη. Ἀμουράτης δὲ τὴν πόλιν λιμῷ παραστησάμενος εἷλε τὸν παῖδα αὐτοῦ Σαουζῆν, καὶ λαβὼν ἐξέκοψε τὼ ὀφθαλμὼ αὐτοῦ. τοὺς δὲ ἄλλους κελεῦσαι αὐτὸν δεδεμένους ἐπὶ κεφαλὴν κατὰ κρημνὸν κατενεχθῆναι ἀπὸ τῆς πόλεως ἐς τὸν ποταμόν. τὸν δὲ ἐσκηνωμένον παρὰ τὸν ποταμὸν | |
15 | καὶ θεώμενον ἐπιφερομένους τούς τε ἀρίστους ἐπὶ κρημνὸν σύν‐ δυό τε ἅμα καὶ σύντρεις ἀνακαγχάζειν ὡς ἐπισπεύδοντα κυσὶ λαγὼ ἐπιδιώκουσι, παῖδας τῶν παρ’ ἑαυτῷ ἀρίστων σὺν τῷ Σαουζῇ ἀπιόντας, ἐκέλευσε τοὺς πατέρας αὐτῶν αὐτοχειρὶ δια‐ χρήσασθαι. δύο δὲ τούτων λέγεται, μὴ ἐθελήσαντας τοὺς παῖδας | |
20 | αὐτῶν ἀποκτεῖναι, αὐτούς τε ἅμα ἀνελεῖν καὶ τοὺς παῖδας αὐτῶν κελεῦσαι ἀνελεῖν. γνώμῃ δ’ ἔφασκε τῶν πατέρων ἀφικέσθαι τοὺς | |
παῖδας ἐπὶ τὸν Σαουζῆν, καὶ ἀφικέσθαι ταλαντευομένων αὐτῶν | 41 in vol. 1 | |
1.42 | καὶ ἐπ’ ἀμφότερα. ταῦτα δὲ ποιησάμενον ἐπιτεῖλαι, πέμψαντα ἄγγελον, τῷ Ἑλλήνων βασιλεῖ τὸν παῖδα τὰ αὐτὰ τούτῳ ποιῆσαι, ᾗ συνέθετο αὐτῷ τὴν ἀρχήν. κἀκεῖνον δέ φασι λαβόντα τὸν παῖδα αὐτοῦ ὄξει ζέοντι κατενέγκαι τὼ ὀφθαλμώ. | |
5 | Τότε μὲν οὖν οὕτως ἐτελεύτα ἀμφὶ τόνδε τὸν πόλεμον· μετὰ δὲ ταῦτα ὡς Ἐμμανουῆλος ὁ τῶν Ἑλλήνων βασιλέως παῖς Θέρμην τὴν ἐν Μακεδονίᾳ, Θεσσαλονίκην ἐπικαλουμένην, ἐπιτρο‐ πεύων διίθυνε, καί τινος λαβόμενος ἐπιστάτου ἀμφὶ τήνδε τὴν χώραν τῇ Φερρῶν πόλει ἐπιβουλεύων ἑάλω, πρὸς δὲ καὶ νεώτερα | |
10 | πράττων πρὸς Ἀμουράτην, ἐπιπέμψας Χαρατίνην ἄνδρα μὲν μέγα δυνάμενον, διὰ σύνεσιν δὲ τὰ ἐς πόλεμον οὐδενὸς τῶν παρ’ ἑαυτῷ λειπόμενον, ἐπέτελλε τὴν Θέρμην αὐτῷ παραστησάμενον ἥκειν, ἄγοντα τὸν τοῦ βασιλέως Ἰωάννου παῖδα. Χαρατίνης μὲν δὴ ἐν τούτοις ἦν· Ἐμμανουῆλος δὲ αἱρήσεσθαι τὴν πόλιν οἰόμενος | |
15 | ταχὺ ὑπὸ Χαρατίνεω, ἅτε τῶν πραγμάτων τῶν ἐν τῇ πόλει πο‐ νηρῶς ἐχόντων καὶ ἐπ’ οὐδενὶ ἀγαθῷ οἱ ἀποβεβηκότων, αὐθα‐ δέστερόν τε γὰρ αὐτῷ ἀχθόμενοι ἐχρῶντο οἱ τῆς πόλεως, ἢ ὡς ἐχρῆν, ὡς εἶχε, τάχιστα ἀπηλλάττετο διὰ θαλάττης ἐπὶ τὸν πατέρα αὐτοῦ ἐν νῷ ἔχων ἀπιέναι. ὡς δὲ ἐπιπέμπων αὐτῷ ὁ | |
20 | πατὴρ προηγόρευεν ἄλλου πη ἀπιόντα ἀπαλλάττεσθαι, ὡς οὐκέτι αὐτῷ ἐνὸν δέχεσθαι διὰ δέος τοῦ Ἀμουράτεω, ἔγνω δεῖν ἐς αὐτὸν ἴεσθαι δὴ τὸν Ἀμουράτην παραιτησόμενον, εἴ τι μὴ ἐν | |
δέοντι διαπραξαμένῳ αὖθις αὐτῷ μεμελέτηκεν. Ἀμουράτης δὲ | 42 in vol. 1 | |
1.43 | πυνθανόμενος τὸν βασιλέως παῖδα ἐπ’ αὐτὸν ἀφικνεῖσθαι ἠγάσθη τε αὐτὸν τῆς γενναιότητος, καὶ ἀπαντήσας, ᾗ πρότερον εἰώθει ποιεῖν αὐτῷ ἐπελαύνοντι, ἔπειτα προσεῖπε, καὶ ἐπισχών τι βραχὺ οὕτω διηλέγχθη μετ’ αὐτοῦ. μετὰ δὲ ταῦτα προσγελάσας αὐτῷ | |
5 | ἔλεγε τοιάδε. «Ὦ παῖ βασιλέως, ὡς μὲν σὺν δίκῃ τῇ ἐμῇ χώρᾳ νῦν, πρότερον δὲ ὑμετέρᾳ οὔσῃ ἐπιβουλεύων ἑάλως, καὶ ταῦτα, ὅσα διεπράξω, σὺν δίκῃ διαπεπραγμένος εἴης, ἐπισταμένῳ μοι ταῦτά ἐστι, καὶ ἤδη συγγνώμην σοι παρεχόμενος ἐν τῷ παρόντι, | |
10 | ὅρα, μὴ εἰσαῦθις ἁλοὺς τοιοῦτον ἐς ἐμὲ καὶ τὴν ἐμὴν ἀρχὴν διαπραττόμενος εἴης. ἐμέ τε γὰρ καὶ θεὸν ἅμα τὸν τοῦδε κηδό‐ μενον, ἀποδεδειχὼς ἤδη φαυλότατά σε δὴ διαγενόμενον· ὡς ταύτῃ ἄμεινον ἔχεις γενόμενος, ἐφ’ ὑμῖν τὰ τῆς Εὐρώπης πρά‐ γματα.» «ἀλλ’ ἐγώ,» ἔφη ἐκεῖνος, «καὶ θεὸν αὐτὸν παρὰ σοῦ, ᾗ | |
15 | ἔχει, ὡς ἄριστα διαιτῶντα αἰσθόμενος ἤϊα ἐπὶ σέ, ἐν τοσαύτῃ αἰτίᾳ γενόμενος. ὡς ἄν μοι ἐπιτηδείως σχοίης, ἐφ’ οἷς πεπλημ‐ μέληταί μοι ἐπὶ σὲ καὶ τὴν σὴν βασιλείαν.» Οὕτω δὲ καὶ Ἀμουράτης συνέγνω τε αὐτῷ τὴν ἁμαρτίαν, καὶ τῷ πατρὶ αὐτοῦ ἐπιπέμπων ἐκέλευε τὸν παῖδα αὐτοῦ δέχε‐ | |
20 | σθαι· ὁ δὲ ἐποίει τε, ᾗ ἐνετέλλετο, καὶ τὸν παῖδα αὐτίκα | 43 in vol. 1 |
1.44 | προσίετο ἐς Βυζάντιον. Χαρατίνης δὲ τήν τε Θέρμην παραλαβὼν καὶ τοὺς ξυναφεστῶτας δουλωσάμενος μέγα εὐδοκίμει παρ’ Ἀμουράτῃ, καὶ πρόσθεν μέγας ὢν παρ’ αὐτῷ καὶ μέγιστον δυνάμενος. | |
5 | Λέγεται μὲν περὶ Χαρατίνεω πολλὰ ἄξια λόγου, ὡς ὑποτι‐ θεμένου Ἀμουράτῃ τὰ δέοντα καὶ τὰ πλείω ὑπηρετοῦντι δια‐ πράττεσθαι μεγάλα ἄττα κατά τε Ἀσίαν καὶ Εὐρώπην· καὶ λόγοι δὲ αὐτοῦ πρὸς Ἀμουράτην ἀπομνημονεύονται, ἐρίζοντος αὐτῷ περὶ συνέσεως καὶ στρατηγίας. ἐρομένου γὰρ αὐτοῦ λέγεται | |
10 | «Ἀμουράτη ὦ βασιλεῦ, πῶς ἂν δὴ μάλιστα στρατηγῇ, ἕως, ἂν βούλοιτό οἱ γενέσθαι, τούτων ῥᾳδίως ἐπιτυγχάνοι;» τὸν δὲ φάναι λέγεται «εὖ τε στοχαζόμενος, καὶ τοὺς στρατιώτας ὡς οἷόν τε μάλιστα εὐεργετῶν.» τὸν δὲ ἐπανερέσθαι «καὶ πῶς ἂν δὴ» εἰπόντα «στοχάζεσθαι ὀρθῶς;» τὸν δὲ φάναι «εἰ μετρῶν τὰ εἰκότα | |
15 | μὴ σφάλληται περὶ τὰ μέτρα.» ἐνταῦθα καγχάσαι λέγεται Χα‐ ρατίνην πάνυ μέγα, καὶ ἐπειπεῖν «Ἀμουράτη ὦ βασιλεῦ, σωφρο‐ νεῖν ἄριστ’ ἂν δοκοίης. πῶς δ’ ἂν μετροίη, ἂν μὴ παρὼν ἑκά‐ τερα θεωρῇ, τά τε δέοντα καὶ τἀναντία τούτων, καὶ τῶν μὲν ἀπέχοιτο, τὰ δὲ αὑτῷ μεταδιώκοι ἑλόμενος, φθάνων τε τούτων | |
20 | τὰ δέοντα;» διὰ ταῦτα δὲ ταχυτῆτα αἰνιττόμενος προφέρειν μέγα | 44 in vol. 1 |
1.45 | τῶν ἄλλων ἀγαθῶν ἐς τὸ μεγάλα κατεργάζεσθαι, ὡς οὐδὲν ἄλλο πρὸ ταχυτῆτός τε καὶ σπουδῆς τόν γε στρατηγὸν χρῆναι ἐπιτη‐ δεύειν, καὶ πανταχοῦ παραγενόμενον, ὅποι ἂν δέοι πῃ παρεῖναι. ταῦτα μὲν οὖν διειλεγμένους ἀλλήλοις ἀποδείκνυσθαι γνώμας | |
5 | οὐ τοῦ δέοντος ἐλλιπεῖς. Ἀμουράτης μὲν οὖν διιὼν ἁπανταχῇ ὡς τάχιστα, δέους τε ἐπλήρου ἅπαντα καὶ φυλακῆς, Χαρατίνῃ χρώμενος ὑπηρέτῃ τῷ πάντα ἀρίστῳ καὶ ἐς τὸ συλλαμβάνειν αὐτῷ καὶ ὁτιοῦν ξυνεπι‐ λαβέσθαι, καὶ ἐπιτηδείως ἔχοντι ἐς τὰ μάλιστα, καὶ οὐκ ὀλίγα | |
10 | ἐς τὴν ἀρχὴν αὐτῷ ποιησαμένῳ κατὰ τὴν Εὐρώπην. ὑπηγάγετο μὲν οὖν τοσάδε ἔθνη καὶ ἡγεμόνας τοὺς ἐν τῇ Εὐρώπῃ ἐς φόρων τε ἀπαγωγήν, καὶ συνεπομένους αὐτῷ, ὅποι ἂν στρατεύοιτο, Ἑλλήνων βασιλεῖς εἶχέ οἱ στρατευομένους. Ἐμμανουήλῳ δὲ ἠρέσκετο μάλιστα δὴ ξυμπάντων Ἑλλήνων. εἶχε δὲ καὶ τῶν | |
15 | Μυσῶν βασιλέα, πρὸς δὲ καὶ Δραγάσην τὸν Ζάρκου παῖδα καὶ Μπόγδανον τὸν τὴν Ῥοδόπην κατέχοντα καὶ ἄλλους τοὺς ἐν τῇ Εὐρώπῃ ἡγεμόνας καὶ Τριβαλλῶν καὶ Ἑλλήνων καὶ Ἀλβανῶν. τούτων δὲ ἁπάντων κατεστρατευμένων, καὶ τῶν ἐν τῇ Ἀσίᾳ ἡγεμόνων αὐτῷ συνεπομένων ἐς τοὺς πολέμους ἤλαυνε δὲ τελευ‐ | |
20 | τῶν. ὡς μὲν οὖν Ἕλληνες κατεστραμμένοι ἐδεδούλωντο Ἀμου‐ | 45 in vol. 1 |
1.46 | ράτῃ τῷ Ὀρχάνεω, καὶ πρότερόν μοι δεδήλωται. καὶ νῦν δὲ τοσάδε ἂν λέγοιτο ἐς ὑπόμνησιν ἱκανῶς. Ἰωάννης γὰρ ἐπείτε κατέσχε τὴν βασιλείαν, συνελάσας Καντακουζηνὸν τὸν πρόσθεν βασιλεύοντα Ἑλλήνων ἐς τὴν Να‐ | |
5 | ζηραίων δίαιταν, ἐνεώρα γε τὰ Τούρκων πράγματα ἐπὶ μέγα χωροῦντα δυνάμεως, ἀπέπλευσεν ἐς Ἰταλίαν. καὶ πρῶτα μὲν ἐπὶ Ἑνετοὺς τραπόμενος, ἐπικουρίας μὲν οὐδέν τι ἀξίας λόγου τυχών, ἐδανείσατο χρήματα, ἐν νῷ ἔχων ἐπὶ τὸν Γαλατίας βα‐ σιλέα ἀπιέναι. ἀφίκετο μέντοι καὶ ἐπὶ τοὺς λοιποὺς τῶν πρὸς | |
10 | ἑσπέραν ἡγεμόνας, δεόμενός τε ἐπικουρίας καὶ ἀποπειρώμενος ὡς οἷόν τε μάλιστα αὐτῶν. παριών τε ἐπὶ τῶν Κελτῶν βασιλέα κατέλαβε μὲν τὰ οἴκοι αὐτῷ διεφθορότα καὶ πάνυ δὲ ἔχοντα μοχθηρῶς, τυχεῖν οὐδενός, ὧν ἕνεκα ἀφίκετο ἐπὶ Ἰταλίας. ἐπα‐ νιὼν δὲ ἐπ’ οἴκου, ὡς ἐγένετο κατὰ τοὺς Ἑνετούς, καὶ τὸ δάνειον | |
15 | οὐκ εἶχεν ἀπαιτούμενος ἀποδιδόναι, ὃ ἐδανείσατο ἀπιὼν ἐπὶ Γα‐ λατίαν, κατεσχέθη τε αὐτοῦ ὑπὸ Ἑνετῶν, οὐ μεθιεμένων αὐτὸν ἀποπλεῖν οἴκαδε, ἄχρις ἂν μὴ ἐκτίσῃ τὸ χρέος τοῖς δανεισταῖς. ὁ δὲ ἐν ἀπορίᾳ γενόμενος, ἐπιπέμπων ἐς Βυζάντιον παρὰ Ἀν‐ δρόνικον τὸν παῖδα αὐτοῦ ἐπιτετραμμένον τὴν βασιλείαν, ἠξίου | |
20 | χρήματα ἐξευρόντα ἀπό τε τῶν ἱερῶν κειμηλίων καὶ ἄλλων τῶν | |
κατὰ τὴν ἀρχὴν πέμψαι οἱ ἱκανὰ ἀπολῦσαι αὐτόν, καὶ μὴ περι‐ | 46 in vol. 1 | |
1.47 | ιδεῖν αὐτὸν ἐν φυλακῇ ὄντα πάνυ πολὺν διατρίβειν χρόνον. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν ὀλιγωρίᾳ ἐποιεῖτο τὰ ἐπεσταλμένα αὐτῷ, οἷα περὶ τὴν βασιλείαν μαλακιζόμενος καὶ τῷ πατρὶ οὐ πάνυ τι ἀρεσκόμενος. ἐπιστέλλων ἔφασκε μήτε τοὺς Ἕλληνας ἐπιτρέπειν | |
5 | αὐτῷ χρῆσθαι τοῖς ἱεροῖς, μήτε αὐτὸν ἄλλοθέν ποθεν οἷόν τ’ εἶναι χρήματα ἐξευρεῖν, ἐκέλευέ τε ἄλλῃ τραπόμενον μὴ δια‐ μέλλειν κήδεσθαι ἑαυτοῦ, ὅπως ἂν ἀπολύοιτο τοῦ χρέους. Ἐμ‐ μανουῆλος δὲ ὁ νεώτερος βασιλέως παῖς πυνθανόμενος, οἷ ἀνάγκης ἀφίκετο ὁ πατὴρ αὐτοῦ βασιλεὺς ὑπὸ Ἑνετῶν, εὑρὼν | |
10 | χρήματα καὶ πορισάμενος, ὅσα ἠδύνατο, ὅτι τάχιστα ἐπέβη νηός, καὶ διαπλέων ἐς τὴν Ἑνετῶν πόλιν ἀφίκετο, τά τε χρήματα φέρων ἀπέδωκε τῷ πατρί, ὅσα ἐπορίσατο κατὰ τὴν Θέρμην, ἥν τινα ἐπετέτραπτο καὶ κατελέλειπτο ἐπιτροπεύειν. καὶ ἑαυτὸν δὲ ἄγων παρείχετο χρῆσθαι τῷ πατρί, ὅ τι ἂν βούλοιτο. καὶ τὸ | |
15 | ἀπὸ τοῦδε ᾠκειῶσθαι Ἐμμανουῆλον τῷ πατρὶ ἐς τὰ μάλιστα συνήθη ὄντα, Ἀνδρόνικον δὲ ἀπεχθάνεσθαι τὸ ἐντεῦθεν μεγά‐ λως· καὶ τὸ μέγα δὲ ἔχθος ἀρξάμενον ἀπὸ τούτου ξυμβῆναι ἀλλήλοις, τά τε ἄλλα σφίσι καὶ ἐς τὴν βασιλείαν διαφερομένοις. Ὁ μὲν οὖν βασιλεὺς Ἑλλήνων, οἷς ἧκε φέρων χρήμασιν | |
20 | Ἐμμανουῆλος, τὰ χρέα ἀπελύετο πρὸς τοὺς Ἑνετούς, καὶ ἐπὶ τὸ Βυζάντιον ἐπανιὼν διεπρεσβεύετο πρὸς βασιλέα Ἀμουράτην, πέμ‐ πων τόνδε τὸν παῖδα αὐτοῦ τὸν νεώτερον ἐπὶ τὰς θύρας αὐτοῦ. | |
ἠξίου τε αὐτὸν ὡς οἷόν τε μάλιστα θεραπεύειν καὶ συστρατεύε‐ | 47 in vol. 1 | |
1.48 | σθαι, ὅποι ἂν κελεύοι, καὶ προσέχειν τε αὐτῷ τὴν γνώμην, ὥστε φυλάττεσθαι ἐπιεικῶς μηδ’ ὁτιοῦν ἐς τὸν βασιλέα τοῦ λοιποῦ ἐξαμαρτεῖν. ὕστερον μέντοι Θεόδωρον τὸν παῖδα αὐτοῦ ἐπιπέμ‐ πων ἐς Πελοπόννησον τελευτησάντων τῶν τοῦ Καντακουζηνοῦ | |
5 | παίδων ἐν τῇ Σπάρτῃ, ἐγένετο ἐν τῇ Θέρμῃ σὺν τῷ ἀδελφῷ Ἐμμανουήλῳ, καὶ αὐτόν τε τῆς Μακεδονίας καὶ Θετταλίας ἡγε‐ μόνα. ἀφικόμενοι ἐς λόγους ἀπόστασιν ἐβουλεύοντο ἀπὸ Ἀμου‐ ράτεω βασιλέως, τὸν μὲν οἴχεσθαι ἐπιόντα ἐπὶ Βυζαντίου μετα‐ πεμπομένου αὐτὸν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν, τὸν δὲ εἰσελ‐ | |
10 | θεῖν ἐς τὴν Πελοπόννησον καὶ ἐπιτροπεύειν τὰ κατ’ αὐτήν, ᾗ ἐδύνατο κράτιστα καὶ ᾗ ἐδόκει αὐτῷ ἕξειν ὡς ἀσφαλέστατα. ταῦτα μὲν οὖν ξυνηνέχθη, πρὶν ἢ Ἀνδρόνικον τὸν παῖδα βασι‐ λέως ἀφιστάμενον σὺν τῷ Ἀμουράτεω παιδὶ τῷ Σαουζῇ ἐξενέγκαι πόλεμον ἄμφω τῷ Ἀμουράτῃ κατὰ ταῦτα. ὕστερον μέντοι καὶ | |
15 | τὰ ὑπὸ Ἐμμανουήλου ἐς νεωτερισμὸν πρασσόμενα ἀνάπυστα ἐγένετο βασιλεῖ, καὶ τήν τε Θέρμην καὶ τὰ ταύτης χωρία Χα‐ ρατίνης ἀφείλετο αὐτόν. καὶ ὕστερον ἀπαγορεύοντος τοῦ πατρὸς μὴ ἐπιβῆναι τῆς χώρας αὐτοῦ, καὶ δὴ καὶ ἐπὶ Λέσβον ἀφικό‐ μενον περιδεῆ γενόμενον τὸν Λέσβου ἡγεμόνα προαγορεύειν | |
20 | ἀπαλλάττεσθαι ἐκ τῆς χώρας αὐτοῦ. κατασχεῖν τριήρη ἐς Τροίαν διαβάντα ἐς τὴν Ἀσίαν, καὶ μισθωσάμενον ἵππους ἀφικέσθαι ἐς | |
Προῦσαν παρὰ βασιλέα Ἀμουράτην. | 48 in vol. 1 | |
1.49 | Μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ ἐπὶ Ἐλεά‐ ζαρον τῶν Τριβαλλῶν ἡγεμόνα, πρός τε τοὺς Παίονας τετραμ‐ μένον καὶ ἐξοτρύνοντα ἐκείνους στρατεύεσθαι ἐπ’ αὐτόν. ὁ μὲν οὖν Ἐλεάζαρος ὡς ἐπύθετο Ἀμουράτην ἐπιέναι ἐπ’ αὐτόν, παρε‐ | |
5 | σκευάζετο στρατιὰν συναγείρων, ᾗ ἐδύνατο, μεγίστην, καί, ᾗ ἐδύ‐ νατο, κράτιστα ἀμυνόμενος. Ἐλεάζαρος δὲ θυγατέρας ἔχων ἐπὶ μὲν τῇ μιᾷ τούτων Σούσμανον τὸν τῶν Μυσῶν βασιλέα κηδεστὴν ἐποιήσατο, ἐπὶ δὲ τῇ ἑτέρᾳ Βοῦλκον τὸν τοῦ Πράγκου τοῦ Μλα‐ δένεω υἱόν, Καστορίας τε καὶ Ὀχρίδος τῆς ἐν Μακεδονίᾳ ἡγε‐ | |
10 | μόνος. ἐπικτησάμενος δὲ μετὰ ταῦτα τὴν ἐν Μακεδονίᾳ χώραν Νικόλεω τοῦ ζουπάνου ἐπὶ τῇ τελευτῇ Οὐγγλέση τε καὶ Κράλεω τῶν ἡγεμόνων, τό τε Πρίστινον καὶ Νήσιον οὕτω καλουμένην χώραν ὑπαγόμενον ἄχρι ποταμοῦ Ἰλλυριῶν, Σάβα δὲ τὰ νῦν καλουμένου, προεληλυθέναι. ἐπὶ τοῦτον ὡς ἐστρατεύετο Ἀμου‐ | |
15 | ράτης ὁ Ὀρχάνεω, κατέλαβε στρατοπεδευόμενον ἐν πεδίῳ Κο‐ σόβῳ οὕτω καλουμένῳ τῆς Πριστίνου χώρας. καὶ ὡς ἐνταῦθα παρῆν, ἐς πόλεμον παρετάσσετο, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὼ παῖδε ἀμφοτέρω, Παιαζήτην τε καὶ Ἰαγούπην. τὸ δὲ ἐντεῦθεν Τοῦρκοι μὲν οὖν φασιν Ἀμουράτην μαχεσάμενόν γε καὶ τρεψάμενον τοὺς | |
20 | περὶ Ἐλεάζαρον διώκειν ἀνὰ κράτος, διώκοντα δὲ καταλαβεῖν | |
ἄνδρα Τριβαλλόν, καὶ ἐπικαταβάντα, τὸν δὲ ἐπιστρέψαντα πεζῇ | 49 in vol. 1 | |
1.50 | ἀκοντίσαι κατὰ τοῦ στήθους, καὶ οὕτω ἀνελεῖν βασιλέα Ἀμου‐ ράτην. Ἕλληνες δὲ οὔ φασι μαχεσάμενον καὶ ἐπεξελθόντα, ὡς ἐτρέψατο τοὺς ἐναντίους, ἀποθανεῖν, ἀλλ’ ἐν τῇ παρατάξει ἔτι μένοντος αὐτοῦ λέγουσιν ἄνδρα γενναιότατον ἐθελῆσαι ἑκόντα | |
5 | ὑποστῆναι ἀγῶνα κάλλιστον τῶν πώποτε γενομένων. τοὔνομα δὲ εἶναι τἀνδρὶ τῷδε Μηλόην. τοῦτον δὴ τὸν Μηλόην φασίν, αἰτη‐ σάμενον, ὅσα ἐβούλετό οἱ γενέσθαι ὑπὸ Ἐλεαζάρου τοῦ ἡγεμό‐ νος, ὡπλισμένον ἐλαύνειν σὺν τῷ ἵππῳ ἐπὶ τὸ Ἀμουράτεω στρα‐ τόπεδον, ὡς ἂν αὐτομολοῦντα ἀπὸ τῶν ἐναντίων. Ἀμουράτην δὲ | |
10 | λέγουσιν, ἐλπίζοντα αὐτομολεῖν παρ’ ἑαυτὸν τὸν ἄνδρα, κελεύειν ὑποχωρεῖν αὐτῷ ἐπιτρέπειν, ὥστε ἐλθόντα ἐπειπεῖν, ἃ βούλοιτο. γενομένου δὲ ἀγχοῦ τῶν θυρῶν βασιλέως, ᾗ ἔμενε, παραταξά‐ μενος ἄρασθαι τὸ δόρυ, καὶ ἐπιόντα ὁρμήσασθαι ὁρμὴν πασῶν δὴ καλλίστην, ὧν ἡμεῖς ἴσμεν, καὶ ἀνελόντα βασιλέα Ἀμουράτην | |
15 | αὐτόν τε ἅμα αὐτοῦ ἀποθανεῖν γενναιότατα. Ἕλληνες μὲν οὖν οὕτω λέγουσι γενέσθαι, Τοῦρκοι δὲ ἐπεξερχόμενον μετὰ τὴν νίκην ἀποθανεῖν ὑπ’ ἀνδρὸς Τριβαλλοῦ. ἐτελεύτησε δὲ Ἀμουρά‐ της ἐνταῦθα ἐν Κοσόβῳ. καὶ τὸ μὲν σῶμα αὐτοῦ ἀπήγαγον ἐς Προύσην, ἐν ᾗ οἱ πρῴην τάφοι τῶν Ὀτουμανίδων πλὴν Σουλαϊ‐ | |
20 | μάνεω ἀποκεκλήρωνται, τὰ δὲ ἐντόσθια Ἀμουράτεω ἐν πεδίῳ Κοσόβῳ κείμενα ἐν τάφῳ αὐτοῦ βασιλικῷ. | |
Ἐτελεύτησε δὲ βασιλεύσας ἔτη ἕν τε καὶ τριάκοντα, ὑπ’ | 50 in vol. 1 | |
1.51 | ἀνδρὸς Τριβαλλοῦ, τελευτὴν οὐ κατὰ βασιλέα τοσαῦτα δὲ ἔτη διαπολεμοῦντα καὶ ἔργα μεγάλα ἀποδειξάμενον, ὃς τοὺς μεγάλους ἐν τῇ Ἀσίᾳ πολέμους καὶ ἐν τῇ Εὐρώπῃ διαπολεμήσας 〈ἔτη〉 ἕν τε καὶ τριάκοντα, ἐς τοσοῦτον αὐτῷ μετῆν τύχης τε ἅμα καὶ | |
5 | ἀρετῆς, ὥστε μηδέποτε ἡττηθῆναι ἐν μάχῃ, δύναμιν δὲ καὶ χώραν ἀξιόχρεων ὑπαγόμενος, κατ’ ἄμφω δὲ τὼ ἠπείρω, γῆρας ἤδη βαθὺ ἀφικόμενος μὴ μεθίεσθαι τῶν πολεμίων μάχης, ἀλλ’ αἰεὶ λυττῶντι ἐοικέναι ἐπὶ τὴν μάχην, ἄπληστον δὲ αἱμάτων γενόμενον ἁπανταχῇ. ἦν δὲ αὐτῷ παῦλα τῶν πολεμίων ἡ τῶν | |
10 | κυνηγεσίων ἄγρα, μελέτη τε ἅμα καὶ τριβή. καθῆστο δὲ οὐδαμῇ οὐδέποτε, ἀλλ’ ὁπότε μὴ μάχοιτο, κυνηγῶν διετέλει. πλεῖστα δὲ ἐς τοῦτο τῶν πρὸ αὐτοῦ βασιλέων δόξαντος αὐτοῦ ἐνευδοκιμεῖν, σπουδήν τε ἅμα καὶ ταχυτῆτα ἐνδεικνύμενος οὐδαμῇ ἐλάσσονα ἐπὶ γήρως ἢ ἐπὶ νεότητος. ἦν δὲ πρὸ πολλῶν ἐπιφανῶν ἡγεμό‐ | |
15 | νων τε καὶ βασιλέων, καὶ πάντῃ ἀοκνότατός τε καὶ σπουδαιότα‐ τος ἐς πάντα. πάντων δὲ ἐφαπτόμενος οὐδ’ ὁτιοῦν παρίει ὑπό‐ λοιπον τῶν πράττεσθαι δεομένων. καὶ ἐπὶ φόνον ἐλάσαι μέγιστον δὴ τῶν πρὸ αὐτοῦ βασιλέων ἀκοῇ παρειλήφαμεν, λόγου μέντοι ἐπιεικείᾳ χρώμενον ἐς τὰ μάλιστα προσφέρεσθαι τοῖς τε ὑπὸ | |
20 | χεῖρα αὐτοῦ καὶ τοῖς ἡγεμόνων παισὶν ὡς μετριώτατα. καὶ τιμῆσαι δὲ ἄνδρα ἕκαστον καὶ προσειπεῖν ἑτοιμότατος, καὶ τοὺς μεθ’ ἑαυτοῦ ἐξοτρῦναι εἰς μάχην δεινότατος, χρῆσθαι τοῖς τε πράγμασι δεινὸς ἁπανταχῇ γενόμενος ἦν, ᾗ φασιν, ὁπότε ἴοιτο | |
ἐπὶ μάχην, χαρίεις τε ἰδεῖν καὶ ἐπιεικέστατος εἰς τὸ διαλέγε‐ | 51 in vol. 1 | |
1.52 | σθαι. καὶ τὸν μὲν ὁτιοῦν ἐξαμαρτόντα ἐτιμωρεῖτο ἀφειδέστατα, καὶ προσδιαλέγεσθαι μετριώτατος. ἐμπεδοῦν λέγεται τὸν ὅρκον αὐτοῦ μάλιστα δὲ τῶν τοῦ γένους τούτου βασιλέων. καὶ πολλοὺς διὰ ταῦτα αὐτίκα ἴεσθαι ἐς αὐτὸν θαρροῦντας, μηδ’ ὁτιοῦν οἰο‐ | |
5 | μένους πείσεσθαι χαλεπόν, πρὶν ἢ ἐς χεῖρας αὐτοῦ ἐλθόντας διαπειρᾶσθαι τῆς δυνάμεως αὐτοῦ. καὶ τόν γε μέγα φρονοῦντα καὶ αὐθαδέστερον αὐτῷ προσφερόμενον τῶν γε ἐς αὐτὸν ὁτιοῦν πεπλημμεληκότων μηκέτι χαίροντα ἀπαλλάττεσθαι. φοβερώτατον δὲ γενόμενον τοῖς ὑφ’ αὑτῷ φιλεῖσθαι μάλιστα δὴ ἡγεμόνων | |
10 | ἐπυθόμεθα αὐτόν, ὥστε μηδὲ κακῶς οἴεσθαι, ὡς ἢν ἐπὶ τόνδε τὸν ἄνδρα ἐστρατεύετο Τεμήρης ὁ βασιλεύς, μὴ ἂν οὕτω φαυ‐ λότατα θέσθαι τὸν πόλεμον, ἀλλ’ ἢ μαχεσάμενον περιφανῶς μὴ περιγενόμενον τοῦ Τεμήρεω μὴ μέντοι μηδὲ ἡττηθῆναι, ἑλόμενον χώραν ἐς τὸ διαμαχέσασθαι, καθ’ ἣν ἂν μὴ ἡττῷτο ῥᾳδίως, ἢ | |
15 | μὴ μαχεσάμενον μεγάλα ἂν βλάψαι τὸν Τεμήρεω βασιλέως στρα‐ τὸν ἐπιιόμενον αὐτῷ καὶ ἐπιτιθέμενον, ᾗ αὐτῷ προχωροίη. Ὡς μὲν οὖν ἐτελεύτησεν Ἀμουράτης ὁ Ὀρχάνεω, αὐτίκα οἱ ἐν ταῖς θύραις ὄντες Ἀμουράτεω ἁρμοσταὶ Παιαζήτην τὸν νεώ‐ | |
τερον αὐτοῦ παῖδα κατεστήσαντο βασιλέα. | 52 in vol. 1 | |
1.53(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Β. | |
1 | Ἐπεὶ δὲ ἐτελεύτησεν Ἀμουράτης ὁ Ὀρχάνεω ὑπ’ ἀνδρὸς Τριβαλλοῦ, αὐτίκα οἱ ἐν ταῖς θύραις ὄντες τοῦ Ἀμουράτεω ἁρμοσταὶ Παιαζήτην τὸν νεώτερον αὐτοῦ παῖδα ἐστήσαντο βα‐ σιλέα. ὁ δὲ αὐτίκα, ὡς ἔσχε τὴν βασιλείαν, μετάπεμπτον Ἰαγού‐ | |
5 | πην τὸν ἀδελφὸν αὐτοῦ ἐποιήσατο ὡς ὑπὸ τοῦ πατρὸς καλούμε‐ νον τοῦ Ἀμουράτεω ἐπὶ τὰς βασιλείας θύρας, φοιτῶντα καὶ πρόσθεν, ὁπότε καλοῖτο. οὐδ’ ὁτιοῦν δὲ τῶν πραχθέντων ἐπιστά‐ μενος ἀφίκετο καλούμενος ὑπ’ αὐτοῦ, καὶ ὡς ἐγένετο παρ’ αὐτοῦ, συνελήφθη τε καὶ ἐτελεύτησε. καὶ ἐχρήσατο, ᾗ νομίζεται τοῖς | |
10 | τοῦ γένους τοῦδε βασιλεῦσιν ἐς τοὺς ἀδελφοὺς ποιεῖν, ὡς ἀγχόνῃ δεῖν τελευτᾶν τὸν βίον ὑπ’ αὐτοῦ, καὶ οὐ σιδήρῳ νενόμισται. Ὡς μὲν οὖν τῷ βασιλεῖ τῷδε ἐξείργαστο τὰ ἐς τὸν ἀδελφὸν καὶ ἐβασίλευε, παρετάξατό τε αὐτίκα ἐς μάχην, καὶ συμβαλὼν ἐτρέψατό τε τοὺς Τριβαλλούς, καὶ ἐν τῇδε τῇ μάχῃ πολλά τε | |
15 | ἀπεγένετο τοῦ στρατεύματος. ὡς γὰρ οἱ Τοῦρκοι ἐτρέψαντο, ἐπεξῆλθον διώκοντες ἀνὰ κράτος, καὶ διέφθειρον τοὺς Τριβαλ‐ | |
λούς, ἱππεύειν τε ὄντες ἐκείνων ἀμείνους καὶ ἵππους πολὺ βελ‐ | 53 in vol. 1 | |
1.54 | τίους ἔχοντες, ὥστε καταλαμβάνειν τοὺς φεύγοντας. ᾗ μὲν οὖν ὑπ’ Ἑλλήνων λέγεται, ταύτῃ ἐγένετο· ὡς δὲ αὐτοὶ Τοῦρκοι φα‐ σίν, οὐ Παιαζήτεω γενέσθαι τὴν νίκην τήνδε, ἀλλ’ ἀπὸ Ἀμου‐ ράτεω τήν τε μάχην γενέσθαι καὶ νίκην ἐκείνου, καὶ Ἐλεάζα‐ | |
5 | ρον τὸν ἡγεμόνα [ἐκείνου] ὑπ’ ἐκείνῳ στρατηγοῦντι ἀποθανεῖν ἐν τῇ μάχῃ. Τοῦρκοι μὲν δὴ οὕτω λέγουσι γενέσθαι, οὐκ ἔχω δὲ συμβαλέσθαι, ὡς ἐν τῇ παρατάξει ἐν βραχεῖ τινι χρόνῳ τόν τε ἀδελφὸν ἀνεῖλε καὶ ἐς μάχην καθίστατο αὐτίκα, ἀλλ’ οὐδὲ ὡς ἀράμενος τὸ δόρυ ἕλοι τε ἐπὶ τὸν βασιλέα καὶ ἐξείη διαχρήσα‐ | |
10 | σθαι μηδενὸς αὐτῷ ἐμποδὼν γενομένου. ἀλλὰ ταῦτα μὲν ἴτω, ὅπῃ ἑκάστῳ προσφιλὲς ἡγεῖσθαι περὶ αὐτῶν. ἐπεὶ δὲ Παιαζήτης παρέλαβε τὴν βασιλείαν, καὶ τῇ ἐς τοὺς ἐναντίους νίκῃ ἐχρή‐ σατο περιφανεῖ, πολλῶν τε καὶ αὐτοῦ ἀποθανόντων ἐν τῇ μάχῃ καὶ τελευτήσαντος τοῦ ἡγεμόνος, ἐπέδραμέ τε σύμπασαν τὴν | |
15 | Τριβαλλῶν χώραν, καὶ ἀνδράποδα ὡς πλεῖστα ὑφ’ αὑτῷ ποιη‐ σάμενος, καθίστησι τὰ ἐν τῇ ἀρχῇ αὑτῷ, ᾗ ᾤετο ξυνοίσεσθαι ἐπὶ τὸ ἄμεινον, καὶ Ἕλλησι σπονδὰς ἐποιήσατο. καὶ τοῖς περὶ Μακεδονίαν ἡγεμόσιν εἰρήνην ποιησάμενος τὴν Σκοπίων ᾤκισε πόλιν, παμπόλλους τῶν Τούρκων ἀπό τε τῆς Εὐρώπης καὶ ἀπὸ | |
20 | τῆς Ἀσίας ἀγαγὼν σὺν γυναιξί τε ἅμα καὶ παισί. ταῦτα δὲ ἐποίει, ὡς ἔχοι ἂν ἀπὸ ταύτης ὁρμώμενος ἄγειν καὶ φέρειν τὰ | |
Ἰλλυριῶν πράγματα. ἐπέδραμε μὲν οὖν καὶ τὴν Ἰλλυριῶν χώραν, | 54 in vol. 1 | |
1.55 | καὶ πολίσματα ἄττα ἑλὼν ἠνδραποδίσατο, καὶ τήν τε Ἀλβανῶν χώραν ἐπιπέμψας στράτευμα ἐληΐζετο ἔστε ἐπὶ τὴν ἐς τὸ Ἰόνιον παράλιον χώραν, καὶ τὴν περὶ Ἐπίδαμνον. Καὶ Ἕλληνες μὲν αὐτῷ ἐφείποντο στρατευόμενοι ἅμα, ὅποι | |
5 | ἂν ἐλαύνοι, ὅ τε Ἰωάννου τοῦ βασιλέως Ἑλλήνων παῖς Ἐμμα‐ νουῆλος, καὶ Ἀνδρονίκου τοῦ πρεσβυτέρου παῖς Ἰωάννης. τού‐ τους γὰρ ὡς τὼ ὀφθαλμὼ ὄξει ζέοντι περιέχει, παρείχετο αὐτοῖς τὴν δίαιταν ἀμφοῖν. οὗτοι δ’ ὡς ἔγνωσαν ὁρῶντες ἐπὶ σφίσιν αὐτοῖς, καὶ ὅτι τῶν ὀφθαλμῶν ἐπὶ τὸ ἄμεινον διακέοιτο, χρόνου | |
10 | ἐπιγενομένου σφίσι, τῇ τε γυναικὶ καὶ ἀλλήλοις ἐς λόγους ἀφι‐ κόμενοι, καί τινων ἄλλων ἐς τὴν ἐσήγησιν ταύτην ἐξηγουμένων καὶ συνεπιλαβομένων, ἀπέδρασαν ἐς τὴν καταντικρὺ Βυζαντίου πόλιν Γαλατίην Ἰανυΐων. ἐντεῦθεν δὲ ἀφίκοντο παρὰ βασιλέα Παιαζήτην, καὶ ἀφικόμενοι ἠξίουν σφίσιν ἐπικουρίαν δοθῆναι ὡς | |
15 | ἐπὶ τὴν ἑαυτῶν πόλιν ἐλαύνειν, καὶ ἐδέοντο κατάγειν σφᾶς. ἔλεγε δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἀφικόμενος τοιάδε. «Ἐμοὶ μὲν οὖν, βασιλεῦ, συμφορᾷ πεπληγμένῳ τοιᾷδε, τύχῃ τῇ ἀμείνονι ἐπιτρέψας ἐμαυτὸν καὶ θεῷ τῷ πάντα ἐφορῶντι βέλτιον ἔχω ἐμαυτοῦ, καί μοι χάριν ὁ δαίμων | |
20 | κατέθετο οὐκ ἀηδῆ· ὁρᾶν γὰρ ἤδη ἐμοὶ κατέλιπε βραχὺ πάμ‐ παν τῆς ὄψεως ἀφελόμενος, τήν τε βασιλείαν ὑπισχνεῖται, καὶ τὴν βασιλείαν ἀνήκουσαν ἐμοὶ θέμις ἀποδιδόναι. ταύτην δὲ | |
τὴν βασιλείαν ἡμῶν, ἢν ἐμοὶ πείθῃ, ἕξεις τοῦ λοιποῦ χρῆσθαι, | 55 in vol. 1 | |
1.56 | ὅπως ἄν σοι δοκοίη, ἢν ἐμοὶ ταύτην ἀποδεδωκὼς ἔσῃ, ἢν ἱππέας τετρακισχιλίους μάλιστα παρεχόμενος ἕπεσθαί μοι ἐπὶ μῆνας δύο κελεύῃς. εἰσὶ δὲ παρ’ ἡμῖν σχεδὸν οἱ τοῦ ἄστεος γένει τε καὶ πλούτῳ προφέροντες, καὶ τούτων οὐκ ὀλίγοι εἵποντο | |
5 | ἄν μοι ἐνθάδε, εἰ μὴ εἰδείην ἐν τῷ ἄστει ἐμοὶ τυγχάνειν ὄντας καὶ ἐμοὶ τιμωροῦντας, ἐφ’ ὅ τι ἂν γνοίην ἡμῖν ἐπιτήδειον ἔσε‐ σθαι. φόρον δὲ τῷ σῷ οἴκω πολλαπλάσιον ὑπισχνοῦμαι ἀπάγειν ἔτους ἑκάστου, καὶ ἁρμοστὴν ἔχειν ἐν τῇ πόλει.» Βασιλεὺς δὲ ἀμείβετο τοῖσδε. «ἐμοί τε οὖν, ἐπεί τε ἐπυθόμην, | |
10 | ὡς ὁρᾶν ἤδη σοι καταλέλειπται, ἡδομένῳ τέ μοι ὁ λόγος ἐγένετο, καὶ χάριν οἶδα τῷ θνητῶν τε καὶ ἀθανάτων δημιουργῷ τήνδε σοι τὴν χάριν καταθεμένῳ· ἥκεις ἐπὶ ἄνδρας σοι προσφιλεῖς, καὶ ἀμυνοῦντάς σοι, εἰς ὅσον ἂν ἐξῇ διαπράξασθαι, ἐφ’ ὅ τί περ ἴεσθαι ἀγωνιζόμενος. τίσομαι δὲ βασιλέα τὸν σὸν πατέρα οὕτως, | |
15 | ὥστε μηδέποτε ἐσαῦθις βουλεύεσθαι περὶ ἐμὲ νεώτερα πρά‐ γματα. ἴθι δὲ τούτους λαβών, οὓς σὺ ἔφησθα, χώρει δὲ ἐπὶ τὴν πόλιν πράσσων, ὅπως ὡς βέλτιστα ἔσοιτό σοι καταγομένῳ ἐπὶ τὴν πατρίδα.» Ὁ μὲν ταῦτα εἰπὼν ἑτοίμους παρείχετο τοὺς ἱππέας, Ἀνδρό‐ | |
20 | νικος δὲ τούτους λαβὼν ἤλαυνεν ἐπὶ Βυζάντιον. Ἰωάννης δὲ καὶ Ἐμμανουῆλος ὁ παῖς αὐτοῦ, ὡς ἐπύθοντο τάχιστα Ἀνδρόνικον σὺν τῷ παιδὶ αὐτοῦ ἐλαύνοντα ἐπὶ σφᾶς, ἐσῆλθόν τε ἐς τὴν τῆς | |
Χρυσέας οὕτω καλουμένην ἀκρόπολιν, καὶ παρεσκευάζοντο ὡς | 56 in vol. 1 | |
1.57 | πολιορκησόμενοι. Ἀνδρόνικος μὲν οὖν ἐλάσας ἐπολιόρκει, μετὰ δὲ ταῦτα ὁμολογίᾳ χρησάμενος εἷλε τὴν ἀκρόπολιν, εἴς τι κλω‐ βίον ἐμβαλλομένω μετέωρον καὶ καθεῖρξεν ἄμφω ἐς πύργον τε, καὶ εἱρκτὴν βραχεῖαν συνελάσας ξυλίνην πεποιημένην ἐντὸς τοῦ | |
5 | πύργου, καὶ τήν τε βασιλείαν κατέσχε, τόν τε πατέρα καὶ ἀδελ‐ φὸν ἔχων ἐν φυλακῇ. βασιλεύσας δὲ ἀπέδειξε καὶ τὸν παῖδα αὐτοῦ Ἰωάννην βασιλέα τοῖς Ἕλλησι. κατεῖχε μὲν οὖν ἐπὶ ἔτη τρία ἐς τὴν εἱρκτὴν τήνδε, καὶ ἀνελεῖν οὐκ ἤθελε παραινοῦντος ἐς τοῦτο αὐτῷ συνεχῶς Παιαζήτεω. τῷ δὲ τετάρτῳ ἔτει ἀναπεί‐ | |
10 | σαντες ὑπηρέτην, ὃς αὐτοῖς τε προσῄει καὶ τὰ ἀμφὶ τὴν τροφὴν ἐκόμιζεν ἐς τὴν εἱρκτήν, ἐπιδοῦναι σφίσι σίδηρον· καὶ κατὰ βραχὺ καταλῦσαί τε αὐτοὺς λέγεται τὴν εἱρκτήν, καὶ ἀποδράντας ἀφικέσθαι παρὰ βασιλέα Παιαζήτην. ὑπισχνουμένους δὲ φόρον ἀπάγειν καὶ στρατιάν, ὅσην ἂν ἐπιτάττοι σφίσιν αὐτοῖς. ἐπιπέμψας | |
15 | ἄγγελον ἐς τὸ Βυζάντιον ἐπήρετο τοὺς Βυζαντίους καὶ τὴν γνώ‐ μην αὐτῶν, τίνα βούλοιντο σφίσι βασιλέα γενέσθαι, Ἐμμανουῆ‐ λον ἢ βασιλέα Παιαζήτην· διεπειρᾶτο γὰρ ταύτῃ καὶ περὶ ἑαυτοῦ τῆς γνώμης τῶν Βυζαντίων. οἱ δὲ Βυζάντιοι αἱροῦντο Ἐμμα‐ νουῆλον, ἅτε ἀχθόμενοι ἤδη τῇ Ἀνδρονίκου ἀρχῇ. ἐνταῦθα ἐρί‐ | |
20 | ζοντε ἄμφω τῶν Ἑλλήνων βασιλέε περὶ τῆς Βυζαντίου βασι‐ | 57 in vol. 1 |
1.58 | λείας, ἐτάξατο φόρον ἀπάγειν ὁ Ἐμμανουῆλος ἐς τρισμυρίους χρυσίνους, καὶ ἑαυτὸν ἄγοντα ἐπὶ στρατιὰν ἕπεσθαι συστρατευό‐ μενον, καὶ οὕτω δὲ παραλαβεῖν ὑπὸ Παιαζήτεω τὴν Βυζαντίου βασιλείαν, καὶ ἐς θύρας φοιτῶντα τόν τε φόρον οἱ ἐτάξατο καὶ | |
5 | τὸν στρατὸν ἀπάγειν ἑκάστου ἔτους, ὡς ἔαρ ὑπέφαινεν. Ἀνδρό‐ νικος μὲν οὖν καὶ Ἰωάννης ὁ παῖς αὐτοῦ ἐν ταῖς θύραις δια‐ τρίβοντες δίαιταν εἶχον παρὰ βασιλέως, Ἐμμανουῆλος δὲ ἐβα‐ σίλευε. Παιαζήτης δὲ ὁ Ἀμουράτεω, ἔχων μεθ’ ἑαυτοῦ τοὺς Ἑλλή‐ | |
10 | νων βασιλεῖς ἐνάγοντας ἐς τοῦτο, ἐστρατεύετο ἐπὶ Φιλαδέλφειαν πόλιν Ἑλληνίδα. ἐριζόντων γὰρ τῶν βασιλέων Βυζαντίου ᾐτεῖτο αὐτοὺς καὶ Φιλαδέλφειαν, οἱ δὲ ἔφασαν ἀποδοῦναι. ὡς δὲ ἄγγε‐ λον ἐπιπέμποντος τοῦ βασιλέως Ἐμμανουήλου, ὅπως τοῦ λοιποῦ παραδόντες σφᾶς τῷ Παιαζήτῃ δέχοιντο ἄρχοντα καὶ ἁρμοστὴν | |
15 | Τοῦρκον, οὐκ ἔφασαν ἑκόντας εἶναι καταπροδοῦναι σφᾶς τῷ βαρβάρῳ, καὶ τὸ ἐντεῦθεν ἐπολιόρκει Φιλαδέλφειαν Παιαζήτης, ἔχων καὶ τοὺς Ἑλλήνων βασιλεῖς. οἱ δὲ ἀριστεῦσαί τε αὐτοῦ λέγονται, καὶ ἀναβάντες οὗτοι πρῶτον εἷλον τὴν πόλιν. οὕτω μὲν οὖν ἑάλω Φιλαδέλφεια ἡ τῆς Λυδίας πόλις εὐνομουμένη | |
20 | Ἑλληνίς. Μετὰ δὲ ταῦτα Παιαζήτης ἤλαυνεν ἐπὶ Σκενδέρεα τὸν τῶν Ἀρμενίων βασιλέα, καὶ ἐπὶ Ἐρτζιγγάνην πόλιν, τὰ τῶν Ἀρμενίων | |
βασίλεια, καὶ ἐπὶ Σαμαχίην πολίχνιον λεγομένην. λέγεται δὲ | 58 in vol. 1 | |
1.59 | οὗτος ὁ Σκενδέρης τῶν βαρβάρων πολλῷ τῶν κατὰ τὴν Ἀσίαν ἀνδρειότατος καὶ τὰ ἐς πόλεμον τόλμῃ τε καὶ ῥώμῃ σώματος γενέσθαι οὐδενὸς δεύτερον, ὡς ἐπιόντων ποτὲ αὐτῷ τῶν Ἀσσυ‐ ρίων πολλάκις ἔργα ἀποδείξασθαι ἄξια λόγου, τρεψάμενος τοὺς | |
5 | ἐναντίους σὺν ὀλίγοις τοῖς ἀμφ’ αὑτόν. τοῦτον δὲ τὸν Σκενδέρεα, ὡς ἀπήχθετο τῇ ἑαυτοῦ γυναικί, συλλαβοῦσα αὐτὸν σὺν τῷ παιδὶ διαχρήσασθαι καὶ τὴν βασιλείαν κατέχειν. ἐπὶ τοῦτον δὴ Παιαζήτης ἐλάσας τήν τε Ἐρτζιγγάνην πόλιν πολιορκῶν παρεστή‐ σατο καὶ τὸν παῖδα Σκενδέρεω εἶχεν ἐν φυλακῇ. μετὰ δὲ ταῦτα | |
10 | τούς τε Τζανίδας καταστρεψάμενος, οἳ κατέχουσι τὰ τῆς Κολ‐ χίδος ἐπὶ Ἄμαστριν πόλιν καθήκοντα, ἤλαυνεν ἐπὶ Καραϊλούκην τὸν Λευκαμνᾶν Σαμαχίης ἡγεμόνα, καὶ ἐπεξελθόντα σὺν τῇ ἑαυτοῦ στρατιᾷ μάχῃ ἐκράτησε, καὶ ἐπολιόρκει Σαμαχίην πόλιν. καὶ ὡς οὐδὲν προεχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπεχώρησεν | |
15 | ἀπαγαγὼν τὸν στρατόν, καὶ ἐπανέστησεν ἐπ’ οἴκου. μετὰ δὲ ταῦτα ἐλαύνων ἐπὶ τοὺς ἐν τῇ Ἀσίᾳ λοιποὺς ἡγεμόνας, τόν τε Ἀϊδίνην, Σαρχάνην, Μενδεσίαν, Τεκίην καὶ Μετίνην, τήν τε ἀρχὴν αὐτῶν ἀφείλετο, καὶ ἐκβαλὼν αὐτοὺς τὴν χώραν ὑφ’ αὑτῷ ποιη‐ | |
σάμενος εἶχεν. οὗτοι δὲ ὡς ἀπελήλαντο τῆς σφῶν χώρας, ἀνέ‐ | 59 in vol. 1 | |
1.60 | βησαν παρὰ βασιλέα Τεμήρην ἐς Σκυθίαν. ὡς μὲν οὖν ἀναβάντες οὗτοι ἐς ὄψιν ἦλθον τῷ βασιλεῖ, ὕστερόν μοι δεδήλωται. πλὴν γὰρ Καραμάνου τοῦ Ἀλισουρίου ἐπίκλην καὶ Τουργούτεω τοῦ τῆς Φρυγίας ἄρχοντος, οἳ καὶ ἐπιγαμίας αὐτῷ ποιησάμενοι | |
5 | εἰρήνην ἦγον, οἱ λοιποὶ τῶν ἡγεμόνων ἐστερημένοι τῆς ἀρχῆς ἀνέβησαν ἐς Σαμαρχάνδην τὰ βασίλεια Τεμήρεω. Σαρχάνην μὲν τὴν πάραλον τῆς Ἰωνίας ἐπιτροπεύοντα, καὶ Μενδεσίαν τοῦ Κα‐ λάμεω ἀπόγονον, καὶ Τεκίην τὴν Μυσίαν κατέχοντα τῶν ἑπτὰ ἡγεμόνων ἀπογόνους γεγονέναι φαμὲν τῶν τοῦ Ὀτουμάνεω τὴν | |
10 | τῆς Ἀσίας ἀρχὴν κοινῇ συγκατεργασαμένων, οἳ καὶ Ἀλαδίνεω τοῦ βασιλέως γενέσθαι θεράποντες λέγονται. Μετίνην δὲ καὶ Ἀϊδίνην, ὅθεν τὴν ἀρχὴν ἐκτήσαντο, οὐκ ἔχω διασημῆναι. τὸν δὲ Ἀϊδίνην λέγεται μόνον, τῆς ἀπὸ Κολοφῶνος ἔστε ἐπὶ Καρίαν ἦρχε χώρας. Τούρκων μέντοι γένος τούς τε ὑπὸ Τουργούτεω | |
15 | τελοῦντας καὶ ὑπὸ Καραμάνεω καὶ Μετίνῃ καὶ Ἀϊδίνῃ ἐπίσταμαι σαφῶς εἶναί τε καὶ ὀνομάζεσθαι. καὶ ἐν Καππαδοκίᾳ ὑπαγόμε‐ νος τοῦτο μὲν τὴν ὑπὸ Καραϊσούφῃ χώραν, τοῦτο δὲ τὴν ὑπὸ τοῖς | |
Ὀμούρεω παισί, καὶ τὰ πλέω τῆς Φρυγίας καταστρεψάμενος, | 60 in vol. 1 | |
1.61 | ἤλαυνεν ἐπὶ Ἐρτζιγγάνην τὰ τῶν Ἀρμενίων βασίλεια, καὶ ἐπὶ τὸν Σκενδέρεω παῖδα, ὃς ταύτης ἡγεῖτο τῆς χώρας ἔστε ἐπὶ Εὐφρά‐ την καὶ τῆς τε Κολχίδος μοῖραν οὐκ ὀλίγην ὑφ’ αὑτῷ ποιησά‐ μενος ἦρχε. | |
5 | Ταῦτα μὲν οὖν γενόμενος ἐν τῇ Ἀσίᾳ καὶ μεγάλα ἀπεδεί‐ κνυτο ἔργα· μετὰ δὲ ὡς τὴν Εὐρώπην διαβάς, στρατεύματα ἐπι‐ πέμπων ἔστε Μακεδονίαν, τὴν πρὸς τὸν Ἰόνιον τοὺς ταύτῃ Ἀλβανοὺς καὶ τὴν χώραν ἐδῄου, καὶ πολίσματα ἄττα ἑλὼν τῆς Ἀλβανῶν χώρας ἐπὶ Ἰλλυριοὺς ἤλαυνέ τε καὶ ἐδῄου τὴν χώραν, λείαν τὰ | |
10 | ἐκείνων ποιούμενος. μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Πελοπόννη‐ σον, τῷ μὲν λόγῳ ὡς ἐπὶ Φωκίδα καὶ ἐπὶ Θετταλίαν ἐλαύνων, καταστησόμενος τὰ ἐν τῇ Θετταλίᾳ, ὥστε ἐπιτηδείως ἔχειν αὐτῷ, τοῦ δὲ Φωκέων ἀρχιερέως ἐπαγομένου σφίσιν ἐπὶ χώραν κυνη‐ γῆσαί τε κρατίστην καὶ λειμῶνας γεράνους παρεχομένους πλῆ‐ | |
15 | θος ἄπλετον καὶ πεδία ἐνιππεῦσαι τὰ κάλλιστα, τῷ δὲ ἔργῳ ἐπὶ Θετταλίαν τε καὶ τοὺς ταύτῃ ἡγεμόνας Ἐπικερναίους τοὔνομα καὶ ἐπὶ γυναῖκα τοῦ Δὲ Λουῆ ἡγεμόνος τοῦ Δὲ Σουλᾶ. μετὰ δὲ | |
ταῦτα καὶ ὡς Πελοπόννησον ἐμβαλών, ἔχων δὴ καὶ τὸν βασιλέως | 61 in vol. 1 | |
1.62 | Ἰωάννου παῖδα Θεόδωρον ἡγεμόνα, ἐστρατεύετο. ἀφικόμενος δὲ ἐς Θετταλίαν τήν τε Δομοκίην παρέλαβεν, ἐκλιπόντος τοῦ ἐν αὐτῇ ἡγεμόνος Ἐπικέρνεω, καὶ δὴ καὶ Φαρσάλων πόλιν, καὶ ταύτην ὑπὸ Ἐπικερναίων ἐπικρατουμένην ὑφ’ αὑτῷ ἐποιήσατο. | |
5 | προέλαυνε δὲ ἐς τὸ πρόσω, τό τε Ζητοῦνιν τὸ ἐν Θερμοπύλαις καὶ Πάτρας τὰς ἐν τῷ πεδίῳ πρὸς τῇ ὑπωρείᾳ τῶν Λοκρῶν ὄρους κατεστρέψατο, καὶ αὐτῷ προεχώρησε· καὶ ἄλλα δὲ τῶν ταύτῃ πολισμάτων οὐκ ὀλίγα προσεχώρησεν αὐτῷ καθομολογίῃ. μετὰ δὲ ταῦτα ἡ Δὲ Λουῆ τοῦ ἡγεμόνος γυνή, ἔχουσα θυγατέρα | |
10 | γάμου τε ὡραίαν καὶ ἐγγυημένην ἀνδρί, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, ἡγεῖσθαι δὲ αὐτῷ ἐπὶ τάδε τῶν Σαλόνων ἀρχιερέα, λαβοῦσά τε τὴν θυγατέρα καὶ δῶρα, ὅσα ἠδύνατο, ὑπήντα τῷ βασιλεῖ. ὁ δὲ τήν τε θυγατέρα ἐδέξατο, καὶ αὐτὴν ἅμα τῇ θυγατρὶ ἐς τὰ ἑαυτοῦ ἤθη ἀπέπεμπε, τὴν δὲ χώραν παραλαβὼν | |
15 | ταύτῃ ἐπέστησεν ἄρχοντα. λέγεται δὲ περὶ ταύτης τῆς γυναικὸς, ὡς ἱερέως τινὸς Στράτεω ἐπικαλουμένου ἐρασθεῖσα καὶ ἐς τὸ πρόσω ἀναιδείας ἐλαύνων τήν τε ἀρχὴν ἐπέτρεψε τῷ ἱερεῖ, καὶ ἀναιδῆ πολλοὺς τοὺς τὴν Δελφῶν πόλιν ἐνοικοῦντας ἐργασαμένη. | |
διὰ ταῦτα ὑπὸ ἀρχιερέως ἐς βασιλέα διεβλήθησαν, ὡς αἰκία ἂν | 62 in vol. 1 | |
1.63 | εἴη γυναῖκα χώρας τοσαύτης ἡγουμένην, ὑπὸ ἱερέως μοιχευομέ‐ νην, ἀνήκεστα κακὰ ποιεῖν τοὺς πολίτας, καὶ διὰ ταῦτα ἀπᾶραι βασιλέα ἐπιόντα στρατεύεσθαι ἐπ’ αὐτούς. λέγεται μέντοι περὶ τοῦ ἱερέως τούτου τοῦ τῇ γυναικὶ ταύτῃ συγγενομένου καὶ ἄλλα | |
5 | οὐκ ὀλίγα ἔστε γυναῖκας πλημμελῆσαι, κατεργαζόμενον δαιμονίῳ τρόπῳ, ὥστε ταύτας ἐφέλκεσθαι ἀπαγόμενον ἐπὶ συνουσίας. Δὲ Λουῆς δὲ ὁ τῆς γυναικὸς ἀνὴρ πρόσθεν ἐτετελευτήκει νόσῳ. ἦν δὲ οὗτος γένος τῶν Ταρακωνησίων βασιλέων, καὶ ὁπότε οὗτος ἀπὸ Ἰταλίας ἀφικόμενος ἐπὶ Πελοπόννησον, κατέσχε τὴν Ἀττικὴν | |
10 | ἅμα καὶ Βοιωτίαν πρὸς τῇ Πελοποννήσῳ, καὶ δὴ καὶ Φωκίδα καὶ Πάτρας τὰς ἐκτὸς Θερμοπυλῶν. οὗτοι μὲν οὖν ὕστερον χρόνῳ οὐ πολλῷ διελθόντι τήν τε ἡγεμονίαν ἀπέβαλον, καὶ οἱ μὲν ἀπενόστησαν ἐπὶ Ἰταλίας, οἱ δ’ αὐτοῦ ἐνέμειναν, ἐς ὃ ἐτε‐ λεύτησαν. τούτων δ’ ἦν καὶ οὗτος ὁ Δὲ Λουῆς, ᾧ τὴν γυναῖκα | |
15 | ἀφελόμενος Παιαζήτης ὁ Ἀμουράτεω καὶ τὴν θυγατέρα ἔχων ἀπεχώρει. Ὁ μὲν ἐς Πελοπόννησον ἐπέβαλεν. ὁ μὲν οὖν τῆς Σπάρτης ἡγεμών, ὡς ἐς τὴν Θετταλίαν ἐσέβαλε, τάς τε πόλεις ἐπὶ τὸ ἀσφαλὲς καταστησάμενος, ἀποδρὰς νυκτὸς ᾤχετο ἐς Πελοπόν‐ | |
20 | νησον, ὡς ἢν ἐπίῃ, ἀμυνούμενος, ᾗ ἠδύνατο κράτιστα. καὶ ἐμέ‐ | 63 in vol. 1 |
1.64 | λησε μὲν οὐχ ἥκιστα διὰ τοῦτο εἰσβαλεῖν ἐς τὴν Πελοπόννησον, ἀγγελία δὲ ἀφίκετο αὐτῷ, ὡς οἱ Παίονες ἡγουμένου Σιγισμούνδου Ῥωμαίων βασιλέως τε καὶ αὐτοκράτορος καὶ Κελτοὶ καὶ Γερ‐ μανῶν οὐκ ὀλίγοι συνελέγησαν ὡς ἐπ’ αὐτὸν ἐπιόντες, καὶ τόν | |
5 | τε Ἴστρον παρασκευάζοιντο διαβῆναι, καὶ Δᾶκας δέ, γένος οὐκ ἀγεννές, ἔχοιεν μετ’ αὐτῶν, τῆς τε ὁδοῦ ἡγουμένους, τὴν ἐσή‐ γησιν τοῦ στρατοῦ ποιουμένους. Σιγισμοῦνδος δὲ οὗτος ὁ ἐπὶ Παιαζήτην στρατευόμενος ἡγεμών τε Γερμανῶν τὴν ἀρχῆν ἐτύγχα‐ νεν ὤν, περὶ Βιέννην τὴν πόλιν τὰ πολλὰ διατρίβων, καὶ χώρας | |
10 | τῶν ταύτῃ Γερμανῶν ἄρχων οὐ φαύλης. Παιόνων μετὰ ταῦτα προσαγομένων σφίσιν αὐτὸς βασιλεύς τε ἅμα καθειστήκει Παιό‐ νων καὶ τῆς Γερμανῶν χώρας ἡγεμών. Ἡ δὲ Γερμανία ἄρχεται μὲν ἀπὸ τοῦ Πυρηνίου ὄρους, ὅθεν καὶ ὁ Ταρτησὸς ῥέων ἐπὶ τὸν πρὸς ἑσπέραν ὠκεανόν. καὶ ἔστι | |
15 | μὲν ἡ ἄνω Γερμανία, ἐφ’ ὅσον δὲ προϊοῦσα καθήκει ἔστε Κο‐ λωνίαν καὶ Ἀργεντίην, πόλεις οὕτω καλουμένας. τὸ δὲ ἐντεῦθεν καθήκει ἐπὶ ὠκεανὸν τὸν περὶ Κέλτικήν τε ἐπὶ δεξιὰ καὶ περὶ | |
Δανίαν ἐπ’ ἀριστερά, ὡς ἐπὶ τὰς Βρετανικὰς νήσους. ἔστι δὲ | 64 in vol. 1 | |
1.65 | καὶ ἀπὸ Ἴστρου Γερμανία, ἀπὸ Βιέννης πόλεως ἐπ’ αὐτὸν δὲ ἐς Ταρτησὸν προϊοῦσα χώρα, καὶ ἐπὶ Βράγαν, τοὺς Βοέμους. εἴη δ’ ἂν ἀπὸ Βιέννης ἐς ὠκεανὸν ἀνδρὶ εὐζώνῳ πεντεκαιείκοσιν ἡμερῶν ἀνύσαι κατὰ μῆκος· κατὰ δὲ πλάτος εἴη ἂν καὶ πλέων | |
5 | τούτων, βραχὺ ἀπὸ τῆς Κελτικῆς ἰόντι ἐπὶ τὴν Δανίαν χώραν. εὐνομεῖται δὲ ἡ χώρα αὕτη μάλιστα δὴ τῶν πρός τε ἄρκτον τε καὶ ἑσπέραν πασῶν τῶν ταύτῃ χωρῶν ἅμα καὶ ἐθνῶν, ἔστε πό‐ λεις περιφανεῖς καὶ εὐδαίμονας καὶ ὑπὸ σφῶν αὐτῶν ἐς τὸ ἰσο‐ δίαιτον εὐθυνομένας διῃρημένους, καὶ ἐς τυραννίδας, καὶ ὑπὸ | |
10 | ἀρχιερεῦσι ταττομένας τοῖς ὑπὸ τοῦ Ῥωμαίων μεγάλου ἀρχιε‐ ρέως καθισταμένοις. καὶ πόλεις μὲν ἐς τὸ ἰσοδίαιτον εὐνομού‐ μεναι εἴησαν αὗται ἔν τε τῇ ἄνω καὶ τῇ κάτω Γερμανίᾳ, Νορό‐ βεργον πόλις εὐδαίμων καὶ Ἀργεντίη καὶ Ἀμπύργον, καὶ αἱ εἰς ἀρχιερεῖς ταττόμεναι Κολωνία, Βιέννη ἡ ἐς τὴν κάτω Γερμανίαν | |
15 | ἀνιοῦσα, καὶ ἄλλαι μὲν οὐκ ὀλίγαι πόλεις, ἀποδέουσαι τούτων ὀλίγῳ τινί, ἀμφὶ τὰς διακοσίας. ἐς δὲ τυραννίδας τρεῖς μάλιστά | |
πῃ διέλοι τις τῆς Γερμανίας ἡγεμόνας, τῆς τε Βαζιλείης πόλεως | 65 in vol. 1 | |
1.66 | καὶ Ἀουστρίας καὶ Βρέμης τῆς ἄνω Γερμανίας γενομένης. ἔστι δὲ γένος τοῦτο μέγα καὶ ἐπὶ πολὺ διῆκον τῶν κατὰ τὴν οἰκου‐ μένην, μετά γε Σκυθῶν τῶν νομάδων δεύτερον, ὡς εἰ ταὐτὸ φρονοίη, καὶ ὑφ’ ἑνὶ ἄρχοντι ἡγεμόνι, ἀμάχητόν τε ἂν εἴη καὶ | |
5 | πολλῷ κράτιστον. ὑγιεινότατον δὲ ὂν ἅτε ὑπὸ τὴν ἀρκτῴαν μοῖ‐ ραν τεταγμένον καὶ περὶ τὴν ταύτῃ μάλιστά πη μεσόγαιον, θα‐ λάττῃ οὐ πάνυ τι προσχρωμένους, εὐνομεῖται μάλιστα δὴ ἐθνῶν, ὧν ἡμεῖς ἴσμεν, οὔτε λοιμοῦ, ὃς δὴ ὑπὸ τῆς τοῦ ἀέρος σήψεως ἐπιγενομένης μάλιστα ἐπιφοιτῶν τοῖς ἑῴοις ἀπόλλυσι πολύ τι | |
10 | μέρος τῶν ταύτῃ οἰκούντων, οὔτε ἄλλων δὴ νόσων τῶν ἐς ἡμᾶς πάνυ τι εἰωθότων θέρους τε καὶ φθινοπώρου ἐπιφοιτᾶν ἐπι‐ χωριαζόντων αὐτοῖς θαμά, ὥστε καὶ ἱκανόν τι ἀπογίνεσθαι τοῦ γένους τούτου, οὔτε σείει, ὅ τι καὶ ἄξιον λόγου. ὕει δὲ θέρους μάλιστα δὴ ἐν ταύτῃ τῇ χώρᾳ. πολιτεύεται δὲ κατὰ ταὐτὰ Ῥω‐ | |
15 | μαίοις ἔς τε δίαιταν καὶ ἤθη τετραμμένον, συμφερόμενον τά τε ἄλλα Ῥωμαίοις, καὶ ἐς τὴν θρησκείαν Ῥωμαίων μάλιστα δὴ τῶν πρὸς ἑσπέραν δεισιδαιμονεῖν. νομίζεται δὲ παρὰ τούτοις καὶ μονομαχία μάλιστα δὴ τῶν ἄλλων ἐθνῶν, ὥστε γῆθεν οὐδ’ ἐφ’ | |
ἵππων ἀλλήλοις μονομαχεῖν. τὸ δὲ γένος τοῦτο δεξιώτατον ἔστε | 66 in vol. 1 | |
1.67 | μηχανὰς ὂν καὶ ἐς τὰ πολεμικὰ ἔργα καὶ ἐς πάσας τὰς τέχνας πολύ τι εὐδοκιμεῖ. φέρει δὲ ἡ χώρα αὕτη πλὴν ἐλαίου καὶ ἰσχάδων τἆλλα πάντα οὐκ ἐλάσσω τῶν ἐς τὴν ἄλλην χώραν φερομένων. οἴονται δέ τινες καὶ τηλεβόλους τε καὶ τηλεβολίσκους | |
5 | ὑπὸ Γερμανῶν ἀρχὴν ἀποδεδειγμένους ἐς ἀλλήλους προελθεῖν καὶ ἐς τὴν ἄλλην οἰκουμένην. Παιονία δὲ ἄρχεται ἀπὸ Βιέννης τῆς Γερμανῶν πόλεως, καὶ ἐπὶ μὲν ἕω τῷ Ἴστρῳ συμπροϊοῦσα καθήκει ἐπὶ Δᾶκας τε καὶ Τριβαλλούς, ἐπὶ δὲ ἄρκτον ἐπὶ Βοέμους, τοὺς Κεχίους καλουμέ‐ | |
10 | νους καθήκει. ἔνεισι δὲ ἄρχοντες ταύτῃ τῇ χώρᾳ, ἄρχων δὲ ἕκαστος τῆς πατρῴας χώρας, καὶ ὑποτασσόμενος τῷ βασιλεῖ αὐτῶν, ἐς ὅσον νομίζεται σφίσι. νομίζεται δὲ ἐπὶ ῥητοῖς. καὶ ἐπιχωρίῳ μὲν βασιλεῖ οὐ πάνυ τι χρῶνται, ἐπάγονται δὲ ἢ ἀπὸ Βοέμων τοῦ βασιλείου οἴκου ἢ ἀπὸ Γερμανῶν ἢ Πολάνων ἢ καὶ | |
15 | ἄλλων τῶν ταύτῃ ἐθνῶν. συμφέρονται δὲ Γερμανοῖς τά τε ὅπλα καὶ τὴν ἐς τὰ ἤθη αὐτῶν δίαιταν, ἐς τὸ ἁβροδίαιτον ἀποκλίνον‐ τες, ᾗ φασι Κελτούς τε καὶ Γερμανούς. νομίζει κατὰ ταὐτὸ Ῥωμαίοις τὰ ἐς θρησκείαν. γένος δὲ τοῦτο ἄλκιμον καὶ ἐς μάχας τόλμῃ προσχρώμενον ἐπιεικεῖ. ποιοῦνται δὲ καὶ ἐπιχώριόν | |
20 | τινα τῶν ἀρχόντων τὰ πρῶτα, ἐς τὴν βασιλείαν ἀνήκοντα, καὶ οἰκονόμον δὲ ὄντα, καὶ μηδὲ ἄρχοντα ὀνομάζουσι. φωνῇ δὲ χρῶνται οὐδαμῇ παραπλησίᾳ ἑτέρῳ τινὶ τῶν γενῶν, ἀλλὰ ἄλλῃ τὸ παράπαν διενεγκούσῃ τε τῆς Γερμανῶν τε καὶ Βοέμων καὶ | |
Πολάνων. οἴονται δέ τινες τούτους οἱ μὲν Γέτας γενέσθαι τὸ | 67 in vol. 1 | |
1.68 | παλαιόν, καὶ ὑπὸ τὸν Αἷμον οἰκοῦντας, ὑπὸ Σκυθῶν κακουμένους, ἀναχωρῆσαι ἐς τήνδε τὴν χώραν, ἣν καὶ νῦν οἰκοῦσιν· οἱ δέ φασι Δᾶκας γενέσθαι. ἐγὼ δέ, ὁποῖον ἄν τι εἴη τὸ γένος τοῦτο τὴν ἀρχήν, οὐκ ἂν οὕτω ῥᾳδίως εἰπεῖν ἔχοιμι· τοὔνομα μέντοι | |
5 | τοῦτο ὑπό τε σφῶν αὐτῶν καὶ ὑπὸ Ἰταλῶν καλουμένους, οὐ πάνυ τοι καλῶς ἔχοιμι ἑτέρῳ τινὶ ὀνόματι καλεῖν τούτους. ἔστι δὲ αὐτοῖς βασίλεια ἐν Μπούδῃ πόλει εὐδαίμονι παρὰ τὸν Ἴστρον. Σιγισμοῦνδον δὲ τὸν Βιέννης τῆς Γερμανῶν πόλεως ἡγεμόνα ἐπαγόμενοι οὗτοι δὲ οἱ Παίονες βασιλέα τε σφίσιν αὐτοῖς καθί‐ | |
10 | στασαν, καὶ τὰ κατὰ τὴν ἀρχὴν ἐπέτρεψαν αὐτῷ διαθεῖναι ὡς ἔχοι ἐπὶ τὸ ἀσφαλέστερον. οὗτος μὲν οὖν ἐπεί τε τὴν Παιόνων παρέλαβε βασιλείαν, διεπρεσβεύετο πρὸς τὸν Ῥωμαίων ἀρχιερέα, συνήθη τε ὄντα αὐτῷ καὶ ἐπιτήδειον ἐς τὰ μάλιστα, ὥστε ἐπι‐ ψηφισθῆναι αὐτῷ αὐτοκράτορι Ῥωμαίων γενέσθαι. τοῦτο μὲν | |
15 | οἱ τῆς Ῥώμης ἀρχιερεῖς τοῖς Κελτῶν βασιλεῦσι τὸ πρῶτον ἐπε‐ δίδοσαν διὰ τοὺς πολέμους, οὓς θαμά τε καὶ ἀνδρειότατα πρὸς τοὺς ἀπὸ Λιβύης διαβάντας ἐπὶ Ἰβηρίαν βαρβάρους καὶ τὰ πολλὰ τῆς Ἰβηρίας καταστρεψαμένους αὐτοῖς. μετὰ δὲ ταῦτα ἐπὶ τοὺς | |
Γερμανῶν ἡγεμόνας μετενήνεκται ἡ ψῆφος τοῦ Ῥωμαίων ἀρχιε‐ | 68 in vol. 1 | |
1.69 | ρέως. Σιγισμοῦνδον ὡς ὑπισχνοῖτο ὁ ἀρχιερεὺς τήν τε ἀξίαν ταύτην ἐπιτιθέναι, καὶ δὴ μετεπέμπετο ἐπὶ τοῦτο, ὥρμητο μὲν ἐπὶ Ἰταλίαν διὰ τῆς Ἑνετῶν χώρας. οὗτοι μὲν οὖν ὡς ἐπύθοντο Σιγισμοῦνδον διὰ τῆς χώρας αὐτῶν τὴν πορείαν ποιούμενον, ἔπεμ‐ | |
5 | ψαν ἄγγελον, προαγορεύοντες αὐτῷ μὴ διιέναι διὰ τῆς χώρας αὐτῶν. ὁ δὲ οὐκ ἔφη πείσεσθαι, ἂν μὴ γνῷ αὐτοὺς πειρωμένους ἔργῳ διακωλῦσαι διαπορευόμενον. παρεσκευάζοντο μὲν οὖν οἱ Ἑνετοὶ στρατὸν καὶ διεκώλυον. ὡς δὲ ᾔσθετο κωλυόμενος, παρετάξατο ἐς μάχην καὶ συνέβαλε τῷ Ἑνετῶν στρατῷ, καὶ | |
10 | ἀπεγένετο αὐτῷ οὐκ ὀλίγα τοῦ στρατεύματος, τραπομένῳ τε ἐς φυγὴν καὶ μόλις διαφυγόντι τοὺς ἐναντίους. οὗτος μὲν δὴ ἐπεί τε ἀπέγνω τὴν δι’ Ἑνετῶν πορείαν, ἀπῄει διὰ τῆς ἄνω Γερμα‐ νίας ἐς τὸν Λιγυρίας τύραννον ἀφικόμενος. ἐντεῦθεν δὲ ἐς Ῥώμην παρεγένετο, καὶ βασιλεύς τε καθειστήκει, ὑπὸ τοῦ με‐ | |
15 | γάλου ἀρχιερέως ἐς τοῦτο ἀποδειχθείς. μετὰ δὲ ταῦτα ἐδεῖτό τε τοῦ ἀρχιερέως συμβαλέσθαι ἐς τὴν ἐπὶ τὸν βάρβαρον αὐτῷ ἐκστρατείαν γινομένην, ᾐτεῖτο δὲ αὐτὸν χρήματά τε καὶ ἄνδρας. ὁ δὲ πρός τε τὸν Κελτῶν βασιλέα διαπρεσβευσάμενος καὶ πρὸς τὸν Βουργουνδίας τύραννον διεπράξατο δοθῆναι ἐς ὀκτακισχιλίους, | |
20 | καὶ στρατηγὸν τὸν Βουργουνδίας ἡγεμόνος ἀδελφόν. παρεσκευά‐ σατο μὲν οὖν καὶ αὐτός, συλλέξας στράτευμα ἀπὸ Γερμανῶν, ὅσον ἠδύνατο μισθωσάμενος. ὡς ἤδη αὐτῷ τε τὰ εἰς τὸν πόλε‐ | |
μον παρεσκεύαστο, ἐξήλαυνε, λαβὼν τούς τε Παίονας καὶ Δᾶκας | 69 in vol. 1 | |
1.70 | τῆς ὁδοῦ ἡγεμόνας, εὐθὺ τοῦ Ἴστρου ἐπὶ Παιαζήτην. διεπρε‐ σβεύσατο δὲ καὶ πρὸς τοὺς Ἰταλῶν καὶ Ἰβήρων ἡγεμόνας, χρη‐ ματίζοντος δὲ τοῦτο αὐτῷ τοῦ ἀρχιερέως, αἰτούμενος χρήματα καὶ ἄνδρας. καὶ χρήματα μὲν ἐπεπόμφει αὐτῷ ἱκανὰ ὁ ἀρχιε‐ | |
5 | ρεύς, ἄνδρας δέ. Ὁ μὲν οὖν Παιαζήτης ὡς ἐπύθετο ἐπιόντα οἱ Σιγισμοῦνδον τὸν Ῥωμαίων αὐτοκράτορα, σὺν πολλῷ στρατεύματι ἐλαύνοντα, παραλαβὼν τὸν τῆς Εὐρώπης τε καὶ Ἀσίας στρατὸν ἅπαντα ἀντεπῄει ἐπὶ Ἴστρον, ᾗ ἐδύνατο, τάχιστα πορευόμενος. στρατο‐ | |
10 | πεδευσαμένου δὲ αὐτοῦ ἀπὸ τοῦ Ἴστρου ἐπὶ σταδίους τεσσαρά‐ κοντα, οἱ Κελτοὶ αὐθάδεις τε ὄντες καὶ ἀγνώμονες ὡς τὰ πολλά, ἀξιοῦντες σφῶν αὐτῶν μόνων τὴν νίκην γενέσθαι, ὁπλισάμενοι ἐπῄεσαν πρότεροι ὡς ἀναρπασόμενοι τοὺς βαρβάρους. μάχης δὲ καρτερᾶς γενομένης τρέπονται οἱ Κελτοί, καὶ φεύγοντες ἀνὰ | |
15 | κράτος καὶ οὐδενὶ κόσμῳ ἐπιπίπτουσι τῷ σφετέρῳ στρατεύματι, ἐπισπομένων τῶν Τούρκων. ἐνταῦθα ἀναμὶξ γενομένων αὐτῶν, ὡς ἐπέκειντο οἱ βάρβαροι, τρέπονται ἅμα τούτοις οἵ τε Παίονες καὶ οἱ Γερμανοί. ἐπειγομένων δὲ εἰς τὴν τοῦ Ἴστρου διάβασιν ἀπώλετο πολλὰ τοῦ στρατεύματος κατὰ τὸν ποταμόν. ἐγένετο δὲ | |
20 | φόνος πολὺς ὀλλυμένων τῶν Κελτῶν καὶ Παιόνων ὑπὸ τῶν ἐναν‐ τίων, καὶ ὁ Βουργουνδίων στρατηγὸς ἑάλω, καὶ ἄλλοι οὐκ ὀλίγοι Παιόνων τε καὶ Κελτῶν. Ὁ μὲν οὖν Σιγισμοῦνδος διακινδυνεύσας τὰ ἔσχατα, καὶ παρὰ | |
βραχὺ ἁλῶναι διαφυγών, ἐμβὰς ἐς τριήρη κατὰ τὸν ποταμὸν | 70 in vol. 1 | |
1.71 | ἔπλει ἐς Βυζάντιον παρὰ βασιλέα Ἑλλήνων. ἐς λόγους δὲ ἀφι‐ κόμενος τῷ Βυζαντίου βασιλεῖ, καὶ χρηματίσας αὐτῷ, ὅσα ἐβού‐ λετο, ᾤχετο ἀποπλέων ἐπ’ οἴκου. Παιαζήτης δὲ ὁ Ἀμουράτεω, ὡς τούς τε Παίονας ἐτρέψατο καὶ Κελτούς, ἐληΐζετο τὴν χώραν | |
5 | αὐτῶν, ἀδεέστερον ἤδη χωρῶν ἐπ’ αὐτοὺς καὶ ἀνδράποδα πάμ‐ πολλα ἀγόμενος. καὶ δὴ ἐπελαύνων ἐπὶ Μπούδην, τὰ Παιόνων βασίλεια, ἔκαμνεν ὑπὸ τῆς νόσου· ποδαλγίαν δὲ ἐνόσει. καὶ εἰ μὴ μέντοι ἐνωχλεῖτο ὑπὸ τῆς νόσου, οὐκ ἔχω λογίζεσθαι, ὅ τί περ ἂν γένοιτο αὐτῷ ἐμποδὼν ἐπὶ Μπούδην τε ἐλάσαι καὶ παρα‐ | |
10 | στήσασθαι Μπούδην, τὰ Παιόνων βασίλεια καὶ καταστρέψασθαι τὴν χώραν αὐτῶν· νῦν δὲ κάμνων ὑπὸ τῆς νόσου ἐπιεικῶς πάνυ ἀπενόστησέ τε αὐτὸς καὶ τὸν στρατὸν ἀπήγαγεν ὡς τὴν χώραν αὐτοῦ. Ὕστερον μέντοι ἐπιπέμπων στρατεύματα ἐπὶ Παιονίαν καὶ | |
15 | Παιονοδακίαν ἐδῄου τὴν χώραν. χρόνου δὲ ἐπιγενομένου ἐπὶ Δᾶκας καὶ ἐπὶ Μύρξαν τὸν Δακίας ἡγεμόνα ἐστρατεύετο, αἰτια‐ σάμενος αὐτόν, ὡς ὑπάρξαντά τε πολέμου καὶ σὺν τοῖς Παίοσιν ἐπ’ αὐτὸν στρατευόμενον. ἔστι δὲ γένος τοῦτο, Δᾶκες ἄλκιμόν τε τὰ ἐς πόλεμον καὶ οὐ πάνυ τι εὐνομούμενον, κατὰ κώμας | |
20 | οἰκοῦν, πρὸς τὸ νομαδικώτερον τετραμμένον. διήκει δ’ αὐτῶν ἡ | 71 in vol. 1 |
1.72 | χώρα ἀπὸ Ἀρδελίου, τῆς Παιόνων Δακίας ἀρχομένη ἔστε ἐπὶ Εὔξεινον πόντον. ἔχει δὲ ἐπὶ δεξιᾷ μὲν καθήκουσα ἐπὶ θάλασ‐ σαν τὸν Ἴστρον ποταμόν, ἐπ’ ἀριστερᾷ δὲ Βογδανίαν χώραν οὕτω καλουμένην. διείργει δὲ αὐτοὺς ἀπὸ Παιονοδακίας ὄρος ἐπὶ | |
5 | πολὺ διῆκον, Πρασοβὸς καλούμενον. ἔχει δ’ ὁμόρους ἡ χώρα αὕτη καὶ Σκυθῶν τῶν νομάδων μοῖραν οὐκ ὀλίγην, γένος πολύ τι καὶ ὄλβιον, ὑπὸ Καζημίρεω τῷ βασιλεῖ ταττόμενον· ὑφ’ ᾧ δὴ καὶ Σκύθαι οἱ νομάδες ταττόμενοι στρατεύονται, ᾗ ἂν ἐξη‐ γῆται, αὐτός τε ἀρετὴν παρεχόμενος ἐς πόλεμον ἀξιόλογον. τού‐ | |
10 | των δὲ ἔχονται Πολάνοι μὲν πρὸς ἄρκτον, Σαρμάται δὲ πρὸς ἕω. Δᾶκες δὲ χρῶνται φωνῇ παραπλησίᾳ τῇ Ἰταλῶν, διεφθαρ‐ μένῃ δὲ ἐς τοσοῦτον καὶ διενεγκούσῃ, ὥστε χαλεπῶς ἐπαΐειν τοὺς Ἰταλοὺς ὁτιοῦν, ὅτι μὴ τὰς λέξεις διασημειουμένων ἐπι‐ γινώσκειν, ὅ τι ἂν λέγοιτο. ὅθεν μὲν οὖν τῇ αὐτῇ φωνῇ χρώ‐ | |
15 | μενοι ἤθεσι Ῥωμαίων ἐπὶ ταύτην ἀφίκοντο τὴν χώραν καὶ αὐτοῦ τῇδε ᾤκησαν, οὔτε ἄλλου ἀκήοα περὶ τούτου διασημαί‐ νοντος σαφῶς ὁτιοῦν, οὔτε αὐτὸς ἔχω συμβαλέσθαι, ὡς αὐτοῦ ταύτῃ ᾠκίσθη. λέγεται μὲν πολλαχῇ ἐλθὸν τὸ γένος τοῦτο ἐνοι‐ κῆσαι αὐτοῦ, οὐ μήν, ὅ τι καὶ ἄξιον ἐς ἱστορίαν, ὁτιοῦν παρε‐ | |
20 | χόμενον τεκμήριον. συμφέρεται δὲ Ἰταλοῖς τά τε ἄλλα καὶ τῇ | |
ἐς δίαιταν καταστάσει, καὶ ὅπλοις τοῖς αὐτοῖς καὶ σκευῇ ἔτι | 72 in vol. 1 | |
1.73 | καὶ νῦν τῇ αὐτῇ Ῥωμαίων διαχρώμενοι. ἐς δύο μέντοι διῃρη‐ μένον ἀρχάς, ἔστε τὴν Βογδανίαν καὶ αὐτὴν παρ’ Ἴστρον χώ‐ ραν οὐ πάνυ τι εὐνομεῖται. νομίζουσι δὲ ἡγεμόσιν οὐ τοῖς αὐτοῖς διαμένοντες, ἀλλ’ ἐπὶ τὸ ἀεὶ σφίσι πρόσφορον συμμετα‐ | |
5 | βάλλοντες καθιστᾶσιν ἄλλοτε ἄλλους σφίσι τυράννους. Μύρξαν μέντοι τοῦτον, ἄρχοντα τοῦ γένους τοῦδε τὸ παλαιὸν γενόμενον, ἐπικαλεσάμενοι τύραννον σφίσι κατεστήσαντο, συνανελόντες Δᾶνον τὸν πρόσθεν τυραννεύοντα αὐτῶν. Μύρξας μὲν οὖν οὗτος παλλα‐ κίσι ξυγγενόμενος οὐκ ὀλιγάκις, καὶ νόθους ἀπὸ τούτου σχὼν | |
10 | παῖδας ἀνὰ τὴν Δακίαν οὐκ ὀλίγους, ὕστερον προϊόντι τῷ χρόνῳ καὶ τελευτήσαντος Μύρξεω ἀνεφύοντο τῇ Δακίᾳ θαμὰ ἡγεμόνες ἄλλοτε ἄλλοι ἔστε ἐπὶ τόνδε τὸν χρόνον καθιστάμενοι ἐς τὴν ἀρχήν. ἐπὶ τοῦτον δὴ τὸν Μύρξαν, ὑπάρξαντα πρότερον πολέμου ἐς τοὺς βαρβάρους συστρατευόμενον τῷ Σιγισμούνδῳ, Ῥωμαίων | |
15 | αὐτοκράτορι, αἰτιασάμενος Παιαζήτης ὁ Ἀμουράτεω ἐστρατεύετο, καὶ τόν τε Ἴστρον διαβὰς ἤλαυνεν ἐς τὸ πρόσω, τήν τε χώραν ἀνδραποδιζόμενος. Μύρξας δὲ συλλέξας στράτευμα ἀπὸ τῆς χώρας ἐπεξελθεῖν μὲν καὶ διαμάχεσθαι οὐκ ἐποιεῖτο βουλήν, τὰς δὲ γυναῖκας καὶ παῖδας ἐς τὸ ὄρος τὸ Πρασοβὸν κατεστή‐ | |
20 | σατο περιποιούμενος. ἐφείπετο δὲ ὕστερον καὶ αὐτὸς τῷ Παια‐ | 73 in vol. 1 |
1.74 | ζήτεω στρατεύματι διὰ τῶν δρυμώνων τῆς χώρας, οἳ δὴ πολλοί τε ἐνυπάρχουσι καὶ ἁπανταχῇ περιδέουσι τὴν χώραν μὴ βάσιμον εἶναι τοῖς ἐναντίοις, μηδὲ εὐπετῆ χειρωθῆναι. ἐφεπόμενος δὲ ἀπεδείκνυτο ἔργα ἄξια λόγου, μαχόμενός τε, εἴ τι διασπασθὲν | |
5 | τῶν πολεμίων ἐπισιτιούμενόν πῃ τῆς χώρας τράποιτο ἢ ἐπὶ ὑπο‐ ζύγια ληϊζόμενον, καὶ οὕτω τόλμᾳ μεγίστῃ ἐφεπόμενος τῷ στρα‐ τεύματι· περιφανῶς δὲ ἐφεπόμενον αὐτῷ διαμάχεσθαι. καὶ δὴ λέγεται, διαπορευομένῳ τῷ στρατεύματι ἐπέκειτο ἐν λύπῃ πάνυ χαλεπῶς, καὶ ἐξετίθει, καὶ διαφθείρων οὐκ ἀνίει. ἔνθα Βρενέζεω | |
10 | θεράποντος γνώμην ἀποδεικνυμένου, ὥστε ἐνστρατοπεδεύσασθαι τὸν στρατὸν αὐτοῦ καὶ ἀπαλλαγὴν εὕρασθαι, ἀπὸ τούτου μέγα τὸ ἀπὸ τοῦδε εὐδοκιμεῖν παρὰ τῷ βασιλεῖ, καὶ ἐς στρατηγίας χρηματίζοντα ὑπὸ βασιλέως ἐπὶ μέγα χωρῆσαι δυνάμεως. τότε μὲν οὖν αὐτοῦ Παιαζήτης ἐνηυλίσατο, ἐπισχὼν τὴν ἡμέραν ἐκεί‐ | |
15 | νην· τῇ δ’ ὑστεραίᾳ διεπόρθμευσεν, ᾗ ἐδύνατο ἀσφαλέστατα, τὸν στρατὸν διὰ τοῦ Ἴστρου. Οὕτω μὲν οὖν αὐτῷ ὁ ἐπὶ Δακίᾳ στρατὸς ἐπεπρήγει· μετὰ δὲ ταῦτα ἐλαύνων ἐπολιόρκει Βυζάντιον, ἀπὸ αἰτίας τοιᾶσδε. οἱ γὰρ δὴ Ἑλλήνων βασιλεῖς, ὡς αὐτῷ παραγενόμενοι ἐς τὰς | |
20 | θύρας παρῆσαν, καὶ ἐστρατεύοντο ἑκάστου ἔτους. καί ποτε ὄντος βασιλέως ἐν Φερραῖς τῆς Μακεδονίας χώρας καὶ διατρίβοντος, καὶ τοῦ Ἑλλήνων βασιλέως φοιτῶντος ἐνταῦθα ἐπὶ τὰς θύρας καὶ τοῦ τῆς Σπάρτης ἡγεμόνος καὶ Κωνσταντίνου τοῦ Ζάρκου | |
παιδὸς καὶ Στεφάνεω τοῦ Ἐλεαζάρου, ἀφικνεῖται ἀπὸ Πελοπον‐ | 74 in vol. 1 | |
1.75 | νήσου ὁ τῆς Ἐπιδαύρου τὸ παλαιὸν γενόμενος ἄρχων, τοὔνομα Μαμονᾶς, ὃς ἀφικόμενος παρὰ βασιλέα Παιαζήτην ἐνεκάλει τῷ τῶν Ἑλλήνων βασιλέως ἀδελφῷ ὡς ἀφελομένῳ τήν τε Ἐπίδαυ‐ ρον καὶ ποιήσαντι αὐτὸν κακά. ἤχθετό τε τῷ Ἑλλήνων βασιλεῖ | |
5 | Παιαζήτης. ἐνῆγε δὲ ἐς τοῦτο καὶ Ἰωάννης ὁ Ἀνδρονίκου τοῦ βασιλέως παῖς, ὃς παρὼν αὐτοῦ τὴν δίαιταν εἶχεν ἀπὸ Παιαζή‐ τεω. καὶ δὴ λέγεται καὶ ἀνελεῖν ὡρμημένον περὶ ὁμιλίας ἔχοντα, μετέμελεν αὖθις οὐ πολλῷ ὕστερον. ἐπήμυνε δὲ αὐτῷ τὸν ὄλε‐ θρον Ἀλίης ὁ Χαρατίνεω παῖς, ὃς συνήθης αὐτῷ ἐτύγχανεν | |
10 | ὢν καὶ χρήμασιν ὡς τὰ μάλιστα ἐθεραπεύετο ὑπ’ αὐτοῦ. συνιόν‐ τες δὴ οὖν ἐς ταὐτὸ οὖτοι οἱ ἡγεμόνες ἐν τῷ τότε χρόνῳ περὶ τὰς θύρας τοῦ βασιλέως διατρίβοντες, ἐδίδοσαν σφίσι λόγους, ὡς μηκέτι τοῦ λοιποῦ ἀφίξεσθαι ἐπὶ τὰς θύρας. ἐνταῦθα μὲν οὖν ἐγγυᾶται Κωνσταντῖνος ὁ Ζάρκου, Δραγάσεω ἀδελφός, ὃς | |
15 | ἐκείνου τελευτήσαντος τοῦ Ζάρκου ἦν ἀνδρῶν ἄριστος τὰ ἐς σύνεσίν τε καὶ πόλεμον, οὐδενὸς λειπόμενος τῶν ἐς ἐκεῖνον τὸν χρόνον, καὶ πρός τε Ἀλβανοὺς καὶ Τριβαλλοὺς πολεμίους δια‐ πολεμῶν χώραν τε αὑτῷ ὑπηγάγετο οὐ φαύλην, καὶ ἐπὶ τῇ τελευτῇ αὐτοῦ Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ κατέσχε τὴν | |
20 | χώραν καὶ ἐφοίτα ἐς τὰς βασιλέως θύρας. οὗτος ἐγγυᾶται τὴν θυγατέρα τῶν Ἑλλήνων βασιλεῖ, ὥστε ἐμπεδοῦνται σφίσιν αὐτοῖς, | |
ὅσα συνέθεντο ἐς τὴν ἀπόστασιν. ἠγάγετο μέντοι οὗτος Ἐμμα‐ | 75 in vol. 1 | |
1.76 | νουῆλος καὶ πρότερον τὴν τοῦ βασιλέως Κολχίδος θυγατέρα χηρεύουσάν τε, Ζετίνεω δέ τινος Τούρκων ἡγεμόνος γυναῖκα γενομένην, κάλλει τε διαφέρουσαν. ταύτην γὰρ ὡς ἠγάγετο ἀπὸ Κολχίδος ἐς Βυζάντιον, θεασάμενος ὁ πατὴρ αὐτοῦ τότε βασι‐ | |
5 | λεύων, ὡς ἐδόκει αὐτῷ κάλλει τε γυναικῶν πολλῶν εἶναι καλ‐ λίστη καὶ τοῖς ἄλλοις, ᾗ ἐγένετο, ὑπερφέρουσα, ἑαυτῷ τε ταύτην ἠγάγετο, ἀφελόμενος τοῦ παιδός. ἦν δὲ καὶ ἐν νόσῳ τῇ ποδαλγίᾳ διεφθαρμένος, ὥστε μηδὲ ὀρθούμενον στῆναι οἷόν τ’ εἶναι. λέγε‐ ται δὲ οὗτος ταῖς γυναιξὶν ἐπιμαινόμενος κατὰ πολλὰ ἄττα | |
10 | ἀπρεπῆ ἐξενεχθῆναι, ἡδόμενος ταῖς τε ψαλτρίαις καὶ συγγενό‐ μενος ἀποθέσθαι τὴν ἐργασίαν τῆς βασιλείας ἐν ὀλιγωρίᾳ πε‐ ποιημένος, γανύμενός τε περὶ τὰ τοιαῦτα. Οἱ μὲν οὖν ἡγεμόνες ἐν ταῖς θύραις ὄντες τοῦ Παιαζήτεω συνετίθεντο ἀλλήλοις ὡς ἀποστησόμενοι γενομένης τῆς ἐπιγαμίας· | |
15 | μετὰ δὲ ταῦτα, ὡς εἶχεν ἕκαστος, ἀπηλλάττεττο ἐπὶ τὴν ἑαυτοῦ χώραν. καὶ βασιλεὺς μὲν Ἑλλήνων, διαφυγὼν βασιλέα Τούρκων, ἀφικνεῖται ἀπὸ Φερρῶν ἐς Βυζάντιον τεταρταῖος, ᾗ λέγεται, Θεόδωρος δὲ ὁ ἀδελφὸς αὐτοῦ ἀφίκετο ἐπὶ Πελοπόννησον. καὶ οἱ λοιποὶ δέ, ὡς ἕκαστος ἀπήλαυνεν ἐπὶ τὰ ἑαυτοῦ, ἐπιτραπέντες | |
20 | ἰέναι ὑπὸ βασιλέως ἐπὶ τὰ ἑαυτῶν ἤθη ἕκαστος. ὕστερον μέντοι ὡς τοῦ ἐπιγιγνομένου θέρους, ὡς οὐ παρεγένετο Βυζαντίου βασι‐ λεὺς ἐπὶ τὰς θύρας καὶ ἠγγέλλετο τῷ Παιαζήτῃ μηδὲ ἐλθεῖν | |
τοῦ λοιποῦ ἔτι διανοούμενος, ἐπιπέμψας Ἀλίην τὸν Χαρατίνεω, | 76 in vol. 1 | |
1.77 | ἄνδρα δὴ τῶν παρ’ ἑαυτῷ μέγα δυνάμενον, ἐπέτελλε παρεῖναι αὐτὸν ἐς τὰς θύρας παραγενόμενον· εἰ δὲ μή, πόλεμον προαγο‐ ρεύειν αὐτῷ βασιλεῖ. ἐλθὼν μέντοι οὗτος ὁ Ἀλίης ἐς τὸ Βυ‐ ζάντιον δημοσίᾳ μὲν ἔλεγε τὰ ἐπεσταλμένα αὐτῷ ὑπὸ βασιλέως, | |
5 | ἐχρημάτιζε δὲ αὐτῷ, ὡς ἔνιοι λέγουσιν, ἰδίᾳ συγγενόμενος μη‐ δαμῶς ἐλθεῖν ἐπὶ τὰς βασιλέως θύρας. Ἐμμανουῆλος μὲν ἀπε‐ κρίνατο, ὡς πείθεσθαί τε ἕτοιμος εἴη καὶ βασιλεῖ μὴ θαρρῶν οὐκέτι βιωτὸν τὸν βίον αὑτῷ ἡγήσατο, ἀλλ’ ὡς ἐν βραχεῖ παρε‐ σόμενον ἑαυτὸν ὑποδέχοιτο τῷ βασιλεῖ, ᾗ ἂν παραγγέλλοι. ὕστε‐ | |
10 | ρον μέντοι ἀπιόντος Ἀλίεω, ὡς Παιαζήτῃ δῆλα καθειστήκει μηδὲ διανοεῖσθαι αὐτὸν ἰέναι ἐπὶ τὰς θύρας, ἐπήλαυνέ τε καὶ ἐπολιόρκει Βυζάντιον. ἐπελαύνων δὲ τήν τε γῆν ἔκειρε καὶ τὴν χώραν ἑκάστην ἐδῄου, καὶ κώμας ἀνδραποδισάμενος τὰς προα‐ στείους, ὡς οὐδὲν προεχώρει ἡ τοῦ ἄστεος αἵρεσις, ἀπεχώρησεν | |
15 | αὐτὸς ἐπ’ οἴκου. ἐπιπέμπων δὲ στράτευμα πανταχῇ ἀνὰ πᾶν ἔτος ἐπολιόρκει τὴν μακρὰν γενομένην πολιορκίαν ἐπὶ δέκα ἔτη, ἐν οἷς πολλά τε τῆς πόλεως ταύτης ἀπεγένετο ὑπὸ λιμοῦ δια‐ φθαρέντα καὶ ἐπὶ τὸν βάρβαρον ἀπιόντα. τὴν μὲν οὖν Σηλυβρίαν αὐτὸς κατεῖχε Παιαζήτης, ἐπετρόπευε δὲ ταύτης Ἰωάννης ὁ | |
20 | Ἀνδρονίκου παῖς, ὃς διαφυγὼν ἀπὸ Βυζαντίου τὸν πάτρων, ὡς οὐκ ἠδύνατο, παρεῖχεν αὑτόν, ἐς ὅ τί περ ἂν αὐτῷ χρήσαιτο ὁ πάτρως Βυζαντίου τότε βασιλεύων. ὁ δὲ πέμπων αὐτὸν ἐς Ἰτα‐ | |
λίαν, διαπραξόμενον αὐτόν, ὅσα γε δὴ ὑπετίθετο, ἔπεμπε παρὰ | 77 in vol. 1 | |
1.78 | Ἰανυΐους ἐπικουρίας δεησόμενον δῆθεν· κρύφα δὲ πέμπων τοῖς Ἰανυΐοις ἐπέτελλεν ἐν φυλακῇ τε ἔχειν αὐτὸν μηδαμῇ μεθιέντας. ὁ δὲ χρόνου ἐγγινομένου διαφυγὼν τοὺς Ἰανυΐους, καὶ ἀπὸ Ἰτα‐ λίας ἀνέβη παρὰ βασιλέα Παιαζήτην, ὃς πολιορκῶν Βυζάντιον | |
5 | καὶ ἄγων αὐτὸν τήν τε Σηλυβρίαν παρεστήσατο ὁμολογίᾳ καὶ ἐπέστησεν ἄρχοντα. μετὰ δὲ ταῦτα ἐλαύνων ἐπὶ Βυζάντιον, ὡς οὐ προεχώρει αὐτῷ ἡ Βυζαντίου αἵρεσις προσβάλλοντι, λιμῷ ἐξεπολιόρκει. καὶ εἷλεν ἂν τὴν πόλιν, εἰ μὴ ὁ Τεμήρης ἐλαύ‐ νων μεγάλῃ χειρὶ ἠγγέλλετο ἐπ’ αὐτόν· ὅτε δὴ καὶ αὐτὸς ἑάλω | |
10 | ὑπὸ Τεμήρεω καὶ τὰ πολλὰ τῆς ἀρχῆς αὐτοῦ ἀπώλετο τῆς ἐν τῇ Ἀσίᾳ. Ὡς μὲν οὖν τὸ Βυζάντιον Παιαζήτης πολιορκῶν οὐκ ἀνίει, καὶ ἔγνω βασιλεὺς Ἑλλήνων τόν τε λεὼν τετρῦσθαι ἐς τὸ χαλε‐ πώτατον, καὶ οὐκ εἶχεν, ὅπως τοῦ λοιποῦ ἐξαπαλλαγῇ, ἐπέτρεψέ | |
15 | τε τὸ Βυζάντιον τῷ ἀδελφιδῷ Ἰωάννῃ, τῷ Ἀνδρονίκου παιδί. ὡς γὰρ οἱ ἤχθετο Παιαζήτης, ὅτι δι’ αὐτὸν οὐ προεχώρει ἡ Βυζαντίου αἵρεσις, καὶ ἐν ὑπόπτῳ καθειστήκει, ἀποφυγὼν βασιλέα ἐσῄει ἐς Βυζάντιον. καὶ αὐτὸν ἄσμενός τε ἐδέξατο ὁ πάτρως βασιλεὺς Βυζαντίου, καὶ τὴν πόλιν ἐπιτρέψας ᾤχετο ἀποπλέων | |
20 | ἐπὶ Ἰταλίαν, ἐπικουρίας δεησόμενος ἐς τὴν ὑπὸ τῶν πολεμίων πολιορκίαν μακρὰν καθεστηκυῖαν, μὴ περιιδεῖν τὴν πόλιν ἀπολ‐ λυμένην. ὡς δὲ κατὰ τὴν Πελοπόννησον ἐγένετο, κατέθετο μὲν αὐτοῦ ἐν Πελοποννήσῳ τὴν γυναῖκα αὐτοῦ παρὰ τῷ ἀδελφῷ, | |
αὐτὸς δὲ ἀπέπλει ἐς Ἰταλίαν. τραπόμενος δὲ ἐπὶ Ἑνετῶν καὶ | 78 in vol. 1 | |
1.79 | χρηματίσας αὐτοῖς, ὅσα ἠβούλετο, ᾤχετο ἐπὶ τὸν Λιγυρίας τύ‐ ραννον, Μεδιολάνου δὲ ἡγεμόνα· ὁ δὲ φιλοφρονησάμενός τε αὐτὸν τὰ εἰκότα, καὶ χρήματα παρεχόμενος, ἀπέπεμψεν ἐπὶ τῶν Κελ‐ τῶν βασιλέα, ἵππους τε αὐτῷ παρεχόμενος καὶ τῆς ὁδοῦ ἡγεμό‐ | |
5 | νας. ὡς δὲ ἐγένετο ἐπὶ τὸν Γαλατίας βασιλέα, ἐδεῖτο αὐτοῦ μὴ προέσθαι πόλιν βασιλίδα Ἑλλήνων ὑπὸ βαρβάρων πολιορκουμέ‐ νην, προσήκουσαν ἀγχοτάτω τῶν βασιλέων Γαλατίας οἴκῳ. τοῦ‐ τον οὖν μεμηνότα εὑρὼν καὶ ἐν φυλακῇ ὑπὸ τῶν ἀρίστων κατε‐ χόμενον, ὥστε θεραπεύεσθαι τὴν νόσον αὐτοῦ, διέτριβεν αὐτοῦ | |
10 | ἐπὶ συχνόν τινα χρόνον. Κελτῶν δὲ τὸ γένος τοῦτο μέγα τε ὂν καὶ ὄλβιον καὶ παλαιόν τε καὶ ἐφ’ ἑαυτῷ μέγα φρονοῦν, ὑπερέχειν τε τῶν ἄλλων τῶν πρὸς ἑσπέραν ἐθνῶν, ἀξιοῦν ἑαυτῷ μετεῖναι τῆς ἡγεμονίας τε καὶ Ῥωμαίων βασιλείας. ἔστι δ’ ἡ χώρα αὐτῶν | |
15 | πρὸς ἕω μὲν τῇ Λιγύρων χώρᾳ, πρὸς μεσημβρίαν δὲ τῇ Ἰβηρίᾳ, καὶ πρὸς ἄρκτον τῇ Γερμανίᾳ, καὶ πρὸς ἑσπέραν τῷ ὠκεανῷ καὶ ταῖς Βρετανικαῖς νήσοις· διήκει δὲ ἀπὸ Ἄλπεων τῶν ἐκτὸς Ἰταλίας ἔστε ἐπὶ ὠκεανὸν καὶ ἐπὶ Γερμανούς, ὁδὸν ἡμερῶν μάλιστα ἑπτακαίδεκα ἀπὸ Ἰταλίας ἐς ὠκεανόν, ἀπὸ δὲ | |
20 | Ἰβηρίας ἐπὶ Γερμανίαν ὁδὸν μάλιστά πῃ ἐννεακαίδεκα. ἔστι δὲ Παρίσιον πόλις, ἐν ᾗ τὰ Κελτῶν βασίλεια, εὐδαιμονίᾳ τε καὶ ὄλβῳ προφέρουσα. καὶ πόλεις οὐκ ὀλίγαι τῆς Γαλατίας, ὑπ’ αὐτῷ δὲ τῷ βασιλεῖ ταττόμεναι ἐς τὴν σφῶν διοίκησιν. εἰσὶ δὲ ἡγε‐ | |
μονίαι τε καὶ ἡγεμόνες δυνάμει τε προὔχοντες καὶ ὀλβιώτατοι, | 79 in vol. 1 | |
1.80 | ὑπ’ αὐτῷ δὲ τῷ βασιλεῖ ταττόμενοι καὶ ἐς τὰ βασίλεια παρα‐ γενόμενοι αὐτῷ, ὅ τε τῆς Βουργουνδίας ἡγεμὼν χώρας πολλῆς τε καὶ μεγάλης, καὶ πόλεων ἄλλων τε καὶ τῆς Βρουγίων πόλεως καὶ Κλοζίων παραλίων καὶ Γαντύνης πόλεως εὐδαίμονός τε καὶ | |
5 | μεγάλης καὶ μεσογαίου. ἔστι δ’ αὐτῷ ἡ Βρουγίων πόλις πάραλος παρὰ τὸν ὠκεανόν, ἀντικρὺ τῆς Βρετανικῆς Ἀγγλίας οὕτω καλου‐ μένης νήσου, ἐς ἣν ὁρμίζονται νῆες ἀπό τε τῆς ἡμετέρας τῆσδε θαλάσσης καὶ ἀπὸ τῶν ἐς τὸν ὠκεανὸν πόλεων τῆς τε Γερμα‐ νίας, Ἰβηρίας, Ἀγγλίας, Δανίας καὶ τῶν λοιπῶν δυναστειῶν. διέχει | |
10 | δ’ αὕτη ἡ πόλις ἀπὸ Ἀγγλίας σταδίους πεντήκοντα καὶ ἑκατόν. ἡ δὲ χώρα αὕτη καλεῖται Φλανδρία, καὶ εἰσὶ τούτοις τοῖς ἡγε‐ μόσι Βουργουντίας ἔργα ἀποδεδειγμένα ἄξια λόγου ἐς τὴν Κελ‐ τικὴν χώραν πρός τε αὐτὸν βασιλέα τῆς Γαλατίας καὶ πρὸς τοὺς Βρετανούς. μετὰ δὲ ταῦτα ἡγεμὼν ἐπὶ τῆς ἠπείρου Βρετα‐ | |
15 | νίας ἔχεταί γε τῆς γῆς τῆς τοῦ βασιλέως χώρας. ἐπὶ δὲ τούτοις ἡγεμὼν τῆς .... τούτων δὲ ἔχεται χωρῶν ἡγεμόνος Σαβοΐας χώρα, μεγάλη τε καὶ ὑπερκαλλής, ἐπὶ Λιγυρίαν καθήκουσα. πρὸς δὲ τὴν πάραλον χώραν τῆς Γαλατίας ὧδε ἄν μοι διακέοιτο πρὸς ἱστορίαν. ἡ μέντοι Ἰανύη πύλη τις οὖσα τῆς Γαλατίας | |
20 | ἐπέχει χώραν, ἐπὶ τὴν Προβεντίαν καθήκουσα, ἧς ἄρχει ὁ τοῦ | 80 in vol. 1 |
1.81 | οἴκου τοῦ βασιλέως τῆς Γαλατίας Ῥαινέριος βασιλεύς. ἦν μη‐ τρόπολις ἡ Νίτια Προβεντίας. πόλεις δ’ ἔχονται ἥ τε Ἀβινιὼν πόλις, καθ’ ἣν γέφυρα ἐπέστη μεγάλη δὴ τῶν κατὰ τὴν οἰκου‐ μένην ἔστε ἐπὶ Βωκερίνην χώραν ἐλθεῖν. | |
5 | Αὕτη μὲν οὖν ἡ χώρα τῆς Γαλατίας, ὡς συνελόντι διεξιέναι. τὸ δὲ γένος τοῦτο Κελτῶν λέγεται παλαιόν τε καὶ ἔργα πρὸς τοὺς ἀπὸ Λιβύης βαρβάρους ἀποδεδειγμένον λαμπρά, καθ’ ὃν δῆτα χρόνον βασιλεῖς Ῥωμαίων καὶ αὐτοκράτορες ἀπεδεικνύοντο οἱ τῶν Κελτῶν βασιλεῖς. Κάρουλον δὲ μάλιστα δὴ τῶν βασιλέων | |
10 | τούτων τὸν πρὸς τοὺς Λίβυας πόλεμον ἀνελόμενον, συνεπιλαβο‐ μένου τοῦ τε ἀδελφιδοῦ αὐτοῦ Ὀρλανδίου, ἀνδρὸς τόλμῃ τε καὶ ἀρετῇ τὰ ἐς στρατὸν ἐπισήμου γενομένου, καὶ Ῥινάλδου καὶ Ὀλιβερίου καὶ ἄλλων τῶν ταύτῃ ἡγεμόνων, Παλατίνων καλου‐ μένων, συνδιαφερόντων αὐτῷ τὸν πόλεμον, καὶ πολλαχῇ κατὰ | |
15 | τὴν Γαλατίαν μὲν πρῶτα, μετὰ δὲ ταῦτα κατὰ Ἰβηρίαν τρεψά‐ μενον τοὺς ἐναντίους νίκας ἀνελέσθαι περιφανεῖς. καὶ κλέος αὐτῶν ἀνὰ Ἰταλίαν καὶ Ἰβηρίαν καὶ δὴ καὶ Γαλατίαν μέγα ἐς τόνδε ἀεὶ εὐφημούμενον ᾄδεται ὑπὸ πάντων. Λίβυες γὰρ δια‐ βάντες τὸν πρὸς Ἡρακλείους στήλας πορθμὸν κατέσχον τε κατὰ | |
20 | βραχὺ προϊόντες τὴν Ἰβηρίαν, μετὰ δὲ ταῦτα Ναβάρην τε χει‐ | 81 in vol. 1 |
1.82 | ρωσάμενοι καὶ Πορτουγαλλίαν χώραν, ἔστε ἐπὶ Ταρακῶνα ἐλαύ‐ νοντες, τὰ ἐς τήνδε αὖ τὴν χώραν καταστρεψάμενοι ἐσέβαλλον ἐς τὴν Κελτικήν. Κάρουλος μὲν οὖν καὶ οἱ σὺν αὐτῷ πόλεμον ἐξενεγκόντες πρὸς τούσδε τοὺς Λίβυας μεγάλα ἀπεδείκνυντο ἔργα, | |
5 | ἄνδρες γενόμενοι ἀγαθοί, καὶ τῆς τε Κελτιβήρων καὶ Κελτικῆς χώρας ἐξελάσαντες ἐς τὴν Γρανάτην πόλιν ὀχυρωτάτην ἐπὶ τοῦ ὄρους τοῦ ἐς ὠκεανὸν καθήκοντος. παρ’ αὐτὸν δὲ τὸν πορθμὸν κατὰ βραχὺ προϊόντες τήν τε Ἰβηρίας χώραν πολλὴν κατασχόν‐ τες ᾤκουν καὶ συνελαύνοντες ἐπολιόρκουν. καὶ τήν τε χώραν | |
10 | ἀπέδοσαν τοῖς ἑαυτῶν προσήκουσι, τὴν Ἰβηρίαν καὶ Ναβάρην καὶ Ταρακῶνα, καὶ τοὺς σφῶν αὐτῶν προσήκοντας ὑπὸ βαρβάρων πολιορκουμένους ἀπέλυόν τε τῆς πολιορκίας, καὶ τὴν χώραν ἐπι‐ διελόμενοι σφίσιν ᾤκουν, ἀπολαβόντες ἕκαστος τὸ ἀνῆκον αὐτῷ μέρος. καὶ οὗτοι μὲν ταύτῃ κάλλιστα θέμενοι τὸν πόλεμον ἐς | |
15 | τόδε ἀεὶ ὑμνοῦνται ὡς ἄνδρες γενόμενοι ἀγαθοί. καὶ Ὀρλάνδον μὲν τόν γε στρατηγὸν ὑπὸ δίψους ἐκπολιορκηθέντα ἀποθανεῖν, Ῥινάλδον δὲ διαδεξάμενον τὸν πόλεμον καταλιπεῖν τοῖς Ἰβηρίας βασιλεῦσιν. οἱ δὲ διαδεξάμενοι τόνδε τὸν πόλεμον ἐς ἔτι καὶ νῦν τοὺς Λίβυας τούτους ἄγειν καὶ φέρειν νομίζουσι. τὸ δὲ γένος | |
20 | τοῦτο Λιβύων γλώττῃ μὲν διαχρῆται τῇ Ἀραβικῇ, καὶ ἤθεσι δὲ καὶ θρησκείᾳ τῇ Μεχμέτεω, ἐσθῆτι δὲ τοῦτο μὲν βαρβαρικῇ, | |
τοῦτο δ’ αὖ καὶ Ἰβηρικῇ. | 82 in vol. 1 | |
1.83 | Οἱ μὲν οὖν Κελτοὶ ἐς τοῦτο παραγενόμενοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, καὶ γένος οἴονται τὸ ἑαυτῶν εὐγενές τε καὶ διαπρέ‐ πον διὰ πάντων δὴ τῶν πρὸς ἑσπέραν γενῶν. διαίτῃ δὲ χρῶνται οἱ Κελτοὶ ἁβροτέρᾳ τῆς Ἰταλῶν διαίτης καὶ σκευῇ τῇ ἐκείνων | |
5 | παραπλησίᾳ, φωνὴν δὲ προΐενται διενεγκοῦσαν μὲν τῆς Ἰταλῶν φωνῆς, οὐ μέντοι τοσοῦτον, ὥστε δόξαι ἑτέραν εἶναι τῆς Ἰταλῶν φωνῆς τὴν γλῶτταν ἐκείνων. ἀξιοῦσι δὲ πρωτεύειν, ὅποι ἂν παρα‐ γένωνται τῶν ἐς τὴν ἑσπέραν γενῶν. ὑφίεντο μέντοι τῆς ἀγνω‐ μοσύνης ἐπεί τε ὑπὸ Ἄγγλων τῶν τὴν Βρετανίαν οἰκούντων, | |
10 | ἔθνος διαπολεμῆσαν τήν τε χώραν αὐτῶν κατεστρέψαντο καὶ αὐτούς, καὶ τὴν ἡγεμονίαν ἀφελόμενοι, ἐπὶ τὴν μητρόπολιν αὐτῶν Παρίσιον συνελάσαντες ἐπολιόρκουν. τὴν δὲ αἰτίαν αὐτῶν τῆς διαφορᾶς φασι γενέσθαι ὧδε. ἔστι πόλις Καλέση οὕτω καλου‐ μένη ἐν τῇ παραλίῳ χώρᾳ τῆς Κελτικῆς, παρὰ τὸν ὠκεανόν, | |
15 | οὐ πάνυ τι ἐπίσημος, ἐν ἐχυρῷ δὲ ᾠκημένη, ἔς γε τὸν ἀπὸ Γαλατίας ἀπόπλουν ἐς τὴν Βρετανικὴν ἐπιτηδείως ἔχουσα, καὶ ἐν καλῷ τοῦ πορθμοῦ ᾠκημένη παρέχεται ἐντεῦθεν ὁρμωμένοις ἐς τὴν Κελτικὴν ἐσβαλεῖν. ταύτην τὴν πόλιν ὁ τῶν Βρετανῶν βασιλεύς, τοῖς ἐν τῇ πόλει προδοσίαν συνθέμενος, εἷλεν ἐπι‐ | |
20 | βουλῇ, καὶ κατασχὼν ἐτυράννευε ταύτης. ἀπαιτοῦντι δὲ τὴν πόλιν ταύτην τῷ Γαλατίας βασιλεῖ οὐκ ἔφη ἑκὼν εἶναι ἀποδιδόναι, καὶ | |
φρουρὰν ἔφαινον διαπορθμεύοντες ἀπὸ τῆς νήσου ἐπὶ τὴν πόλιν. | 83 in vol. 1 | |
1.84 | τὴν μέντοι πόλιν ἐπελαύνων ἐπολιόρκει ἐπὶ συχνὸν χρόνον· μετὰ δέ, ὡς οὐ προεχώρει αὐτῷ οὐδὲν πολιορκοῦντι, ἀπήγαγε τὸν στρατὸν ἐπ’ οἴκου ἀναχωρῶν. ὕστερον ὁ Βρετανῶν πολύ τι στρά‐ τευμα ἀθροίσας, καὶ διαβάντες ἐς Γαλατίαν τὴν χώραν ἐδῄουν, | |
5 | καί πῃ συμμίξαντες τῇ τῶν Κελτῶν μοίρᾳ οὐκ ὀλίγῃ καὶ μαχε‐ σάμενοι διέφθειρον τὸ πλέον τῆς Κελτικῆς. ἐγένετο δὲ ὧδε. ὡς ἐπὶ διαρπαγὴν τῆς χώρας ἐτράποντο οἱ Ἄγγλοι, ἐπήλαυνον ὀπίσω ἀπάγοντες λείαν· καταλαβόντες δὲ αὐτοὺς οἱ Κελτοί, πρὶν ἢ φθῆναι διασωθέντας ἐς τὴν Καλέσην, περιστῆσαί τε αὐτοὺς | |
10 | κυκλωσαμένους ἔν τινι λόφῳ. ὡς δὲ ἐν ἀπόρῳ τε εἴχοντο οἱ Βρετανοί, μὴ οὐκ ἔχοντες, ὅποι τράπωνται γενόμενοι, διεμηνύοντο, ὥστε τὴν λείαν ἀποδοῦναι καὶ τὰ ὅπλα, ἐφ’ ᾧ ἐπιτραπῆναι σφί‐ σιν ἀσινέσιν ἀπιέναι ἐς τὴν ἑαυτῶν. οἱ δὲ οὐκ ἔφασαν ἐπιτρέπειν ἀπιέναι, εἰ μὴ δώσουσι δίκην, ὧν εἰς τοὺς Κελτοὺς ἐξυβρίσαντες | |
15 | τὴν χώραν αὐτῶν διαρπάζουσιν. ἐνταῦθα, ὡς ἔγνωσαν οἱ Βρετανοὶ ἐς τὸ ἔσχατον τοῦ κακοῦ ἀφιγμένοι, μαχόμενοι τοῖς Κελτοῖς ὀλίγοι πρὸς πολλοὺς ἄνδρες ἐγένοντο ἀγαθοί· τρεψάμενοι δὲ τοὺς ἐναντίους ἐδίωκον φεύγοντας, καὶ διέφθειρον αὐτοῦ ταύτῃ πολλούς. Κελτοὺς δέ, φασί τινες, φεύγειν αὐτοὺς ἐν ταῖς μάχαις οὐ | |
20 | θέμις νομίζεται, ἀλλὰ μαχομένους αὐτοῦ τελευτῆσαι· καὶ ἀπὸ | 84 in vol. 1 |
1.85 | τούτου Κελτοὶ σφᾶς ἀξιοῦσι προέχειν τῶν ἄλλων γενναιότητι καὶ ἐπισημοτάτους εἶναι ἁπάντων. τοὺς μέντοι Βρετανοὺς ἀπὸ τοῦδε ἀδεέστερον ἤδη χωρεῖν ἐπὶ τὰς πόλεις τῶν Κελτῶν πολιορκοῦντας καὶ κατὰ βραχὺ προϊόντας, μαχέσασθαί τε τὴν μάχην ἐν τῷ | |
5 | λύπης πεδίῳ οὕτω καλουμένῳ· ἐν ᾧ οὐδὲν πλέον ἔχοντες οἱ Ἄγγλοι τῇ προτεραίᾳ ἐνηυλίσαντο, καὶ μετὰ ταῦτα τῇ ὑστεραίᾳ μαχεσάμενοι ἐφόνευον τοὺς Κελτοὺς μαχομένους φύρδην τε καὶ ἀναμὶξ καὶ χωρὶς ὡς ἕκαστον ἐπιχωροῦντα, ὥστε ἀποθανεῖν, τὴν μέντοι χώραν σχεδόν τι σύμπασαν ὑπαγόμενοι οἱ Βρετανοὶ ἐχώ‐ | |
10 | ρουν ἐπὶ τὰ βασίλεια, τὴν πόλιν αὐτοῦ τοῦ Παρισίου. καὶ ἦσαν δὲ τὰ Κελτῶν πράγματα προσδόκιμα ἐπὶ τὸν ἔσχατον ἤδη ἀφί‐ ξεσθαι κίνδυνον. δεισιδαιμονοῦσι τοῖς Κελτοῖς, ὡς τοιαύτῃ κατεί‐ χοντο συμφορᾷ, καθ’ ὃν δὴ χρόνον ἄνθρωποι μάλιστα εἰώθασιν ὡς τὰ πολλὰ ἐπὶ δεισιδαιμονίαν τρέπεσθαι, γυνή τις τὸ εἶδος | |
15 | οὐ φαύλη, φαμένη ἑαυτῇ χρηματίζειν τὸν θεόν, ἡγεῖτό τε τῶν Κελτῶν ἐπισπομένων αὐτῇ καὶ πειθομένων. ἐξηγεῖσθαί τε τὴν γυναῖκα, ᾗ δὴ ἔφασκε σημαίνεσθαι ἑαυτῇ ὑπὸ τοῦ θείου, προελθεῖν τε συλλεγομένους 〈ἐπὶ〉 τοὺς Βρετανοὺς καὶ ἀναμαχομένους. οὐδὲν πλέον ἐχόντων τῶν Ἄγγλων ἐπηυλίσαντό τε αὐτοῦ, καὶ τῇ ὑστε‐ | |
20 | ραίᾳ αὖθις ἤδη θαρροῦντες τῇ γυναικὶ ἐξηγουμένῃ ἐπὶ τὴν μά‐ χην ἐπῄεσαν, καὶ μαχεσάμενοι ἐτρέψαντό τε τοὺς πολεμίους καὶ ἐπεξῆλθον διώκοντες. μετὰ δὲ ταῦτα ἥ τε γυνὴ ἀπέθανεν ἐν τῷ πολέμῳ τούτῳ, καὶ οἱ Κελτοὶ ἀνέλαβόν τε σφᾶς καὶ ἐρρωμενέ‐ στεροι ἐγένοντο πρὸς τοὺς Βρετανοὺς μαχόμενοι, καὶ τὰς πόλεις | |
25 | σφῶν ἀπολαμβάνοντες διεσώζοντο αὖθις τὴν βασιλείαν αὐτῶν, | 85 in vol. 1 |
1.86 | ἄχρις οὗ πολλάκις διαβάντων ἐς τὴν Γαλατίαν στρατῶν πολλῶν καὶ μεγάλων ἀπὸ Βρετανίας. μαχεσαμένους οἱ Κελτοὶ φέρονται πλέον τῶν Βρετανῶν, ἐς ὃ δὴ συνελαύνοντες αὐτοὺς ἐς τὴν Καλέσην ἐξελάσαι αὐτοὺς ἐκ τῆς χώρας. | |
5 | Βρετανικαὶ νῆσοι καταντικρὺ τῆς Φλανδρίας τρεῖς οὖσαι, ἐπὶ μήκιστον δὲ τοῦ ὠκεανοῦ καθήκουσαι, ὁτὲ μὲν μία νῆσος τυγχάνει οὖσα, ὁπότε πλημμυρία, ὁτὲ δ’ αὖθις τρεῖς, ὁπότε τὰ ὕδατα ἐς ἄμπωτιν γινόμενα ἀναστρέφοιτο. δικαιοτέρα δ’ ἂν λέγοιτο μία αὕτη ἡ νῆσος, ἐπεὶ καὶ μία τε οὖσα καὶ κατ’ αὐτὸ | |
10 | διήκουσα πολιτεύεται, φρονοῦσά τε κατὰ ταὐτὸ καὶ ὑφ’ ἑνὸς ἀρχομένη τὰ ξύμφορα ἑαυτῇ ἐπισκοπεῖ. ἔστι δ’ ἡ περίοδος τῆσδε τῆς νήσου ἐς πεντακισχιλίους μάλιστα σταδίους. γένος δὲ ἐνοικεῖ τὴν νῆσον πολύ τε καὶ ἄλκιμον, πόλεις τε ἔνεισιν αὐτοῦ μεγάλαι τε καὶ ὄλβιαι, καὶ κῶμαι ὅτι πλεῖσται. ἔστι δ’ αὐτοῖς βασιλεύς, | |
15 | καὶ μητρόπολις αὐτῶν, ἐν ᾗ καὶ βασίλεια, Λόνδραι, τοῦ βασι‐ λέως, ὑπ’ αὐτὸν δὲ ἡγεμονίαι ἐν τῇ νήσῳ ταύτῃ οὐκ ὀλίγαι, κατὰ ταὐτὰ τοῖς Κελτοῖς διατιθέμεναι τῷ σφετέρῳ βασιλεῖ· οὔτε γὰρ ἂν ῥᾳδίως ἀφέλοιτο βασιλεὺς τούτων τινὰ τὴν ἡγεμονίαν, | |
οὔτε παρὰ τὰ σφῶν ἔθιμα ἀξιοῦσιν ὑπακούειν τῷ βασιλεῖ. ἐγέ‐ | 86 in vol. 1 | |
1.87 | νοντο δὲ τῇ νήσῳ ταύτῃ ξυμφοραὶ οὐκ ὀλίγαι, παραπαιούσῃ αὐτῇ, ἐς διαφορὰν ἀφικνουμένων τῶν ἡγεμόνων πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους. ἄλλα τε καὶ δὴ φέρει ἡ νῆσος αὕτη, οἶνον δὲ οὐδαμῇ, οὐδὲ ὀπώρας πάνυ τι, σῖτον δὲ καὶ κριθὰς καὶ | |
5 | μέλι. καὶ ἔρια ἔστιν αὐτοῖς, οἷα κάλλιστα τῶν ἐν ταῖς ἄλλαις χώραις, ὥστε καὶ ὑφαίνεσθαι αὐτοῖς πάμπολύ τι πλῆθος. ἱμα‐ τίων. νομίζουσι δὲ γλώσσῃ ἰδίᾳ πάμπαν, καὶ οὐδενὶ συμφέρεται ἐς τὴν φωνήν, οὔτε Γερμανοῖς, οὔτε Κελτοῖς, οὐδὲ ἄλλῳ οὐδενὶ τῶν περιοίκων. σκευῇ δὲ τῇ αὐτῇ χρώμενοι τοῖς Κελτοῖς, καὶ | |
10 | ἤθεσί τε τοῖς αὐτοῖς καὶ διαίτῃ. νομίζεται δὲ τούτοις τά τ’ ἀμφὶ τὰς γυναῖκάς τε καὶ τοὺς παῖδας ἁπλοϊκώτερα, ὥστε ἀνὰ πᾶσαν τὴν νῆσον, ἐπειδάν τις ἐς τὴν τοῦ ἐπιτηδείου αὐτῷ οἰκίαν ἐσίῃ καλούμενος, κύσαντα τὴν γυναῖκα οὕτω ξενίζεσθαι αὐτόν. καὶ ἐν ταῖς ὁδοῖς δὲ ἁπανταχῇ παρέχονται τὰς ἑαυτῶν γυναῖκας [ἐν] | |
15 | τοῖς ἐπιτηδείοις. νομίζεται δὲ τοῦτο καὶ ἐς τὴν Φραντάλων χώ‐ ραν, τὴν ταύτῃ πάραλον, ἄχρι Γερμανίας. καὶ οὐδὲ αἰσχύνην τοῦτο φέρει ἑαυτοῖς κύεσθαι τάς τε γυναῖκας αὐτῶν καὶ τὰς θυγατέρας. Λονδρῶν δὲ ἡ πόλις δυνάμει τε προέχουσα τῶν ἐν τῇ νήσῳ ταύτῃ πασῶν πόλεων, ὄλβῳ τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ | |
20 | οὐδεμιᾶς τῶν πρὸς ἑσπέραν λειπομένη, ἀνδρίᾳ τε καὶ τῇ ἐς τοὺς πολέμους ἀρετῇ ἀμείνων τῶν περιοικούντων καὶ πολλῶν ἄλλων | |
τῶν πρὸς ἥλιον δύνοντα. ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν Ἰταλι‐ | 87 in vol. 1 | |
1.88 | κοῖς καὶ ξίφεσιν Ἑλληνικοῖς, τόξοις δὲ μακροῖς, ὥστε καὶ ἱστῶν‐ τας ἐς τὴν γῆν αὐτοὺς τοξεύειν. Ποταμὸς δὲ παρ’ αὐτήν γε τὴν πόλιν ῥέων, σφοδρός τε καὶ μέγας, ἐς τὸν πρὸς Γαλατίαν ὠκεανὸν ἐκδιδοῖ, ἀπὸ τῆς | |
5 | πόλεως ἐς σταδίους δέκα τε καὶ διακοσίους ἐπὶ θάλασσαν, καὶ πλημμυρίᾳ ἀναβαίνειν τὰς ναῦς εὐπετῶς πάνυ ἐπὶ τὴν πόλιν· κἂν μέντοι ἐπιστρέφῃ τὰ ὕδατα τὰ ἔμπαλιν γινόμενα, χαλεπῶς ἐπὶ τὰ ῥεύματα ἀνιόντα, ἀντικόπτειν ἐπὶ τὴν πόλιν ἰόντα. κατὰ μέντοι ἄμπωτιν, ἔν τε τῇ παραλίῳ χώρᾳ τῆς γε Κεντίας καὶ | |
10 | ἐν αὐτῇ τῇ νήσῳ, ἐς ἄμπωτιν γινομένων τῶν ὑδάτων τὰς ναῦς ἐπὶ ξηρὰν γίνεσθαι, περιμενούσας, ἐς ὃ ἀναπλημμυρίζει αὖθις τὰ ὕδατα. πλημμυρεῖ δὲ ἐς τὸ μέγιστον ἐπὶ πήχεις βασι‐ λικοὺς πεντεκαίδεκα, τοὐλάχιστον δὲ ἐπὶ ἕνδεκα. νυκτὸς μὲν οὖν καὶ ἡμέρας ἀπορρέοντα πλημμυρεῖ αὖθις ἐπανιόντα. σελήνης | |
15 | δὲ κατὰ μέσον οὐρανὸν γιγνομένης, ἔστε τὸν καθ’ ἡμᾶς καὶ ἐς τὸν ὑπὸ τὴν γῆν ὁρίζοντα, τρέπεσθαι ἐπὶ τὴν ἐναντίαν τὰ ὕδατα κίνησιν. Χρὴ οὖν διασκοπεῖσθαι περὶ τῆς κινήσεως ταύτης τῶν ὑδάτων τῇδ’ ἐπισκεπτομένους. τὴν γὰρ σελήνην ἐπιτροπεύειν τε | |
20 | τὴν τῶν ὑδάτων φύσιν ὑπὸ θεοῦ τετάχθαι οἰόμεθα. οὐκ ἂν δὴ | |
ἀσυμφώνως ἔχειν πρός τε τὴν φύσιν τε αὐτῆς καὶ τὴν κρᾶσιν, | 88 in vol. 1 | |
1.89 | ἣν εἴληχε τὴν ἀρχὴν ὑπὸ θεοῦ τοῦ μεγάλου βασιλέως, πρὸς μὲν τὴν κίνησιν αὐτῆς μετεωρίζουσαν ἐφέλκεσθαί τε ἐφ’ οἷ τὰ ὕδατα, ἐς ὃ ἐπὶ τὴν μεγίστην ἀνάβασιν γένηται τοῦ οὐρανοῦ, κἀντεῦθεν αὖθις κατιοῦσαν ἐπανιέναι τὰ ὕδατα, μηκέτι συνανι‐ | |
5 | όντα αὐτῇ ἐς τὴν ἄνοδον· ἐπειδὰν δὲ αὖθις ἐς τὴν κάθοδον γινομένη ἄρξηται γίνεσθαι ἐς τὸ ἄναντες, τὸ ἐντεῦθεν αὖθις ἐπανιόντα πλημμυρεῖν. συμβαίνει μέντοι καὶ ὑπὸ πνευμάτων ἐς τοῦτο συμβαλλομένων κινεῖν ἔτι μᾶλλον τὰ ὕδατα, ὅθεν ἂν δεχό‐ μενα ᾖ τὴν ἀρχὴν τῆς κινήσεως. φέροιτο δ’ ἂν ταῦτα κινούμενα | |
10 | διττὴν τήνδε τὴν κίνησιν ἐπὶ τὴν τοῦ παντὸς τοῦδε τοῦ οὐρανοῦ κίνησιν, τήν τε αὐθαίρετον καὶ δὴ βίαιον γενομένην, ὡς ἂν μὴ ἐς σύμφωνόν τινα ἁρμονίαν γινομένης τῆς κινήσεως, πολυειδῆ τε καὶ ὡς μάλιστα, ᾗ ἂν τὸ ἥδιστον ἐπί τε τῇ θεωρίᾳ καὶ ὄψει καὶ ἀκοῇ, καὶ ἐς ὅρον τινὰ σύμφωνον τῇ τοῦ παντὸς τοῦδε ψυχῇ, | |
15 | ὡς ἂν αἰσθομένῃ μᾶλλόν τι ἐνεγκουσῶν τῶν κινήσεων καὶ ἀλλήλαις συμφερομένων ἔς τινα ὁμοειδῆ συμφωνίαν ἔχειν τὴν ἄλλην τὸ ἥδεσθαι. ἐντεῦθεν τήν τε ψυχῆς κίνησιν, τὴν ἀρχὴν ἐκεῖθεν λαμ‐ βάνουσαν, ἐπὶ τὴν διττὴν ἐκείνην φορὰν κινεῖν αὖθις τὰ σώματα, αὔξοντά τε δὴ καὶ φθίνοντα. καὶ μὲν δὴ καὶ ἐπὶ κίνησιν τήνδε | |
20 | τὴν ὁρμὴν ὑποδέχεται τῷ παντὶ τῷδε συμφερομένην ἡ ἡμετέρα ψυχή. τῇ μὲν αὐθαιρέτῳ τήν τε γένεσιν καὶ αὔξησιν ἕπεσθαι ἀνάγκῃ, τῇ δ’ αὖ βιαίῳ καὶ ἀκουσίῳ κινήσει τήν τε φθίσιν αὖ | |
καὶ τὴν τελευτὴν ἐπισπομένην συμβαίνειν τοῖς τῇδε οὖσι. | 89 in vol. 1 | |
1.90 | Ταῦτα μὲν ἔστε τὴν τοῦ ὠκεανοῦ κίνησιν καὶ τὴν τῇδε αὖ διττὴν ζῴων ἐμψύχων κίνησιν, ὅσα τε ψυχὴν ἴσχει ἐνταῦθα καὶ κίνησιν κινεῖται ἡντιναοῦν. τὰ μέντοι ἐς τήνδε τὴν θάλασσαν ὕδατα οὐ τὴν αὐτὴν ἐκείνην ἀνάγκῃ κινεῖσθαι κίνησιν, ἀλλ’ ὡς | |
5 | ἔχει τε ἕκαστα πνευμάτων τε καὶ τόπων ἐς τὴν κίνησιν βιαζο‐ μένων αὐτά, ᾗ φύσεως ἔχοι ἂν καὶ ῥοπῆς, πρὸς ἣν ἂν κινοῖτο δὴ ταῦτα κίνησιν. Ταῦτα μὲν οὖν ἐς τὴν τῶν ὑδάτων τοῦ ὠκεανοῦ κίνησιν καὶ ἐπὶ πλεῖστον δὲ τῆσδε τῆς θαλάσσης ἐς τοσοῦτον ἀπερρίφθω· | |
10 | ἐπάνειμι δὲ ἐπ’ ἐκεῖνα τῆς ἀφηγήσεως, ὅθεν ταύτῃ ἀπετραπό‐ μεθα. βασιλεὺς γὰρ δὴ Ἑλλήνων, ὡς ἐπὶ τὸν βασιλέα Κελτῶν ἀφίκετο, φρενίτη τε ὄντα δὴ κατέλαβεν, οὐκ ἐξεγένετό οἱ ὁτῳοῦν ἄλλῳ τῶν κατὰ τὴν Γαλατίαν ἡγεμόνων, 〈ὧν〉 ἕνεκα ἀφίκετο, χρη‐ ματίσαι· καὶ διὰ ταῦτα συμβουλευόντων τῶν αὐτοῦ ταύτῃ ἀρίστων | |
15 | ἐπέμενε θεραπευθῆναι τὸν βασιλέα, συχνόν τινα διατρίβων αὐτοῦ χρόνον. ὡς δὲ ἐπετείνετο ἐπὶ μακρότερον τοῦ νοσήματος, οὐχ οἷός τε ἦν ἔτι ἐπιμένειν αὐτῷ, ὑπέστρεψε διὰ Γερμανίας τε καὶ Παιονίας. Παιαζήτης δὲ τό τε Βυζάντιον ἐπολιόρκει προσέχων ἐντεταμένως, καὶ ἐπὶ Πελοπόννησον πέμψας στρατόν, ἀποκρούων | |
20 | μυριάδας πέντε, καὶ Ἰαγούπην τὸν τότε αὐτῷ Εὐρώπης στρατη‐ γόν, αὐτὸς εἶχεν ἀμφὶ τῇ ἑαυτοῦ ἀρχῇ τῇ περὶ τὸ Βυζάντιον. Ἰαγούπης μὲν σὺν τῷ Βρενέζῃ, τότε δὴ ἀρξαμένῳ εὐδοκι‐ μεῖν, ἐσέβαλον ἐς τὴν Πελοπόννησον· καὶ Βρενέζης μὲν πολλάκις ἐσβαλὼν καὶ τότε καὶ μετὰ ταῦτα ἐδῄου τὴν Πελοπόννησον, ἀλλὰ | |
25 | καὶ τὰ περὶ Κορώνην τε καὶ Μεθώνην χωρία, Ἰαγούπης δὲ ὁ | 90 in vol. 1 |
1.91 | τῆς Εὐρώπης ἡγεμὼν ἀφικόμενος ἐς τὸ Ἄργος ἐπολιόρκει. τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον κατεῖχον 〈οἱ Ἑνετοί〉. ἀπέδοτο δὲ Θεό‐ δωρος ὁ τῆς Σπάρτης ἡγεμών, ὡς ἀπέγνω τοῖς Ἕλλησι τὴν σωτη‐ ρίαν τῷ τε Βυζαντίῳ, πρὸς δὲ καὶ τῇ Πελοποννήσῳ, καὶ ἐπὶ ξυροῦ | |
5 | ἀκμῆς ἤδη ἑστηκότα τὰ τῶν Ἑλλήνων πράγματα· τό τε Ἄργος ὅμορον ὂν Ναυπλίῳ, πόλει τῶν Ἑνετῶν, ἀπέδοτο οὐ πολλοῦ. καὶ Σπάρτην δὲ τοῖς ἀπὸ Ῥόδου Ναζηραίοις ἐς λόγους ἀφικόμενος ἀπέδοτο πολλοῦ τινός. οἱ μὲν Σπαρτιᾶται, ὡς ᾔσθοντο προδεδο‐ μένοι ὑπὸ τοῦ σφῶν αὐτῶν ἡγεμόνος, ἀπῆν γὰρ τότε, ἐνάγοντος | |
10 | τοῦ Σπάρτης ἀρχιερέως κοινῇ τε συνιόντες σφίσι λόγον ἐδίδοσαν, καὶ συνίσταντο ἀλλήλοις, καὶ συνετίθεντο ὡς οὐδενὶ ἐπιτρέψοντες εἰσελθεῖν ἐς τὴν πόλιν τῶν Ναζηραίων, πᾶν δέ, ὅ τι ἂν δέοι, χαλεπὸν πεισομένους πρὸ τοῦ Ναζηραίοις τοῖς Λατίνων πείθε‐ σθαι. ἐστήσαντο δὲ σφίσι καὶ τόν γε ἀρχιερέα ἄρχοντα ἐπὶ | |
15 | τούτῳ. καὶ ἐλθόντων τῶν Ναζηραίων προηγορεύοντο ἀπαλλάσσε‐ σθαι τὴν ταχίστην· εἰ δὲ μή, περιέψεσθαι ὡς πολεμίους. οὗτοι μὲν οὖν ᾤχοντο ἀπαλλασσόμενοι ὡς ἐπὶ τὸν ἡγεμόνα, ὡς οὐδὲν ἐς τοῦτο σφίσι προεχώρει· Θεόδωρος δὲ ὁ τῆς Σπάρτης ἡγεμὼν, ὡς ᾔσθετο τὸ πρᾶγμα, ὡς τοὐναντίον, ἢ ἐβούλετο, περιέστη αὐτῷ, | |
20 | λόγους τε ἔπεμπεν αὖθις παρὰ τοὺς Σπαρτιάτας, ἀποπειρώμενος, εἰ δέξαιντο ἔτι αὐτὸν αὖθις ἐπανιόντα. ὡς δὲ διαπειρωμένου | |
προσίεντο τοὺς λόγους, ἐσῄει δὲ τὴν πόλιν, ὅρκια ποιησάμενος | 91 in vol. 1 | |
1.92 | μηκέτι τοῦ λοιποῦ ἐπὶ νοῦν βαλέσθαι τοιοῦτον. τότε οἱ Οὐενετοὶ φρουρὰν ἐς τὴν ἀκρόπολιν ἀποφηνάμενοι κατεῖχον. ἐπὶ τοῦτο δὲ τὸ Ἄργος Ἰαγούπης ὁ Παιαζήτεω βασιλέως στρατηγὸς ὡς ἐστρα‐ τεύετο, ἐπολιόρκει τε ἀνὰ κράτος, καὶ προσβάλλων τῷ τείχει | |
5 | θαμὰ οὐκ ἀνίει. μετὰ δὲ οὐ πολὺν χρόνον, ὡς ἀπὸ δυοῖν ἅμα τόποιν προσβάλλων ἐπειρᾶτο τοῦ χωρίου, γίνεταί τι δεῖμα τοῖς ἐν τῇ πόλει πανικὸν τοῖς ἐπὶ τῷ εὐωνύμῳ τῆς πόλεως μέρει ἀμυνομένοις, ὡς δόξαν αὐτοῖς ἄνθρωπόν τινα τῶν ἐπιχωρίων φήσαντα εἰπεῖν, ὡς ἑάλω ἡ πόλις ἀπὸ τοῦ δεξιοῦ, καὶ ἐκλιπόν‐ | |
10 | τας τὸ χωρίον τοῦτο ἰέναι δρόμῳ ἐπὶ τὸ δεξιόν, ἐνταῦθα δὲ ἀναβεβηκότας τὸ τεῖχος τοὺς πολεμίους ταύτῃ ἑλεῖν τε κατὰ κράτος τὴν πόλιν καὶ ἀνδραποδίσασθαι πόλιν περιφανῆ τε καὶ παλαιάν. ἀνδράποδα δὲ λέγεται γενέσθαι ἐντεῦθεν τοῖς Τούρκοις ὡς τρισμύρια. κατοικίσαι μὲν τούτους λέγεται βασιλεὺς ἐς τὴν | |
15 | Ἀσίαν· οὐκ ἔχω δὲ τοῦτο συμβάλλεσθαι, ὡς εἴη ἀληθές, οὐ δυνάμενος ἐξευρεῖν διαπυνθανομένῳ, ὅποι τῆς Ἀσίας οὗτοι κατῴ‐ κηνται ὑπὸ Παιαζήτεω βασιλέως. Ἰαγούπης μὲν οὖν, ὡς τὸ Ἄργος ἠνδραποδίσατο, ἀπήγαγε τὸν στρατόν· μετὰ δὲ ταῦτα Βρενέζης τε αὐτίκα ἐπὶ μέγα ἐχώρει | |
20 | δυνάμεως, ἐμβάλλων τε ἐς τὴν Πελοπόννησον καὶ ἐς τὴν παρά‐ λιον Μακεδονίαν ἐπὶ τοὺς Ἀλβανούς, μεγάλα καὶ ἐπίσημα ἔργα ἀποδεικνύμενος τῷ τοῦ βασιλέως οἴκῳ, στρατηγὸς μὲν οὐκέτι | |
ἀποδειχθεὶς ὑπὸ βασιλέως, τῶν δὲ Τούρκων ἑπομένων αὐτῷ, | 92 in vol. 1 | |
1.93 | ὅποι ἂν ἐξηγοῖτο, ὡς εὐτυχεῖ τε γενομένῳ τὰ ἐς πόλεμον καὶ πλουτίζοντι τὰ στρατεύματα, ὅποι ἂν ἐπίοι στρατευόμενος. τοὺς γὰρ δὴ ἱπποδρόμους καλουμένους τοῦ γένους τοῦδε, μήτε μισθόν, μήτε ἀρχὴν ἔχοντας ὑπὸ τοῦ βασιλέως, ἐπὶ διαρπαγήν τε καὶ | |
5 | λείαν ἀεὶ διωσθέντας ἕπεσθαι, ὅποι ἄν τις ἐξηγῆται αὐτοῖς ἐπὶ τοὺς πολεμίους, αὐτίκα ἕκαστον ἱππεύοντά τε καὶ ἕτερον ἀγόμε‐ νον ἵππον ἐς τὸν ὑπόδρομον τῆς λείας, ἐπὰν δὲ ἐν τῇ πολεμίᾳ γένωνται, σύνθημα λαμβάνοντες ὑπὸ τοῦ στρατηγοῦ, ἀναβάντες, οὓς περιάγουσιν ἵππους, θεῖν ἀνὰ κράτος, μηδέν τι ἐπέχοντας, | |
10 | καὶ σκεδαννυμένους σύντρεις διαρπάζειν ἀνδράποδα, καὶ ὅ τι ἐς ἄλλο προχωροίη. ταύτῃ ἐπίσταμαι τούς τε μετὰ Ἀμουράτεω τοῦ Ὀρχάνεω καὶ τοὺς τότε δὴ ἐπὶ Παιαζήτεω διαβάντας ἐς τὴν Εὐρώπην ὠθῆσαί τε καὶ ταύτῃ ἑλομένους σφίσι βιοτεύειν, καὶ ἐπιδόντας παραχρῆμα ἐνίους μέγα ὀλβίους ἐν βραχεῖ γίνεσθαι, | |
15 | ἀπανταχῇ τε τῆς Εὐρώπης οἰκήσαντας, ἀπὸ τῆς τῶν Σκοπίων πόλεως ἐπὶ τὴν Τριβαλλῶν χώραν καὶ Μυσῶν καὶ κατὰ τὴν Μακεδονίαν, μετὰ δὲ ταῦτα περὶ Θετταλίαν οἰκῆσαι πολλούς. Ἐπὶ μὲν οὖν Παιαζήτεω λέγεται μοῖραν οὐκ ὀλίγην Σκυθῶν ἐπὶ Δακίαν ἐλθοῦσαν πρεσβεύσασθαι πρὸς Παιαζήτην, αἰτεῖσθαι | |
20 | αὐτῶν τοὺς ἡγεμόνας χρήματά τε καὶ ἀρχήν, ἐφ’ ᾧ διαβάντας | |
τὸν Ἴστρον συνδιαφέρειν αὐτῷ τοὺς ἐπὶ τῇ Εὐρώπῃ ἐναντίους | 93 in vol. 1 | |
1.94 | πολέμους. τὸν δὲ ἡδόμενον τῷ λόγῳ προσίεσθαι τὴν αἴτησιν αὐτῶν καὶ ὑπισχνεῖσθαι μεγάλα. διαβάντων δὲ ἐκείνων κατοικίσαι αὐτοὺς ἀνὰ τὴν Εὐρώπην, θεραπεύοντας τοὺς ἡγεμόνας αὐτῶν ἀνὰ μέρος ἕκαστον, καὶ σκεδασθέντας οὕτω αὐτοὺς χρησίμους | |
5 | γενέσθαι ἔστε ἱπποδρόμους καὶ ἐς πόλεμον. ὕστερον μέντοι Παια‐ ζήτης ὀρρωδῶν, μή τι νεωτερίσωσιν οἱ ἡγεμόνες αὐτῶν συνιόντες σφίσι, συλλαβὼν τούτους ἀπέκτεινε. τῶν δὲ Σκυθῶν καὶ νῦν ἔτι ἀνὰ τὴν Εὐρώπην πολύ τι πλῆθος πολλαχῇ σκεδασθέντων ἔστιν ἰδεῖν. καὶ ὑπὸ Ἀμουράτεω μέντοι ἐν τῇ Μακεδονίᾳ ἡ περὶ Θέρ‐ | |
10 | μην καὶ παρὰ Ἀξιὸν ποταμὸν χώρα κατῴκισται, ἀγαγόντος μέγα τι πλῆθος Τούρκων τε ἐς τοῦτον τὸν χῶρον καὶ κατοικίσαντος. καὶ τὸ τῆς Ζαγορᾶς πέδον οὕτω καλούμενον ὑπὸ Ἀμουράτεω κατῳκίσθη, καὶ ἡ Φιλιπποπόλεως χώρα. ἡ μέντοι Χερρόνησος ἡ ἐν τῷ Ἑλλησπόντῳ καὶ πρότερον ὑπὸ Σουλαϊμάνεω κατῳκίσθη | |
15 | τοῦ ἀδελφοῦ. Θετταλία δὲ καὶ ἡ περὶ τὰ Σκόπια χώρα καὶ ἡ Τριβαλλῶν ἀπὸ Φιλιπποπόλεως ἔστε ἐπὶ τὸν Αἷμον καὶ τὴν Σοφίαν οὕτω καλουμένην κώμην, Παιαζήτης ὁ Ἀμουράτεω κατοι‐ κίσας τήν τε Ἰλλυριῶν καὶ Τριβαλλῶν ἐληΐζετο χώραν. ἐπιδιδόασι μὲν οὗτοι οἱ χῶροι πρός γε πολεμίων, καὶ ὕστερον μετὰ ταῦτα | |
20 | ἑτέρων ἐκ τοῦ ταύτῃ ἐπιρρεόντων αὐτοῦ, ὥσπερ ἂν ἐπυνθάνοντο | |
ἐπιτηδείως σφίσιν ἔχειν τὴν χώραν πρός τε ἀνδράποδα καὶ ἐς | 94 in vol. 1 | |
1.95 | τὴν ἄλλην οὐσίαν τὴν ἀπὸ τῶν πολεμίων, καὶ ὅπῃ ἂν μάλιστα μὴ ἀντικόπτῃ ὑπὸ τῶν πολεμίων. Παιαζήτης δὲ ὡς ἐς τὴν Ἀσίαν διαβὰς ἐπὶ Ἐρτζιγγάνην πολιορκῶν παρεστήσατο, προϊὼν Μελιτηνὴν τὴν ἐπὶ τῷ Εὐφράτῃ ἐπολιόρκει τε καὶ προσέβαλε μηχανὰς παν‐ | |
5 | τοίας προσάγων τῷ τείχει. καὶ ἐπὶ χρόνον μὲν ἀντεῖχε, μετὰ δὲ ταῦτα προσεχώρησε καθ’ ὁμολογίαν. Ἐν ᾧ δὲ ἥ τε Μελιτηνὴ ἐπολιορκεῖτο ὑπὸ Παιαζήτεω καὶ ἠγγέλλετο τῷ βασιλεῖ, ὡς ἑάλω Μελιτηνή, παρόντες καὶ τότε οἱ Τούρκων τῆς Ἀσίας ἡγεμόνες ἔπραττον, ὅπως κατάγοιντο ὑπὸ | |
10 | Τεμήρεω βασιλέως ἐς τὴν ἑαυτῶν ἕκαστος χώραν, προϊσχόμενοι τήν τε ξυγγένειαν ἀπὸ παλαιοῦ σφίσιν οὖσαν πρὸς τὸ Τεμήρεω γένος καὶ τὴν θρησκείαν, ἐς ἣν τελοῦντες αὐτὸν πατέρα τε καὶ κηδεμόνα ἐπεποίηντο τῆς ἑαυτῶν χώρας. ἔλεγον δὲ αὐτῷ, ὡς διὰ ταῦτα εἴη τε τῆς Ἀσίας βασιλεύς, ὥστε μηδενὶ ἐπιτρέπειν ἐξυ‐ | |
15 | βρίζειν ἐς τοὺς ὁμοφύλους, μὴ ὑπάρξαντας ἀδικίας πρότερον· ὅτι δὲ μὴ ἠδίκουν Παιαζήτην, μηδὲ παρὰ τὰς συνθήκας ὅτι πεπλημ‐ μεληκότες εἶεν, ἐπετράποντο αὐτῷ διαιτητῇ, ὥστε δίκας ὑπέχειν, ἤν τι παρὰ τὰς σπονδὰς αὐτῶν κακὸν Παιαζήτην εἰργασμένοι εἶεν. Τεμήρης δὲ τέως μὲν Παιαζήτῃ πρὸς τοὺς πολεμίους σφῶν | |
20 | διαπολεμοῦντι καὶ ἀγωνιζομένῳ ὑπὲρ τῆς Μεχμέτεω θρησκείας | |
(διακεκρίσθαι γὰρ ἐς δύο σύμπασαν θρησκείας τήν γε ἐγνωσμέ‐ | 95 in vol. 1 | |
1.96 | νην ἡμῖν οἰκουμένην, τήν τε τοῦ Ἰησοῦ καὶ τὴν σφῶν αὐτῶν θρησκείαν, ἐναντίαν ταύτῃ πολιτευομένην· τὰς γὰρ λοιπὰς τῶν θρησκειῶν οὔτε ἐς βασιλείαν οὔτε ἀρχὴν ἡντιναοῦν καταστῆναι) Παιαζήτῃ τε πολεμοῦντι ἔφασκε πρὸς τοὺς τοῦ ἥρωος πολεμίους | |
5 | οὐχ ὅπως ἄχθεσθαι διὰ ταῦτα, ἀλλὰ καὶ χάριν εἰδέναι ξύμπαν‐ τας τοὺς τῆς Μεχμέτεω μοίρας. ταύτῃ μὲν οὖν τὴν ἀρχὴν ἀπε‐ δείκνυτο γνώμην Τεμήρης· μετὰ δὲ ταῦτα, ὡς ὑπὸ πολλῶν ἤδη παρ’ ἑαυτὸν ἀναβεβηκότων ἐπυνθάνετο τήν τε φύσιν αὐτοῦ μήτε ἐπιεικῆ, ὥστε τῇ καθεστηκυίᾳ ἐθέλειν ἐμμένειν κατὰ τὴν Ἀσίαν | |
10 | ἀρχῇ, ἀλλὰ τήν τε ὁρμὴν αὐτοῦ διεξιόντες ὡς Λαίλαπα παρα‐ βάλλοιεν αὐτόν, καὶ ὡς ἐπὶ Συρίαν καὶ Αἴγυπτον καὶ ἐπὶ Μέμ‐ φιος βασιλέα ἐν νῷ ἔχει στρατεύεσθαι, ἀναπεισθεὶς ὑπὸ τούτων ἔπεμψε πρεσβείαν ἐς Παιαζήτην ὡς διαλλάξουσαν, ἢν δύνηται, αὐτὸν τοῖς ἡγεμόσι, καὶ ἐπιπέμπων ἐσθῆτα, ᾗ δὴ ᾤετο χαριεῖσθαι | |
15 | τῷ Παιαζήτῃ, ᾗ δὴ νομίζεται τὴν ἡγεμονίαν τῆς Ἀσίας κατέ‐ χουσιν. οἱ δὲ πρέσβεις ἀφικόμενοι ἔλεγον τοιάδε. «Ἡμᾶς ἔπεμψε βασιλεὺς Τεμήρης, δῶρά τε τήνδε τὴν ἐσθῆτα φέροντάς σοι, καὶ χάριν εἰδέναι σοι ἔφη, ὅτι τοῖς τοῦ ἥρωος πολεμίοις μαχόμενος τούς τε ἐπὶ μέγα τε ἡμε‐ | |
20 | τέρους φίλους ἀκίζεις ἀγωνιζόμενος καὶ τὴν ἡμετέραν θρη‐ σκείαν ἐπὶ τὸ ἄμεινον καθιστᾷς. ὡς δὲ ταύτῃ σοι ἔχει καλῶς τοὺς ἡμετέρους ἀμύνεσθαι πολεμίους, τούς γε φίλους τε καὶ ἐπιτηδείους καὶ ἐς τὰ μάλιστα καθημένους ἡμῖν πολεμίους | |
ποιεῖσθαι μηδὲ ἀδικεῖν, ἀλλ’ ἐς τούτους μὲν μηδ’ ὁτιοῦν | 96 in vol. 1 | |
1.97 | ἐκφέρεσθαι κακὸν κἀκείνους. ἢν δὲ μὴ ἐς τοὺς ὁμοφύλους ἐπι‐ τηδείως ἔχῃς, πῶς ἂν τοῖς πολεμίοις προσφέροις; διὰ ταῦτα δὴ κελεύει τήν τε ἀρχὴν τοῖς ἐν τῇ Ἀσίᾳ ἡγεμόσιν, ἣν ἀφελό‐ μενος ἔχεις, ἀποδοῦναι, μηδ’ ὁτιοῦν παραβαίνοντας τῶν σφίσι | |
5 | πρὸς τὴν σὴν ἀρχὴν ἐσπεισμένων. καὶ ταῦτα ποιῶν ἐκείνῳ τε χαριῇ, καὶ τὸ ἐν τῇ Ἀσίᾳ γένος καὶ ἐν τῇ Εὐρώπῃ χάριν εἰσο‐ μένους σοι διὰ τοῦτο. εἰ δέ τι παρὰ τὰς συνθήκας πεποιημένοι εἶεν, ἐπετράποντο διαιτητῇ τῷ βασιλεῖ Τεμήρῃ, ἐς ὅ τι ἂν λέγοις ὑπ’ αὐτῶν ἠδικῆσθαι.» | |
10 | Τὸν μὲν οὖν Παιαζήτην διακηκοότα λέγεται τῶν πρέσβεων τὰ μὲν ἄλλα οὐ χαλεπῶς, ἀχθεσθῆναι δὲ μάλα ἐπιεικῶς διὰ τὴν ἐσθῆτα, καὶ μὴ ἀνασχόμενον εἰπεῖν ἐς τοὺς πρέσβεις «ἀπαγγείλατε τοίνυν τῷ ὑμετέρῳ βασιλεῖ, ὡς ἔμοιγε ἀγωνι‐ ζομένῳ ὑπέρ τε τοῦ ἥρωος πρὸς τοὺς ἡμῖν πολεμιωτάτους | |
15 | χάριν ἂν εἰδείης σύ τε καὶ οἱ ἐν τῇ Ἀσίᾳ πρὸς τὴν ἡμετέραν τετραμμένοι θρησκείαν· καὶ σέ τε ἀντὶ τοῦ ὁτιοῦν ἡμῖν συλλαμ‐ βάνειν ἐς τὸν ἡμέτερον τοῦτον ἀγῶνα, στράτευμά τε καὶ χρή‐ ματα ἐπιπέμποντα, οὐκ ἂν δέοι δὴ τοιαῦτα ἡμῖν ἐξηγούμενον συμβουλεύεσθαι. ἀφαιρεῖσθαι δὲ πειρώμενος χώραν, ἣν κατα‐ | |
20 | στρεψάμενος τοὺς ἐμοὶ ἐπιβουλεύοντας ἔχω, πῶς ἂν εἰδείης | |
χάριν ἐμοί, ᾗ ἔφησθα εἰδέναι; ἐσθῆτα τοῦ λοιποῦ ἀπαγγείλατε | 97 in vol. 1 | |
1.98 | τῷ βασιλεῖ τῷ ὑμετέρῳ μὴ ἐπιπέμπειν ἀντὶ ἑαυτοῦ τό τε γένος καὶ τὴν τύχην ἀμείνονι.» Ταῦτα ὡς ἀνηνέχθη παρὰ βασιλέα Τεμήρην ἐς Σαμαρ‐ χάνδην, τεθυμωμένον μεγάλως τῇ ἐσθῆτος ὕβρει, ἄγγελον | |
5 | λέγεται ἐπιπέμψαι προαγορεύοντα τήντε ἀρχὴν ἐς τοὺς ἡγε‐ μόνας ὀπίσω ἀποδοῦναι καὶ μὴ τὴν ταχίστην διαμέλλειν· εἰ δὲ μή, περιέψεσθαι ὡς πολέμιον. ταύτην δὲ τὴν δίκην ἔφασαν αὐτὸν βασιλέα Τεμήρην ἐπιδικάσαι, ὡς ἠδικημένοι τε εἶεν οἱ Τοῦρκοι ἡγεμόνες ὑπ’ αὐτοῦ δὴ τοῦ Παιαζήτεω, καὶ μὴ περιιδεῖν | |
10 | αὐτοὺς ἐστερημένους τῆς σφῶν ἀρχῆς περινοστεῖν κατὰ τὴν Ἀσίαν, Τεμήρεω ἔτι περιόντος. τὸν δὲ Παιαζήτην ὑπολαβόντα ἐς τὸν ἄγγελον φάναι «εἰ τοίνυν μὴ ἐπίῃ μαχούμενος ἡμῖν, ἐς τρὶς τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω ἀπολαβών.» τοῦτο δὴ οὖν ἐς ὕβριν φέρειν τῷ γένει τούτῳ, Μεχμέτην ἐξορκῶσαι ἐς τρὶς ἤδη | |
15 | ἀπολαβεῖν τὴν ἑαυτοῦ γυναῖκα, ἂν μὴ πείθηται. τοῦτο δέ ἐστιν, ὅτι νόμος ἐστὶ τούτοις ἀποπεμπόμενον τὴν ἑαυτοῦ γυναῖκα ἕκα‐ στον ἀπαγορεύειν τοῦ λοιποῦ αὖθις ἄγεσθαι ἐς τὰ οἰκεῖα, ὡς οὐ θεμιτὸν ὄν, ἐπειδὰν ἐς τρεῖς ἔφησε σπλῆνας διαστῆσαι τὸν γάμον αὐτῷ ὁ ἀνήρ, ἀρνησάμενον ἔτι ἐπὶ τὸν αὐτὸν γάμον ἐλ‐ | |
20 | θεῖν, εἰ μή τις τρὶς σπληνὸς ἐς μέσον ἐμβαλόντος αὖθις ἄγοιτο ὑπὸ ἑτέρου μοιχευομένην. Ταῦτα μὲν οὖν ὡς ἤκουσεν ὁ ἄγγελος, ἤλαυνεν ὀπίσω τὴν | |
ταχίστην παρὰ βασιλέα Τεμήρην. λέγουσι δὲ τὴν γυναῖκα | 98 in vol. 1 | |
1.99 | Τεμήρεω δεισιδαίμονά τινα ἐς τὰ μέγιστα γεγονέναι, καὶ μὴ ἐᾶν Τεμήρην οὕτω προσφέρεσθαι ἐπαχθῆ ὄντα Παια‐ ζήτῃ, ἀνδρί τε ἐπαίνου ἀξίῳ ἐς τὴν κατ’ αὐτοὺς θρησκείαν, ἀγωνιζομένῳ πρὸς τὴν τοῦ Ἰησοῦ μοῖραν, ἀλλ’ ἐᾶν αὐτὸν ἡσυ‐ | |
5 | χίαν ἄγειν, καὶ μὴ πράγματα παρέχειν οὐ δικαίῳ ὑφίστασθαι ὁτιοῦν ἀνήκεστον ὑπ’ αὐτῶν. ὡς δὲ τὰ ὑπ’ ἀγγέλου ἐλέχθη, λέγεται ἐπικαλεσάμενον τὴν γυναῖκα αὐτοῦ κελεῦσαι ἐναντίον αὐτῆς τὰ παρὰ τοῦ Παιαζήτεω λεχθέντα ὑπ’ αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ἀπαγγείλαντος τὰ ὑπὸ Παιαζήτεω ἐπεσταλμένα, ἐρέσθαι | |
10 | τὴν γυναῖκα αὐτοῦ, εἰ ἔτι δικαιοῖ Παιαζήτην ἐᾶν οὕτω ἐξυβρί‐ ζοντα. καὶ ἀνεδήλου, ὡς, εἰ ἐπὶ θάτερα δικαιοῖ Παιαζήτην, οὐκέτι δέοι αὐτῷ ἐκείνην συνοικεῖν τοῦ λοιποῦ· εἰ δ’ ἐπὶ θάτερα γένοιτο ἡ γνώμη, ὥστε ἀμύνεσθαι τὸν πόλεμον, οὕτω δὲ νομίζεσθαι αὐτήν οἱ γυναῖκα, καὶ μεταδιώκειν, ὅ τι ἂν αὐτῷ γενέσθαι ἀνα‐ | |
15 | γκάζοι. τὴν δὲ γυναῖκα τότε δὴ ὑπολαβοῦσαν φάναι λέγεται. «Ἀλλ’ ὅτι μέν, ὦ βασιλεῦ, ὑπὸ ἀφροσύνης κατεχόμενος, συμ‐ φορᾷ χρώμενος τοιᾷδε, οὐκέτι ἔμπεδον ἔχει τὸν λογισμὸν ἐκεῖνος ἀνήρ, δῆλά ἐστι, καὶ ἔμοιγε ταύτῃ καταφαίνεται εἶναι, καὶ ἠπιστά‐ μην, ὡς ἐκεῖνον σὺν δίκῃ τισάμενος σωφρονεῖς τε ὡς μάλιστα, καὶ | |
20 | ἐνδείξῃ αὐτῷ, οἵῳ ὄντι σοι οἷος ὢν ἐκεῖνος τοιαῦτα ἐπιπέμπει. ἐκεῖνο μέντοι σαφῶς ἐπίστασο, ὡς ὅτ’ ἂν ὑπὲρ τοῦ ἡμετέρου | |
ἥρωος ἀγωνιζομένῳ ἔστε τοὺς Ἕλληνας καὶ ἐς τὰ ἄλλα τὰ ἐς | 99 in vol. 1 | |
1.100 | τὴν ἄλλην ἤπειρον ἔθνη ὑπάρξαι πολέμου ἐς ἐκεῖνον οὔτε θέμις ἡγησάμην ἔγωγε εἶναι. ἢν δέ τι ἐκεῖνος ἀφροσύνῃ μὴ διασκο‐ ποῖτο, οὐ δίκαιόν ἐστιν ἐπιτρέπειν ὑβριστῇ τοιούτῳ μέγα φρονεῖν. ἀλλ’ ἴθι δὴ ἐπὶ τὸν πόλεμον, μήτε αὐτὸς μαχεσάμενος, ἀλλὰ | |
5 | πόλιν αὐτοῦ Σεβάστειαν ἢν καθέλῃς, ἱκανῶς τετιμωρημένος ἔσῃ ὑπέρ τε τῆς ἐν τῷ Εὐφράτῃ πόλεως Μελιτηνῆς καὶ ὑπὲρ τῶν ἡγεμόνων τῶν παρ’ ἡμῖν διατριβόντων.» Οὕτω μὲν οὖν ἤλαυνε Τεμήρης ὁ βασιλεὺς ἐπὶ Παιαζήτην, προκαλεσάμενος αὐτὸν ἑκὼν εἰς τὸν πόλεμον. φασὶ μὲν οὖν τινές, | |
10 | ὡς Τεμήρης διὰ μὲν τὴν Μελιτηνὴν καταβὰς ἐπὶ Σεβάστειαν, καὶ ἐπείτε καθεῖλε τὴν πόλιν ταύτην, τότε δὴ πρεσβεύεσθαι πρὸς Παιαζήτην περί τε τῶν ἡγεμόνων, ὥστε τὴν χώραν αὐτοῖς ἀπο‐ διδόναι, καὶ τὴν τοῦ βουτύρου αἴτησιν καὶ σκηνῶν. ᾐτεῖτο γὰρ αὐτόν, ᾗ λέγεται, βουτύρου μὲν καμήλους δισχιλίους, σκηνὰς | |
15 | δὲ πιλίνους, αἷς χρῶνται οἱ νομάδες, δισχιλίας, καὶ αὐτὸν ἐν τοῖς ναοῖς αὐτοῦ διαμνημονεύειν ὡς βασιλέα, καὶ τὸν παῖδα αὐτοῦ ἐπὶ τὰς Τεμήρεω θύρας ἰέναι, καὶ νομίσματα δὲ αὐτοῦ ἐς τὴν χώραν αὐτοῦ νομίζεσθαι. ταῦτα δὲ τὰ ἑπτὰ αἰτήματα γενέσθαι αὐτῷ αἰτούμενον Τεμήρην φασὶ μετὰ τὴν τῆς Σεβαστείας | |
20 | ἅλωσιν. καὶ τότε δὴ καὶ τὸν Παιαζήτην θυμωθέντα μεγάλως ἐπιστεῖλαι ἐκείνῳ τὰ περὶ τὴν γυναῖκα. Τεμήρης μέντοι ὥρμητο ἐπὶ Παιαζήτην, ὡς τήν τε χώραν αὐτοῦ ἐν τῇ Ἀσίᾳ καταστρε‐ ψόμενος καὶ ἐς τὴν Εὐρώπην διαβησόμενος, μὴ ἐπισχεῖν πρότε‐ | |
ρον ἀναχωροῦντα, πρὶν ἢ ἐπὶ τοῖς τέρμασιν αὐτῆς γένηται, ἔστε | 100 in vol. 1 | |
1.101 | ἐπ’ ὠκεανὸν ἐλαύνοντα τὸν περὶ τὰς Ἡρακλείους στήλας, ἔνθα ἐπύθετο πορθμὸν ὡς βραχύτατον διείργειν τήν τε Εὐρώπην καὶ Λιβύην, ὅθεν ἐς τὴν Λιβύην περαιουμένῳ, καὶ ταύτην τῆς οἰκου‐ μένης χῶραν οἱ ὑπαγομένῳ ἐπ’ οἴκου ἐντεῦθεν κομίζεσθαι. ταῦτα | |
5 | μέντοι Τεμήρης ἐπενόει τε μεγάλα καὶ ἐς τύχην μᾶλλόν τοι ὑπὸ θεοῦ δεδομένην ἀφορῶντα· Παιαζήτης δὲ ἄρα ἐλογίζετο ἐπιόντα ἀμύνεσθαι, ἀπό τε τῶν παλαιῶν συμβαλλόμενος, ὡς οὐδέποτε τῆς γε Εὐρώπης οἱ τῆς Ἀσίας βασιλεῖς ἐν τοῖς πρόσθεν χρό‐ νοις περιγένοιντο πώποτε, ἀλλὰ καὶ ὡρμημένους ἐπὶ τὴν Ἀσίαν | |
10 | τῇ τε βασιλείᾳ ἀφῃρῆσθαι τοὺς τῆς Ἀσίας ἡγουμένους. ταῦτα διασκοπούμενος μέγα τε ἐφρόνει, καὶ ᾤετο ἐν βραχεῖ πολέμῳ ἅμα καθαιρήσειν τὴν Τεμήρεω βασιλείαν. Ἐνταῦθα δὲ γενομένῳ μοι, καὶ τὴν ἐπὶ Παιαζήτην πρώτην τε καὶ δευτέραν ἔλασιν Τεμήρεω βασιλέως κατὰ τοῦτον τὸν | |
15 | χρόνον γενομένην διασκοπουμένῳ, ἐπῄει λογίζεσθαι, ὡς ἐπὶ μέγα ἂν ἀφίκοιτο δυνάμεως τὰ τῶν Τούρκων πράγματα, παρέχοιτ’ ἂν εἰς τὴν ἑσπέραν ἀναστρέφεσθαι, 〈εἰ〉 μὴ οὕτω παραχρῆμα ἐπιδι‐ δόντος ἀνεκόπτετο ὑπὸ Τεμήρεω βασιλέως. οὔτε γὰρ ἂν δίχα γενομένης τῆς βασιλείας Ὀτουμανίδων καὶ ἐπὶ διαφορὰν σφίσι | |
20 | καθισταμένων ἐφθείρετο ὑπ’ ἀλλήλων τὰ πράγματα αὐτῶν, ὄλε‐ θρον μέγιστον δὲ τῶν ἐν μνήμῃ πώποτε ἐπενεγκόντα, ὡς μετὰ τὴν τελευτὴν τοῦ Παιαζήτεω συνηνέχθη γενέσθαι ἐς τοὺς παῖ‐ | |
δας ἀλλήλοις διαφερομένους, καὶ τὴν χώραν ὑπ’ ἀλλήλων δῃου‐ | 101 in vol. 1 | |
1.102 | μένην ξυμφορὰν τῷ γένει ἐπινεῦσαι ὅσην δὴ βαρυτάτην καὶ χα‐ λεπωτάτην. νῦν δὲ ἐς ὑπερφυᾶ δύναμιν ἀφικόμενος, ὑπὸ τοῦ θεοῦ ἐγένετο Παιαζήτῃ σωφρονισθῆναι, ὥστε ἐπὶ τὴν βασιλείαν με‐ γάλα φρονεῖν. | |
5 | Ὅθεν βασιλεὺς Τεμήρης ὁρμώμενος ἐπὶ τὰ τῆς Ἀσίας ἀφί‐ κετο πράγματα καὶ ἐπὶ τὴν τῆς Σαμαρχάνδης βασιλείαν κατέστη, τῇδε ἄν μοι διεξιόντι ἐπίδηλα γένοιτο. λέγεται μὲν πολλαχῇ τοῦτον ἀπ’ ἐλαχίστου ὁρμώμενον κατὰ τὴν Ἀσίαν ἐπὶ μέγα | |
χωρῆσαι δυνάμεως. | 102 in vol. 1 | |
1.103(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Γ. | |
1 | Τεμήρεω μέντοι ἡ πρώτη ἔλασις ἐγένετο ἐπὶ Σεβάστειαν, πόλιν τῆς Καππαδοκίας εὐδαίμονα. ὡς γὰρ ἠγγέλλετο οὐδὲν ὑγιὲς Παιαζήτεω εἶναι ἔστε ἐπὶ τῶν τῆς Ἀσίας ἡγεμόνων Τούρ‐ κων καὶ ἐς τὴν πρὸς τοὺς ἡγεμόνας διαλλαγήν, οὓς τὴν χώραν | |
5 | σύμπασαν ἀφελόμενος ἐξήλασεν, ὡς γὰρ δὴ ἐπιπέμποντι οὐδὲν ἐπὶ πλέον προὐχώρει, ὧν ἐπέστελλεν αὐτῷ, ἀλλ’ ἑώρα τε ἐς πολλά τε ἄλλα καὶ βλάσφημα ἐξενηνεγμένον, παρεσκευάζετο ἐλαύνειν ἐπὶ Σεβάστειαν. ἀρχὴ δὲ αὐτῷ, ἥ τε ἐπὶ τὴν ἀρχὴν πάροδος, καὶ ὡς τὸν μὲν πολεμῶν, τὰ δὲ καὶ σπενδόμενος δέει | |
10 | τῷ ἀμφ’ αὑτὸν ξύμπασαν ὑπηγάγετο ἑαυτῷ τὴν Ἀσίαν, ὧδε αὐτῷ ξυμβῆναι ἐπυθόμεθα. Οὗτος μὲν δὴ ὁ Τεμήρης ἐγένετο πατρὸς Σαγγάλεω, ἀνδρὸς ἰδιώτου, ὃς ἐπεί τε ἠγάγετο τὴν γυναῖκα αὐτοῦ, λέγεται ξυμβῆ‐ ναι αὐτῷ τοιόνδε. ὡς δὴ ἐγένετο Τεμήρης, τήν τε τῆς πόλεως | |
15 | φορβὴν ἐπιτετραμμένος ἱπποφορβός τε ἦν, καὶ τοῖς τε περὶ αὐτὰ δὴ τὰ χωρία τὰς φορβὰς ἐπινεμομένοις συνιών τε καὶ διαλεγό‐ μενος συνέθετο αὐτοῖς, ὡς ἀπὸ κλοπῆς σφίσιν, ἢν δύνωνται, χρημάτων κτῆσιν ποιησόμενοι ἐπ’ ἄλλην ἴωσι χώραν· καὶ δεινὸς | |
κλέπτειν γενόμενος ἵππους τε καὶ ὑποζύγια καὶ προβάτων πλῆθος | 103 in vol. 1 | |
1.104 | ἐληλακέναι. οὐδὲν ὑγιὲς ἦν αὐτοῦ τὸ παράπαν. καί ποτε ἐπὶ μάνδραν λέγεται ἀναβῆναι, καὶ ὀφθέντα ὑπὸ τῶν δεσποτῶν τοῦ οἴκου ἅλλεσθαι δὴ ἅλμα μέγιστον ἀπὸ τοῦ τείχους τῆς μάνδρας ἐς τὴν γῆν· τά τε γὰρ ὑποζύγια καὶ κτήνη ἐν τῇδε τῇ χώρᾳ | |
5 | περιβάλλεται τείχη, ὡς μέγιστα εἶναι καὶ μὴ ἀναβῆναι εὐπετῆ. ὡς δὲ ἥλατο, ἐπιτριβῆναί τε αὐτῷ τὸν πόδα, καὶ χωλὸν γενέ‐ σθαι τὸ ἀπὸ τοῦδε. λέγεται μὲν οὖν ὡς μαχόμενον πληγῆναί τε τὸν πόδα καὶ χωλεύοντα διαγενέσθαι τὸ ἐντεῦθεν. μάχης δὲ γενομένης πρὸς τοὺς περιοίκους, ἐλαύνοντα αὐτόν τε ἅμα καὶ οἳ | |
10 | συνέθεντο τὴν ἀρχήν, τὴν ἵππων φορβὴν οἴχεσθαι ἐπὶ τοὺς πολε‐ μίους, ἐντεῦθεν προσλαβόμενον, ὅτῳ ἂν περιτύχοι, καὶ ἀναπεί‐ θοντα κατασχεῖν χώραν τε ἐρυμνήν, καὶ ὡς ἐπιτηδείως ἔχειν πρὸς λῃστείαν. ἐντεῦθεν δὲ ὁρμώμενον λῃστεύειν τοὺς διιόντας καὶ κατακρίνειν ἀφειδῶς. καὶ χρήματα ἐπικτησάμενον ἑταίρους | |
15 | τε προσκτήσασθαι αὑτῷ ἄλλους τε δὴ καὶ ἄνδρε δύω, Χαϊδάρην τε καὶ Μυρζίην. τὸ γένος, ᾗ δὴ λέγεται, γενέσθαι τούτω Μασ‐ σαγέτα. τούτοιν δὲ ἑκατέρῳ προσχρώμενον περιτυχεῖν τε τοῖς πολεμίοις ληϊζομένοις τὴν χώραν, καὶ τρεψάμενον ἐπεξελθεῖν διαφθείραντα τοὺς ἱπποδρόμους τῶν ἐναντίων. τῆς δὲ φήμης ἐπὶ | |
20 | τὴν πόλιν ἐλθούσης, ἐπιτρέψαι τε αὐτῷ στρατιωτῶν μοῖραν οὐκ | 104 in vol. 1 |
1.105 | ὀλίγην καὶ χρήματα, ὥστε θεραπεύειν τοὺς στρατιώτας. καὶ δὴ τὸ ἀπὸ τοῦδε ἐπεγείραντα τὴν σὺν αὐτῷ στρατιὰν καὶ ἐξοτρύ‐ νοντα ἀμφὶ τῇ πολεμίων ἔχειν χώρᾳ, ἀνδράποδά τε καὶ ὑποζύγια ὡς πλεῖστα ἐπάγοντα ἐς τὴν πόλιν. τὸν δὲ βασιλέα Μασσαγετῶν | |
5 | ἐνιδόντα τοῦτο ἐς τὸν Τεμήρην, ἀξιοῦντα παρ’ ἑαυτῷ τιμῆς τῆς μεγίστης, καὶ στρατηγὸν ἀποδεδειχέναι ξυμπάσης ἤδη τῆς ὑπ’ αὐτὸν στρατιᾶς. καὶ ἐντεῦθεν δὴ δρόμους τε ἀνύσαι μεγίστους τῶν πώποτε γενομένων σὺν τῇ στρατιᾷ, ὥστε καταλαμβάνειν τοὺς πολεμίους ἄφνω ἐπιπίπτοντα αὐτοῖς καὶ διαφθείροντα τὸν ἐκεί‐ | |
10 | νων στρατόν. καὶ δὴ καὶ ἐς χεῖρας ἐλθόντα τοῖς ἐναντίοις φασὶν αὐτὸν μαχεσάμενον τρέψασθαι, καὶ ἐπιδιώκοντα ἐλάσαι τε ἐς Βαβυλῶνα, τὸ Παγδάτιν οὕτω καλούμενον, καὶ πολιορκοῦντα μεταπέμψασθαι τὸν ἑαυτοῦ δεσπότην βασιλέα. μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον τελευτήσαντος τοῦ βασιλέως, γῆμαί τε τὴν γυναῖκα | |
15 | τοῦ δεσπότου αὐτοῦ καὶ ἐς τὴν βασιλείαν καταστῆναι. ὡς δὲ ἐς τὴν βασιλείαν ἀφίκετο, ἐπιὼν τό τε Παγδάτιν καὶ τὸ Σαμαρχάν‐ διν ἐπολιόρκει. καὶ οὐ πολὺ ὕστερον, ὡς ἔξοδον ποιησάμενοι οἱ τῆς πόλεως οὐδὲν πλέον ἔσχον, ἀλλ’ ἡττημένοι ἐσῆλθον ἐς τὴν πόλιν καὶ ἐπολιορκοῦντο, προσεχώρησαν αὐτῷ καθ’ ὁμολογίαν. | |
20 | ὡς ἐπὶ τὴν τῆς Σαμαρχάνδης ἀρχὴν παρεγένετο, προδοσίαν συν‐ θέμενον τοῖς ἐν τῇ Βαβυλῶνι αὐτόν, Χαϊδάρῃ ἐς τοῦτο χρησά‐ μενον ὑπηρέτῃ. | |
Τὸν μέντοι Μυρζίην ἄνδρα ἐπιεικῆ τε ἅμα καὶ συγκιρ‐ | 105 in vol. 1 | |
1.106 | νῶντα τὸν Τεμήρεω, θυμοῦ κατέχειν ἐμφερόμενον, ἐφ’ ὅ τι ἂν ἡγήσαιτο, μὴ προσήκειν αὐτῷ τὴν ἀρχήν, ἐξηγεῖσθαί τε αὐτῷ τὴν ἐς τὰ συσσιτήρια Τεμήρεω ἐσήγησιν. τήν τε γὰρ στρατιὰν αὐτῶν ξύμπασαν Μυρζίεω ὑποτιθεμένου ἐπιδιελόμενος | |
5 | ὁ Τεμήρης ἔστε δεκάρχας καὶ λοχαγοὺς καὶ δὴ καὶ ἐνωμοτίας, τὸν δεκάρχην παρεγγύα δίαιταν παρεχόμενον τοῖς μεθ’ ἑαυτοῦ στρατιώταις παρεῖναι αὐτίκα τῷ λοχαγῷ, τὴν ταχίστην παρεχό‐ μενον τοὺς στρατιώτας, ἐπειδὰν παραγγέλῃ, τοὺς δὲ αὖ παρα‐ γενομένους τῷ σφετέρῳ. γενομένους δὲ ἐς τὰ συσσίτια, οὐδένα | |
10 | λείπεσθαι, ὅτῳ μὴ εἴη χῶρος αὐτῷ ἀποδεδειγμένος. καὶ τήν τε ἀγορὰν σιτίζεσθαι ἐκέλευε κατὰ τὰ δεδογμένα ἐπὶ τοῦ λοιποῦ στρατεύματος. κινεῖν δὲ τούς τε ἄρχοντας αὐτῶν ἑκάστους θαμὰ ἐπὶ τὰ ὑπὸ τῶν μεγάλων στρατηγῶν παραγγελλόμενα, ὥστε ξυμ‐ βαίνειν κατάσκοπον εἰσιόντα ἐς τὸ Τεμήρεω στρατόπεδον λελη‐ | |
15 | θέναι πώποτε, οὔτε ξένον, ὃς ἂν παρὼν τυγχάνῃ ἐν τῷ στρατο‐ πέδῳ. τούτους δὲ αὖ ἀνδρὶ ἑτέρῳ ἐπιτετράφθαι, καταλύειν παρ’ ἑαυτῷ τοὺς ξένους, εἰ τυγχάνοιεν παραγενόμενοι ἐς τὸ στρατό‐ πεδον σίτου δεόμενοι. ὥστε νεύματι τοῦ μεγάλου βασιλέως κινεῖ‐ σθαι πάντα δὴ τὸν στρατόν, ἐφ’ ὅ τι ἂν γένοιτο, καὶ ἐκείνου | |
20 | δὴ ἄγοντος τὰ πάντα ἐφ’ ἑνὶ συνθήματι ἰέναι αὐτίκα, ἐν τάχει παραγενόμενος ἐπὶ τὴν χρείαν καθίστασθαι αὐτίκα μάλα ἰόντα. ἑσπέρας δὲ γενομένης, ὁπότε τὸ σύνθημα λαμβάνοιεν οἱ στρα‐ τιῶται ὑπὸ τοῦ μεγάλου ἡγεμόνος, θεῖν δρόμον αὐτόν τινα ἕκα‐ στον ἐπὶ τὴν ἑαυτοῦ σκηνὴν ἐς τοὺς συσκήνους ἰόντα. γενομέ‐ | |
25 | νων δὲ ἐν ταῖς σκηναῖς τῶν στρατιωτῶν, τὰς φυλακὰς περι‐ | 106 in vol. 1 |
1.107 | νοστεῖν τε τὸ στρατόπεδον, εἴ τινά που ἴδοιεν ἐκτὸς τῶν σκηνῶν γενόμενον, τοῦτον λαβόντες ἐτιμωροῦντο. εἰ δέ τις κατάσκοπος παρὼν τύχῃ ἐν τῷ στρατοπέδῳ, οὐκ ἔχων, ὅποι τράποιτο, λείπε‐ σθαι ἐκτὸς τῶν σκηνῶν καὶ οὕτως αὐτίκα ἁλίσκεσθαι. ταύτῃ μὲν | |
5 | δὴ λέγεται γίνεσθαι τὰ Τεμήρεω συσσίτια· Χαϊδάρην δὲ τόν γε ἑταῖρον αὐτῷ ὀξύν τε ἐς τὸ ὑπηρετεῖν αὐτῷ τὰ δέοντα γεγονέναι, ἐποτρύνειν τε αὐτὸν βασιλέα ἐπὶ τοὺς πολέμους, μηδαμῇ ἐς ῥᾳστώνην τρεπόμενον. Λέγουσι δὲ Μυρζίην, ἐπείτε παρέλαβε τὴν τῆς Σαμαρχάνδης | |
10 | βασιλείαν, διαχρήσασθαι τρόπῳ τοιῷδε. ἐπεί τε σὺν τούτοις ἅμα περιιὼν Τεμήρης λῃστής τε καθειστήκει καὶ ἐχρηματίζετο, δια‐ λεγομένων ἐπ’ εὐτυχήματι τῶν ἑταίρων, καὶ εὐφημιζόντων Τεμή‐ ρην ὡς ἐν βραχεῖ ἤδη ἐς τὰ Σαμαρχάνδης βασίλεια παρεσο‐ μένου, ὑπολαβὼν ὁ Μυρζίης «ἀλλ’ ὦ τᾶν» ἔφη, «τοιαῦτά ἐστι | |
15 | τὰ Σαμαρχάνδης βασίλεια, ὥστε οὐκ εὐπετῆ χειρωθῆναι ὑπὸ Τεμήρεω, ἀνδρὸς λῃστοῦ καὶ ἰδιώτου. εἰ δ’ εἴη ποτὲ τοῦτο αὐτῷ γενέσθαι, ὥστε ἐπὶ τὴν Σαμαρχάνδης ἀρχὴν παριέναι, μὴ ἔτι περιὼν διαγενοίμην, ἀλλὰ τεθναίην αὐτίκα ἐψευσμένος.» ταῦτα μὲν σπουδῇ ἐῴκει ὑποδείκνυσθαι, συντυχίᾳ δέ τινι οὐκ ἀγαθῇ | |
20 | χρήσασθαι ἐς τὸ ἀπόφθεγμα. χρόνου δὲ ἐπιγενομένου, ὡς ἐς τὴν ἀρχὴν παρεγένετο τῆς πόλεως, τιμῆσαι μὲν ἀρετῆς ἕνεκα ὑπὲρ τὸν Χαϊδάρην, φάσκοντα δὲ αὐτῷ, ὡς ἐκεῖνο δὴ τὸ ἔπος | |
ἐπὶ μαρτύρων ἄλλων εἰρημένον αὐτῷ δέοι μεταδιώκειν, ὅπερ | 107 in vol. 1 | |
1.108 | διισχυριζόμενος ὑπέβαλεν ἑαυτὸν θανάτῳ, ἀναμιμνήσκων, ὡς εἴπερ 〈ἐσ〉 τὰ Σαμαρχάνδης βασίλεια παραγένοιτο, ψευσθείη τε αὐτὸς τῆς γνώμης, ἔνοχος εἶ τοῦ θανάτου ὑπὸ Τεμήρεω. διηπόρει τε, ὅπως ἂν αὐτῷ θεραπεύοιτο τὴν δεξιὰν παρασχόντι τῷ βασιλεῖ, | |
5 | ἰδιώτῃ τότε ὄντι, μὴ παραβῆναι τὴν συνθήκην. ἔλεγε δὲ πρὸς Μυρζίην τοιάδε. «Οἶσθα, οἶμαι, ὦ Μυρζίη, σύ τε καὶ σύμπαντες οἱ ἄλλοι, ὅσοι ἐπὶ τήνδε τὴν ἀρχὴν τὰ πράγματα προηγάγομεν. δύο τούτω ὡς μάλιστα ἡμῖν ἐπιβεβαιωσάμενοι ἐπὶ τὴν βασιλείαν | |
10 | παρῄειμεν, σπουδήν τε ἅμα ὡς οἷόν τε μεταδιώκοντες, καὶ ἐμπε‐ δοῦντες ἡμῖν, ὅ τι ἂν συνθέμενοι τοῖς τε ἐπιτηδείοις καὶ ἐναν‐ τίοις, οὐχ ὅπως δὴ ὅρκῳ, ἀλλὰ καὶ λόγῳ ἐψηφισμένοι ὦμεν αὐτοῖς, ὡς οὐδὲν ἔτι οὐδαμοῦ ὂν ἀσφαλέστερον οὐδὲ ἐχυρώτερον ἔρυμά τε καὶ ὅπλον ἐς τὸν βίον τόνδε ἀνθρώπῳ ἢ συμφώνῳ τε | |
15 | εἶναι ἐς τὰ πάντα καὶ μὴ διαφωνοῦντι φρονεῖν ἄλλοτε ἄλλως, ἐπειδὴ πολλάκις ἔφαμεν τούτῳ μόνῳ ἴσχειν ὁμοιότητα τῷ θεῷ. ὅτου δ’ ἂν τῶν ἀνθρώπων μηδὲν ὑγιὲς εἴη λέγοντος, πῶς ἂν δὴ πράττοντος εὖ γένοιτ’ ἂν πώποτε αὐτῷ; μέμνησο δέ, ὡς ἐμοῦ τῆς δεξιᾶς λαβόμενος ἔφησθα τεθνάναι ἕτοιμος εἶναι, εἰ ἐπὶ | |
20 | τὰ βασίλεια πάριμεν· καὶ ἐπὶ μαρτύρων δὲ τοῦτό σοι εἰρημένον συνθέσθαι. ὥρα οὖν σοι τά τε λεχθέντα ἐπιτελέσαι, καὶ τὴν δεξιὰν τὴν ἡμετέραν ἀπολύσασθαι τῆς συνθήκης.» | |
Μυρζίης δὲ ἀμείβετο τοῖσδε. «ἀλλ’ ὅπως μέν, ὦ βασιλεῦ, ἐπὶ | 108 in vol. 1 | |
1.109 | τήνδε τὴν ἀρχήν, ὅπως σοι γένοιτο, καὶ σὺ οἶσθα καὶ πάντες οὗτοι οἱ συμπαρόντες συνίσασι, καὶ ὡς πάντα τὰ ἔσχατα ὑποδυόμενος, ὥστε σοὶ εὖ γενέσθαι ὁτιοῦν. καὶ τραύματα δὲ ἔστιν ἰδεῖν, ὅσα λαβὼν οὐδὲ πώποτε ὑπελογιζόμην δεινὸν πρὸ τοῦ χαρίζεσθαι. εἰ | |
5 | δέ ἐστιν ὁτιοῦν ἡμῖν εἰρημένον, οὐκ ἀγαθῇ τύχῃ δέοι ἂν μὴ χαρίζεσθαι τοῖς ἐπιτηδείοις, ὑφ’ ὧν μεγάλα εὖ πεπονθὼς εἴης. ἐκεῖνο δή, βασιλεῦ, ἰδιωτέρῳ μὲν ὄντι τἀνθρώπῳ οὐ πάνυ τι ἐμπεδοῦν τὸ καὶ ἑαυτοῦ βίον. ἐπειδὰν δέ σοι τὸ ἄρχειν ἑτέρως ἀφίκηται, τότε δὴ οὐ θεμιτὸν ᾖ παραβῆναι, εἴ τι συνέθετο. καὶ | |
10 | ἡμῖν ὁ θεὸς πολλὰ ἀγαθὰ παρέχεται διὰ τὸ συγγνώμην ἴσχειν τοῖς ἐξαμαρτάνουσιν ἐς ἡμᾶς ὁτιοῦν. ἢν δέ μοι καὶ ταύτην πα‐ ραιτουμένῳ χαρίσαιο τὴν ἁμαρτίαν, καὶ πλείω τούτων σοι γένοιτο ἀγαθά.» Ταῦτα λέγων οὐκ ἔπειθε φάσκοντα δεῖν συγγνώμην ἴσχειν, | |
15 | οἷς ἂν μὴ ἑκούσια ᾖ τὰ ἁμαρτήματα. πῶς δ’ ἂν σώζοιτο αὐτῷ ἡ τύχη, μὴ τὸν ἀντίπαλον διωσαμένῳ; ταῦτα εἰπὼν τόν τε Μυρζίην διεχρήσατο, καὶ ἐπένθει αὐτὸν δημοσίᾳ ἐπὶ συχνόν τινα χρόνον, θάψας βασιλικῶς. Μετὰ δὲ ταῦτα ἐπὶ Ὑρκανίους ἐστρατεύετο καὶ τὴν ταύτῃ | |
20 | θάλασσαν, καὶ ἔθνη τε οὐκ ὀλίγα ἐς τὴν θάλασσαν τήνδε Ὑρ‐ κανίαν ἐνοικοῦντα παράλια κατεστρέφετο. λέγεται δὲ αὕτη καὶ Κασπία ἐς τὴν τοῦ ἔθνους τούτου ἐπωνυμίαν· διήκει δὲ κατὰ | |
μεσημβρίαν Σάκας τε ἔχων καὶ Καδουσίους ἐπὶ σταδίους τρισμυ‐ | 109 in vol. 1 | |
1.110 | ρίους, πρὸς ἕω δὲ καὶ βορρᾶν Μασσαγέτας, γένος ἄλκιμόν τε καὶ ἐν πολέμοις εὐδοκιμοῦν, ἐπὶ σταδίους δισμυρίους μάλιστα. τοῦτο δὲ τὸ γένος ἐλαῦνον ἐπὶ τὴν Περσῶν χώραν λέγεται καταστρε‐ ψάμενον πολίσματα κατασχεῖν ἔστιν ἅ, καὶ Τεμήρην τοῦ γένους | |
5 | τούτου γενόμενον σὺν τοῖς Μασσαγέταις ὁρμᾶσθαι ἐπὶ τὴν Σα‐ μαρχάνδης ἀρχὴν καὶ Ἀσσυρίων τὴν χώραν καταστρεψάμενον ἔχειν. τὴν μέντοι θάλασσαν ταύτην ὑπὸ ποταμῶν ἐς αὐτὴν οὐκ ὀλίγων ἐκδιδόντων μεγίστην τε γίνεσθαι καὶ ἐπὶ πολλοὺς σταδίους διήκειν, οὐδαμῇ ἐκδιδοῦσαν, ᾗ λέγεται, εἰς τὴν ἐκτὸς θάλασσαν. | |
10 | διώρυχα μέντοι ἐπυθόμην ἔγωγε ἀπὸ ταύτης διήκειν καὶ ἐς τὴν Ἰνδικὴν θάλασσαν ἐκδιδοῖ. ἐνοικοῦσι δὲ τὴν θάλασσαν τήνδε ἔθνη πολλά τε καὶ ἄλκιμα. καὶ ἰχθύας μὲν φέρει αὕτη ἡ θά‐ λασσα πολλούς τε καὶ ἀγαθούς, φέρει δὲ καὶ ὄστρεα μαργαρί‐ τας ἔχοντα, ᾗπερ δὴ καὶ ἡ Ἰνδικὴ θάλασσα. καὶ πλοῖα πολλὰ | |
15 | πλεῖ τὴν θάλασσαν ταύτην, παρὰ ἀλλήλους ἐπιπλέοντα φορτίων πλέα. ἔστι δὲ αὕτη ἡ θάλασσα πρὸς ἕω μάλιστα τῆς Ἀσίας, ἐς ἣν ἐκδιδοῖ ὅ τε Ἀράξης ποταμὸς μέγιστος καὶ Χοάσπης πρὸς ἕω ῥέων, καὶ ποταμοὶ δὲ ἄλλοι οὐκ ὀλίγοι. τὰ μέντοι ἐς τήνδε τὴν θάλασσαν ἔθνη ὑπὸ Καδουσίων τε ἄρχεσθαι πρόσθεν ἔφα‐ | |
20 | μεν, καὶ τούς γε φόρους αὐτῶν ἐς τὴν Καδουσίων πόλιν ἔτους ἑκάστου ἐπάγειν ἐπὶ τούτους. Ὡς τοὺς Ὑρκανίους ὑπηγάγετο Τεμήρης καὶ τὸν βασιλέα | |
τούτων ἀνεῖλεν, ἐστρατεύετο ἐπὶ Καδουσίους. καὶ οὗτοι μὲν | 110 in vol. 1 | |
1.111 | συλλέξαντες στρατιὰν μεγίστην παρεσκευάζοντο ὡς ἀμυνούμενοι, ἢν ἐπίῃ Τεμήρης· Τεμήρης δὲ, ὡς ᾔσθετο τούτους στρατευομέ‐ νους, πέμπει Χαϊδάρην ἐπὶ τὴν πόλιν αὐτῶν ὡς ἑλοῦντα τὴν ταχίστην καὶ πολιορκήσοντα· αὐτὸς δὲ ἐπέμενεν ἐστρατοπεδευ‐ | |
5 | μένος παρεγγυτάτω τοῖς Καδουσίοις. ἐνταῦθα δὲ ὡς ἐπύθοντο οἱ Καδούσιοι τοὺς πολεμίους ἐς τὴν πόλιν αὐτῶν ἰόντας, τὰ ἔμπαλιν γενόμενοι ἴεντο οὐδενὶ κόσμῳ ἐς τὴν πόλιν. ἐνταῦθα ἐπιτίθεται αὐτοῖς ἰοῦσιν ἐπὶ τὴν πόλιν Τεμήρης σὺν τῷ ἑαυτοῦ στρατῷ, καὶ τεταραγμένοις ἐμβαλὼν ἐτρέψατο, καὶ διώκων ἐπὶ | |
10 | τὴν πόλιν ἤλαυνε, καὶ πολιορκήσας ἐπὶ χρόνον τινὰ παρεστήσατο. Μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Ἀραβίαν. γένος δὲ Ἄραβες μέγα τε καὶ ὄλβιον καὶ ἀνὰ τὴν Ἀσίαν οὐδενὸς τὰ εἰς εὐδαι‐ μονίαν λειπόμενον, παλαιόν τε ὂν καὶ ἐπὶ πολὺ τῆς Ἀσίας διῆ‐ κον, προσχρώμενόν τε τῇ θαλάσσῃ τῇ ἐρυθρᾷ καλουμένῃ. ἔστι | |
15 | δὲ ἡ χώρα αὕτη μεγίστη τε καὶ καλλίστη οἰκῆσαι τῶν κατὰ τὴν Ἀσίαν χωρῶν. ᾤκηται δὲ ὑπὸ ἀνδρῶν δικαιοτάτων καὶ τὰ ἐς θρησκείαν αὐτῶν σοφωτάτων. καὶ βασιλέα νομίζουσιν οὐ τύραννον, ἀλλ’ ἐς τὸ ἰσοδίαιτον μᾶλλον καὶ ἰσόνομον καθιστά‐ μενον σφίσιν. ἔστι δ’ αὐτοῖς βασίλεια ἐν τῇ πόλει τῇ παρὰ τὴν | |
20 | θάλασσαν ..... καλουμένῃ, μεγάλη τε καὶ πλούτῳ προφέρουσα. ὁμορεῖ δὲ τῇ τε Αἰγύπτῳ καὶ Περσῶν χώρᾳ καὶ Ἀσσυρίων. ἀπὸ | |
γὰρ Κολχίδος καὶ Φάσιδος χώρας ἐς τὴν θάλασσαν τὴν ἐς | 111 in vol. 1 | |
1.112 | κοίλην Συρίαν, ἐς τὴν Λαοδίκειαν καλουμένην πόλιν, εἴη δ’ ἂν ὁδὸς ἡμερῶν .... ἀνδρὶ εὐζώνῳ πεζῇ διαπορευομένῳ τὴν χώ‐ ραν, καὶ τὸ ἐντεῦθεν κάτω Ἀσίας ὡσεὶ χερρόνησον γεγενῆσθαι, καὶ τήν τε Ἀραβίαν ἐκτὸς γίνεσθαι τῆς Ἀσίας. ἔστι δὲ ἡ χώρα | |
5 | αὕτη ἐπίφορος, δένδρων τε καὶ φοινίκων πεπληρωμένη, καὶ ἐν μέσῳ δυοῖν ποταμοῖν περίρρυτος γενομένη καρπούς τε ἐκφέρει ὑπερφυεῖς τῷ μεγέθει καὶ πολλαπλασίους, ὥστε εὐδαίμονα ὑπὸ τῶν παλαιοτέρων κεκλῆσθαι ἀνδρῶν. διὰ ταῦτα ἐπὶ ταύτην τὴν Ἀραβίαν, ὅτι Καδουσίοις ὑπ’ αὐτοῦ πολεμουμένοις συνεμάχει | |
10 | αἰτιασάμενος, ἐστρατεύετο. καὶ δὶς μὲν ἐμαχέσατο τῷ Ἀράβων στρατεύματι, καὶ οὐδ’ ὣς ἠδυνήθη τρέψασθαι· μετὰ δὲ διαπρε‐ σβευσάμενος, ὥστε στρατιὰν δοῦναι καὶ φόρον ἀπάγειν τοῦ ἔτους, ὅσον ἂν σφίσιν ἐπιτάττοι, σπονδάς τε ἐποιήσατο καὶ τό〈τε〉 ἐλθεῖν ἐπ’ αὐτὸν Ἀράβων πρέσβεις, οἳ καὶ ἀφικόμενοι προΐσχοντό | |
15 | τε τὴν χώραν τοῦ ἥρωος μὴ λεηλατεῖν, καὶ ἐδέοντο σφᾶς, ἅτε γένος τε ὄντας τοῦ νομοθέτου, καὶ πατέρας εἶναι τῶν ἐς τήνδε τοῦ ἥρωος τελούντων θρησκείαν. νομίζεται δὲ τοῦτο τὸ γένος εὐαγές τε καὶ ἅγιον, ὅτι τε προῆλθεν ἐκ τῆς χώρας αὐτῶν Μεχμέτης ὁ νομοθέτης, καὶ σὺν τῷ Ὀμάρῃ τὴν νομοθεσίαν | |
20 | δεξαμένῳ ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προεληλύθεισαν, μεγάλα ἀποδειξάμενοι ἔργα. | |
Ὁ μέντοι νομοθέτης τούτων ὁ Μεχμέτης παῖς λέγεται γενέ‐ | 112 in vol. 1 | |
1.113 | σθαι Ἀλίεω, ἀπὸ Ἀραβίας τῆς εὐδαίμονος. ἐκθέμενος δὲ τὴν νομοθεσίαν αὐτοῦ ἀρχὴν μέντοι μηδὲν βιάζεσθαι, ἀναπείθοντά τε τοὺς Ἄραβας καὶ Σύρους μετὰ ταῦτα· μετὰ δὲ ταῦτα προσλα‐ βόμενον τοῦ Ἀλίεω δυνάστου τε τῆς χώρας καὶ ἐπιτηδείου αὐτῷ, | |
5 | ὡς μάλιστα ἐπιόντα προσάγεσθαι αὐτῷ ἐς τὴν νομοθεσίαν, ὅποι ἂν ἐπίῃ, τοὺς τὴν χώραν οἰκοῦντας. ἀνίει τε τὴν νομοθεσίαν ἔστε τὴν ῥᾳστώνην καὶ τὴν τοῦ θείου βακχείαν μέντοι, συνεχῆ δὲ ὡς μάλιστα μελέτην. νομίζεται γὰρ αὐτῷ τετράκις τῆς ἡμέ‐ ρας προσεύχεσθαι τῷ θεῷ, ὑπ’ οὐδενὸς κωλυόμενον εἰς τοῦτο, | |
10 | ὥστε μὴ προσεύξασθαι. τῇ δὲ τῆς Ἀφροδίτης ἡμέρᾳ κοινῇ τε ἅπαντας ἐς τοὺς ναοὺς ἰόντας προσεύχεσθαι· νομίζεται μηδ’ ὁτιοῦν, μήτε ἄγαλμα, μήτε ἄλλο τι τῶν γεγραμμένων προσβαλό‐ μενον σφίσιν ἐς τὴν προσευχὴν ἐν τοῖς ναοῖς. ἱερεῖς τε σφίσιν καθιστῶντες, ὥστε πρὸ τοῦ ναοῦ ἐς περιωπήν τινα πύργον πε‐ | |
15 | ποιημένον ἀναβαίνοντα προσεύχεσθαι τῷ θεῷ μεγάλῃ φωνῇ καὶ αἰεὶ τὰς νομιζομένας εὐχὰς ποιεῖσθαι κεκραγότα γεγωνότερον. ἐς μὲν οὖν τὴν προσευχὴν αὐτοῦ γένος δὲ τοῦτο ἴσμεν ἐς τὰ μάλιστα ἐντεταμένον, μηδ’ ὁτιοῦν ἀνιέναι προσδεχομένους· ἐς δὲ τὰ ἄλλα τά τε ἐς δίαιταν καὶ ἐς τὸν βίον αὐτοῖς οὔτε κεκο‐ | |
20 | λασμένον νομίζεται, ὥστε μὴ ἐς τὸ τοῦ βίου ἡδὺ πολιτεύεσθαι· οὕτω τὴν φύσιν μηδαμῇ βιάζεται. γυναῖκας μὲν γὰρ ἄγεσθαι, | |
παλλακίδας μέντοι ἀπὸ ἀνδραπόδων, ὅσαις ἂν ἕκαστος οἷός τε | 113 in vol. 1 | |
1.114 | εἴη τροφὴν παρέχεσθαι ἐς τὸν βίον. γυναῖκας δὲ κουριδίας ἄγε‐ σθαι ἐς τὰς πέντε, καὶ τούς τε ἀπὸ ἀνδραπόδων παῖδας νομί‐ ζεσθαι σφίσιν οὐ νόθους. ἂν δὲ ἀπὸ παλλακίδων ἐλευθέρων γένωνται σφίσι παῖδες, νόθοι τε αὐτοῖς νομίζονται, καὶ οὐκ εἰς | |
5 | τὴν πατρῴαν οὐσίαν εἰσέρχονται. ὠνοῦνται δὲ καὶ τὰς κουριδίας, ὅσου ἄν τις βούλοιτο ἐκδοῦναι τὴν ἑαυτοῦ θυγατέρα. λαμπάδων δὲ προενηνεγμένων σφίσιν ἐς τοὺς γάμους ἄγονται τὰς γυναῖκας. ἂν δὲ ἀχθεσθεὶς τῇ γυναικὶ ὁ ἀνὴρ ἐπείπῃ τοῦ λοιποῦ ἀπὸ τριῶν σπληνῶν ἀποσχέσθαι αὐτῆς, ἤδη ἠλλοτρίωται τῷ λόγῳ ἡ | |
10 | γυνὴ τοῦ ἀνδρός. νομίζεται δὲ αἴσχιστον, ἣν ἄν τις ἀποπέμψηται, αὖθις αὐτὴν ἀγαγέσθαι· ἂν δὲ μὴ ὑπὸ ἑτέρου μοιχευθῇ, οὐκ ἔξεστιν ἀπάγειν. οἴνῳ δὲ χρῆσθαι ἀθέμιτον ἀπαγορεύει τῷ γένει τούτῳ, καὶ μὴ λουσάμενον μὴ ἐξεῖναι αὐτῷ ἐς τὴν προσευχὴν ἰέναι. δεκατείαν δέ τινα ἐξελόμενος τῷ θεῷ τοῦ ἔτους, ἐς νη‐ | |
15 | στείαν αὐτοὺς προάγεται ἐς τριάκοντα καὶ ἐπέκεινα ἡμέρας. τῆς μέντοι ἡμέρας ὅλης μηδ’ ὁτιοῦν προσίεσθαι μήτε τροφῆς, μήτε πόσεως, ἑσπέρας δέ, ὅταν ἄστρα φαίνηται, σιτίζεσθαι· πάντων δὲ μάλιστα τὸν χρόνον τοῦτον μὴ ἐξεῖναι οἴνου πιέσθαι τὸ πα‐ ράπαν. περιτέμνεσθαι δὲ τὸ αἰδοῖον χρῆναι παντάπασιν. Ἰησοῦν | |
20 | δὲ θεοῦ τε ἀπόστολον γενέσθαι νομίζει, καὶ ἐξ ἀγγέλου τοῦ | |
Γαβριὴλ καὶ ἐκ τῆς Μαρίας, παρθένου τε οὔσης καὶ μηδενὶ | 114 in vol. 1 | |
1.115 | ἀνδρὶ συγγενομένης γεννῆσαι Ἰησοῦν, ἥρωά τινα μείζω ἢ κατὰ ἄνθρωπον· καὶ ἐς τὴν τελευτὴν τοῦδε τοῦ κόσμου, ἐπειδὰν ἐς κρίσιν τῶν σφίσι βεβιωμένων καθιστῶνται οἱ ἄνθρωποι, τόν γε Ἰησοῦν φασιν ἄγεσθαι διαιτητὴν τοῦ κόσμου. συὸς δὲ μὴ ἅπτε‐ | |
5 | σθαι θέμις εἶναι, καὶ τά γε ζῷα πάντα ἐσθίουσιν, ἂν μέντοι ἐπὶ σφαγὴν γένωνται. θεὸν μὲν οὖν ἕνα ἐφιστῶσι τῷδε τῷ παντί, ὑπηρέταις δὲ χρώμενον τοῖς πυρίνοις, ᾗ φασί, νόοις. πεπομφέναι δὲ Μεχμέτην ἐς τὰ ἐλλιπῆ τοῖς πρότερον ἐπιπεμφθεῖσιν ὑπὸ θεοῦ ἐς τὴν οἰκουμένην νομοθέταις. κάθαρσιν δὲ ἡγοῦνται τήν τε | |
10 | περιτομὴν σφίσι πάντων δὴ μάλιστα, ἐν ᾗ καὶ γάμους ποιοῦνται. ταφὰς δὲ αὐτοῖς παρὰ τὰς ὁδοὺς νομίζεται γίνεσθαι, καὶ μηδὲν ἄλλῃ ἐξεῖναι θάπτειν. θάπτουσι δὲ λούσαντες καὶ ξυρῷ ἅμα τὸ σῶμα. νομίζεται δ’ ἔτι καὶ τόδε, ὃς ἂν μὴ πείθηται τῷ νόμῳ, τελευτᾶν τῷ σιδήρῳ. Ἀρμενίους δὲ μόνους τῶν ἄλλων ἐθνῶν | |
15 | διαφερομένων σφίσιν ἐς τὴν θρησκείαν οὐκ ἀνδραποδίζεσθαι, ὡς Ἀρμενίῳ τινὶ προειρηκότι τὸ γὰρ κλέος αὐτοῦ ἐς τὴν οἰκου‐ μένην ἐσόμενον. διὰ τοῦτο μὴ ἐπιτρέπειν ἀνδραποδίζεσθαι Ἀρ‐ μενίους. Ταῦτα μέντοι ἐς τὴν νομοθεσίαν ἀποδεδειγμένους αὐτῷ ὡς | |
20 | πλεῖστον τῆς οἰκουμένης κατέχειν μέρος, καὶ ἐπὶ μέγα ἐλθεῖν | |
ἔστε τὴν Ἀσίαν καὶ ἐς τὴν Λιβύην καὶ ἐς μοῖραν τῆς Εὐρώπης | 115 in vol. 1 | |
1.116 | οὐκ ὀλίγην, τὴν ἐς Σκύθας τε καὶ τοὺς νῦν Τούρκους, καὶ ἐς τὴν Ἰβηρίαν τούς γε Λίβυας. λέγεται δὲ τελευτῆσαι ἐπὶ παιδὶ Ἀλίῃ βασιλεύοντι Ἀραβίας· ἐκεῖνόν τε γὰρ ὡς νομοθέτην προ‐ σέμενόν τε, καὶ πειθόμενοι αὐτῷ, ἐφ’ ὅ τί γε ἂν ἐξηγοῖτο, ἐπέ‐ | |
5 | τρεψάν τε αὐτῷ τὰ πράγματα καὶ σφᾶς αὐτοὺς χρῆσθαι, ὅπως ἂν βούλοιτο. μετὰ δὲ ταῦτα στρατόν τε συναγείρας ὡς πλεῖστον, ἐπῄει τῆς τε Αἰγύπτου καὶ τῆς ἄλλης Ἀραβίας ἔστιν ἃ κατα‐ στρεψόμενος, καὶ τὴν ψάμμον διαβὰς τῆς Ἀραβίας τὰ τῇδε αὐτοῦ ἔθνη ὑπηγάγετο. βασιλεύσας ἔτη 〈δέκα〉 ἐτελεύτησε δὲ | |
10 | ἐν χωρίῳ τινὶ Μεκέ, οὑτωσὶ καλουμένῳ. καὶ ὅ τε στρατὸς καὶ οἱ τὴν χώραν οἰκοῦντες ἔθαψάν τε μεγαλοπρεπῶς καὶ ἐπένθησαν μεγάλως. καὶ τελετὰς αὐτῷ ποιοῦνται οἱ Ἄραβες ἀνὰ πᾶν ἔτος ὡς ἥρωί τε καὶ ὑπὸ θεοῦ τάχα ἐς τὴν νομοθεσίαν σφίσιν ἀνδρὶ εὐαγεῖ ἀποδεδειγμένῳ. τά τε ἐς τὴν νομοθεσίαν ἐπιεικεῖ τε καὶ | |
15 | οὐ τυράννῳ γενομένῳ οὕτως γεγενῆσθαι. Ἐπεὶ δὲ ἐτελεύτησεν, Ὀμάρης ὁ τῶν μαθητῶν αὐτοῦ δοκι‐ μώτατος, ὑπὸ τοῦ παιδὸς αὐτοῦ τὴν ἀρχὴν παραδεξάμενος, καὶ τὸν στρατὸν ἅμα ἀγόμενος, πρῶτον μὲν ἐπὶ Συρίαν ἐλαύνων τήν τε χώραν ὑπηγάγετο, τὰ μὲν πολεμῶν, τὰ δὲ ἀναπείθων τε, | |
20 | σπενδόμενος ἐπὶ ῥητοῖς. μετὰ δὲ ταῦτα Κίλικάς τε ἐχειρώσατο καὶ Φρύγας καὶ Μυσούς τε καὶ Ἴωνας, πρὸς δὲ καὶ τὰ ἄνω | |
τῆς Ἀσίας ἐπιὼν κατεστρέφετο, τήν τε νομοθεσίαν ἐπιβεβαιού‐ | 116 in vol. 1 | |
1.117 | μενος τοῖς ἀνὰ τὴν Ἀσίαν ἔθνεσι τῶν βαρβάρων, καὶ τῶν ξυμ‐ μαθητῶν αὐτοῦ ἔς τινας ἄλλους ἄλλῃ διαπέμπων, πείθειν τε πειρώμενος. καὶ τάφον τῷ Μεχμέτῃ πολυτελῆ κατασκευασάμενος αὐτοῦ ὑπερεγένετο, τελετάς τε ἐπετέλει αὐτῷ μεγάλας τε ἀνὰ | |
5 | πᾶν ἔτος, καὶ τοὺς ἄλλους ἔπειθεν αὐτῷ τε προσεύχεσθαι καὶ ἐς τὸν τάφον αὐτοῦ φοιτῶντας δικαίους γίνεσθαι· καὶ νῦν ἀπό τε τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ ἀπὸ τῆς Εὐρώπης δὴ οὐκ ὀλίγοι ἰόντες ἐς τὸ μνῆμα τοῦ Μεχμέτεω μέγα τε σφίσιν οἴονται ἐς εὐδαιμονίαν αὐτοῖς φέρειν τὸ τοιοῦτον. πορεύονται δ’ οἱ μέν, | |
10 | οἱ δὲ ἀργυρίου τελοῦσι τοῖς ὑπὲρ σφῶν αὐτῶν βουλομένοις ἰέναι. ἔστι δὴ ὁδὸς χαλεπωτάτη ἴεσθαι διὰ τὴν ψάμμον, ἐπὶ καμήλων δὲ τὴν τροφὴν φερουσῶν καὶ τὸ ὕδωρ· ἀφθόνως γὰρ οὐκ ἔχουσι χρῆσθαι αὐτῷ τὸ παράπαν. καὶ οὕτω δὴ τὰ ἐπιτήδεια συσκευα‐ σάμενοι σφίσιν ἀναβαίνουσί τε ἐπὶ τὰς καμήλους, σημείοις δια‐ | |
15 | χρώμενοι ἐς τὴν πορείαν ταῖς τοῦ μαγνήτου ἀποδείξεσιν, ᾗ δὴ ἀπὸ τῆς ἄρκτου ἐπιλεγόμενοι, ὅποι τῆς οἰκουμένης ἴεσθαι δεῖ αὐτούς, τούτῳ τεκμαιρόμενοι τὴν ὁδὸν διαπορεύονται. ἐπειδὰν δὲ ἀφίκωνται ἐς χώρας αὖθις τινάς, ἐν αἷς ἔνεστιν ὕδωρ, ὑδρευσά‐ μενοι ταύτῃ ἐντεῦθεν ἀπιοῦσι, καὶ ἀφικνοῦνται ἡμέραις τεσσαρά‐ | |
20 | κοντα τὴν ψάμμον διαβάντες ἐς τὸ σῆμα τοῦ Μεχμέτεω. λέγεται δὲ τὸ σῆμα τοῦτο ὑπὸ λίθων πολυτελεστάτων κατασκευασθῆναι, | |
καὶ ἐν μέσῳ τοῦ ναοῦ τὸ σῆμα μετεωριζόμενον ἀπαιωρεῖσθαι. | 117 in vol. 1 | |
1.118 | [ὅπερ ἀπίθανόν μοι δοκεῖ.] διέχει δὲ ἀπὸ τοῦ χώρου τούτου, ἐν ᾧ τὸ σῆμα αὐτοῦ, ἐπὶ τὸν ..... ὡσεὶ σταδίους ἐνενήκοντα, καὶ ἐξιόντες ἐντεῦθεν ἴενται ἐπὶ τὸν χῶρον τοῦτον. τούς τε νόμους αὐτοῦ καὶ τὰ Ἀλκωρὰ ἐκτέθειται· τῇ τε ἀθανασίᾳ τιθέμενοι τῆς | |
5 | ψυχῆς, ἀγνωμοσύνης οὐδέν τι πάνυ οἴονται μετεῖναι τῷ θείῳ. Ταῦτα μὲν οὖν τὴν τοῦ Μεχμέτεω νομοθεσίαν ἐς τοσοῦτον ἀναγεγράφθω ἡμῖν· Τεμήρης δ’ ὡς τὴν χώραν ταύτην ληϊσά‐ μενος, καὶ πόλεις ἑλὼν ἐνίας, ὑπεκομίζετο ἐπὶ Σαμαρχάνδης. Σκύθας δὲ ὡρμημένους ἐπυνθάνετο ἀπὸ Τανάϊδος τήν τε χώραν | |
10 | αὐτοῦ ἐπιδραμεῖν καὶ ληΐσασθαι οὐκ ὀλίγα· χαλεπῶς δὲ ἔφερεν. ἐντεῦθεν δὲ αὐτίκα ἴετο ὁμόσε ἐπὶ τοὺς Χαταΐδας. λέγονται δὲ οὗτοι εἶναι Μασσαγέται τὸ παλαιόν, καὶ διαβάντες τὸν Ἀράξην τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας ἐπὶ πολὺ διεξελθεῖν, καὶ ὑφ’ αὑτοῖς ποιησαμένους ἐνοικῆσαι. τούτους παρεσκευάζετο ὡς ἑλῶν, | |
15 | καὶ στράτευμα ποιησάμενος ἐς ὀγδοήκοντα μυριάδας ἐστρατεύετο ἐπ’ αὐτούς. καὶ συμβαλὼν μάχῃ τε ἐκράτησε τοὺς Χαταΐδας, καὶ ἐπὶ τὴν ἀγορὰν αὐτῶν τούτων καὶ ἐπὶ τὰ βασίλεια ἐλαύνων ὁμολογίᾳ τε παρεστήσατο, καὶ μισθωσάμενος παμπόλλους αὐτῶν, τούς γε κρατίστους τὰ ἐς πόλεμον γενομένους, ᾤχετο ἄγων. | |
20 | ὁμήρους δὲ λαβὼν καὶ τῶν ἀρίστων τοὺς παῖδας, καὶ φόρον ταξάμενος τούτοις ἀπάγειν τοῦ ἐνιαυτοῦ, ἀπήλαυνε. τὰ δὲ Χατάϊα πόλις ἐστὶ πρὸς ἕω τῆς Ὑρκανίας μεγάλη τε καὶ εὐδαίμων, | |
πλήθει τε ἀνθρώπων καὶ ὄλβῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προφέ‐ | 118 in vol. 1 | |
1.119 | ρουσα τῶν ἐν τῇ Ἀσίᾳ πόλεων πλὴν Σαμαρχάνδης καὶ Μέμφιος, εὐνομουμένη δὲ τὸ παλαιὸν ὑπὸ Μασσαγετῶν. τῶν μέντοι Περσῶν τοὺς πλείστους μισθωσάμενος τούτους, οἷα τῶν τε Σκυθῶν ἐμ‐ πείρους ὡς τὰ πολλὰ γενομένους καὶ τὰ ἐς τὴν δίαιταν οὐκέτι | |
5 | ἁβροὺς ὄντας, ἐν νῷ ἔχων ἐπὶ Σκύθας στρατεύεσθαι, ἐπὶ τὴν ἀγορὰν αὐτῶν τὴν Οὐρδὰν καλουμένην, καὶ πυνθανόμενος, ὡς εἴη τε τὸ γένος τοῦτο παλαιότατόν τε τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν, καὶ οὐδένα ἔτι τῶν πρὸ αὐτοῦ βασιλέων χειρώσασθαι τοῦτο τὸ γένος, κακὰ δὲ ὡς πλεῖστα ἐργασάμενον ποιῆσαι τήν | |
10 | τε Ἀσίαν καὶ Εὐρώπην, ἐπιδρομῇ τὰ πλείω ταμιευόμενον τῇ χώρᾳ. ταῦτα δὲ ἐπὶ νοῦν τιθέμενον, καὶ ὡς Δαρείῳ τῷ Ὑστά‐ σπεω βασιλεῖ γενομένῳ Περσῶν καὶ ἐπιστρατεύσαντι αὐτοὺς οὐδέν τι προὐχώρησεν, ὥρμητο αὐτὸς ἐπὶ τοῦτο τὸ κλέος ἰέναι. ὥστε δὲ αὐτοῦ ἔχεσθαί τε τοῦ ἔργου ἐγγυτέρω τούτων γενόμενον, | |
15 | ἐς τὴν χώραν Χεσίην πόλιν κατοικίσας ἀπό τε τῆς Σαμαρχάν‐ δης καὶ στρατιωτῶν καὶ τῶν ἀρίστων αὐτῷ στελλομένων ἐς τὴν ἀποικίαν ᾤκισε πόλιν Χεσίην οὕτω καλουμένην, μεγάλην τε καὶ εὐδαίμονα ἅτε τοῦ βασιλέως ἐν αὐτῇ διατρίβοντος καὶ τῶν ἀρί‐ στων αὐτοῦ, τῶν τε τῆς Ἀσίας στρατῶν ἐς αὐτὴν συνιόντων. | |
20 | μεγάλη τε ἐν βραχεῖ ἐγένετο ἡ Χεσίη, καὶ εὐνομήθη μέντοι καὶ ὕστερον, οὐχ ἥκιστα δὲ βασιλέως Τεμήρεω περιόντος. ὅποι μὲν οὖν τῆς Ἀσίας ᾤκισται ἡ πόλις αὕτη, καὶ εἴτε ἐν τῇ Ἀσσυρίᾳ | |
χώρᾳ, εἴτε καὶ ἐν τῇ Μήδων, οὐκ ἔχω τεκμήρασθαι. λέγουσι | 119 in vol. 1 | |
1.120 | μέν τινες Νῖνον τὴν Χεσίην γενέσθαι τὸ παλαιὸν καὶ ἐς τὴν Ἀσσυρίων χώραν τετάχθαι, τεκμαιρόμενοι τοῦτο ἀπὸ τῆς Παγδα‐ τίνης Βαβυλῶνος. οἰκίσας δὲ Χεσίην πόλιν, καὶ τὰ βασίλεια ἐν αὐτῇ ποιησάμενος, ἐπενόει ἐπὶ Αἴγυπτόν τε καὶ ἐπὶ Σκύθας | |
5 | στρατεύεσθαι καὶ τὴν τούτων ἀγορὰν Οὐρδὰν καλουμένην, καὶ στρατὸν μέγαν συναγείρας καὶ τοὺς Χαταΐδας· συμπαραλαβὼν ἤλαυνεν εὐθὺ Τανάϊδος. Ἐνταῦθα πυθόμενοι Σκύθαι Τεμήρην βασιλέα ἐπὶ σφᾶς ἐπιόντα μεγάλῃ παρασκευῇ, τήν τε εἴσοδον ἔπεμπον στράτευμα | |
10 | προκαταληψομένους τῶν ὀρέων, ᾗ ἔμελλε Τεμήρης σὺν τῷ στρατῷ αὐτοῦ διιέναι. Σκύθαι μὲν οὗτοι τὸ πάλαι ἐς μοίρας τινὰς διῃρημένοι ἐνέμοντο τὴν χώραν ἀπὸ Ἴστρου ἔστε ἐπὶ τοὺς ὑπὸ τὸν Καύκασον. νῦν δὲ γένος μέντοι τούτων ἐς τὴν Ἀσίαν γενόμενον, τὰ πρὸς ἕω αὐτοῦ τε ἐνοικῆσαν τὴν ἐπὶ | |
15 | τάδε τῆς Ἀσίας χώραν, καὶ ἐπὶ πολλὰ τετραμμένον, Σαχαταῖοι ἐκλήθησαν, ὑπὲρ τὴν τῶν Περσῶν χώραν ἐς τοὺς Σάκας τε καὶ Καδουσίους· ἀφ’ ὧν δὴ καὶ Τεμήρην αὐτὸν οἴονται γεγο‐ νέναι τινές. ἔστι δὲ τοῦτο τὸ γένος ἄλκιμόν τε τῶν κατὰ τὴν Ἀσίαν καὶ πολεμικώτατον, καὶ σὺν τούτοις λέγεται Τεμήρης | |
20 | τὴν ἡγεμονίαν τῶν ἐν τῇ Ἀσίᾳ παραλαβεῖν, πλὴν Ἰνδῶν. οἱ δὲ λοιποὶ Σκύθαι κατὰ ταὐτὸ φρονοῦσί τε καὶ ὑφ’ ἑνὶ ἄρχονται βασιλεῖ, κατὰ Οὐρδὰν τὴν καλουμένην ἀγορὰν τὰ βασίλεια ποιού‐ μενοι, ἀποδεικνύμενοι σφίσι βασιλέα γένους τε ὄντα τοῦ βασιλείου τὸ παλαιότατον. καὶ ἔστι δὴ καὶ ἀλλαχοῦ τῆς Εὐρώπης ἐς τὸν | |
25 | Βόσπορον μοῖρα τούτων οὐκ ὀλίγη, ἀνὰ τὴν χώραν ταύτην διε‐ | 120 in vol. 1 |
1.121 | σκεδασμένον, ὑπὸ βασιλεῖ ταττόμενον, οἴκου τῶν βασιλέων, ὄνομα δὲ τούτῳ Ἀτζικερίης. οὗτοι μὲν οὖν ὡς ἐπετράποντο σφᾶς τούτῳ τῷ βασιλεῖ, ἐς τήνδε ἀφικόμενοι τὴν χώραν, ἐπελάσαντες ἐς τὸν Ἴστρον, καὶ δὴ καὶ τὸν Ἴστρον διαβάντες, μοῖρά τις οὐκ ὀλίγη | |
5 | τῆς Θρᾴκης λεηλατοῦντες ἐπέδραμον, καὶ ἀνεχώρουν ἀπὸ Σαρ‐ ματίας ἐπὶ τὸν Τάναϊν ἰόντες. καὶ πολλὰ μὲν τοῦ γένους τούτου αὐτοῦ παρὰ τὸν Ἴστρον ἐνέμειναν. ὧν τὸ πλέον ἐπὶ Παιαζήτεω διαβὰν τὸν Ἴστρον [ἐνέμειναν] ᾠκίσθη χωρὶς ἕκαστον μέρος τοῦ γένους τούτου γενόμενον. τὸ δὲ ὑπολειφθὲν μέρος αὐτοῦ πέραν | |
10 | τοῦ Ἴστρου 〈παρὰ〉 Καζιμήρῳ τῷ βασιλεῖ Λιτουάνων τὴν δίαι‐ ταν ἔχουσι, τὴν γῆν νεμόμενοι ἐς ἔτι καὶ νῦν, ἔς τε τὸν πρὸς τοὺς περιοίκους αὐτῷ πόλεμον συμβαλλόμενοι τὰ κράτιστα· ὅπου γὰρ ἂν τὸ γένος τοῦτο τυγχάνωσιν ὄντες, δοκοῦσί τε τὰ ἐς πό‐ λεμον καὶ εἰσὶ κράτιστοι. οἱ δὲ περὶ τὸν Βόσπορον καὶ τὴν | |
15 | Ταυρικὴν νῆσον καλουμένην, διείργουσαν λίμνην τε τὴν Μαιώτιδα καὶ τόν γε Εὔξεινον πόντον, ὑπὸ τῷ βασιλεῖ Ἀτζικερίῃ τά τε ἔθνη τὰ ἐς γῆν ληϊζόμενοι κατεστρέψαντο ἐς φόρου ἀπαγωγήν, τούς τε Γότθους καλουμένους καὶ Ἰανυΐους τοὺς τὴν τοῦ Καφᾶ πόλιν ἐνοικοῦντας. καὶ Σαρματίας μέρος τι ἀπάγει τούτῳ τῷ | |
20 | βασιλεῖ φόρον. Σαρμάται μὲν οὖν οἱ πρὸς Εὔξεινον πόντον καὶ | |
οἱ πρὸς ὠκεανὸν τῷ μεγάλῳ Σκυθῶν βασιλεῖ τῶν ἐν τῇ ἀγορᾷ | 121 in vol. 1 | |
1.122 | φόρον ἀπάγουσιν, ἐξ ὅτου τὴν Σαρματίαν ἐπιδραμόντες τὰ μὲν ἠνδραποδίσαντο, τὰ δὲ ληϊσάμενοι κατέσχον ἐπὶ συχνόν τινα χρόνον, καὶ ταύτῃ τὸ ἀπὸ τοῦδε φόρον τε ἐτάξαντο τῷ βασιλεῖ τῷ μεγάλῳ, καὶ ἔτους ἑκάστου ἀπάγουσι. | |
5 | Σαρματία μὲν οὖν διήκει ἀπὸ Σκυθῶν τῶν νομάδων ἐπὶ Δᾶκας τε καὶ Λιτουάνους, γένος τῶν Ἰλλυριῶν φωνῇ τὰ πολλὰ διαχρώμενον. καὶ διαίτῃ τε καὶ ἤθεσι τοῦ Ἰησοῦ νόμοις ἔποικοι, ἐπὶ τοὺς Ἕλληνας μᾶλλον τετραμμένοι οὐ πάνυ συμφέρονται τῷ Ῥωμαίων ἀρχιερεῖ, Ἑλληνικῷ δὲ ἀρχιερεῖ χρῶνται, καὶ τούτῳ | |
10 | πείθονται τὰ ἐς θρησκείαν τε καὶ δίαιταν σφίσι. καὶ ἤθεσι τοῖς αὐτοῖς Ἑλλήνων διαχρώμενοι, σκευῇ τῇ Σκυθῶν παραπλησίᾳ προσχρῶνται. τὰ μέντοι πρὸς Εὔξεινον πόντον Σαρματῶν γένη, ἀπὸ Λευκοπολίχνης καλουμένης, ἡγεμονίαι τε διαλαγχάνουσι τὰ πολλά, τό τε Μοσχόβιόν τε καὶ Κίεβος καὶ Τοφάρι καὶ Χαρ‐ | |
15 | κόβιον, πόλεις ὑπὸ τυράννους εὐθυνόμεναι, ἐς τὴν μέλαιναν οὕτω ὑπὸ σφῶν αὐτῶν καλουμένην Σαρματίαν τελοῦσι. τὰ δὲ πρὸς ὠκεανὸν ὑπὸ τὴν ἄρκτον οἰκημένα γένη λευκὴν Σαρματίαν καλοῦσι. πρὸς μέντοι ὠκεανὸν πόλις Οὐγκράτης καλουμένη, ἐς ἀριστοκρατίαν τετραμμένη, ὄλβον τε παρέχεται καὶ αὑτὴν εὐδαι‐ | |
20 | μονίᾳ ὑπερφέρουσαν τῶν ἄλλων τῆς Σαρματίας πόλεων, τῆς τε λευκῆς καὶ μελαίνης οὑτωσὶ καλουμένης. καὶ διήκει ἐπ’ ὠκεα‐ νὸν αὕτη ἡ χώρα, Ἰνφλάντη καλουμένη. ἔνθα δὴ ὁρμίζονται καὶ αἱ ἀπὸ Δανίας νῆες καὶ Γερμανίας, φορτία φέρουσαι Βρε‐ | |
τανικά τε ἅμα καὶ Κελτικὰ ἐς τήνδε τὴν χώραν. ἀπὸ μὲν οὖν | 122 in vol. 1 | |
1.123 | Τανάϊδος ἐς ὠκεανὸν τὸν Βρετανικὸν καὶ ἐπὶ τὴν Κελτῶν χώραν εἴη ἂν ὁδὸς τὸ μακρότατον ἡμερῶν πέντε καὶ τριάκοντα τὸ οἰκούμενον ἐπὶ μῆκος, ἐπὶ πλάτος δὲ τὸ μὲν ὑπὲρ τὸν Τάναϊν χώραν εἶναι μεγίστην, ἀπὸ Σαρματίας ἔστε ἐπὶ τὴν Ἀσσυρίων | |
5 | χώραν. Σκύθαι νέμονται τήνδε. ἔστι μὲν οὖν, ὡς ἔμοιγε κατα‐ φαίνεται, τὰ ὑπὲρ τὸν Τάναϊν χώρα μεγίστη δὴ τῶν ἐν τῇ Εὐρώπῃ κατ’ ἄμφω, μῆκός τε δὴ καὶ πλάτος ἐπὶ μήκιστον διήκουσα. Πέρμιοι δὲ οἰκοῦσι τὸ πρὸς βορρᾶν ὑπὲρ τοὺς Σαρμάτας, | |
10 | ὅμοροι δέ εἰσι Σαρματῶν, καὶ φωνὴν τὴν αὐτὴν ἵενται οἱ Σαρ‐ μάται τοῖς Περμίοις. λέγεται δὲ περὶ Περμίων τάδε, ὡς ἔστι γένος ἀπὸ ἄγρας τὸ πλέον τοῦ βίου σφίσι ποιούμενον καί ... Ἡ μέντοι πρὸς ὠκεανὸν διήκουσα Σαρματία ἐπὶ Προυσίαν καλουμένην χώραν διήκει καὶ ἐπὶ τοὺς ταύτῃ λευκοφόρους | |
15 | Ναζηραίους καὶ ἱερὸν τὸ ἐν τῇδε τῇ χώρᾳ. δοκοῦσι δὲ γένος τοῦτο εἶναι Γερμανοί, καὶ φωνῇ τῇ αὐτῶν ἐκείνων προσχρώμενοι καὶ διαίτῃ. οἰκοῦσι δὲ πόλεις περικαλλεῖς καὶ εὐνομουμένας ἐς τὸ κράτιστον. ἔστι δὲ τούτοις ἱερόν, ᾗ δὲ καὶ τὸ ἐν Ἰβηρίᾳ ἱερὸν νομίζεται καὶ ἐν τῇ Ῥόδῳ ἐνοικοῦν Ναζηραίων γένος. ταῦτα | |
20 | γὰρ δὴ τὰ τρία ἱερὰ ἀνὰ τὴν οἰκουμένην ἐς τὴν τοῦ Ἰησοῦ θρησκείαν ἐπὶ τοὺς βαρβάρους ᾠκημένα δὴ καταφανῆ ἐστι, τό τε ἐν Ἰβηρίᾳ πρὸς τοὺς ταύτῃ τῶν Λιβύων διαβάντας, καὶ Πρου‐ | |
σίων πρός τε τοὺς Σαμώτας καὶ Σκυθῶν τοὺς νομάδας, αὐτοῦ | 123 in vol. 1 | |
1.124 | ταύτῃ ἀγχοῦ τὸ παλαιὸν ᾠκισμένους, καὶ Ῥοδίων δὲ πρὸς τοὺς ἐν Αἰγύπτῳ τε καὶ Παλαιστίνῃ διὰ τὸν τοῦ Ἰησοῦ τάφον καὶ πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους. Προυσίων δὲ ἔχονται Σαμῶται, γένος ἄλκιμόν τε καὶ οὐδενὶ | |
5 | τῶν περιοίκων ὁμοδίαιτον, οὐδὲ ὁμόγλωσσον. νομίζει δὴ τοῦτο τὸ γένος θεοὺς Ἀπόλλω τε καὶ Ἄρτεμιν· διαίτῃ δὲ χρῶνται τῇ πάλαι Ἑλληνικῇ καὶ ἤθεσι, σκευῇ δὲ τῇ Προυσίων παραπλησίᾳ. Τούτων δὲ ἔχονται Βοέμοι, τῇ τε Σαμωτῶν δόξῃ τιθέμενοι καὶ τῇ Γερμανῶν οἱ ἐν τῇ χώρᾳ ταύτῃ ἐνοικοῦντες, σκευῇ τῇ | |
10 | τῶν Παιόνων παραπλησίᾳ ἐσκευασμένοι. ἔνεστι δὲ αὐτοῖς μητρό‐ πολις, πόλις εὐδαίμων τε καὶ πολυάνθρωπος, Βράγα οὑτωσὶ καλουμένη, καὶ πολλοὶ τῆς πόλεως ταύτης οὐ πολὺς χρόνος ἐπεὶ ἐπαύσαντο τῷ πυρὶ καὶ τῷ ἡλίῳ θρησκεύειν. μόνον δὲ τὸ ἔθνος τοῦτο τῶν ἐν τῇ Εὐρώπῃ ἐκτὸς γενόμενον ταῖς ἐγνωσμέναις ἡμῖν | |
15 | ἐν τῷ παρόντι θρησκείαις, τῆς τε τοῦ Ἰησοῦ φημι καὶ τῆς τοῦ Μεχμέτεω καὶ Μωσέως· ταύτας γάρ τοι σχεδόν τι ἴσμεν δια‐ κατέχειν τήν τε ἐγνωσμένην ὡς τὰ πολλὰ ἡμῖν οἰκουμένην. ἔστι μέντοι, ᾗ πυνθάνομαι, καὶ τὰ ὑπὲρ τὴν Κασπίαν θάλασσαν καὶ τοὺς Μασσαγέτας ἔθνος Ἰνδικὸν ἐς ταύτην τετραμμένον τὴν | |
20 | θρησκείαν τοῦ Ἀπόλλωνος. νομίζει δὲ ἐκεῖνο τὸ γένος καὶ θεοὺς ἔτι ἄλλους, Δία τε καὶ Ἥραν, ὡς προϊόντι πρόσω τοῦ λόγου δηλωθήσεται. | |
Καὶ περὶ μὲν τούτων ταύτῃ ἐπὶ τοσοῦτον εἰρήσθω· Πολάνοι | 124 in vol. 1 | |
1.125 | δὲ ἔχονται Σαρματῶν, καὶ τῇ φωνῇ τούτων νομίζουσι, καὶ ἤθεσι δὲ καὶ διαίτῃ τῇ Ῥωμαίων παραπλησίᾳ. Πολάνων δὲ ἔχονται Λιτουάνοι ἐπὶ Εὔξεινον πόντον καὶ ἐπὶ Σαρματίαν καθήκοντες καὶ οὗτοι. ἡ μὲν μέλαινα Πογδανία, | |
5 | ἡ ἐν τῇ Λευκοπολίχνῃ καλουμένῃ τὰ βασίλεια ἔχουσα, ἀπὸ Δακῶν τῶν παρὰ τὸν Ἴστρον ἐπὶ Λιτουάνους καὶ Σαρμάτας διήκει. γένος δέ ἐστι τοῦτο δόκιμον, ᾗ ἄν τις τεκμαίροιτο, τήν τε φωνὴν τὴν αὐτὴν ἱέμενον, καὶ ἀπὸ παλαιοῦ διεσχισμέ‐ νον διχῇ τὸ γένος ἐς τυραννίδας καὶ ἡγεμονίας δύο κατέστη. | |
10 | Λιτουάνοι δὲ οὔτε Σαρμάταις εἰσὶν ὁμόγλωσσοι, οὔτε Παίοσιν, οὔτε μὲν Γερμανοῖς, οὐ μὴν οὐδὲ Δαξίν, ἰδίᾳ δὲ τὸ παράπαν νομίζουσι φωνῇ. ἔστι δὲ αὐτοῖς βασίλεια πόλις μεγάλη τε καὶ πολυάνθρωπος καὶ εὐδαίμων. καὶ δοκεῖ τοῦτο τὸ γένος εἶναί τε μέγα τῶν ἀμφὶ τήνδε τὴν χώραν ἐθνῶν καὶ ἀνδρειό‐ | |
15 | τατον, καὶ πρός τε τοὺς Προυσίους τοὺς Γερμανοὺς καὶ Πολά‐ νους διαπολεμοῦν περί τε ὅρων τῶν ἐς τὴν χώραν. ἔστι δὲ καὶ τοῦτο τὸ γένος πρὸς τὰ τῶν Ῥωμαίων ἔθη καὶ δίαιταν τετραμ‐ μένον, σκευῇ δὲ τῇ Σαρματῶν παραπλησίᾳ χρωμένους, καὶ τῇ | |
μελαίνῃ Πογδανίᾳ ὅμορος τὰ πολλὰ οὖσα πρὸς τούτους ἀγωνίζεται. | 125 in vol. 1 | |
1.126 | Σαρμάται δὲ φωνῇ διαχρῶνται παραπλησίᾳ τῇ Ἰλλυριῶν τῶν ἐς τὸν Ἰόνιον παροικούντων ἔστε ἐπὶ Ἑνετούς. ὁπότεροι μὲν τού‐ των παλαιότεροι, καὶ τὴν ἑτέρων ὁπότεροι τούτων χώραν ἐπινέ‐ μονται, ἢ Ἰλλυριοὶ ἐπέκεινα τῆς Εὐρώπης διαβάντες Πολανίαν | |
5 | τε καὶ Σαρματίαν ᾤκησαν, ἢ Σαρμάται δὲ ἐπὶ τάδε τοῦ Ἴστρου γενόμενοι τήν τε Μυσίαν καὶ Τριβαλλῶν χώραν καὶ δὴ καὶ Ἰλλυριῶν τῶν πρὸς τὸν Ἰόνιον ἄχρι δὴ Ἑνετῶν ᾤκησαν, οὔτε ἄλλου τινὸς ἐπυθόμην τῶν παλαιοτέρων διεξιόντος, οὔτ’ ἂν ἔχοιμι πάντῃ ὡς ἀληθῆ διασημήνασθαι. | |
10 | Ἐπάνειμι δὲ ἐπὶ Σκύθας τοὺς νομάδας, ὃ δὴ γένος μέγιστόν τε καὶ ἰσχυρὸν καὶ γενναιότατόν ἐστιν, οἷον οὐδενὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν παραβάλλειν, ἂν μὴ πολλαχῇ ἀνὰ τὴν οἰκου‐ μένην κατά τε Ἀσίαν καὶ Εὐρώπην ἐσκεδασμένον ἄλλῃ τε τῆς αὐτῶν βασιλείας ᾠκίσθη, ὡς τῇ ἐπιδρομῇ τὰ πολλὰ χρησάμενον· | |
15 | ᾗ δὲ χώρᾳ ἠρέσκετο, ταύτῃ ἐναπολειφθὲν ᾤκησεν. εἰ μὲν οὖν ἐφρόνει κατὰ τάδε, τὴν αὐτὴν ἐνοικοῦν χώραν, καὶ ὑφ’ ἑνὶ γέ‐ νοιτο βασιλεῖ, οὐδένες οἱ τῶν ἐν τῇ οἰκουμένῃ ἐνίσταντο ἄν, ὥστε μὴ συνομολογεῖν αὐτῷ. νῦν δὲ ἁπανταχῇ τῆς Ἀσίας ἐπι‐ νεμόμενον καὶ ἐν τῇ Εὐρώπῃ, ἐπὶ τῇ Θρᾴκῃ τε καὶ ἐς τὸν | |
20 | Βόσπορον ἐνοικοῦν, ἀπῴκισται τῆς σφῶν αὐτῶν βασιλείας τῆς ἐς τὸ Οὐρδάν. οἱ μὲν οὖν ἐς τὸν Βόσπορον τὴν ταύτῃ χώραν | |
ἐπινεμόμενοι καὶ τὴν ὅμορον λεηλατοῦντες, τήν τε Τζαρκάσων | 126 in vol. 1 | |
1.127 | καὶ Μιγκρελίων καὶ Σαρματῶν, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγό‐ μενοι ἐπὶ τὸν Βόσπορον, ἐπὶ Καφᾶν πόλιν καὶ ἐς τὴν Μαιώτιδα καλουμένην λίμνην ἀπάγοντες, ὀλίγου τε αὐτὰ ἀποδιδόμενοι τοῖς τε Ἑνετῶν καὶ Ἰανυΐων ἐμπόροις, οὕτω δὴ βιοτεύουσι. Σκύθαι | |
5 | δὲ οἱ ἐν τῇ ἀγορᾷ ἐπὶ ἁμαξῶν τε καὶ ὑποζυγίων τὸν βίον ποι‐ ούμενοι, γάλακτι τὰ πολλὰ ἵππων τε καὶ κρέᾳ διαχρώμενοι, οὔτε σίτῳ, οὔτε κριθῇ καταφανεῖς εἰσὶ διαχρώμενοι, μελίνῃ δὲ τὸ πλέον καὶ σηκάλῃ, λινᾶς τε ἐσθῆτας φοροῦντες ἐς τὸν τῶν λίθων ὄλβον εὐδαιμονέστατοι καὶ πλουσιώτατοι νομίζονται. τόξοις | |
10 | δὲ χρῶνται, τὸ σύμπαν εἰπεῖν, καὶ ξίφεσι βαρβαρικοῖς, καὶ θυρεοῖς τοῖς τῶν Δακῶν παραπλησίοις, πίλοις δὲ τὰ πολλὰ χρώ‐ μενοι, οὔτε ᾗ περὶ Σαρματίαν οἰκοῦντες, οὔτε ἱματίοις ἀπὸ ἐρίων, ὅτι μὴ λινοῖς νομίζουσι. διήκει δὲ ἡ ἀγορὰ τούτων τῶν Σκυθῶν καὶ τοῦ μεγάλου βασιλέως ἐπὶ ὁδὸν πεντεκαίδεκα ἡμερῶν, ὥστε | |
15 | ἐπινέμεσθαι τὴν χώραν ἐς τὸ ἐπιτηδειότατον σφίσι καταστάντες, καὶ κατ’ ὀλίγους διεσκεδασμένοι, ἀφ’ ἑκατέρου πλαγίου καθιστά‐ μενοι ἐφ’ ἑνός· τήν τε ἀγορὰν ποιοῦνται ἐπὶ μήκιστον, καὶ δια‐ νέμονται τὴν χώραν, τοῖς ὑποζυγίοις ἄφθονον παρεχόμενοι, καὶ αὐτοί τε ἐς τάξιν τὴν ἀρίστην ὑπὸ σφῶν νομιζομένην καθιστά‐ | |
20 | μενοι. κατ’ αὐτὸν δὲ μόνον τὸν βασιλέα καὶ τοὺς ταύτῃ ἀρίστους ἐπὶ κύκλους καταστάντες, καὶ περιόδους ποιούμενοι, βασίλειά τε | |
παρέχουσι τῷ βασιλεῖ ἀπὸ ξύλων κατεσκευασμένα. ἐπιδιελόμενοι | 127 in vol. 1 | |
1.128 | δὲ εἰς μοίρας ταύτην σύμπασαν τὴν ἀγοράν, ἄρχοντάς τε ἐφι‐ στᾶσι τούτων, καὶ ἐπειδὰν παραγγέλῃ βασιλεύς, χωροῦσιν, ἐφ’ ὅ τι ἂν γένηται χρεία. Τότε μὲν οὖν, ὡς ἐστρατεύετο Τεμήρης ἐλαύνων τὸν τῆς | |
5 | Ἀσίας στρατόν, καὶ ἐπύθοντο ἐπὶ σφᾶς στρατευόμενον, βασιλεὺς μέντοι τήν τε ἀγορὰν σύμπασαν ἐς στρατὸν ποιησάμενος ἐστρα‐ τοπεδεύετο, ἐπὶ πολλοὺς τὸ βάθος ποιησάμενος. καὶ αὐτὸς μὲν ταύτῃ ταξάμενος ἴετο ὁμόσε ἐπὶ τοὺς πολεμίους, μοῖραν δὲ προέπεμψε τὴν πάροδον καταληψομένους, ᾗ ἔμελλε διαπορεύεσθαι | |
10 | Τεμήρης ὁ βασιλεύς, καὶ διακωλῦσαι ἐκέλευεν, ὅποι δύναιντο, ὡς κράτιστα μαχομένους τῷ Τεμήρῃ. οὗτος μὲν δὴ παραλαβὼν τὴν μεθ’ ἑαυτοῦ μοῖραν, Τεμήρης δὲ ὡς ἐπῄει τὸν στρατόν, εὐθὺ Τανάϊδος ἐπορεύετο, ἐν δεξιᾷ ἔχων τὸν Καύκασον. ἐπεὶ δὲ εἰσέ‐ βαλεν ἐς τὴν Σκυθικήν, εὗρε τοὺς Σκύθας ἐστρατοπεδευμένους. | |
15 | καὶ ὡς ᾔσθοντο ἐπιόντα, παρετάσσοντο ὡς ἐς μάχην. καὶ αὐτός τε ἀντιπαρετάσσετο, καὶ μάχην μέν τινα ἐποιήσαντο ἐν τῇ πα‐ ρόδῳ, καὶ οὐδὲν πλέον ἔσχε Τεμήρης ἐν τῇ μάχῃ ταύτῃ. μετὰ δέ, ὡς ἐπηυλίσατο, τῇ ὑστεραίᾳ αὖθις παρετάσσετο, καὶ ἐμαχέ‐ σαντο καὶ ἐξεκρούσαντο αὐτόν, ὥστε μηδ’ ὁπωσοῦν ἐξεῖναι αὐτὸν | |
20 | παριέναι εἴσω καὶ ἐσβάλλειν ἐς τὴν χώραν. καὶ αὐτοῦ τε διέ‐ φθειρε τοῦ στρατεύματος αὐτοῦ οὐκ ὀλίγους ὑπὸ τῶν Σκυθῶν. μετὰ δέ, ὡς οὐχ οἷός τε ἐγένετο εἴσω παρελθεῖν διακωλυόμενος, ἀπήγαγε τὸν στρατὸν καὶ ἀνεχώρει ἐπ’ οἴκου. Τοῦ δ’ ἐπιγενομένου θέρους στρατιὰν ὡς μεγίστην συλ‐ | |
25 | λέξας, καὶ ἐπὶ Αἴγυπτον ἐν νῷ ἔχων στρατεύεσθαι, μετὰ δὲ | 128 in vol. 1 |
1.129 | συστρέψας, ἤλαυνεν αὖθις ἐπὶ Σκύθας, σταθμοὺς ἐλαύνων ὡς μεγίστους. καὶ ἔφθη τε δὴ ἐσβαλὼν ἐς τὴν Σκυθικήν, καὶ συνέμιξε μοίρᾳ τινὶ αὐτοῦ ἐπὶ τὴν ἔφοδον ἐπειγομένοις, καὶ συμβαλὼν αὐτῇ ἐτρέψατο. οὐ μέντοι γε ἀπεγένετο, ὅ τι καὶ | |
5 | ἄξιον λόγου, ἐν ταύτῃ τῇ συμβολῇ. οἱ γὰρ Σκύθαι μέγιστον δὴ τοῦτο ἔχουσιν ἀγαθόν· ἐν τῇ τροπῇ συστρεφόμενοι αὖθις ἐλαύνουσιν ἐπὶ τοὺς πολεμίους, οὐδέν τι κατὰ τὴν τροπὴν χαλεπὸν ὑφιστάμενοι, μετὰ δέ, ὡς ἐπὶ τὸν βασιλέα Σκυθῶν ἤλασε, παρετάξατό τε εἰς μάχην, καὶ οἱ Σκύθαι νυκτὸς ἀπε‐ | |
10 | χώρουν ὡσεὶ σταδίους εἴκοσι καὶ ἑκατόν. ὡς δὲ ἐπῄει Τεμή‐ ρης, διημερεύων ἐπήλαυνε, νυκτὸς αὖθις ἀπεχώρουν οἱ Σκύ‐ θαι, ὥστε δὴ ταῦτα ποιούμενος ἔκαμνε τῷ Τεμήρῃ ὁ στρατός, καὶ προεκαλεῖτο ἐς μάχην τῶν Σκυθῶν βασιλέα. μετὰ δὲ ταῦτα στρατοπεδευσάμενος ἐς τὴν ὑστεραίαν παρετάξατο κατὰ ἴλας. | |
15 | Τεμήρης δὲ παρετάσσετο ἐπὶ πολὺ τὸ βάθος, ἔχων ἐπὶ τὸ δεξιὸν Χαϊδάρην σὺν τοῖς Μασσαγέταις, ἐπὶ δὲ τὸ εὐώνυμον τὸν παῖδα αὐτοῦ Σαχροῦχον σὺν τοῖς Πέρσαις τε καὶ Ἀσσυρίοις, καὶ Χα‐ ταΐων, ὅσοι εἵποντο. ἐπεὶ δὲ συνέμισγον ἀλλήλοις τὰ στρατεύ‐ ματα, καὶ ἐμάχοντο, μάχης τε καρτερᾶς γενομένης οὐδέν τι | |
20 | πλέον ἔσχον οἱ Σκύθαι. μετὰ δέ, ὡς ὠσάμενοι εἴχοντο τοῦ ἔργου | |
ἐντονώτερον οἱ Σκύθαι, οὐδ’ ὣς ἐτρέψαντο τὸν Τεμήρεω στρατόν, | 129 in vol. 1 | |
1.130 | ἀπετράποντο, καὶ ἀπέβαλον ἐν ταύτῃ τῇ μάχῃ οὐκ ὀλίγους. καὶ ἔπεσον ἀπὸ τοῦ στρατοῦ τῶν Περσῶν οὐκ ὀλίγοι. ὕστερον μέντοι, ὡς οὐδὲν ἔπρασσον οἱ Σκύθαι μαχόμενοι τῷ Τεμήρεω στρατῷ, ἤλαυνον ἐς τὸ πρόσω ἐχόμενοι, ὡς ἐντὸς τῆς χώρας τοὺς πολε‐ | |
5 | μίους ἀποληψόμενοι. ὁ μέντοι Τεμήρης συστραφεὶς ἤλαυνέ τε αὐτὸς τὰ ἔμπαλιν γενόμενος, καί πως ἔφθη ἐς τὸν Τάναϊν ἀφι‐ κόμενος. μετὰ δὲ ταῦτα ἐς τὴν Ἰβηρίαν τὴν ἐν τῇ Ἀσίᾳ ἀφι‐ κόμενος ἀπεχώρει διὰ τῆς Κολχίδος, τὸν Φᾶσιν αὐτοῦ διαβὰς ποταμόν, τὸν ἀπὸ Καυκάσου ῥέοντα ἐπὶ Εὔξεινον πόντον. ἐσβα‐ | |
10 | λὼν δὲ ἐς τὴν Ἀρμενίων χώραν ἀπήλαυνεν ἐπὶ Χεσίης. ἐπε‐ πράγει δὲ οὕτω αὐτοῦ τὸ στράτευμα ἐς τὴν ἐπὶ Σκύθαις ταύτην ἔλασιν. τῷ δὲ τρίτῳ ἔτει παρασκευασάμενοι οἱ Σκύθαι ὡς ἀμυ‐ νούμενοι βασιλέα Τεμήρην, ἤλασάν τε καὶ ἐπέδραμον χώραν τὴν ὑπὲρ τοὺς Ἀσσυρίους. ἐπρεσβεύετο μὲν οὖν ὕστερον περὶ σπονδῶν | |
15 | πρός τε τὸν βασιλέα τοῦ Οὐρδὰν καὶ πρὸς σύμπασαν τὴν ἀγο‐ ράν, ἐπιγαμίαν τε ὑπισχνούμενος, καὶ σπονδάς τε ἐποιήσαντο, ἐφ’ ᾧ ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις. Ὡς δὲ τὰ πρὸς τοὺς Σκύθας καθίστη, ἤλαυνεν ἐπὶ Συρίαν κοίλην. ἐλάσας δὲ ἐπὶ Δαμασκὸν τήν τε πόλιν ἐπολιόρκει, καὶ | |
20 | μηχανὰς προσφέρων τῷ τείχει εἷλε τε κατὰ κράτος τὴν πόλιν καὶ ἠνδραποδίσατο, πόλιν μεγίστην δὴ τότε οὖσαν καὶ εὐδαιμο‐ | |
νεστάτην, καμήλους τε ἐντεῦθεν ἀπήγαγεν ἐς ὀκτακισχιλίους τὰς | 130 in vol. 1 | |
1.131 | πάσας. ὄλβον δὴ μέγιστον ἐν ταύτῃ τῇ πόλει ληϊσάμενος ἀπή‐ λαυνεν ὀπίσω ἐπ’ οἴκου, λείαν τε πολλὴν καὶ εὐδαίμονα ἀγόμε‐ νος. ἐπρεσβεύετο μέντοι καὶ πρὸς τὸν τῆς Μέμφιος βασιλέα, Σουλδάνον οὕτω δὴ ἐξόχως καλούμενον, καὶ ἠξίου κοίλης Συρίας | |
5 | ὑποχωρῆσαί οἱ, ὥστε ἐς σπονδάς τε ἰέναι αὐτῷ καὶ εἰρήνην ἐπὶ τούτῳ ποιεῖσθαι. ὡς δὲ προπέμποντι οὐ προεχώρει, ἤδη παρα‐ σκευασάμενος, ἑλών τε καὶ ἀνδραποδισάμενος τὴν Δαμασκὸν πόλιν εὐδαίμονα, ἀπεχώρει δι’ αἰτίαν, ἥν τινα ἐς τὸ πρόσω τοῦ λόγου ἰὼν σημανῶ. | |
10 | Ὁ δὲ τῆς Μέμφιος βασιλεὺς χώρας τε ἄρχει οὐκ ὀλίγης καὶ εὐδαίμονος· ἀπὸ Ἀράβων ἀρξάμενος Συρίαν τε κοίλην καὶ Παλαιστίνην καὶ σύμπασαν δὴ Αἴγυπτον ὑφ’ αὑτῷ ἔχει. βασιλεὺς δὲ καθίσταται τῆς Μέμφιος καὶ τῆς ἀρχῆς τῆσδε τρόπῳ τοιῷδε. ὅσοι τῶν ἀνδραπόδων ἀρετῆς τι μεταποιοῦνται ἐν ταύτῃ τῇ χώρᾳ, | |
15 | ὑπὸ βασιλέως καθίστανται ἐς τοὺς στρατιώτας. εἰσὶ δὲ οὗτοι δορυφοροῦντες βασιλέα, ἀμφὶ τοὺς δισμυρίους, Μαμαλούκιδες καλούμενοι. ἀπὸ τούτων δέ, ὅσοι ἐπίσημοι ἐπὶ τὸ κατεργάζεσθαι ὁτιοῦν τῶν ὑπὸ βασιλέως τεταγμένων, οὗτοι ἐς τὰς ἀρχὰς κατὰ βραχὺ καθιστάμενοι ἐπὶ μεῖζον χωροῦσι τύχης ἅμα κἀπὶ βασι‐ | |
20 | λέως, καὶ ἐς τὰ πρῶτα τιμῆς ἀξιούμενοι ἐπὶ τοὺς καλουμένους Μελικαμηράδας καθίστανται, ἀφ’ ὧν δὴ τῆς χώρας ἐπ’ αὐτὴν ἤδη χωροῦσι τὴν βασιλέως χώραν, καὶ ἐπὶ τὴν τῆς Μέμφιος ἀρχὴν καὶ συμπάσης τῆς τε Αἰγύπτου Ἀραβίας τε καὶ Παλαι‐ | |
στίνης καὶ τῶν ἄλλων ἀρχῶν, ὅσαι ὑπὸ τούτῳ τῷ βασιλεῖ τάτ‐ | 131 in vol. 1 | |
1.132 | τονται. Μελικαμηράδες εἰσὶν ἀρχαὶ ἐς τὰς πόλεις τὰς ὑπὸ τήνδε τὴν βασιλείαν ἐπισήμους, ἄρχοντες καθιστάμενοι ὑπὸ βασιλέως. τὴν δὲ πόλιν ταύτην τῆς Μέμφιος μεγίστην δὴ πασῶν τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἔστε τὴν ἄλλην εὐδαιμονίαν καὶ τὸ πλῆ‐ | |
5 | θος τῶν ἀνθρώπων. ὅ τε γὰρ περίβολος ταύτης τῆς χώρας ἐς ἑπτακοσίους μάλιστα σταδίους διήκων. εὐνομεῖται δὲ κάλλιστα πασῶν δὴ, ὧν ἡμεῖς ἴσμεν, πόλεων. οἰκίας δὲ ἔχειν καλλίστας λέγεται ἐς τὰς πεντήκοντα μυριάδας. ῥεῖ δὲ διὰ μέσης τῆς πό‐ λεως Νεῖλος ποταμός, κράτιστον ὕδωρ παρεχόμενος, ῥέων ἀπὸ | |
10 | ἀργυροῦ ὄρους. Αἴγυπτον δὲ σύμπασαν ἀρδεύει ἐς τὰ κάλλιστα κατὰ τὰς διώρυχας ὑπὸ τῶν ἑκασταχῇ χωρῶν κατεσκευασμένων, ὥστε τὴν χώραν ἄρδειν ἐπιτηδείως ἔχειν. οἰκοῦσι δὲ τὴν χώραν ταύτην Μονοθελῆται καὶ Ἰακωβῖται, ἔθνη τε οὐκ ὀλίγα, καὶ τῶν ἐς τὴν τοῦ Ἰησοῦ τοῦ θεοῦ θρησκείαν τελούντων τε καὶ | |
15 | φρονούντων ἄλλων ἄλλῃ, οὔτε κατὰ τοὺς Ῥωμαίους, οὔτε κατὰ τὰ Ἕλλησι δεδογμένα ἐς τὴν θρησκείαν φρονοῦντες· ἀλλ’ ὅσοι μέν εἰσιν Ἀρμένιοι πλεῖστοι ἀνὰ τὴν χώραν ταύτην, Μονοθε‐ λῆται δὴ καὶ Ἰακωβῖται καὶ Μανιχαῖοι πάμπολλοι. διήκει δὲ ἡ χώρα τοῦ τῆς Μέμφιος βασιλέως ἀπὸ Λιβύης ἔστε πόλιν Χαλε‐ | |
20 | πίην οὕτω καλουμένην κατὰ τὴν Ἀσίαν· νομίζεται δ’ οὗτος ὁ βασιλεὺς ὑπό τε τῶν ἐν τῇ Ἀσίᾳ ἐθνῶν καὶ ὑπὸ τῶν τῆς Λιβύης καὶ δὴ καὶ ὑπὸ τῶν ἐν τῇ Εὐρώπῃ ἀρχιερεύς τε τὰ ἐς τὴν θρησκείαν αὐτῶν καὶ τὰ ἐς τοὺς νόμους τοῦ Μεχμέτεω, παμ‐ | |
πόλλων αὐτοῦ ταύτῃ διδασκομένων τοὺς τῆς θρησκείας αὐτοῦ | 132 in vol. 1 | |
1.133 | νόμους, καὶ ὡς ἀπὸ τῶν παλαιοτέρων ἀρχιερεύς τε ἐνομίσθη, καὶ γράμμασι τοῖς τούτων ἀποδείκνυσθαι ἀκριβέστατα δὴ τὸν τοῦ Μεχμέτεω νόμον. τὸν δὲ τάφον Ἰησοῦ κατὰ τὴν Παλαιστίνην κατέχοντες μέγα τε ἀποφέρονται κέρδος, καὶ ἄρχοντες μέγιστοι | |
5 | δὴ τοῦ βασιλέως οἴκου ἐς φυλακὴν τοῦ σήματος καθίστανται. διήκει δὲ Αἴγυπτος ἀπὸ Φάρου τῆς Ἀλεξανδρείας ἔστε Ἰτου‐ ραίαν χώραν, ἐπὶ σταδίους μάλιστά πη.... ὁ δὲ Νεῖλος ὁ τῆς Αἰγύπτου ποταμὸς ἐκδιδοῖ ἐς θάλασσαν πρὸς βορρᾶν ἄνεμον κατὰ Ἀλεξάνδρειαν τῆς Αἰγύπτου. | |
10 | Ἐντεῦθεν ἄρχεται ἡ Παλαιστίνη διήκουσα ἔστε ἐπὶ κοίλην Συρίαν. ἐν ταύτῃ δ’ ἔστι τὸ τοῦ κυρίου Ἰησοῦ σῆμα, κατὰ τὴν Ἱεροσολύμων πόλιν, ἣ δὴ κατέσκαπται. καὶ αὗται μὲν παράλιαι χῶραι· κοίλη δὲ Συρία διήκει ἐπὶ Ἀραβίαν ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν τῷ πρὸς ἕω ἰόντι. διαβάντι δὲ τὴν | |
15 | θάλασσαν ψάμμος τε δέχεται αὐτοῦ ταύτῃ διαπορευομένων ἐπὶ τὸ σῆμα τοῦ Μεχμέτεω. αὕτη δ’ ἡ χώρα βασιλέως τῆς Μέμφιος οὖσα, πρὸς δὲ καὶ ἡ Φοινίκη. δύναμις δέ ἐστι τῷ βασιλεῖ τῷδε κατὰ θάλασσαν ἀξιόχρεως, ἔνθα δὴ ἐφίσταται Σάμος, πλοῖα τε καὶ τριήρεις. Κύπρον τε ὑπηγάγετο, καὶ | |
20 | ἐπὶ Ῥόδον καὶ Κύπρον πέμψαι τά τε πλοῖα καὶ στρατὸν σὺν | |
αὐτοῖς. διαπλεύσας δὲ τήν τε πόλιν ἐπολιόρκει, καὶ τὴν νῆσον | 133 in vol. 1 | |
1.134 | ληϊσάμενος προσέβαλέ τε τῷ τείχει ἐπὶ ἡμέρας ἱκανάς· καὶ ὡς οὐδὲν προὐχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπεχώρησεν ἐπ’ οἴκου. τὴν μέντοι Κύπρον ὑπηγάγετο, καὶ τόν τε βασιλέα Κύπρου ἄγων τε ᾤχετο· ἀφ’ οὗ δῆτα χρόνου φόρον τε ἀπάγει ἡ Κύπρος τῷδε | |
5 | τῷ βασιλεῖ. δοκεῖ δὲ ἡ νῆσος αὕτη ὑπὸ τόνδε γενέσθαι τὸν βασιλέα τὸ παλαιόν. Κελτοὶ δὲ ὡς ἀφίκοντο ἐπὶ τὸ τοῦ Ἰησοῦ τοῦ θεοῦ σῆμα, δουλωσάμενοι τήν τε νῆσον ταύτην ὑπηγάγοντο σφίσι, στόλον ἐπαγόμενοι καὶ δύναμιν ἀξιόχρεων. ᾗ καὶ Ἑνετοὶ Ἀμαθοῦν πόλιν εὐδαίμονα χειρωσάμενοι ἐπὶ συχνόν τινα χρόνον | |
10 | διακατεῖχον, ὁρμητήριον τῆς πρὸς Αἴγυπτον ἐμπορίας αὐτῶν. καὶ τὸ ἐντεῦθεν ἀπὸ Κελτῶν βασιλεῖς διαγενόμενοι βασιλεύουσιν ἐν ταύτῃ τῇ νήσῳ. νέμονται μέντοι καὶ οἱ Ἄραβες μέρος τι τῆς νήσου ταύτης καὶ πόλιν καλουμένην Ἀμμοχώστην. τῷ μὲν οὖν βασιλεῖ Μέμφιός τε καὶ Αἰγύπτου πόλεμός τέ ἐστι πρὸς τοὺς | |
15 | ἐν τῇ Ἀραβίᾳ καὶ πρὸς τοὺς ἀπὸ τῆς Λιβύης, διαφερομένους περὶ γῆς ὅρων, μαχεσαμένῳ τά τε ἄλλα καὶ δὴ 〈διὰ Χαλέπιον.〉 Χαλέπιον δὲ πόλις αὐτοῦ ἐν τῇ Ἀσίᾳ μεγάλη τε καὶ εὐδαίμων, καὶ ἐμπορίαν παρεχομένη τῆς τε Ἀσίας καὶ Αἰγύπτου καὶ Ἀρα‐ βίας. ἵππους δὲ ἐκφέρει ἡ χώρα αὕτη γενναίους. δοκεῖ δὲ καὶ | |
20 | ἥ τε Αἴγυπτος καὶ ἡ πρὸς Λιβύην χώρα φέρειν ἵππους τε ἀγα‐ θοὺς καὶ καμήλους. | |
Τὴν μέντοι Χαλεπίην πόλιν Τεμήρης, ὅτε δὴ καὶ ἐπὶ Δα‐ | 134 in vol. 1 | |
1.135 | μασκὸν ἐστρατεύετο, ὑπηγάγετο, καὶ κοίλης Συρίας οὐκ ὀλίγην χώραν καταστρεψάμενος ἀπεχώρει δι’ αἰτίαν τήνδε. ὁ γάρ τοι τῆς Χαταΐης βασιλεὺς τῶν ἐννέα καλούμενος, οὗτος δ’ ἂν καὶ ὁ τῆς Ἰνδίας βασιλεύς, διαβὰς τὸν Ἀράξην τήν τε χώραν ἐπέ‐ | |
5 | δραμε τοῦ Τεμήρεω, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀπάγων ᾤχετο αὖθις ἐπ’ οἴκου ἀποχωρῶν. ἤγαγε δὲ στρατόν, ᾗ λέγεται, ἐς τεσσαράκοντα καὶ ἑκατὸν μυριάδας. Τεμήρης δὲ ὡς ἤλαυνε τὴν ταχίστην, τῆς μὲν χώρας ὑφιέμενος, τῷ δὲ τάχει ἐπειγόμενος διαφυλάξαι, ὅσα τε ἦν αὐτῷ ὁμοροῦντα, τὴν Χαταΐων χώραν, καὶ | |
10 | ἐν τῇ Περσῶν αὖθις καὶ Καδουσίων ἀρχῇ οὐκ ἔφθη καταλαβὼν τὸν βασιλέα. ἐντεῦθεν διαπρεσβευσάμενος, σπονδάς τε ἐποιήσατο, ἐν νῷ ἔχων ἐπὶ Παιαζήτην τὸν Ἀμουράτεω στρατεύεσθαι. ἐποιή‐ σατο οὖν σπονδάς, ἐφ’ ᾧ ἀπάγειν φόρον ἱκανὸν ὑπὲρ τῆς τῶν Μασσαγετῶν χώρας, ἣν καταστρεψάμενος εἶχεν. | |
15 | Ὡς δὲ πρὸς τοῦτον σπονδάς τε ἐποιήσατο καὶ εἰρήνην, ξυνη‐ νέχθη αὐτῷ τὰ ἐς τοὺς ἀπὸ τῆς κάτω Ἀσίας Τούρκων ἡγεμόνας ἀφῖχθαί τε παρ’ ἑαυτόν, καὶ τὰ περὶ τὴν Μελιτήνην. ἐπολιορκή‐ σαντο ταύτην τῷ Παιαζήτῃ. παρασκευασάμενος δὲ στρατὸν μέγι‐ στον ἤλαυνεν ἐπὶ Σεβάστειαν, πόλιν τῆς Καππαδοκίας εὐδαίμονα. | |
20 | δοκεῖ δὲ αὕτη ἡ πόλις βασίλεια γενέσθαι τοῦ πρότερον βασιλέως | 135 in vol. 1 |
1.136 | Τούρκων, καὶ ἀπὸ ταύτης ὁρμωμένους τοὺς Τούρκους τὸ παλαιὸν χώραν ὑπαγομένους τῆς τε Ἀσίας οὐκ ὀλίγην, ἐς τὸν Ἑλλή‐ σποντόν τε καὶ ἀντικρὺ Βυζαντίου χώραν τὴν ἐς τὴν Ἀσίαν ἐπι‐ δραμεῖν χειρὶ πολλῇ ἀφικομένους. Τεμήρης μὲν οὖν ὡς ἀφίκετο, | |
5 | ἐπολιόρκει τὴν πόλιν· Παιαζήτης δὲ ἀπῆν τότε, ἐπὶ Λεβάδειαν τῆς Βοιωτίας καὶ ἐπὶ Πελοπόννησον καὶ Θετταλίαν στρατευόμε‐ νος. κατέλιπε δὲ ἐν τῇ Σεβαστείᾳ στρατόν τε τὸν τῆς Ἀσίας καὶ παῖδα Ὀρθογρούλην, καὶ ταύτῃ καταστησάμενος αὐτὸς μὲν ἐπὶ Πελοπόννησον ἐστρατεύετο. ἔνθα δὴ πυθομένῳ, ὡς Τεμήρης ἐλά‐ | |
10 | σας πολιορκοίη Σεβάστειαν, ἤλαυνε τὰ ἔμπαλιν γενόμενος, καὶ οὐκ ἐξεγένετο αὐτῷ ἐσβαλεῖν ἐς τὴν Πελοπόννησον. ἐπειγόμενος δὲ τὴν ἐπὶ τὴν Ἀσίαν πορείαν ἐπύθετο ἁλῶναί τε τὴν πόλιν καὶ ἀνδραποδισάμενον οἴχεσθαι αὖθις ἀπιόντα ἐπὶ Χεσίης. ὡς γὰρ δὴ προσέβαλεν ἐπὶ ἡμέρας ἱκανάς, οἱ ἀπὸ τῆς πόλεως | |
15 | ἐξεκρούσαντο τὸν Τεμήρεω στρατόν. ἐνταῦθα ἔχων μεθ’ ἑαυτοῦ ὀρυκτὰς ἐς ὀκτακισχιλίους τὸν ἀριθμόν, ὑπώρυσσον ὑπὸ τὴν γῆν ὀρύγματα φέροντα ἐς τὸ τεῖχος τῆς πόλεως ἁπανταχῇ. καὶ ἔνια μὲν οἱ τῆς πόλεως ᾔσθοντό τε, καὶ ἀντορύσσοντες καὶ αὐτοὶ ἐξεκρούσαντο· τὰ δὲ πλέω ἠνύετο αὐτῷ ἅτε πολυχειρίᾳ ἐργαζο‐ | |
20 | μένων. ὡς δὴ ἤδη τὰ τείχη ὀρώρυκτο καὶ ἐπὶ ξύλων ἤδη ἦν | |
μετέωρα, πῦρ ἐνιέντες κατεβλήθη τε τὰ τείχη αὐτόματα, καὶ | 136 in vol. 1 | |
1.137 | ἐπιπεσόντες ἐνταῦθα οἱ τοῦ Τεμήρεω στρατιῶται εἰσέπιπτον ἐς τὴν πόλιν, καὶ οὕτω κατέσχον αὐτήν. καὶ τοὺς μὲν ἄνδρας, παρεγγυήσαντος τοῦ βασιλέως, αὐτίκα ἑλόντες τὴν πόλιν διεχρή‐ σαντο· παῖδας δὲ καὶ γυναῖκας τῆς πόλεως ἐς ἕνα χῶρον ἀγα‐ | |
5 | γὼν τήν τε ἵππον ἐπαφεὶς κατεχρήσατο, ὥστε μηδένα τῶν τῆς πόλεως, μήτε ἄνδρα, μήτε γυναῖκα, μήτε παῖδα, περιγενέσθαι, οἰκτρότατα δὲ ξυμπάντων τῶν ἐν τῇ πόλει θανόντων. λέγεται δὲ γενέσθαι ἀνθρώπους ἀμφὶ τὰς δώδεκα μυριάδας. πρὸς δὲ καὶ ἐλεφαντιώντων ἐν ταύτῃ τῇ πόλει πλῆθος εὑράμενον λέγεται | |
10 | κελεῦσαι ἀνελεῖν. τούτους μὲν οὖν, ὅπῃ ᾔσθετο περιόντας, οὐκέτι εἴα ζῶντας περινοστεῖν, ἀλλ’ ὡς ᾔσθετο, τοῦ ζῆν ἀπήλλαττεν, οὐ θέμις εἶναι φάσκων εἰς τοιαύτην γενομένους τύχην περιιέναι τούς τε λοιποὺς τῶν ἀνθρώπων διαφθείροντας καὶ αὐτοὺς ὡς τὰ πολλὰ παραπαίοντας. λέγεται δὲ ταύτης τῆς πόλεως τὴν συμ‐ | |
15 | φορὰν ὑπερβαλέσθαι τὰς πώποτε γενομένας τῶν πόλεων ξυμφο‐ ράς. Ὀρθογρούλην δὲ τὸν παῖδα Παιαζήτεω συλλαβὼν ζῶντα ἐπὶ ἡμέρας περιῆγε, μετὰ δὲ ταῦτα ἀνελεῖν ἐκέλευσε. Παιαζήτης δὲ ὡς ἐπύθετο ἕκαστα μετ’ οὐ πολύ, ἅτε δὴ ἡ πόλις ἁλοῦσα διεφθάρη, καὶ ὁ παῖς αὐτοῦ μετ’ οὐ πολὺ | |
20 | ἤγγελτο τελευτῆσαι ὑπὸ βασιλέως Τεμήρεω, ξυμφορᾷ τε ἐχρῆτο ὡς μάλιστα καὶ ἐν πένθει ἦν. διαβάς τε γὰρ δὴ ἐς τὴν | |
Ἀσίαν, ὡς βοσκόν τινα ἑωράκει αὐλοῦντα, λέγεται δὴ εἰπεῖν, | 137 in vol. 1 | |
1.138 | ἐπιδηλώσαντα τὸ πάθος αὐτῷ, οἷον ἦν, «αὐλεῖ δὴ ᾠδήν, οὔτε Σεβάστειαν ἀπώλεσεν, οὔτε παῖδα Ὀρθογρούλην.» ἦν γὰρ δή, ὡς λέγεται, Ὀρθογρούλης τῶν ἡλίκων τὰ πάντα κράτιστος, καὶ ἐξηγήσασθαι ἐπὶ πόλεμον ἱκανός· διὸ δὴ καὶ ἐν τῇ Ἀσίᾳ | |
5 | κατέλιπεν αὐτόν, ἐπιτρέψας τὴν ἀρχὴν αὐτῷ, ᾗ δοκοίη αὐτῷ ἐς τὸ ἐπιτηδειότατον καθιστάναι. Κατὰ μὲν οὖν τὴν ἐς τὴν Σεβάστειαν ἔλασιν Τεμήρεω το‐ σαῦτα ἐγένετο· μετ’ οὐ πολὺ δὲ καὶ ἡ πρεσβεία ἐφίκετο παρὰ τὸν Λαίλαπα Παιαζήτην, καὶ ἐκέλευσεν αὐτὸν ἀποδοῦναι τε τὴν | |
10 | χώραν τοῖς ἡγεμόσι, καὶ τάς τε δισχιλίας καμήλους βουτύρου, καὶ σκηνὰς δὴ δισχιλίας, αἷς εἰώθασιν οἱ νομάδες ἀνὰ τὴν Ἀσίαν χρῆσθαι, καὶ ἐν τοῖς ναοῖς τοῖς ὑπὸ τὴν Παιαζήτεω ἀρχὴν μνημονεύεσθαι αὐτὸν ὡς βασιλέα, καὶ νομίσματι δὲ χρῆ‐ σθαι τῷ βασιλέως Τεμήρη ἐς σύμπασαν τὴν ἀρχὴν αὐτοῦ, | |
15 | καθελόντα τὸ ἑαυτοῦ νόμισμα. πρὸς δὲ καὶ τῶν παίδων αὐτοῦ ἕνα ᾐτοῦντο παραγίνεσθαι ἐς τὰς Τεμήρεω θύρας. καὶ ἢν ταῦτα ποιῇ, φίλον τε καὶ ἐπιτήδειον ἔσεσθαι Τεμήρεω βασιλέως· ἢν δὲ μὴ ποιήσῃ, χρῆσθαι αὐτῷ ὡς πολεμίῳ βασιλέα Τεμήρην. ᾗ δὲ δὴ λέγεται θυμωθέντα τὸν Παιαζήτην ἐκεῖνο δὴ τὸ ἔπος | |
20 | εἰπεῖν, ὃ καὶ πρότερόν μοι δεδήλωται, ὡς ἢν μὴ ἐπικαταβὰς | |
ἀφίκοιτο ἐπ’ αὐτόν, τὴν γυναῖκα αὐτοῦ ἐς τρὶς ἀποπεμψάμενον | 138 in vol. 1 | |
1.139 | ἀπολαβεῖν αὖθις· ὃ δὴ αἰσχύνην φέρει μεγάλην, εἰρῆσθαι ὁτῳοῦν τὸ ἔπος τοῦτο. Προθέμενος μὲν οὖν τὰ παρὰ τῆς πρεσβείας αὐτοῦ τὸ Παιαζήτεω ἔπος ὁ Τεμήρης οὐκέτι ἐς ἀναβολὴν ἐποιεῖτο τὴν | |
5 | ἔλασιν, καὶ αὐτίκα παρασκευασάμενος στρατὸν τόν τε παρ’ ἑαυτῷ Σκυθῶν τῶν νομάδων καὶ Τζαχαταΐδων, ἐς ὀγδοήκοντα, ὡς λέγεται, μυριάδας, ἤλαυνεν ἐπὶ Παιαζήτην διὰ Φρυγίας τε καὶ Λυδίας τὴν πορείαν ποιούμενος. Παιαζήτης δὲ ὡς ἐξορκώ‐ σας Τεμήρην, ἢν μὴ ὡς ἠδύνατο κράτιστα παρεσκευασμένος | |
10 | ἐπῄει, συναγείρας στρατὸν ὡς ἠδύνατο μέγιστον, συμπαραλαβὼν καὶ τοὺς Τριβαλλοὺς αὐτοῦ δορυφόρους, ἐς μυρίους μάλιστά που γενομένους τούτους, ἐφ’ οἷς δὲ μέγα ἐφρόνει ὡς, ὅποι παρα‐ τυγχάνοιεν, ἀνδρῶν ἀγαθῶν γενομένων, καὶ προθέμενος ὡς Ἀλέ‐ ξανδρος ὁ Φιλίππου τοὺς Μακεδόνας ἔχων μεθ’ ἑαυτοῦ καὶ ἐς | |
15 | τὴν Ἀσίαν διαβάς, Δαρεῖον αἰτιασάμενος τῆς ἐς τοὺς Ἕλληνας Ξέρξεω ἐλάσεως, τῷ ἑαυτοῦ ἐλάσσονι δὴ στρατῷ ἐπιὼν κατε‐ στρέψατο, καὶ τὴν Ἀσίαν ὑφ’ αὑτῷ ἐποιήσατο, ἔστε ἐπὶ Ὕφασιν τῆς Ἀσίας ἐληλάκει· ἐπίστευε δὲ καὶ αὐτὸς τῷ ἑαυτοῦ στρατεύ‐ ματι ἐπιὼν καθαιρήσειν ταχὺ πάνυ τὴν Τεμήρεω βασιλείαν καὶ | |
20 | ἐπὶ Ἰνδοὺς ἀφικέσθαι. παραλαβὼν δὴ οὖν τό τε Εὐρώπης καὶ | |
Ἀσίας στράτευμα, ἐς δώδεκα μυριάδας, ἴετο ὁμόσε ἐπὶ τὸν | 139 in vol. 1 | |
1.140 | Τεμήρην, φθῆναι αὐτὸν βουλόμενος ἐν τῇ χώρᾳ ἐστρατοπεδευμέ‐ νον πρὸς τῷ Εὐφράτῃ, ἐν νῷ ἔχων βασιλεῖ Τεμήρῃ μαχέσα‐ σθαι. Τεμήρης δὲ ἐπῄει διὰ Φρυγίας ἐλαύνων. Παιαζήτης δὲ διὰ τῆς Καππαδοκίας ἐπείγετο, φθῆναι αὐτὸν πρὸς τῷ Εὐφράτῃ | |
5 | κατὰ τὴν Ἀρμενίων χώραν βουλόμενος. ὡς δὲ ἐν τῇ Ἀρμενίων γενόμενος χώρᾳ ἐπύθετο Τεμήρην ἤδη ἐν τῇ ἑαυτοῦ ἀναστρέφε‐ σθαι χώρᾳ, διὰ Φρυγίας ἐλάσαντα, τὰ ἔμπαλιν γενόμενος ἐπο‐ ρεύετο εὐθὺ Φρυγίας, ὡς δὴ καὶ Τεμήρην αὐτὸν ἴεσθαι ἐπυνθά‐ νετο. ταχὺ δὲ ἐπειγομένων ἠνύετο ὁ δρόμος, ὥστε τὰ στρατεύ‐ | |
10 | ματα αὐτοῦ πολλὴν διανύσαντα πορείαν δι’ ὀλίγου ἔκαμνέ τε χαλεπῶς φέροντα, καὶ ἤχθετο αὐτῷ, ὅτι μὴ ἐν δέοντι ἐχρήσατο τῇ ἑαυτοῦ τόλμᾳ. ξυνέβαινε δὲ καὶ τῷ μηδενὶ ἐπιτρέπειν τοῦ στρατοῦ ἐπὶ πυροὺς καὶ κριθὰς ἐπὶ Προύσης, ὥρα ἦν παρα‐ βάλλειν τὸν ἵππον, χαλεπαίνειν τε αὐτῷ τὰ στρατεύματα καὶ | |
15 | ἀπαγορεύειν. ἀπείρηται γὰρ μηδενὶ ἐξεῖναι εἰς πυροὺς εἰσιέναι· ὅν τινα δ’ ἂν λάβοι εἰσελθόντα, ἐτιμωρεῖτο. λέγεται δὲ αὐτῷ ἐστρατοπεδευμένῳ περὶ Καππαδοκίαν πνεῦμα βιαιότατον, ἐπιπνεῦ‐ σαν τῷ στρατεύματι αὐτοῦ, τάς τε σκηνὰς ἀπενεγκάμενον ἐπὶ πολὺ ἀποσπᾶσαι καὶ μετεώρους ποιησάμενον καταλαβεῖν, καὶ | |
20 | τοῦτο κατ’ αὐτοῦ γενέσθαι οἰωνὸν εἰς τὰ στρατεύματα. μετὰ δὲ | 140 in vol. 1 |
1.141 | ταῦτα ὡς ἀπελαύνοντι ἐπὶ τὴν Φρυγίαν ἐσκήνωτο, τήν τε σκη‐ νὴν αὐτοῦ ἐς τρεῖς συστησαμένους τοὺς ἀμφ’ αὐτὸν παῖδας αὐτό‐ ματον πεσοῦσαν, εἴτε τῆς γῆς μὴ δυναμένης κατέχειν τὰ σχοινία τῆς σκηνῆς, εἴτε καὶ ἄλλῃ πῃ ξυνέβη τοῦτο· τῇ τε γῇ ἀπει‐ | |
5 | ρῆσθαι αὐτῷ, μὴ ἐπιβαίνειν τῆς Φρυγίας, Ἑλλήνων τέ τινες αὐτοῦ παραγενόμενοι ἢ Τριβαλλῶν οἰωνίζοντο. λέγεται μὲν οὖν καὶ πρὶν ἢ ἐπὶ τὴν Ἀσίαν διαβῆναι, Ἀλίη τὸν Χαρατίνεω παῖδα, ἄνδρα δὴ τῶν παρ’ ἑαυτῷ τὰ ἐς σύνεσιν οὐδενὸς λειπόμενον, χρηματίσαι αὐτῷ μὴ στρατεύεσθαι ἐπὶ Τεμήρην, τρόπῳ δὲ ὅτῳ | |
10 | δύναιτο ἀσφαλεστάτῳ διαλύεσθαι αὐτῷ τὴν πρὸς Τεμήρην δια‐ φοράν. ἐκέλευε δὲ ἑαυτὸν πέμπειν, καὶ ὑπισχνεῖτο διαλλάξαι τε αὐτῷ βασιλέα Τεμήρην, ᾗ ἂν αὐτὸς βούλοιτο. τὸν δὲ ὑπολαβόντα φάναι, ὡς οὐ τῇ ἐκείνου συνέσει πιστεύων ἀφίκοιτο ἐπὶ μέγα εὐδαιμονίας, ἡγεμόνας τοσούτους καταστρεψάμενον, ἀλλὰ τῇ | |
15 | ἑαυτοῦ ὁρμῇ τε καὶ γενναιότητι· τύχῃ δὲ εἰπεῖν καὶ τόλμῃ ἐπι‐ τραπομένους τῶν βασιλέων πολλούς, καὶ δίχα συνέσεως μεγάλης, ἐπιδείξασθαι ἔργα, συνέσει δὲ τὸ πᾶν ἐπιτρέψαντας αἴσχιστα ἀπολέσθαι. Μετὰ δὲ ταῦτα, ὡς ἐν τῇ Ἀρμενίων ἐγένετο ἐπὶ Τεμήρην | |
20 | στρατευόμενος, ἐβουλεύετο ὡς δὴ κράτιστα τὴν μάχην ποιήσαιτο. μεταπεμψάμενος δὲ τοὺς ἀρίστους ἐς βουλὴν καθίστατο. καί | |
τινων γενομένων ἐπ’ ἀμφότερα ταῖς γνώμαις, λέγεται Πραΐμην | 141 in vol. 1 | |
1.142 | τὸν Ἀλίεω, μέγιστον δὴ παρὰ τῷ Παιαζήτῃ δυνάμενον, βουλεύ‐ οντα λέξαι τοιάδε. «Ὦ βασιλεῦ, ἐπ’ ἄνδρας παρασκευάζῃ στρατεύεσθαι τά τε πολέμια λεγομένους εἶναι ἀγαθοὺς ὑπὸ πάντων, ὅσοι δὴ | |
5 | τῆς τε γνώμης αὐτῶν καὶ ἀρετῆς ἐπειράσαντο. τούτοις ἐγὼ εἰς λόγους ὡς τὰ πολλὰ ἀφικόμην, ἐπυθόμην τήν τε ἀρετὴν εἶναι παντὸς λόγου ἀξίαν, καὶ πλῆθος δὴ πολλαπλάσιον τοῦ ἡμετέρου στρατεύματος ἀγγέλλεται ἡμῖν εἶναι τὸ Τεμήρεω στρά‐ τευμα· ὥστε κατ’ ἄμφω δὴ τούτω οὔτ’ ἂν συμβουλεύσαιμι θαρ‐ | |
10 | ροῦντα τῷ ἡμετέρῳ στρατῷ ἰέναι ὁμόσε ἐς τὸ Τεμήρεω στρατό‐ πεδον. ἀλλ’ οὐδέν, εἰ μαχεσάμενοι περιγενοίμεθα, εἴη ἂν ἡμῖν ὄφελος ὁτῳοῦν. εἰ μὲν γὰρ ἐς τὴν ἐκείνων ἐσβάλλοντες ἐμαχό‐ μεθα, ἦν ἂν ὁμοῦ ξύμπαντα ἀγαθά, περί τε τῆς ἀρχῆς ἐκείνου ἀγωνίζεσθαι καὶ περὶ τῆς δυνάμεως. νῦν δὲ καὶ ἢν εἰς μάχην | |
15 | καθιστάμενοι μαχεσώμεθα, οὐδὲν διὰ τοῦτο ἡμῖν ἔσται. ἢν δέ, ὅπερ ἀπεύχομαι, ἐς τοὐναντίον ἡμῖν τὰ πράγματα περιστῇ, σκόπει δὴ ὦ βασιλεῦ ὁποῖον ἀποβήσεταί σοι ἀπὸ τούτου, τήν τε δύναμιν ἅμα καὶ βασιλείαν ἀποβαλόντι. ξυμβαίνει δὴ οὖν σοι μὴ ἀπὸ τοῦ ἴσου ἀγωνίζεσθαι σοὶ κἀκείνῳ. πείθομαι δὲ μηδὲ σύμπαντι | |
20 | τῷ στρατεύματι Τεμήρην βασιλέα, εἰ σωφρονεῖ, τὴν μάχην ποιή‐ | |
σασθαι, ἀλλ’ ἐς μοίρας ἱκανὰς διελόμενος αὐτοῦ τὰ στρατεύ‐ | 142 in vol. 1 | |
1.143 | ματα διαπειρᾶσθαι ἡμῶν· καὶ εἰ μὲν τῇ μιᾷ μοίρᾳ ἐναντία ἰόντες περιγενοίμεθα, τῇ ἑτέρᾳ αὖθις μετ’ οὐ πολὺ χρησάμενος, ἐς ὃ δὴ ἀπαγορεύειν ἡμᾶς καμόντας μαχομένοις ἐκείνοις· οὐ γὰρ τοιοῦτόν ἐστιν τὸ ἐκείνου στράτευμα, οἷον ἐπειδὰν ἐς χεῖρας | |
5 | ἀφίκηται, αὐτίκα ἐς φυγὴν τραπόμενον οἴχεσθαι· ἀλλὰ καὶ ἐν τῇ τροπῇ βέλτιον ἡμῶν, ἀναλαμβάνειν τε σφᾶς συνιόντας πυν‐ θάνομαι, καὶ ἀναμαχομένους μεγάλα ἀποδείκνυσθαι ἔργα. δοκεῖ οὖν μοι ὁμόσε μέντοι μὴ ἴεσθαι ἐπὶ τὸ Τεμήρεω στράτευμα, διὰ δὲ τῶν ὀρέων πορευομένους ἐφέπεσθαι, ὅτι ἐγγύτατα γενο‐ | |
10 | μένους, καὶ ὅποι τε προχωροίη, κακοῦντας ἐν μέρει τὸ ἐκείνου στράτευμα. δῆλα δ’ ἂν γένοιτο ταύτῃ, ὡς οὔτε ἐπιδρομῇ χρήσαιτ’ ἂν ἔτι τοῦ λοιποῦ ἐφισταμένων ἡμῶν καὶ ἐπισπομένων ἐγγύτατα, σιτίζεσθαί τε οὐκ ἂν ἔτι τοῦ λοιποῦ δύναιτο ἱκανῶς, ὥστε ἀπο‐ χρῶντα εἶναι αὐτῷ τὰ ἐπιτήδεια. ἐπειδὰν δ’ ἐν τῇ ἐκείνου γενώ‐ | |
15 | μεθα ἐπισπόμενοι τῷ Τεμήρῃ στρατεύματι, τηνικαῦτα δὴ ὁρμω‐ μένῳ οἴκαδε τῷ στρατεύματι καὶ ἐχομένῳ τῆς οἴκαδε ὁδοῦ ἐπέ‐ χοιμέν τε ἂν καὶ ἀμυνόμενοι μαχεσαίμεθα.» Ταῦτα εἰπόντος τοῦ Πραΐμεω, ταύτῃ ἐτράποντο καὶ οἱ λοιποὶ τὴν ψῆφον τιθέμενοι. βασιλεὺς δὲ Παιαζήτης λέγεται εἰπεῖν τάδε. | |
20 | «Τὸ πλῆθος ἔοικεν, ὦ ἄνδρες, ᾗ ἐγὼ τεκμαίρομαι. ὑμᾶς δεδίττεσθαι. ἀλλ’ ἐκεῖνο δὴ καὶ ὑμεῖς ἴστε, ὡς πλήθους οὐδὲν ὑγιές ἐστιν, ὅπου ἂν ἀρετὴ παραγένηται. ἴστε δὴ καὶ Ξέρξην τὸν Δαρείου, βασιλέα Περσῶν, πλήθη ὁπόσα ἀγόμενος καὶ ἐς τὴν | |
Εὐρώπην διαβὰς παρὰ βραχὺ ἐπῄει ἀποθανούμενος, εἰ μὴ Μαρ‐ | 143 in vol. 1 | |
1.144 | δόνιος ὑποστὰς ἐπήμυνεν αὐτῷ τὸν ὄλεθρον ἐπανιόντι ἐς Σοῦσα. καὶ Ἀλέξανδρον ἴστε, ὡς Δαρείῳ μαχεσάμενος τήν τε βασιλείαν ἀφείλετο καὶ αὐτὸν ἀπέκτεινε. καὶ πολλοὺς δὲ πυθέσθαι οἶμαι τῶν ἡμετέρων Τούρκων ὀλίγῃ χειρὶ μεγάλα ἀποδείξασθαι ἔργα. | |
5 | καὶ ἡμεῖς δ’ ἐν τῇ Εὐρώπῃ θαμὰ δὲ ἐπὶ τὰς μάχας ἰόντες γένη τε ἐτρεψάμεθα γενναιότατα δὴ γενόμενα τῶν ἐς τὴν οἰκου‐ μένην ἐθνῶν, Κελτούς τε καὶ Παίονας. καὶ διὰ ταῦτα μὴ οὕτω φαυλίζων ἡμᾶς ἐς γενναιότητα κακίους τε καὶ φαυλοτέρους ἀπο‐ φαίνου Σκυθῶν τε καὶ Τζαχαταΐων, οἳ ξίφει οὐδεπώποτε οὐδαμῇ | |
10 | ἐχρήσαντο, ἀλλ’ ᾗ τόξῳ μόνῳ καὶ ὀϊστοῖς βάλλοντες ἐς χεῖρας ἰέναι οὐ πάνυ τι ἐθέλουσι» Ταῦτα εἰπόντος τοῦ βασιλέως λέγεται τὸν Εἰενὲ ἄρχοντα ἐπειπεῖν τοιάδε. «Ἐπεὶ τοίνυν δοκεῖ σοι, ὦ βασιλεῦ, ἐπὶ τοὺς πολεμίους | |
15 | ἡμᾶς ὁμόσε ἰέναι, ἴθι δὴ πειθόμενος ἐμοὶ τούς τε θησαυροὺς ἀνεῳγὼς δίδου τῷ στρατεύματι πονήσαντι δὴ καὶ κεκμηκότι, ὡς ἐφ’ ὅ τι ἂν γένοιτο τὰ πράγματα ἰόντα, τούτων δὲ τῶν σῶν θησαυρῶν οὕτω διδομένων τοῖς στρατιώταις ἐν κέρδει ἐσομένων ἡμῖν καὶ οὐκ ἀπολουμένων. ἤν τε ἐφ’ ἡμῖν γένηται, | |
20 | πολλαπλάσια ἕξομεν κερδανοῦντες· ἤν τε ἐπὶ τῷ Πέρσῃ, ἄμεινον ὂν ταύτῃ γενόμενον.» Ταῦτα λέγων οὐκ ἔπειθε Παιαζήτην, ἔνθα γνώμην ἀποφη‐ | |
νάμενος ὡς τῇ Τεμήρεω σφραγῖδι ἐσφράγισται ἄρα τὰ Παια‐ | 144 in vol. 1 | |
1.145 | ζήτεω χρήματα, καὶ διὰ ταῦτα οὐ τολμῴη αὐτὰ διανεῖμαι τοῖς στρατιώταις. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐβουλεύετο Παιαζήτῃ· μετὰ δὲ ταῦτα, ὡς ἐλαύνων οὐκ ἀνίει, ἀφίκετο ἐπὶ Οὔγκραν τῆς Φρυ‐ | |
5 | γίας πόλιν, ἔνθα δὴ καὶ Τεμήρης ἐστρατοπεδεύετο, ἐπὶ Μυσίαν ἐν νῷ ἔχων καὶ ἐπὶ Προῦσαν τὰ βασίλεια Παιαζήτεω στρατεύε‐ σθαι. ὡς δὲ ἀγχοῦ ἐγένετο τοῦ Τεμήρεω στρατεύματος, ἐστρα‐ τοπεδεύετο καὶ αὐτὸς ἐπὶ σταδίους πεντεκαίδεκα ἀπὸ τοῦ Τε‐ μήρεω στρατοπέδου. ἔνθα δὴ λέγεται τὸν Τεμήρην, ὡς ἐπιόντα | |
10 | στρατοπεδεύεσθαι ἐπύθετο, θαυμάσαι τε τὴν τόλμαν αὐτοῦ, καὶ ὡς ἀπὸ Ἀρμενίων ταχὺ παρεγένετο ἐπ’ αὐτόν, καὶ ὡς οὕτω ἐκ τοῦ ἐμφανοῦς καθίστατο αὐτῷ ἐς μάχην, οὕτω δὴ ἐν τάχει σὺν τῷ στρατεύματι ἐλαύνων. καὶ ἐφ’ ἵππου δὴ λέγεται ἀναβάντα ἐλάσαι τε ὅτι ἐγγυτάτω τοῦ στρατοπέδου Παιαζήτεω, καὶ τὰς | |
15 | φυλακὰς θεασάμενον καὶ τὸ στρατόπεδον, ὡς ἐσκήνωτο, ἀνα‐ καγχάσαι τε καὶ εἰπεῖν· «ἄξιος ἡμῖν οὗτος λαίλαπι παραβάλλε‐ σθαι τῆς τόλμης αὐτοῦ, οὐ μέντοι γε ἀρετῆς ἕνεκα χαίρων γε ἀπαλλάξεται. ἔοικεν ὑπὸ δαίμονος πολεμίου ἐλαύνεσθαι οὕτω πάνυ· μελαγχολᾷ γὰρ δὴ ὁ κακοδαίμων καὶ οὐκέτι σωφρονεῖ.» | |
20 | ταῦτα εἰπόντα ἐλάσαι τε ἐπὶ τὸ ἑαυτοῦ στρατόπεδον. καὶ τῇ ὑστεραίᾳ αὐτὸν σὺν τοῖς ἀρίστοις αὐτοῦ, ἔχοντα ἀμφὶ τῇ ...., ἐπιπέμψαι Σαχροῦχον τὸν παῖδα αὐτοῦ ἐπὶ Παιαζήτην. Ἐνταῦθα ὡς ᾔσθετο ἐπιὸν τὸ Τεμήρεω στράτευμα κατ’ αὐτοῦ, παρετάξατο καὶ αὐτὸς ἐπὶ λόφου τινὸς ὡς μαχούμενος. καὶ τὸ | |
25 | εὐώνυμον αὐτοῦ μέρος τοῦ κέρατος εἶχεν ὁ τῆς ἕω στρατηγός, τὸ | 145 in vol. 1 |
1.146 | δὲ δεξιὸν εἶχεν ὁ τῆς Εὐρώπης ἡγεμών· ἐν μέσῳ δὲ ἐπὶ τοῦ λόφου ἵδρυτο ὁ Παιαζήτης σὺν τοῖς νεήλυσι καὶ τοῖς ἀμφ’ αὑτόν. Σαχροῦχος δὲ ἔχων τοὺς Τζαχατάϊδας καὶ τῶν Περσῶν τοὺς ἀρίστους ἐπῄει συντεταγμένῳ τῷ στρατεύματι ἐπὶ Παιαζήτην. οὐ | |
5 | μέντοι γε ἐκυκλοῦτο, ἀλλὰ ἐδίδου χώραν ἀπιέναι, εἰ βούλοιντο, ὡς ἂν μὴ κυκλούμενοι σφῶν ἀμείνονες γένοιντο, περὶ ψυχῆς ἀγωνιζόμενοι. συνέβαλέ τε κατὰ τὸ τῆς Εὐρώπης στράτευμα, καὶ ἐμάχετο. ὡς ἐπὶ πολὺ μὲν τῆς ἡμέρας ἐμάχοντο, ὥστε μηδ’ ἀναπαύεσθαι ἔχειν τὸ Παιαζήτου στράτευμα. Τριβαλλοὶ δὲ ἐν‐ | |
10 | ταῦθα ἄνδρες γενόμενοι ἀγαθοὶ ἐμάχοντο ἀξίως λόγου, καὶ ἐμ‐ βαλόντες ἐς τοὺς Τζαχατάϊδας τά τε δόρατα κατέαξαν, καὶ διηγωνίζοντο ἐντεταμένως ἐχόμενοι τοῦ ἔργου. Παιαζήτης δὲ ὡς ἑώρα τὸ τῆς Εὐρώπης αὐτῷ στράτευμα κινηθὲν ἐς πρόσω καὶ μαχόμενον, ἀνεκαλεῖτο μὲν ἐν τῇ ἀκμῇ τῆς Εὐρώπης τὸν στρα‐ | |
15 | τηγόν, ὀρρωδῶν μὴ παρασυρεὶς κυκλωθείη καὶ κινδυνεύσῃ δια‐ φθαρῆναι, μετεπέμπετο δὲ ἐς τὸν χῶρον, ἐς ὃν ἵδρυτο τὴν ἀρ‐ χήν. καὶ πρῶτα μὲν οὐχ ὑπήκουσε, δεδιὼς τὸ πρᾶγμα· μετὰ δέ, ὡς ἐπιφερομένου αὐτῷ τοῦ βασιλέως καὶ βλασφημοῦντος, ἀνε‐ καλεῖτο τὴν σύνταξιν. ἐνταῦθα οἱ Τζαχατάϊδες ἐπεισπεσόντες | |
20 | τοῖς Τούρκοις ἐπέκειντο πάνυ φονεύοντες, ἐς ὃ δὴ ἐς φυγὴν κατέστησαν αὐτοὺς τραπῆναι. ἐνταῦθα ὡς ὥρμηντο ἐς φυγήν, ἐπικειμένων τῶν πολεμίων καὶ τὸ ἀπὸ τῆς Ἀσίας στράτευμα αὐτίκα ἐς φυγὴν ὥρμητο. καὶ αὐτίκα ὁ Παιαζήτης ἰδὼν ταῦτα οὐκέτι ἐνέμεινεν, ἀλλ’ ἐπὶ ἵππον θήλειαν ἀναβὰς ἔφευγε κατὰ | |
25 | κράτος. ἐνταῦθα ὡς πρότερον κήρυγμα πεποιημένου Τεμήρεω | 146 in vol. 1 |
1.147 | βασιλέως μηδένα κατακαίνειν τῶν τοῦ Παιαζήτου, μόνον δὲ ἀπεκδυόμενοι τούτους ἠφίεσαν· οὐ γὰρ ἐξῆν ὁμοφύλους ὄντας ἀνδραποδίζεσθαι. Παιαζήτης δὲ τἀναντία τούτων κηρύξας ἐς τὸ στρατόπεδον, ὡς ὃν ἂν λάβοιεν τοῦ Τεμήρεω στρατοῦ, πάντας | |
5 | κατακτείνειν. Σαχροῦχος μὲν οὖν ὡς ἐτρέψατο Παιαζήτην, ἤδη τὰ στρατεύματα Τεμήρεω, καὶ ὅσα ἐμάχοντο καὶ ὅσα ἐπὶ τοῦ στρατοπέδου ἐτύγχανεν ὄντα, ὥρμητο ἐπὶ τὸν Παιαζήτεω στρατὸν φθῆναι βουλόμενος. καὶ ἐπὶ τὴν χώραν ἐτράποντο ἐπὶ διαρπαγήν, ἐπιδρομῇ χρησάμενοι, ἔστε τὴν Ἰωνίαν καὶ ἐς τὸν Ἑλλήσποντον, | |
10 | ἔνθα δὴ πολλαὶ μὲν κῶμαι ἐλήφθησαν, πολίσματα δὲ ἐρημώθη ὅτι πλεῖστα, τῶν ἱπποδρόμων τοῦ Τεμήρεω ἀνὰ τὴν χώραν τοῦ Παιαζήτεω διαθεόντων ἁπανταχῇ. Περὶ δὲ τὸν Παιαζήτην τοιόνδε ξυνηνέχθη γενέσθαι. ὡς γὰρ ἔθει ἀνὰ κράτος οὗτος, ἐπέκειντό τε καὶ ἐπεδίωκον οἱ Τζαχα‐ | |
15 | τάϊδες, ἁμιλλώμενοι ἑλεῖν αὐτόν. καὶ πολὺ μὲν προήλαυνεν ἅτε ἐπὶ ἵππῳ ταχυτάτῳ ἐπιφερόμενος· μετὰ δέ, ὡς ἐπὶ τὸν ποταμὸν ἀφίκετο, τὴν ἵππον λέγουσι διψήσασαν καρτερῶς ἐθελῆσαι τοῦ ὕδατος Παιαζήτης γὰρ ἐνόσει τὼ χεῖρε καὶ τὼ πόδε ὑπὸ πο‐ δάγρας, καὶ κατασχεῖν οὐχ οἷός τε ἐγένετο. ἐνταῦθα δὴ ὑποχα‐ | |
20 | λάσαι τὴν ἵππον ὑπὸ τοῦ ὕδατος καὶ λειφθῆναι τοῦ δρόμου, ὥστε τοὺς στρατιώτας Τεμήρη συλλαβεῖν τε Παιαζήτην, καὶ ἀγαγεῖν παρὰ βασιλέα Τεμήρην. Ἑάλωσαν μὲν οὖν ἐν τῇ μάχῃ ταύτῃ καὶ Μωσῆς καὶ πάν‐ | |
τες σχεδὸν οἱ τοῦ Παιαζήτεω ἄρχοντες· οὐ μὴν χαλεπὸν ἔπαθον | 147 in vol. 1 | |
1.148 | ὁτιοῦν, πλὴν τῶν ἱματίων. καὶ γὰρ Μωσῆς ἐδόκει τε τῶν ἄλλων κράτιστος γεγονέναι· καὶ διὰ τοῦτο περιῆγεν ἔχων τῷ στρατο‐ πέδῳ καὶ δίαιταν παρεχόμενος. ἑάλω δὲ καὶ ἡ γυνὴ τοῦ Παια‐ ζήτεω ἐν Προύσῃ· καὶ γὰρ τήν τε Προῦσαν ἐπέδραμον, καὶ τὰς | |
5 | γυναικωνίτιδας ἀφείλοντο. πρὸς δὲ καὶ τὴν Ἐλεαζάρου θυγα‐ τέρα, Παιαζήτεω δὲ γυναῖκα, ἑλόντες ἀπήγαγον παρὰ βασιλέα. Μουσουλμάνης μὲν οὖν καὶ Ἰησοῦς καὶ Μεχμέτης καὶ οἱ λοιποὶ τῶν Παιαζήτεω παίδων κατελείφθησαν, καὶ οἱ μὲν ἐν τῇ Εὐ‐ ρώπῃ, οἱ δ’ ἐν τῇ Ἀσίᾳ ὄντες διεσώζοντο, ὅποι ἑκάστῳ προὐ‐ | |
10 | χώρει. Τῷ μέντοι Παιαζήτῃ, ὡς ἤχθη ἐναντίον βασιλέως, λέγεται εἰπεῖν αὐτῷ τοιάδε. «ὦ κακόδαιμον, τί δὲ οὕτω πάνυ τὸν σαυτοῦ δαίμονα ἐβιάζου, προκαλούμενος ἡμᾶς ἐπὶ μάχην; ἢ οὐκ ἐπύθου, ὡς τῷ ἐμῷ τῷδε στρατεύματι δυστήνων παῖδες ἀντέστησαν;» | |
15 | Παιαζήτης δὲ ὑπολαβὼν ἀμείβετο, ᾗ δὴ λέγεται, ὡς οὐκ ἂν δὴ ἐς τοῦτο τύχης ἀφικοίμην, ἂν μὴ αὐτῷ παρείχετο πράγματα ἐκεῖνος, τά τε ἄλλα καὶ ἀπὸ ἐθνῶν τῷ Μεχμέτῃ τῷ ἥρωι πο‐ λεμίων θαμὰ ἀνακαλούμενος. «ἀλλ’ ἢν μὴ ἐτετύφωσο» ἔφη Τεμήρης, «οὕτω μέγα πάνυ φρονῶν, οὐκ ἂν δὴ ἐς τοῦτο συμ‐ | |
20 | φορᾶς, οἶμαι, ἀφίκου· οὕτω γὰρ εἴωθε τὸ θεῖον τὰ πάνυ μέγα φρονοῦντα καὶ πεφυσημένα μειοῦν ὡς τὰ πολλὰ καὶ σμικρύνειν.» | |
ἐνταῦθα δὴ ἐπιμέμψασθαι αὐτῷ λέγεται βασιλέα Τεμήρην τὴν | 148 in vol. 1 | |
1.149 | ἐπὶ τοὺς κύνας τε καὶ ἱέρακας φιλοτιμίαν, ὡς ἀνδρὶ κυνηγῷ ἐῴκει τὴν τέχνην, καὶ οὐκ ἄρχοντι ἄγοντι ἐς πολέμους· λέγεται γὰρ Παιαζήτης ἐς τοὺς ἑπτακισχιλίους κτήσασθαι ἱερακοφόρους καὶ κύνας ἀμφὶ τοὺς ἑξακισχιλίους. ἐνταῦθα τόν τε Παιαζήτην | |
5 | φάναι ὑπολαβόντα «ἀλλὰ σοὶ μὲν τῷ Σκύθῃ, ληστῇ ἔτι ὄντι καὶ ταύτην ἐπιτηδεύοντι τὴν τέχνην, οὐ πάνυ τι ἂν προσήκει ἄγρας οὐδὲ κυνηγεσίων· ἐμοὶ δὲ ἐς τοῦτό τε γεννηθέντι καὶ τεθραμ‐ μένῳ, τῷ Ἀμουράτεω τοῦ Ὀρχάνεω, βασιλέων παιδί, μετῆν καὶ κυνῶν καὶ ἱεράκων φιλοτιμίας.» ἐνταῦθα δὴ ἀχθεσθέντα τὸν | |
10 | βασιλέα περιαχθῆναι ἐς τὸ στρατόπεδον ἐκέλευσεν ἐπὶ ἡμιόνου, καὶ συριττόμενον ὑπὸ τοῦ στρατοπέδου περιαγαγεῖν. ὡς δὲ περια‐ χθέντα ἤγαγον, ἔρεσθαι αὐτὸν λέγεται, εἰ τοῦ γένους ἐκεῖνα τυγχάνει ἐπιτηδεύματα, ὡς τὰ τῶν ἱεράκων τε καὶ κυνῶν. μετὰ δὲ ταῦτα ἐν φυλακῇ ἐποιήσατο, καὶ ἄρας σὺν τῷ στρατεύματι | |
15 | ἤλαυνεν ἐπὶ Ἰωνίαν καὶ τὴν ταύτῃ πάραλον χώραν, ἐν νῷ ἔχων αὐτοῦ τε διαχειμάσαι καὶ ἦρος ἐπιφαινομένου ἐς τὴν Εὐρώπην διαβῆναι. ἐπενόει γάρ, ὡς καὶ πρότερόν μοι δεδήλωται, ἐς τὴν Εὐρώπην διαβὰς πᾶσάν τε ὑφ’ αὑτῷ ποιήσασθαι, ἐς ὃ δὴ ἐπὶ τὰς Ἡρακλείους ἀφίκηται στήλας, ἐντεῦθεν δὲ αὖθις ἐς Λιβύην | |
20 | διαβῆναι, καὶ διὰ τῆς Λιβύης ἐπανιέναι ἐς τὴν ἑαυτοῦ χώραν, ξύμπασαν ὑπαγόμενος τὴν ταύτῃ ἤπειρον τῆς οἰκουμένης. ἐπρε‐ σβεύετο μὲν οὖν καὶ πρὸς τὸν Βυζαντίου βασιλέα, τήν τε διά‐ βασιν αἰτούμενος αὐτὸν πλοῖά τε καὶ τριήρεις. | |
Λέγεται δὲ καὶ τόδε βασιλεὺς Τεμήρης ἐς Παιαζήτην. ὡς | 149 in vol. 1 | |
1.150 | γὰρ ἀπήχθη ἡ γυνὴ αὐτοῦ, Ἐλεαζάρου θυγάτηρ, ἧς δὴ μάλιστα τῶν ἄλλων ἐραστὴς ἐτύγχανε Παιαζήτης καὶ περιῆγε μεθ’ ἑαυτοῦ ἔχων ἐν τῷ στρατοπέδῳ, ἐπιστῆσαί οἱ ἐναντίον τοῦ ἀνδρὸς αὐτῆς, οἰνοχοῆσαί οἱ. τὸν δὲ εὖ μάλα ἀχθεσθέντα εἰπεῖν λέγεται «ἀλλ’ | |
5 | οὔτ’ ἂν συμφώνως τῷ σῷ πατρὶ καὶ μητρὶ ἐργάζοιο· ἰδιωτῶν γὰρ τούτων καὶ πενήτων γενόμενος δίκαιος 〈οὔτ’〉 ἂν εἴης ὥστ’ ἂν ἐπικερτομῆσαι βασιλέων παισί τε καὶ γυναιξί, καὶ ἐξυβρίζεις ἐς τοὺς σοὺς τῇ φύσει δεσπότας.» τούτῳ μὲν τοιαῦτα λέγοντι γέλωτά τε ἐποίει τοὺς λόγους, καὶ ἐπιχλευάζων ἐπέσκωπτεν οἷα | |
10 | οὐδὲν ὑγιὲς οὔτε φρονοῦντι οὔτε λέγοντι. Οἱ μέντοι Παιαζήτεω ἄρχοντες, ἐς λόγους ἀφικόμενοι τοῖς Τεμήρεω ὀρυκταῖς, ᾗ φασιν, ὑπέσχοντο ἀργύριον τελέσαι πάμ‐ πολυ, εἰ ὑφέλοιντο Παιαζήτην ὑπορύξαντες. ἔνθα δὴ ὄρυγμά τε ποιησάμενοι ἐν τῷ στρατοπέδῳ, καὶ εἰς τὴν σκηνήν, ἐν ᾗ ἐσκήνου | |
15 | Παιαζήτης ἐν φυλακῇ ὤν, ἐξιόντες, ὤφθησαν ὑπὸ τῶν ταύτῃ φυλάκων καὶ ἑάλωσαν· οὐ γὰρ ἐντὸς ἐγένοντο τῆς σκηνῆς, ἀλλ’ ἐκτός, ᾗ ἐφύλασσον πέριξ γενόμενοι ἄνδρες ὑπὸ Τεμήρεω ταχθέντες. ταύτῃ ὡς ἐξῄεσαν καὶ ἑάλωσαν, ἀπετάμοντο τὰς κεφαλὰς ὑπὸ βασιλέως. | |
20 | Ἐπὶ Σμύρνης μὲν οὖν ἀφικόμενος τήν τε Σμύρνην εἷλε τρο‐ χίσκοις, καὶ τὴν ἐν τῷ αἰγιαλῷ ἄκραν ὑπὸ Ῥωμαίων ταύτῃ κατεχομένην ὑπορύξας κατέβαλέ τε, καὶ ταύτην ἑλὼν πολίσματά | |
τε ἄλλα τῆς χώρας ταύτης ἐπελαύνων ᾕρει, ὡς οἱ προὐχώρει | 150 in vol. 1 | |
1.151 | προσβάλλοντι ἐφ’ ἕκαστον. τριχῇ γάρ, λέγεται, διῄρει τὰς πόλεις Τεμήρης τοῖς τε τροχοῖς. κύκλοι δὲ ὄντες οὗτοι καὶ κλίμακας ἔχοντες ἐντός, ὥστε ἀναβαίνειν ἐπὶ τὸ τεῖχος, ἐς τὴν τάφρον ἄγοντες ἐπετίθεσαν ἄνδρες διακόσιοι ἕκαστον τεταγμένοι, διὰ τοῦ | |
5 | τροχοῦ εἰσιὼν ἕκαστος, ἐς τὸ πέραν τε ἐγίγνετο τῆς τάφρου, στεγαζόμενοι ὑπὸ τοῦ τροχοῦ. ὡς δὲ πέραν γίγνοιντο, ἀνέβαινον τὰς κλίμακας, καὶ οὕτω ᾕρουν τὴν πόλιν. μετὰ δὲ πολλοὶ ὄντες αὐτῷ ἐν τῷ στρατοπέδῳ ἔχουν τὴν πόλιν, ὥστε ἐπὶ τὸ τεῖχος τὰ χώματα ἀναβαίνειν, καὶ ἄνω διὰ τῶν χωμάτων ἡλίσκετο | |
10 | αὐτῷ τὸ τεῖχος. εἶχε δὲ καὶ ὀρυκτὰς ἐς μυρίους, καὶ ὀρύσσοντες τὰ τείχη ἐπὶ μετεώρων ξύλων καθειστήκεσαν. μετὰ δὲ ταῦτα πῦρ ἐνιεὶς τὰ ξύλα, καὶ ὡς ἐκαίετο τὰ ξύλα, τὰ τείχη εὐπετῶς ἔπιπτον, καὶ ταύτῃ ἐσέπιπτον ἐς τὴν πόλιν. Οὕτω μὲν οὖν ᾕρει Τεμήρης τὰς πόλεις· ὡς δὲ ἤδη ἔαρ | |
15 | ὑπέφαινεν, ἀφίκετο παρ’ αὐτὸν ἀγγελία, ὡς τοῦ Ἰνδῶν βασιλέως πρεσβεία ἀφικομένη ἐπὶ Χεσίην μεγάλῃ χειρὶ δεινά τε τὴν πόλιν ἐργάσαιτο, καὶ ἐπὶ τοὺς θησαυροὺς παριὼν τοῦ βασιλέως τόν τε φόρον λαβὼν οἴχοιτο, καὶ ἀπειλοίη, ὡς οὐκέτι ἐμμένοι ταῖς σπονδαῖς ὁ Ἰνδῶν βασιλεύς. ταῦτα ὡς ἐπύθετο, περιδεὴς γενό‐ | |
20 | μενος, μὴ ἐπειδὴ ἀφίκοιτο ἡ πρεσβεία παρὰ βασιλέα τῶν Ἰνδῶν, | |
ἐπιὼν καταστρέφοιτο τὴν ἑαυτοῦ χώραν, σχόντος αὐτοῦ ἀμφὶ | 151 in vol. 1 | |
1.152 | τοὺς ἐπήλυδας πολέμους, καὶ ἅμα ἐσῄει αὐτὸν καὶ τὰ ἀνθρώ‐ πεια ἐν οὐδενὶ ἑστηκότα ἀσφαλεῖ, καὶ δεινὰ ποιησάμενος τοὺς Ἰνδοὺς πρέσβεις ἐξυβρίσαι ἐς αὐτὸν οὕτως ἀναίδην, ἤλαυνεν, ὡς εἶχε τάχιστα, ἐπὶ Χεσίης, τόν τε Παιαζήτην ἔχων μεθ’ ἑαυτοῦ | |
5 | καὶ τὸν παῖδα αὐτοῦ. καὶ οὐδένα λόγον ἐποιεῖτο αὐτοῦ Τεμήρης, ἀπέδρα ἐπὶ τὴν πατρῴαν χώραν. Παιαζήτην δὲ ὑπὸ λύπης νοσή‐ σαντα τελευτῆσαι τὸν βίον ἔφασαν. οὕτω μὲν οὖν ἐτελεύτησε Παιαζήτης ὁ Ἀμουράτεω, ἀνὴρ ὁρμήν τε καὶ τόλμαν ἐπιδειξά‐ μενος, ὅποι ἂν παραγένοιτο, ἀξίαν λόγου, καὶ τόλμῃ μεγάλῃ | |
10 | ἀποδειξάμενος ἔργα κατά τε Ἀσίαν καὶ Εὐρώπην, βασιλεύσας ἔτη πέντε καὶ εἴκοσιν. ἦν δὲ οὕτως αὐθάδης, ὥστε μηδενὶ πεί‐ θεσθαι, ὡς ἑαυτῷ θαρρούντως χωρεῖν ἐπὶ τοὺς πολεμίους. ἐτε‐ λεύτησε δὲ ἐν τῇ Ἰωνίᾳ, διαχειμάζοντος αὐτοῦ Τεμήρεω τὸν στρατόν. | |
15 | Ὁ δὲ Ἰνδῶν βασιλεὺς οὗτος ἐστὶν ὁ τῶν ἐννέα βασιλέων τοὔνομα ἔχων, Τζαχατάης βασιλεύς. τῶν ἐννέα δὲ βασιλέων βασιλέα γενόμενον τοῦτον, τὸν διὰ τοὺς Μασσαγέτας στρατὸν μέγαν ἐπὶ Τεμήρην ἐπιπέμψαντα, λέγεται τόν τε Ἀράξην ἐπιόντα διαβῆναι, καὶ τὰ πλέω τῆς ταύτῃ χώρας καταστρεψάμενον ἐπ’ | |
20 | οἴκου αὖθις ἀποχωρῆσαι. Σίνης τε βασιλεύει καὶ Ἰνδίας [καὶ] ξυμπάσης, καὶ διήκει αὐτῷ ἡ χώρα ἐπὶ Ταπροβάνην νῆσον, ἐς | |
Ἰνδικὴν θάλασσαν, ἐς ἣν οἱ μέγιστοι τῆς Ἰνδίας χώρας ποταμοὶ | 152 in vol. 1 | |
1.153 | ἐκδιδοῦσιν, ὅ τε Γάγγης, Ἰνδός, Ἀκεσίνης, Ὑδάσπης, Ὑδραώτης, Ὕφασις, μέγιστοι δὴ οὗτοι ὄντες τῆς χώρας. φέρει δὲ ἡ Ἰνδικὴ χώρα ἀγαθὰ μὲν πολλὰ καὶ ὄλβον πολύν, καὶ ὅ τε βασιλεὺς ξυμπάσης τῆς χώρας ὑπ’ αὐτὸν γενομένης. ὁρμώμενος δὲ οὗτος | |
5 | ἀπὸ τῆς ὑπὲρ Γάγγην χώρας καὶ τῆς παραλίου Ἰνδικῆς καὶ Ταπροβάνης, ἐλθεῖν ἐπὶ τὸν βασιλέα Χαταΐης, τῆς χώρας τῆς ἐντὸς Γάγγου καὶ Ἰνδοῦ, καὶ καταστρεψάμενον τὴν ταύτῃ χώραν τὰ βασίλεια ἐν ταύτῃ δὴ τῇ πόλει ποιήσασθαι· ξυμβῆναι δὲ τότε γενέσθαι ὑφ’ ἑνὶ βασιλεῖ ξύμπασαν τὴν Ἰνδικὴν χώραν. | |
10 | νομίζουσι δὲ οὗτοι θεούς, οἵ τε τὴν Χαταΐην χώραν οἰκοῦντες, Ἀπόλλω τε καὶ Ἄρτεμιν καὶ δὴ καὶ Ἥραν. φωνὴν δὲ οὐ τὴν αὐτὴν σφίσιν ἵενται, ἀλλ’ ἐς ἔθνη τε πολλὰ διῃρημένα εὐνο‐ μεῖται ἐπὶ πλεῖστον δὴ ἀνθρώπων κατά τε πόλεις καὶ κώμας. θυσίας δὲ ἀνάγουσιν ἵππους μὲν τῷ Ἀπόλλωνι, βοῦς δὲ τῇ | |
15 | Ἥρᾳ· τῇ δὲ Ἀρτέμιδι θύουσι παῖδας ἀρτίως ἡβάσκοντας ἀνὰ πᾶν ἔτος. φέρει δὲ ἡ χώρα αὕτη πυροὺς μὲν ἐπὶ πεντεκαίδεκα πήχεις, ὡς λέγεται, βασιλικούς, καὶ κριθὰς δὲ τὸν αὐτὸν τρό‐ πον, καὶ μελίνην ἐς τὸ αὐτὸ μέγεθος. καλαμίνοις δὲ πλοίοις χρώμενοι διαπορθμεύουσι τὸν ποταμόν. φέρει δὲ ἡ Ἰνδική, ὡς | |
20 | λέγουσι, τοσοῦτον τὸ μέγεθος, ὥστε ἀπ’ αὐτοῦ ναυπηγεῖσθαι πλοῖα μεδίμνων τεσσαράκοντα Ἑλληνικῶν. τὸ μὲν γένος τοῦτο οὐ πάνυ γνωστὸν ἡμῖν γενόμενον πολλὰς ἀπιστίας παρέχει μὴ πείθεσθαι | |
περὶ αὐτῶν, ὅσα πυνθάνομαι. ἥ τε γὰρ χώρα αὕτη πρόσω ἐκπο‐ | 153 in vol. 1 | |
1.154 | δὼν γενομένη οὐ πάνυ ἐπιτήδειος εἴσω ᾤκηται τε καὶ ὅποι ἔχει ἠθῶν τε καὶ διαίτης. γένος μέντοι ἰσχυρότατον γενόμενον τὸ παλαιὸν τούς τε Περσῶν βασιλεῖς καὶ Ἀσσυρίων, ἡγουμένους τῆς Ἀσίας, θεραπεύειν μὲν τοὺς Ἰνδῶν βασιλεῖς, ἐπεί τε Σεμί‐ | |
5 | ραμις καὶ Κῦρος ὁ τοῦ Καμβύσου τὸν Ἀράξην διαβάντες με‐ γάλῳ τῷ πολέμῳ ἐχρήσαντο. ἥ τε γὰρ Σεμίραμις τῶν Ἀσσυρίων βασίλισσα ἐπὶ τῶν Ἰνδῶν βασιλέα ἐλαύνουσα μεγάλῃ παρασκευῇ, ἐπεί τε τὸν ποταμὸν διέβη, ἐπεπράγει τε χαλεπώτατα καὶ αὐτοῦ ταύτῃ ἐτελεύτησε. μετὰ δὲ ταῦτα Κῦρος ὁ Καμβύσεω, Περσῶν | |
10 | βασιλεύς, λέγεται δὴ τόν τε Ἀράξην διαβάς, καὶ διαγωνισάμενος πρὸς τοὺς Μασσαγέτας ἔπραξέ τε τὰ χαλεπώτατα, καὶ αὐτοῦ ὑπὸ γυναικὸς Τομύριος τῆς Μασσαγετῶν βασιλευούσης ἀποθανεῖν. Τεμήρης μὲν οὖν ὡς ὑπὸ τοῦ ἀγγέλου ἐπύθετο τὰ περὶ τὴν πρεσβείαν τοῦ Χαταΐης βασιλέως, ἀπήλαυνεν, ὡς εἶχε τάχους, | |
15 | ἐπὶ Χεσίης. Παιαζήτης δέ, ὡς εἴρηται, κατὰ τὴν ὁδὸν ἐτελεύ‐ τησεν, ὑπενεχθεὶς ἐς τὴν μέλαιναν ὑπὸ λύπης. Μωϋσῆς δὲ ὁ παῖς αὐτοῦ, ἀφεθεὶς ὑπὸ βασιλέως Τεμήρη, ἐπὶ τὴν πατρῴαν χώραν ἀφίκετο. βασιλεὺς δὲ Τεμήρης ὡς ἐγένετο ἐς τὰ βασίλεια τὰ ἑαυτοῦ, τά τε ἐν τῇ ἀρχῇ αὐτοῦ καθίστη, ᾗ ἐδόκει κάλλιστα | |
20 | ἔχειν αὐτῷ, καὶ πρὸς τὸν Ἰνδῶν βασιλέα διενεχθεὶς ἐπολέμει. | 154 in vol. 1 |
1.155 | μετὰ δὲ ταῦτα εἰρήνην τε ἐποιήσατο, ἐφ’ ᾧ τε ξένοι τε καὶ φίλοι εἶναι ἀλλήλοις. Τούτῳ ἐγένοντο παῖδες Σαχροῦχός τε καὶ Παϊαγγούρης καὶ Ἀβδυλατούφης. Σαχροῦχον τὸν πρεσβύτερον παῖδα αὐτοῦ κατέλιπε | |
5 | βασιλέα ἀποδειξάμενος. αὐτὸς δὲ περὶ ἔρωτας ἔχων καὶ ἐνταῦθα πολυπραγμονῶν ἐτελεύτησε. λέγεται γὰρ δὴ Τεμήρης μάλιστα δὴ ἀνθρώπων ἐς τοσοῦτο ὑπὸ φύσεως ἀχθῆναι, ὥστε νεανίσκους ἐναντίον αὐτοῦ γυναιξὶ κελεύειν μίσγεσθαι, ὥστε καὶ τὴν φύσιν ἐρεθίζειν αὐτοῦ ἐπὶ τοῦτο. ὡς δὲ ἀπὸ ἐρώτων γένοιτο, ἐπὶ πολε‐ | |
10 | μίους αὐτίκα δὴ τρέπεσθαι, μηδέποτε ἡσυχίαν ἄγοντα. καὶ ἐξυ‐ βρίσαι δὴ λέγεται τὴν φύσιν αὐτοῦ ἐς τὴν δίαιταν περὶ ἀφρο‐ δίσια γενόμενον. Τούτου μὲν δὴ τελευτήσαντος ἔσχε τὴν βασιλείαν Σαχροῦ‐ χος, ἀνὴρ τά τε ἄλλα ἐπιεικής, καὶ τοῖς περιοίκοις τὰ πολλὰ | |
15 | σπενδόμενός τε καὶ ἡσυχίαν ἄγων διετέλει. μετ’ οὐ πολὺ τελευ‐ τήσαντος Σαχρούχου τοῦ Τεμήρεω Παϊαγγούρης ὁ νεώτερος παῖς ἔσχε τὴν βασιλείαν, πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ διενεχθείς. Οὐλίης μὲν γὰρ τήν τε Καδουσίων χώραν καὶ Ὑρκανίαν κατέ‐ χων πρὸς Ἀβδυλατούφην τὸν ἀδελφὸν διενεχθεὶς ἐπολέμει, καὶ | |
20 | ὡς Παϊαγγούρης ἐπαγόμενος, τήν τε χώραν ἀφείλετο, καὶ αὐτὸν ζωγρήσας εἶχεν ἐν φυλακῇ. μετὰ δὲ ταῦτα τελευτήσαντος Παϊαγ‐ | |
γούρεω Τζοκίης ἔσχε τὴν βασιλείαν. πρὸς τοῦτον Μπαϊμπούρης | 155 in vol. 1 | |
1.156 | τῶν ἐννέα βασιλέων ἐπιγαμίαν ποιησάμενος καὶ ἐπιτραφθεὶς ἔσχε τὴν βασιλείαν· καὶ τὰ Σαμαρχάνδης πράγματα κατασχών, καὶ Ἰνδῶν συμμαχίαν ἐπαγόμενος, πρός τε τὸν Τζοκίην Παϊαγγούρεω ἐπολέμει παῖδα. Τζοκίης μὲν οὖν τούς τε Σκύθας ἐπαγόμενος, | |
5 | καὶ τῆς Ἀσσυρίων χώρας βασιλεύων ἐπὶ Παϊαγγούρην τὸν ἀδελ‐ φὸν τόν τε πόλεμον διέφερε καὶ στρατευσάμενος μάχῃ τε ἐκρά‐ τησε καὶ Σαμαρχάνδην παρεστήσατο. οὐ πολὺ δὲ ὕστερον τῶν ἐννέα βασιλεῖ συμμάχῳ χρησάμενος καὶ ἐν τῷ Ταβρέζῃ πόλει εὐδαίμονι Ἀσσυρίων τὰ βασίλεια ποιησάμενος πρός τε τοὺς | |
10 | Λευκάρνας πολεμῶν διετέλει καὶ Σαμαχίην πόλιν ἐπολιόρκει, τὰ τοῦ Καραϊλούκεω βασίλεια. Ταβρέζη δὲ πόλις εἶναι μεγάλη τε καὶ εὐδαίμων καὶ τῶν ἐν τῇ Ἀσίᾳ μετά γε Σαμαρχάνδην χρημάτων τε προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προέχουσα· σῆράς τε τρέφει ἡ χώρα | |
15 | αὕτη μέταξάν τε καλλίστην ποιουμένη καὶ τῆς Σαμαχίης ἀμείνω. φέρει δὲ καὶ κριμίζιν σῆρα οὕτω καλούμενον πορ‐ φυροῦν, ἐπὶ τὰ ἱμάτια, τά τε ἀπὸ ἐρίων καὶ σηρῶν, βαφὴν ἐνδεικνύμενα ἀξίαν λόγου. ἔστι δὲ πλέα τὰ ἐν τῇδε τῇ χώρᾳ Περσῶν τῶν Ἀτζαμίων καλουμένων· ὅσοι γὰρ τὴν Ἀτζαμίων | |
20 | φωνὴν προΐενται, Πέρσαι τε οὗτοι σύμπαντες καὶ τῇ Περσῶν | 156 in vol. 1 |
1.157 | φωνῇ διαλέγονται. οἰκοῦσί τε Ταβρέζην τε καὶ Καγινὸν καὶ Νιγετίην, πόλεις εὐδαίμονας τῶν Μήδων καὶ Ἀσσυρίων χώρας. Σαμαχίη δὲ πρὸς τῇ Ἀρμενίων χώρᾳ ᾠκημένη, πόλις εὐδαίμων τε καὶ πολυάνθρωπος. | |
5 | Ἀπὸ δὲ τῆς θυγατρὸς Τζοκίεω, Καραϊσούφεω δὲ γυναι‐ κός, ἐγένετο Τζανισᾶς παῖς Καραϊσούφεω, Τζοκίεω δὲ ἀπό‐ γονος. οὗτος τε Παγδατίης τῆς Βαβυλῶνος ἐπῆρξε, καὶ Ἀσσυ‐ ρίων τὴν χώραν καταστρεψάμενος Ταβρέζην τε ἑαυτῷ ὑπη‐ γάγετο καὶ πρὸς τὸν Μπαϊμπούρεω παῖδα διεπολέμει. ἐπελάσας | |
10 | δὲ πρὸς Ἐρτζιγγάνιν ἐπολιόρκει παραστησάμενος, καὶ τὴν Ἀρμενίων ἐντὸς Εὐφράτου χώραν ἐτύγχανεν οὖσαν ὑπηγάγετο. μετὰ δὲ τοῦ Τζοκίεω παιδὸς ὡρμημένου ἀπὸ Σαμαρχάνδης τήν τε Βαβυλῶνα ἐπολιόρκει, καὶ αὐτὸν ἐπιόντα οἱ μάχῃ ἐπεκράτησε. καὶ τὴν Βαβυλῶνα ἑλών, ἐπὶ Ταβρέζην ἐλαύνων, ἐς τόνδε συν‐ | |
15 | διαφέρει τὸν πόλεμον. Χασάνης μέντοι ὁ μακρός, Σκενδέρεω τοῦ τὸ Ἐρτζιγγάνιν διακατέχοντος ἀπόγονος ὢν καὶ τῆς Καραϊλούκεω μοίρας, ἐπὶ τὴν ἀρχὴν παρεγένετο τὴν Ἀρμενίων, συνελαυνομέ‐ νων αὐτῷ τῶν τε Καραϊλούκεω παίδων. οὗτοι γὰρ ὡς ὑπὸ τοῦ βασιλέως Τζανισᾶ, Καραϊσούφεω παιδός, ἐν Σαμαχίῃ πολιορ‐ | |
20 | κούμενοι ἐν ἀπόρῳ εἴχοντο, προσεδέοντο τοῦ Μπαϊμπούρεω ἐσβα‐ λεῖν ἐς τὴν Μηδικήν, ὃς πεισθείς τε ἐσέβαλε, καὶ ἀπανέστη τε ὁ Τζανισᾶς ἀποχωρῶν πρὸς τὸν Μπαϊμπούρην, τὰ μὲν συμβάλ‐ λων, τὰ δὲ ληϊζόμενος τὴν χώραν ἐκείνου. οἱ μέντοι ἡγεμόνες, | |
ὅ τε Μενδεσίας, Ἀϊδίνης καὶ Σαρχάνης, ἁλόντος Παιαζήτεω τήν | 157 in vol. 1 | |
1.158 | τε χώραν κατέλαβον ἐπικελεύοντος Τεμήρεω, καὶ ἐς τὴν ἑαυτοῦ χώραν καθίστατο ἕκαστος. ὁρῶν δὲ Χασάνης συμβαλλομένην αὐτῷ δύναμιν ἀξιόχρεων, τήν τε Ἀρμενίων χώραν ὑπηγάγετο καὶ τοὺς Τζάνιδας, καὶ πρὸς τοὺς Κολχίδος βασιλεῖς ἐπιγαμίαν | |
5 | ποιησάμενος εἰρήνην ἐποιήσατο. | 158 in vol. 1 |
1.159(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Δ. | |
1 | Μετὰ μὲν οὖν τὴν Τεμήρεω ἀναχώρησιν ἐπὶ Χεσίης Ἰησοῦς ὁ πρεσβύτερος τῶν Παιαζήτεω. παίδων τήν τε βασιλείαν κατέσχε, συλλέξας τε τοὺς ἀρίστους τῶν θυρῶν τοῦ πατρός, καὶ νεήλυδας προσαγόμενος, ὅσους δὴ ἠδύνατο. τῷ γὰρ δὴ Παιαζήτῃ ἐγένοντο | |
5 | παῖδες οἵδε, Ἰησοῦς τε καὶ Μουσουλμάνης καὶ Μωσῆς καὶ Μεχμέτης καὶ Ἰησοῦς ὁ νεώτερος καὶ Μουσταφᾶς. Ἰησοῦς μὲν αὐτίκα μετὰ τὴν Τεμήρεω ἀναχώρησιν ἐν τῇ Ἀσίᾳ γενόμενος, ἔχων τούς τε νεήλυδας μετ’ αὐτοῦ καὶ τῶν ἀρίστων, ὅσοι διέ‐ φυγον βασιλέα Τεμήρην, τά τε Προύσης βασίλεια ἔσχε, καὶ τὴν | |
10 | ἄλλην τῆς Ἀσίας ἀρχὴν ἑαυτῷ ὑπαγόμενος τάς τε ἀρχὰς διέ‐ νειμε, καὶ ἐς τὴν Εὐρώπην διαβὰς τήν τε βασιλείαν κατέσχεν Ἑλλήνων ἐπὶ τὰ Εὐρώπης βασίλεια ὄντων. καὶ ἄρχοντα δὲ ἐφίστησιν ἐν τῇ Εὐρώπῃ, ᾗ δὴ αὐτῷ ἐπιτηδείως ἔχειν ἐφαίνετο. Μουσουλμάνης μὲν οὖν ὁρμώμενος ἀπὸ Βυζαντίου συνίστατο ἐπὶ | |
15 | τὸν Ἰησοῦν, καὶ τὰ πολέμια γενόμενος ἀνὴρ ἀγαθός, καὶ ἐπ’ αὐτὸν προσγενομένων τῶν τῆς Εὐρώπης ἀρίστων καὶ νεηλύδων, ὅσοι τε αὐτοῦ ἐνῴκουν, ἐπῄει τε διὰ τῆς Εὐρώπης ἐπεξελθὼν καὶ ὑπαγόμενος ταύτην ἑαυτῷ, ἀπόντος τοῦ Ἰησοῦ ἐς τὴν Ἀσίαν καὶ διατρίβοντος. μετὰ δὲ ταῦτα ἐς τὴν Ἀσίαν διαβάς, ἔχων | |
20 | τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα, ἐστρατεύετο ἐπὶ Ἰησοῦν τὸν | 159 in vol. 1 |
1.160 | ἀδελφὸν διατρίβοντα περὶ Καππαδοκίαν, ἐπεὶ συνεμάχουν οἱ τοῦ Σινωπίου ἡγεμόνες αὐτῷ καὶ οἱ τῆς συμμαχίας λοιποὶ τῶν τυ‐ ράννων. συμβαλὼν δὲ αὐτοῦ ταύτῃ τῷ ἀδελφῷ καὶ τρεψάμενος πολλά τε τοῦ στρατεύματος αὐτοῦ ἐν τῇ μάχῃ διέφθειρε, καὶ | |
5 | δὴ καὶ Ἰησοῦν ζωγρήσας διεχρήσατο βασιλεύσαντα ἔτη τέσσαρα. Οὗτος μὲν δὴ οὕτω καθαιρεθεὶς ὑπὸ Μουσουλμάνεω ἐτελεύ‐ τησεν· ὡς δὲ Μουσουλμάνης ἐς τὴν βασιλείαν κατέστη καὶ ἐβασίλευε, Μωσῆς μεμαθημένος. καὶ ἀφεθεὶς ὑπὸ Τεμήρεω βασιλέως ἐκομίζετο ἐπὶ τὴν πατρῴαν χώραν καὶ ἐπὶ θαλάττης. | |
10 | ἀφικόμενος δὲ ἐπὶ τοὺς Ὀμούρεω παῖδας τοὺς Μουσουλμάνεω πολεμίους διὰ τὴν πρὸς τὸν Ἰησοῦν αὐτῶν συμμαχίαν, ἐπὶ Σινώ‐ πην τε καὶ Καστάμονα, καὶ ἐντεῦθεν ἐπὶ Δακίαν διαβὰς διὰ τοῦ Εὐξείνου πόντου καὶ ἐπὶ Μύρξαν τὸν Δακίας ἡγεμόνα, αὐτῷ τε διελέχθη τά τε ἄλλα, καὶ ὡς ἢν ἐπὶ τὴν βασιλείαν συνεπι‐ | |
15 | λάβηται, δοῦναι αὐτῷ πρόσοδον ἐν τῇ Εὐρώπῃ καὶ χώραν οὐκ ὀλίγην. πρός τε γὰρ Ἕλληνας πολέμια ἦν αὐτῷ, ἐπεί τε Μύρξεω παῖδα αὐτοῦ ἐν Βυζαντίῳ ὑπεδέξαντο, καὶ ὑπέσχοντο τὴν ἀρχὴν αὐτῷ μετὰ Μουσουλμάνεω ἐπιτηδείου συγκατεργάσεσθαι. οὗτος μὲν οὖν τόν τε Μωσῆν ὑπεδέξατο ἄσμενος, καὶ αὐτῷ παρείχετο | |
20 | τήν τε δίαιταν καὶ τὰ ἐπιτήδεια, καὶ τὸν στρατὸν δὲ αὐτῷ ἐδίδου. ἐντεῦθεν δὲ ὡς ἐς τὴν Ἀσίαν Μουσουλμάνης ἀπῆν, ἐπιρρεόντων αὐτῷ τῶν ἀπὸ τῆς Εὐρώπης, ὅσοι ἤχθοντο Μουσουλμάνῃ οὐκ εὖ | |
φερόμενοι παρ’ αὐτῷ, καὶ ὁρμώμενος λαβών τε τούτους καὶ ἀπὸ | 160 in vol. 1 | |
1.161 | Δακῶν στρατὸν ἱκανόν, ἐπισπομένου αὐτῷ καὶ Δάνου τοῦ Δακῶν ἡγεμόνος, τήν τε Εὐρώπην κατέσχε, καὶ ἐπὶ τὰ βασίλεια τῆς Ἀδριανουπόλεως παριὼν καθειστήκει τε βασιλεύς, καὶ ἐπὶ τὸν ἀδελφὸν ἐς τὴν Ἀσίαν παρεσκευάζετο στρατεύεσθαι. Μουσουλ‐ | |
5 | μάνης δὲ ἠπείγετο καὶ αὐτὸς φθῆναι πρότερος ἐς τὴν Ἀσίαν διαβάς· διέγνω γὰρ καὶ ἀμφοῖν ἄμεινον καὶ πρὸς τοῦ ἑτέρου εἶναι, ὁπότερος ἂν ἐπὶ τὴν τοῦ ἑτέρου ἀρχὴν διαβὰς τὴν μάχην ποιήσαιτο αὐτοῦ καὶ μὴ ἐπιμείνῃ τὸν ἀδελφὸν ἐπιόντα. διαβάς τε ἐπὶ τὸ Βυζάντιον, ὥστε αὐτῷ φίλια εἶναι πρὸς τὸν Βυζαντίου | |
10 | βασιλέα, ἄγεται τὴν βασιλέως υἱιδοῦν Ἰανυΐου τοῦ Ντόρια θυ‐ γατέρα. Υἱιδοῦν δὲ τοῦ βασιλέως Ἑλλήνων ἀγόμενος Μουσουλ‐ μάνης ὁ Παιαζήτεω παῖς, καὶ ἐς Βυζάντιον διαβὰς ἐστρατεύετο ἐπὶ τὸν ἀδελφόν. Μωσῆς δὲ ὡς τάχιστα ἐπύθετο παρὰ βασιλέα Ἑλλήνων | |
15 | καταλύειν ἐν Βυζαντίῳ, αὐτίκα ἐπήλαυνε, καὶ ἀπολαβὼν ἐν Βυζαντίῳ οὐκ εἴα ἐς τὴν Εὐρώπην ἐξελθόντα ἀναστρέφεσθαι. Μουσουλμάνης μὲν οὖν στρατόν, ὡς ἠδύνατο, μέγιστον ἀπὸ τῆς Ἀσίας διαπορθμεύσας ἐπὶ τὴν Βυζαντίου χώραν αὐτοῦ ἐστρατοπεδεύετο, καὶ τόν γε ἀδελφὸν ἐπιόντα ἐπέμεινεν. ἐνταῦθα | |
20 | ὡς ἄμφω ἐς μάχην παρετάξαντο, συνέβαλον καὶ ἐμάχοντο. Μω‐ | |
σῆς μὲν τούς τε Δᾶκας καὶ Τριβαλλοὺς ἔχων μεθ’ ἑαυτοῦ καὶ | 161 in vol. 1 | |
1.162 | Στέπανον τὸν Ἐλεαζάρου παῖδα καὶ τὸ ἀπὸ τῆς Εὐρώπης στρά‐ τευμα Τούρκων παρετάσσετο. βασιλεὺς μὲν δὴ πρὸς τοῦτον λό‐ γους πέμψας συνεβουλεύετο αὐτῷ ἐν τῇ παρατάξει θαρροῦντα ἰέναι ἐπὶ τὸ Βυζάντιον παρὰ βασιλέα Μωσέως πολὺ ἀμείνω τε | |
5 | καὶ ἐπιεικέστερον· ἦν γὰρ δὴ Μωσῆς τά τε ἄλλα ἐπαχθὴς ἐς τοὺς συμμάχους καὶ ἐς ὀργὴν ταχύς. Στέπανος μὲν οὖν ἐν τῇ παρατάξει, ὡς τῷ Ἑλλήνων συνέθετο βασιλεῖ τε καὶ Μουσουλ‐ μάνῃ, αὐτομολήσαντες ἀφίκοντο ἐπὶ Βυζάντιον· Μωσῆς δὲ ὡς ἐμάχετο συμμίξας τῷ ἀδελφῷ, τούς τε ἀπὸ τῆς Ἀσίας ἐτρέψατο | |
10 | καὶ ἐπεξελθὼν ἐδίωκε. Μουσουλμάνης δὲ ὡς ἡττηθεὶς ἀνεχώρει ἐπὶ Βυζάντιον, ὡς ἐγένετο παρὰ τῇ πόλει, ἐπιλεξάμενος βουλὴν γενναιοτάτην καὶ ἔχων μεθ’ ἑαυτοῦ ὡσεὶ πεντακοσίους ἄνδρας, ἐπιρρεόντων καὶ ἄλλων τινῶν, ὑποδυόμενος τὴν τῆς πόλεως τάφρον, ἔχοντος τοῦ ἀδελφοῦ Μωσέως ἀμφὶ τὴν δίωξιν καὶ | |
15 | διαφθείροντος σὺν τοῖς ἑαυτοῦ, ὡς ἐπεξέρχοιτο τοὺς πολεμίους, ἐπὶ τὸ στρατόπεδον αὐτοῦ ἀφικόμενος τό τε στρατόπεδον κατει‐ λήφει, καὶ τοὺς ἐπιγινομένους ἀπὸ τῆς μάχης, οἳ καταφεύγουσί τε καὶ ἐπανῄεσαν, διέφθειρε. καὶ ὡς ἐπανήκει τε αὐτὸς Μωσῆς ἐλαύνων ἐπὶ τὸ στρατόπεδον ἀπὸ τῆς μάχης, καὶ ἔγνω δὴ κατει‐ | |
20 | λημμένον τὸ στρατόπεδον, αὐτίκα ἐς φυγήν τε αὐτὸς ἐτράπετο | |
καὶ τοῦ στρατεύματος διέφυγε, καὶ ἄλλῃ ἄλλος, ᾗ ἑκάστῳ προὐ‐ | 162 in vol. 1 | |
1.163 | χώρει. οἱ μέν τινες καὶ ἐπ’ αὐτὸν αὐτίκα ἰόντες τὸν Μουσουλ‐ μάνην ὡς βασιλέα προσεκύνουν, καὶ ἐξελαύνοντι ἐφείποντο. Μουσουλμάνης μὲν δὴ οὕτω τὰ πράγματα ἔσχεν ἀμφὶ ταῖν ἠπείροιν, γενναιότατα δὲ πάντων, ὧν ἡμεῖς ἴσμεν, πρὸς τὸν ἀδελ‐ | |
5 | φὸν διαγωνισάμενος. ἐπελάσας μὲν οὖν ἐς τὴν Ἀδριανούπολιν τὰ βασίλεια, τήν τε βασιλείαν καὶ τὴν ἀρχὴν καθίστη αὑτῷ, ᾗ ἐδόκει κράτιστα ἔχειν. Μωσῆς μὲν οὖν ἐς τὴν παρίστριον χώραν ἀφικόμενος, καὶ συγγενόμενος Μύρξεω Δάνῳ τῷ Δακίας ἡγεμόνι καὶ πρότερον ὄντι συνήθει αὐτῷ, διέτριβε παρὰ τῷ Αἵμῳ, | |
10 | παραμείβων ἄλλην ἐξ ἄλλης χώραν. Μουσουλμάνου δὲ ῥᾳθυ‐ μοῦντός τε καὶ περὶ ὁμιλίαν ἔχοντος τά τε πράγματα οἰδαίνετο. οἵτε γὰρ ἄρχοντες αὐτῷ τε ἤχθοντο ὡς οὐδὲν ὑγιὲς ὂν αὐτοῦ, καὶ τῷ ἀδελφῷ αὐτοῦ προσγενομένων κατὰ βραχὺ τῶν Τούρκων οὐδένα λόγον ἐποιεῖτο. ὡς μὲν οὖν ἐπὶ τὴν βασιλείαν ἀφίκετο, | |
15 | τήν τε Θέρμην τοῖς Ἕλλησιν ἀπέδωκε καὶ Ζητοῦνιν καὶ τὴν παράλιον τῆς Ἀσίας χώραν, καὶ ἐπιτήδειος ὢν ἐχαρίσατο αὐτοῖς, εἴ του δέοιντο, ὡς δυνατὸν ἦν αὐτῷ. ἐπρεσβεύοντο μὲν οὖν αὐτῷ καὶ οἱ Ἕλληνες, βουλευόμενοι μὴ ἀνεῖναι αὐτὸν ἐς τὴν ὁμιλίαν οὕτω πάνυ, ὡς ἐπισφαλές τε ὂν αὐτῷ καὶ οὐδαμῇ ἐμ‐ | |
20 | πεδοῦν αὐτῷ τὴν βασιλείαν πρὸς τὸν ἀδελφόν. τούτων μὲν οὐδένα | |
λόγον ποιούμενος, ἕωθεν δὲ καὶ ἐς ἑσπέραν περὶ τὴν ἀκρατο‐ | 163 in vol. 1 | |
1.164 | ποσίαν διετέλει, προπίνων τοῖς ἀρίστοις, καὶ ὡς ἀναπαύοιτο, ἐπεγειρόμενος αὖθις ἐς ὁμιλίαν καθίστατο. λέγεται δέ, ὡς ἔχον‐ τος ἐν ταῖς χερσὶ τὴν φιάλην ἔλαφος ἐπὶ τὸ στρατόπεδον περιὼν διῄει, καὶ ἐπιθορυβούντων αὐτῷ τῶν στρατιωτῶν, ὡς ἡ ἔλαφος | |
5 | ἐπιπαρῇ, ἀγχοῦ γενόμενος ἐπειρᾶτο, εἰ φιάλην ἐπὶ τοῦ κέρατος φέροι, ὡς ταύτην ἀνακτησόμενος ἐπὶ τῆς ὁμιλίας. ἦν μέντοι ἄλλως ὁ Μουσουλμάνης ἐπιεικὴς καὶ τὸ σῶμα ῥωμαλέος καὶ ὁρμὴν ἐς τὸ μάχεσθαι κράτιστος, Μωσῆς δὲ τοὐναντίον θυμοῦ τε ἀκρατέστερος ὡς ἐπίπαν, καὶ ταχὺς δὲ μάλιστα ἐς ὀργήν, | |
10 | καὶ ἕπεσθαι τῷ δυσμενεῖ μηδὲν ἀνιέντα. ἐπείτε οὖν ἐπιγενομέ‐ νων αὐτῷ οὐκ ὀλίγων ἐς τὸ πεδίον κατέβη καὶ ἐπὶ Μουσουλμά‐ νην ἤλαυνε, Χασάνης τε ὁ τῶν νεηλύδων ἄρχων καὶ Βρενέζης ἔχων ἱπποδρόμους τῆς Εὐρώπης ηὐτομόλησαν αὐτίκα παρὰ Μωσέα. ὁ δὲ ὡς ᾔσθετο τοὺς νεήλυδας ἀφεστηκότας ἰέναι ἐπὶ | |
15 | τὸν ἀδελφόν, ἤλαυνεν εὐθὺ Βυζαντίου ἐπὶ τοῖς Ἕλλησι καὶ τὴν Βυζαντίου βασιλείαν ἐν νῷ ἔχων συμμῖξαι, ὡς ἐντεῦθεν αὖ ἐπὶ τὴν Ἀσίαν διαβὰς ἐπιχειροῖ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα. καὶ ὡς ἔχων τοῖς Τούρκοις ἐπίδηλος ἦν κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Βυ‐ | |
ζάντιον φέρουσαν, ἐνταῦθα συλλεγέντες οἱ τήνδε τὴν χώραν οἰ‐ | 164 in vol. 1 | |
1.165 | κοῦντες Τοῦρκοι τόν τε Μουσουλμάνην ἐζώγρησαν καὶ ἀπήγαγον παρὰ Μωσέα, χαριζόμενοι τῷ βασιλεῖ. ὁ μέντοι Μωσῆς τόν τε ἀδελφὸν διεχρήσατο καὶ τούς γε Τούρκους πανοικί, οἳ συλλα‐ βόντες ἧκον ἄγοντες, πυρὶ σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐνέ‐ | |
5 | πρησε, φάμενος ἀθέμιτα ἐργασαμένους, καὶ βασιλέα σφῶν αὐτῶν συλλαβόντες ταύτην τὴν δίκην ὑπέχοιεν. Αὐτὸς δὴ ὑπέλαβε τὴν βασιλείαν, καὶ ἐς τὴν Ἀσίαν διαβὰς κατεστήσατο τὰ ἐκείνου πράγματα, καὶ ἐδόκει αὐτῷ ἀσφαλέστατα ἕξειν. καὶ ἐπήλαυνεν ἐν νῷ ἔχων πολιορκήσειν | |
10 | Βυζάντιον, καὶ τῇ τε Θέρμῃ πόλεμον ἐπήνεγκε, καὶ τῷ Τρι‐ βαλλῶν ἡγεμόνι πολεμῶν διεγένετο, τήν τε χώραν αὐτοῦ θ’ ἅμα ληϊζόμενος καὶ Σπενδερόβην τὴν μητρόπολιν αὐτοῦ πολιορκῶν. Στέπανος μὲν οὖν οὗτος Ἐλεαζάρου Παιαζήτεω τῆς γυναικὸς ἀδελφός, Βοῦλκος δὲ τοὔνομα ἔχων, ὡς Ἐλεά‐ | |
15 | ζαρος ἐτελεύτησε, τήν τε ἡγεμονίαν παρέλαβε καὶ ἐτυράννευε, τῷ τε Παιαζήτῃ συστρατευόμενος, ᾗ ἂν παραγγέλλῃ. καὶ τότε δὴ ἐν τῇ πρὸς Μουσουλμάνην γενομένῃ μάχῃ πρὸς τῷ Βυζαντίῳ μετέστη τε ἀπὸ Μωσέως ἐπὶ τὸν ἀδελφὸν καὶ ηὐτο‐ μόλησε· δι’ ἃ δὲ πόλεμον ἐπιφέρων τήν τε πόλιν αὐτοῦ ἐπολι‐ | |
20 | όρκει καὶ τὴν χώραν ἐδῄου ὡς δὲ ἐπελαύνων ἐπολιόρκει Βυ‐ ζάντιον, ἐξηρτύετό τε ἅμα ἐπιφέρων τε καὶ ἐπέχων, ὅσα τῆς χώρας ἠδύνατο, καὶ τριήρεις καὶ πλοῖα, ὡς ἠδύνατο, πλεῖστα | |
ναυπηγησάμενος ἐπῄει διά τε τῆς ἠπείρου καὶ διὰ θαλάσσης. | 165 in vol. 1 | |
1.166 | ἐνταῦθα πληρώσαντες οἱ Ἕλληνες πλοῖα, ὅσα ἐπῆν αὐτοῖς, καὶ δὴ καὶ τριήρεις, ἡγουμένου Ἐμμανουήλου τοῦ νόθου Ἰωάννου τοῦ βασιλέως παιδός, ἀντανήγοντό τε καὶ ἐναυμάχησαν· καὶ ἐνίκησαν οἱ Ἕλληνες. οὗτος δὲ ὁ Ἐμμανουῆλος, ὁ τοῦ βασι‐ | |
5 | λέως παῖς, τὰ ἐς γνῶσιν καὶ φρόνησιν οὐδενὸς λειπόμενος, ἐπὶ τὸ ἐξηγεῖσθαι ἐς πόλεμον ἱκανός τε ἐδόκει ἐν τῷ τότε παρόντι καὶ ηὐδοκίμει. δι’ ἃ δὴ εὐδοκιμῶν ἑάλω τε ὑπὸ τοῦ ἀδελφοῦ βασιλέως, καὶ ἐσπεσὼν ἐς εἱρκτὴν διεγένετο ἐπὶ ἔτη ἑπτακαί‐ δεκα σὺν τοῖς παισὶν αὐτοῦ. Μωσῆς μὲν οὖν ὡς ἐσφάλη τὴν | |
10 | κατὰ θάλασσαν δύναμιν, ἐπιὼν διὰ τῆς ἠπείρου ἐδῄου τε τὴν Βυζαντίου χώραν καὶ Θέρμην, ἣν ἐπολιόρκει καὶ Τριβαλλοῖς ἐπολέμει. πρὸς μὲν οὖν τοὺς ἐν τῇ Ἀσία Τούρκων ἡγεμόνας σπονδὰς ποιησάμενος εἰρήνην ἦγε, καὶ ἐν τῇ Εὐρώπῃ τὰ πολλὰ διατρίβων ἐτύγχανεν. | |
15 | Ἕλληνες μὲν οὖν, ὡς ἐτελεύτησε Μουσουλμάνης, ἐπαγό‐ μενοι τὸν παῖδα αὐτοῦ, τοὔνομα Ὀρχάνην, συνέστησαν ἐπὶ Μωσεῖ· μετὰ δὲ ταῦτα ἔπεμψαν ἐς τὴν Θέρμην, ὡς ἐντεῦθεν τῷ τε Μπογδάνῳ καὶ τοῖς ἄλλοις τοῖς ταύτῃ Τούρκων διὰ χρη‐ μάτων ἐπικούροις ὁρμώμενός τε ἐπὶ τὴν Εὐρώπην ἐπελαύνοι καὶ | |
20 | τὴν χώραν κατάσχοι. ὁ μέντοι παῖς ἐπετέτραπτο ἀνδρὶ Τούρκῳ ἀπὸ Ἀσίας, Παλαπάνῳ τοὔνομα, τὰ μὲν ἄλλα οὐκ ἀγεννεῖ, πιστῷ δὲ οὐ πάνυ. καὶ ἐς τὴν Θέρμην ἀφίκετο, ἐξιὼν δ’ ἐν‐ | |
τεῦθεν ᾔει διὰ τῆς Μακεδονίας ἐπὶ Βέρροιάν τε καὶ τὴν ταύτῃ | 166 in vol. 1 | |
1.167 | χώραν, καὶ προσχωρούντων αὐτῷ τῶν ταύτῃ ἐπινεμομένων Τούρ‐ κων ἤλαυνεν ἐπὶ Θετταλίαν. Μωσῆς δὲ ὡς ἐπύθετο τὸν Μου‐ σουλμάνεω παῖδα τήν τε χώραν ὑπαγόμενον καὶ ἐλαύνοντα ἐπὶ Θετταλίαν, συντίθεται προδοσίαν τῷ Παλαπάνῳ, ὥστε παρα‐ | |
5 | δοῦναι αὐτῷ τὸν παῖδα ἐπιόντι καὶ διασημῆναι ἑκάστοτε, ὅποι ἐλαύνοιεν περιιόντες. οὗτος μὲν οὖν ὡς ἑκασταχοῦ ποι τῆς χώρας ἐπίοι, διεσήμαινέ τε τῷ Μωσεῖ καὶ ἐδήλου, ᾗ ἐπιὼν σφίσιν τε περιτύχοι καὶ τὸν παῖδα παραδοίη αὐτῷ. ἐγένοντο μὲν οὖν οἱ ἀμφὶ τὸν παῖδα ἐπὶ τὸ ἐς Θετταλίαν καθῆκον ὄρος τῆς | |
10 | Μακεδονίας, καὶ ἐνταῦθα ὡς ὑπεσημήνατο ὑπὸ Παλαπάνεω τῷ Μωσεῖ, ἐπιὼν τόν τε παῖδα ἐζώγρησε καὶ τὸν στρατὸν διέφθειρε. μετὰ δὲ ταῦτα ἐπὶ τὴν Μπογδάνου χώραν ἀφικόμενος τήν τε χώραν αὐτῷ ταύτῃ ὑπηγάγετο, καὶ τοῖς Ἕλλησι διαπολεμῶν προσεῖχεν ἐντεταμένως. Ἕλληνες μὲν οὖν οὕτως ἐπολεμοῦντο. | |
15 | καὶ Ἰησοῦς ὁ νεώτερος τῶν Παιαζήτεω παίδων ἐπὶ τοὺς Ἕλλη‐ νας ἀφικόμενος ἔστε τὴν τοῦ Ἰησοῦ θρησκείαν μετέβαλλε, καὶ οὐ πολλῷ ὕστερον ἐτελεύτησε. Μεχμέτης μὲν οὖν, καὶ οὗτος Μωσέως μὲν ἀδελφός, παῖς δὲ Παιαζήτεω, ἀπὸ τῆς Καραμάνου χώρας ὁρμώμενος, ἐπειδὴ | |
20 | ἐν ἱκανῷ ἡλικίας ἦν, τούς τε συγγενεῖς τῶν Τούρκων μετῄει, οἷς ἐπὶ τὴν ἀρχὴν ἐπιπαριών. καὶ διαπρεσβευομένων, καὶ τῶν | |
Ἑλλήνων ὑποδεχομένων καὶ αὐτῶν κατὰ δύναμιν ἐς τὴν βασι‐ | 167 in vol. 1 | |
1.168 | λείαν αὐτῷ συλλήψεσθαι, τήν τε Ἀσίαν ὑπηγάγετο, ἀχθομένων τῶν τῆς Ἀσίας ἀρίστων τῆς Μωσέως ἐν ἀρχῇ τυραννίδος καὶ προσχωρούντων τῷ Μεχμέτῃ, τῆς τε Ἀσίας ὑπῆρξε καὶ ἐπεὶ τὴν Εὐρώπην ὑπηγάγετο. οὗτος μὲν δή, ὡς Μουσουλμάνης τε | |
5 | ἐβασίλευε καὶ Μωσῆς καὶ Ἰησοῦς, πρότερον οἱ τὸ παιδίον ἐπιτετραμμένοι, μὴ κατάδηλον, ὅποι τυγχάνοι ὂν τὸ παιδίον γενό‐ μενον τοῖς ἀδελφοῖς, δεδοικότες, μὴ συλληφθείη τε καὶ ἀπόλοιτο, χορδοποιοῦ τινός, ἐν Προύσῃ παρεκατέθεντο, ὡς ἂν τὴν τέχνην ἐκμανθάνοι. καὶ μετὰ ταῦτα, ὡς ἐνταῦθα τῆς ἡλικίας ἦν, ὅπῃ | |
10 | ἀντιλαβέσθαι τῶν πραγμάτων αὐτῶν οἷός τ’ ἦν, ἐχώρει ἐπὶ Καραμᾶνον τὸν Ἀλισούριον. καὶ ἐντεῦθεν δή, ὡς πρόσθεν μοι ἐδηλοῦτο, ὁρμώμενος τῆς τε Ἀσίας εὐπετῶς ἦρξε, συνεπιλαβο‐ μένου τοῦ Καραμάνου καί τινων ἄλλων ἡγεμόνων τῶν ἐν τῇ Ἀσίᾳ, καὶ ἐπὶ Βυζάντιον διαβὰς τῷ τε Ἑλλήνων βασιλεῖ ἐς | |
15 | λόγους ἀφίκετο, καὶ ὅρκια ποιησάμενοι, ᾗ ἐδόκει αὐτοῖς ἐπιτη‐ δείως ἔχειν, ἤλαυνεν ἐπὶ τῶν Τριβαλλῶν ἡγεμόνα, τὰ τῆς Θρᾴκης, ὡς συμμίξων τε ἐκείνῳ καὶ προσλαβὼν τὴν ἐκείνου δύναμιν ἐπίῃ μαχούμενος τῷ ἀδελφῷ. Μωσῆς μέντοι, ἐπεὶ ἐπύθετο τάχιστα διαβαίνοντα ἀπὸ | |
20 | τῆς Ἀσίας, ἐπήλαυνε σὺν πολλῷ τῷ στρατεύματι ἐπ’ αὐτόν, | 168 in vol. 1 |
1.169 | καί ποι τῆς χώρας διελαύνοντι κατὰ Χαριούπολιν προσέμιξε τῷ ἀδελφῷ καὶ ἐς μάχην καθίστατο. συνταξάμενος δὲ ἐπῄει· καὶ ὁ ἀδελφὸς αὐτοῦ Μεχμέτης ἀντεπῄει συντεταγμένῳ τῷ στρατεύματι. καὶ ὡς 〈ὁμόσε〉 ἐγένοντο τοῖν ἀδελφοῖν τὰ στρα‐ | |
5 | τεύματα, τὸ μὲν τῆς Ἀσίας διαβὰν σὺν τῷ Μεχμέτῃ, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης, συνέμισγον καὶ ἐμάχοντο. μετ’ οὐ πολὺ δὲ ἐτράπετο τὸ ἀπὸ τῆς Ἀσίας στράτευμα, καὶ ὥρμητο ἐς φυγήν. Μεχμέτης μὲν δὴ ὁ χορδίνης ἐπὶ Ἀλίην Παιαζήτεω παῖδα ἐς Βυζάντιον διεσώζετο, καὶ τὰ στρατεύματα διεσώζοντο. ἐντεῦθεν | |
10 | αὖθις ἐπὶ τὴν Ἀσίαν διαβάντα ἐπερρώννυντό τε αὖ καὶ ἀνε‐ λαμβάνοντο σφᾶς, ὡς αὖθις ἐπιόντες καὶ ἀναμαχούμενοι τῷ Μωσεῖ περὶ τῶν ἄλλων πραγμάτων. χρόνου δὲ οὐ πολλοῦ διελ‐ θόντος συναγείρας τὸ τῆς Ἀσίας στράτευμα διεπορθμεύετο ὑπὸ τῶν Ἑλλήνων ἐς τὴν Εὐρώπην. ἐς μὲν οὖν τὴν Ἀσίαν διαβῆναι | |
15 | τὸν Μωσέα διεκώλυον Ἕλληνες, ἐπεὶ ἐπεκράτουν τὴν τῆς θα‐ λάττης διάβασιν, καὶ τόν τε Ἑλλήσποντον ἐπετήρουν καὶ τὸ ἐν Προποντίδι Ἱερόν. Μεχμέτης μὲν οὖν, ὡς ἐς τὴν Εὐρώπην διέβη αὐτῷ τὰ στρατεύματα, ἴετο εὐθὺ Τριβαλλῶν ὡς τὴν δύναμιν ἐκείνων προσληψόμενος ἀξιόχρεων οὖσαν. ὡς δὲ ἠπείγετο συμ‐ | |
20 | μῖξαι Μωσῆς, ὡς ἐγένετο ἐν Πανίου χώρᾳ οὕτω καλουμένῃ τῇ ὑπὲρ τὸν Αἷμον χώρᾳ, ἐνταῦθα καταλαμβάνει ἐπίπροσθεν γενό‐ | |
μενος διὰ τοῦ ὄρους ὁ Μωσῆς τοῦ ἀδελφοῦ. καὶ ὡς ᾔσθετο | 169 in vol. 1 | |
1.170 | ἐπιόντα τὸν ἀδελφὸν ἐγγυτάτω οἱ γενέσθαι, παρετάξατό τε καὶ εἰς μάχην καθίστη. μετ’ οὐ πολὺ δὲ ἐτράπετο, καὶ φεύγων ᾤχετο ἐπὶ τῶν Τριβαλλῶν ἡγεμόνα. καὶ ἐπειδὴ διέτριβεν αὐτοῦ, ἔπεμπε λόγους παρὰ τῶν Τούρκων τοὺς ἀρίστους περὶ ἀποστά‐ | |
5 | σεως, πρός τε Χασάνην τῶν ἐπηλύδων ἄρχοντα καὶ ἐπὶ Βρε‐ νέζεα καὶ Ἀμουράτην. οἱ δὲ τούς τε λόγους προΐεντο καὶ σφίσι λόγον ἐδίδοσαν περὶ ἀποστάσεως. ἐντεῦθεν Βρενέζης αὐτός τε αὐτομολεῖ παρὰ Μεχμέτην, ἔχων παρ’ ἑαυτῷ Τούρκους τε ὡς πλείστους καὶ δὴ καὶ τοὺς παῖδας Χασάνη σὺν τῶν νεηλύδων | |
10 | τοῖς ἀρίστοις. ἐντεῦθεν ὡς τῷ Μεχμέτῃ προσεγένετο δύναμις, ὥστε διαπειρᾶσθαι ἱκανὸς εἶναι τοῦ ἀδελφοῦ, λαβὼν καὶ τὸν Τριβαλλῶν ἡγεμόνα μεθ’ ἑαυτοῦ ἤλαυνεν ἐπὶ τὸν ἀδελφὸν ὡς μαχούμενος. Μωσῆς μὲν οὖν διανοούμενος ἐμποδὼν γενέσθαι τῷ ἀδελφῷ, ὥστε μὴ ἐξελαύνειν εἰς τὴν Εὐρώπην καὶ προσά‐ | |
15 | γεσθαι αὐτῷ τὴν χώραν, ἔχων τάς τε θύρας καὶ τὸ τῆς Εὐρώ‐ πης στράτευμα ἅπαν πλὴν τῶν παρὰ Μεχμέτην αὐτομολησάντων, διέτριβε κατὰ τὴν τῶν Μυσῶν χώραν. ἐνταῦθα ἐξελθὼν ὁ Μεχ‐ μέτης ἐστρατοπεδεύετο. ὡς δὲ ἀγχοῦ γενόμενος τῷ στρατεύματι Μωσέως, παρετάξατο εἰς μάχην· καὶ εἶχε μὲν τὸ εὐώνυμον | |
20 | αὐτοῦ κέρας ὁ τῶν Τριβαλλῶν ἡγεμών, τὸ δεξιὸν δὲ Βρενέζης σὺν τοῖς παισὶν αὐτοῦ· παρῆσαν γὰρ αὐτῷ παῖδες γενόμενοι | |
ἀγαθοὶ Βαράμος τε καὶ Ἀλίης καὶ Βείκης καὶ Ἰησοῦς. ἐπειδὴ | 170 in vol. 1 | |
1.171 | δὲ καὶ Μωσῆς παραταξάμενος εἶχεν ἐν τάξει τὰ στρατεύματα αὑτοῦ, καὶ παριὼν ἐπεσκόπει καὶ καθίστη, ὡς αὐτῷ ἐδόκει, παρελαύνων ἁπανταχῇ, ἐνταῦθα Χασάνης ὁ τῶν νεηλύδων ἄρ‐ χων αὐτομολήσας, τότε δὴ προσελάσας τῷ ἵππῳ ἐπὶ τὸ Μωσέως | |
5 | στράτευμα ἐφώνει πρὸς τοὺς νεήλυδας. «Ὦ παῖδες, τί διαμέλλετε καὶ οὐκ ἐξέρχεσθε ὅτι τάχιστα ἐπὶ τὸν βασιλέα ὑμῶν, ἄνδρα τε τῶν τοῦ γένους Ὀτουμανίδων δικαιότατόν τε καὶ ἐπιεικέστατον καὶ πάντας δὴ τοῦ γένους αὐτοῦ ὑπερβαλλόμενον ἀρετῇ, ἀλλὰ ἀνέχεσθε ὑβριζόμενοι καὶ | |
10 | κακῶς πράττοντες ὑπ’ ἀνδρὸς ὑβριστοῦ τῇ φύσει καὶ ἀλαζόνος καὶ ἑαυτῷ καὶ τοῖς ἐπιτηδείοις αὐτοῦ οὐδὲν ὑγιὲς ἔχοντος;» Ταῦτα λέγοντος τοῦ Χασάνεω, ὥσπερ ἐλαύνων ἐπὶ τὰς συν‐ τάξεις ἤκουεν, ὅ τι λέγοι ὁ ἀνὴρ οὗτος, ὑπολαβὼν δέ τις ἔφασκεν. «Ἀλλ’ ὦ βασιλεῦ, οὐχ ὁρᾷς Χασάνην τὸν νεηλύδων | |
15 | ἄρχοντα, μέγα τιμηθέντα ὑπὸ σοῦ, ὡς ἐξυβρίζει τοὺς νεή‐ λυδας ἐπικαλούμενος ἐπὶ ἀπόστασιν;» Ἐνταῦθα ὡς ἤκουσε ταῦτα Μωσῆς, οὐκέτι ἐπέσχεν αὑτόν, ἀλλὰ ἐπαφεὶς τὸν ἵππον ἐκέντει ἐπὶ τὸν Χασάνην ὡς ἀναιρήσων, καὶ ἔθει ἀνὰ κράτος. Χασάνης μὲν οὖν ἐπεί τε τάχιστα ᾔσθετο | |
20 | Μωσέα ἀνὰ κράτος ἐλαύνοντα ἐπ’ αὐτόν, ἔφευγέ τε αὐτὸς κατὰ δύναμιν, Μωσῆς δὴ ἐφείπετο διώκων. ἐνταῦθα καταλαβὼν φεύγοντα | |
καθαιρεῖ τῷ ξίφει τὸν ἄνδρα, ἄνωθεν καθεὶς τὸ ξίφος. θεράπων | 171 in vol. 1 | |
1.172 | δὲ τοῦ Χασάνεω, ὡς ἐπεῖδε τὸν δεσπότην αὐτοῦ ἀναιρεθέντα, καὶ ὡς τὸ δεύτερον Μωσῆς ἐπανατεινόμενος τὸ ξίφος παίσων αὖθις, κατῆρεν ὁ Χασάνεω θεράπων, καὶ τὴν χεῖρα ἐπανατει‐ νόμενος τὴν χεῖρα ἀφεῖλε τῷ ξίφει. ὁ δὲ ὡς ᾔσθετο τῆς χειρὸς | |
5 | αὐτοῦ πεσούσης, ἤλαυνε μέντοι ἐπὶ τὸ στρατόπεδον. καὶ ὡς ᾔσθοντο αὐτὸν τὰ στρατεύματα λελωβημένον, φεύγοντες ᾤχοντο πρὸς τὸν ἀδελφόν. ἐνταῦθα δὴ καὶ αὐτὸς οὐδὲν ἐπέχων δρόμῳ ᾤχετο φεύγων ἐπὶ τὴν Δακίας χώραν. Μεχμέτης μὲν οὖν αὐ‐ τίκα, ὡς τὰ στρατεύματα ᾔει ἐπ’ αὐτὸν καὶ τὰ πράγματα αὐτῷ | |
10 | ἐγένετο, αὐτίκα ἐδόκει τὸν ἀδελφὸν ἐπιδιώκειν. καὶ κάμνοντα αὐτὸν καὶ σὺν τῇ μιᾷ χειρὶ ἐλαύνοντα καὶ ἔς τι ἕλος ἐμβα‐ λόντα συλλαμβάνουσι, καὶ ἄγοντες παρὰ τῷ ἀδελφῷ, κατεχρή‐ σατο αὐτίκα ἀγχόνῃ τὸν λαιμὸν βιασάμενος. ἐνταῦθα Μεχμέτης ὁ Παιαζήτεω τὴν βασιλείαν παραλαβών, τούς τε Ἕλληνας ἐπι‐ | |
15 | τηδείους ὄντας αὐτῷ, τῷ Τριβαλλῶν ἡγεμόνι χώραν ἐδωρήσατο ἱκανὴν τῇ παροίκῳ αὐτοῦ. μετὰ δὲ ταῦτα στράτευμα ἐπιπέμψας ἐπὶ τὴν Δακίας χώραν ταύτην τε ἐδῄου. ἐς ὃν δὴ πρέσβεις πέμψας ὁ τῶν Δακῶν ἡγεμὼν σπονδάς τε ἐποιήσατο, ἐφ’ ᾧ ἀπάγειν φόρον, ὅν τινα ἐτάξατο αὐτῷ Μεχμέτης ὁ βασιλεύς. | |
20 | Ἕλληοι μέντοι φιλία ἦν αὐτῷ διὰ τέλους. διὸ καὶ Ἐμμα‐ νουῆλος ὁ Βυζαντίου βασιλεὺς ἐπὶ Πελοπόννησον ἀφικόμενος τόν τε Ἰσθμὸν ἐτείχισε, καὶ τοὺς Πελοποννησίους αὐτοῦ μεταπεμψά‐ μενος, ἐπειδὴ ἐτείχισε τὸν Ἰσθμόν. ὁ δὲ Ἰσθμὸς οὗτος ξύμπα‐ | |
σαν τὴν Πελοπόννησον, ὥστε νῆσος γενέσθαι, διείργει, ἐς δύο | 172 in vol. 1 | |
1.173 | καὶ τεσσαράκοντα σταδίους ἀπὸ θαλάττης εἰς θάλατταν καθή‐ κων, καθ’ ὃν δὴ χῶρον καὶ Ἴσθμια ἐτελεῖτο τοῖς Ἕλλησι. διήκει δὲ ἀπὸ Κορίνθου πόλεως σταδίους πέντε καὶ εἴκοσι. τοῦτον τὸν Ἰσθμὸν ἐλαύνοντος Ξέρξεω τοῦ Δαρείου ἐπὶ τὰς | |
5 | Ἀθήνας ἐτειχίσαντο Πελοποννήσιοι, διακωλύειν βουλόμενοι μὴ παριέναι εἴσω τῆς Πελοποννήσου τὸν βάρβαρον. μετὰ δὲ ταῦτα Ἰουστινιανὸς ὁ Ῥωμαίων βασιλεὺς τὸ δεύτερον ἐτείχισε. καὶ οὗτος δή, ὡς εἰρηναῖα αὐτῷ πρὸς Μεχμέτην τὸν Παιαζήτεω, ἐς Πελοπόννησον ἀφικόμενος τόν τε ἀδελφὸν αὐτοῦ καθίστη ἐπὶ | |
10 | τὴν ἀρχὴν τῆς Πελοποννήσου καὶ τὸν Ἰσθμὸν ἐτείχισεν, ὥστε αὐτῷ τελέσαι τοὺς Πελοποννησίους ἐπὶ τὴν τοῦ Ἰσθμοῦ φυλα‐ κὴν χρήματα. προηγόρευε μὲν οὖν ἐς τὸν Ἰσθμὸν συλλέγεσθαι. οἱ δὲ ἐπείθοντο καὶ συλλεχθέντες ἐτείχιζον, συμβαλλόμενον ἕκαστον τὴν ἑαυτοῦ δύναμιν. ἐπείτε δὴ ἐς τέλος ἤγαγε τὸ τεί‐ | |
15 | χισμα, ἐνταῦθα συλλαμβάνει τοὺς Πελοποννησίων ἄρχοντας, οἳ πολὺν κατέχοντες χρόνον τὴν χώραν οὐδέν τι πάνυ πείθεσθαι τοῖς Ἑλλήνων ἡγεμόσι βούλοιντο, ὅ τι μὴ σφίσιν αὐτοῖς δοκοῦν ἔς τι ὠφελεῖν αὐτούς. τότε μὲν δὴ συλλαβὼν τούτους ἐκομίζετο ἐπὶ Βυζάντιον, ἔχων καὶ τοὺς Πελοποννησίους ἐν φυλακῇ. | |
20 | Τούτους μὲν ᾤχετο ἄγων· Μεχμέτης δὲ ὡς ἐβασίλευε, χρό‐ νου ἐπιγινομένου ἐστρατεύετο ἐπὶ τὸν Ἰσμαήλην Σινώπης ἡγε‐ μόνα, ὅτι τῷ Μωσεῖ φίλος τε ἐδόκει καὶ ἐπιτήδειος ὡς συμβα‐ λέσθαι ἐς τὸν καθ’ ἑαυτοῦ πόλεμον. πρεσβείαν δὲ πέμψας καὶ | |
ταξάμενος ἀπάγειν φόρον τὴν τοῦ χαλκοῦ πρόσοδον, (δοκεῖ γὰρ | 173 in vol. 1 | |
1.174 | τοῦτο τὸ χωρίον τῶν κατὰ τὴν Ἀσίαν φέρειν μόνον, ὧν ἡμεῖς ἴσμεν, τὸν χαλκόν) τούτου δὲ τὴν πρόσοδον παραδοὺς τῷ βασιλεῖ Μεχμέτῃ σπονδάς τε ἐποιήσατο καὶ τὸν πόλεμον κατελύσατο. Πρὸς μέντοι τοὺς Οὐενετοὺς διενεχθεὶς ἐπολέμησε διά τε | |
5 | τὴν πρὸς Ἰόνιον χώραν τῶν Οὐενετῶν, ἣν ἐπιπέμψας στρατεύ‐ ματα ἐδῄου. ἔνθα δὴ διαπρεσβευσάμενοι, ὡς οὐδὲν εὕραντο ἐπι‐ τήδειον, ἐπολέμουν αὐτῷ. δοκεῖ δὲ τοῦτο τὸ γένος παλαιόν τε γενέσθαι καὶ τῶν κατὰ τὸν Ἰόνιον Εὐγανέων κράτιστον δὴ εἶναι καὶ γενναιότατον. ᾤκουν δὲ τὸ πρῶτον χώραν τὴν πρὸς τῷ μυχῷ | |
10 | τοῦ Ἰονίου ἀπὸ Ἰλλυριῶν καθήκουσαν ἐπὶ Ἰταλίαν, καὶ Ἑνετοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο, μετὰ δὲ ταῦτα Οὐενετοὶ ἐκλήθησαν. ὁρμώμενοι δὲ ἀπὸ τῆς ἠπείρου, τὰ μὲν προαιρέσει, τὰ δὲ καὶ ἀνάγκῃ, δῃουμένης τῆς χώρας αὐτῶν, ὥστε ἐν ἀσφαλεῖ μᾶλλον ᾤκησθαι, ἐπὶ νῆσόν τινα βραχεῖαν καὶ τεναγώδη ἀπὸ τῆς ἠπεί‐ | |
15 | ρου ἐς πεντεκαίδεκα σταδίους ᾤκησαν. ἀπὸ σμικροῦ δέ τινος ὁρμώμενοι, συλλεγομένων ἐς αὐτοὺς καὶ τῶν ἀπὸ τῆς ἠπείρου περιοίκων, ὑπὸ τῶν πολεμίων ὅτι μάλιστα κακουμένων, καὶ προσγινομένων ἀεὶ ἀπὸ τῆς ἠπείρου, ᾠκίσθη τε ὁ χῶρος οὗτος καὶ εὐνομήθη. ἐς μέγα δυνάμεως ἐχώρει δὲ ἡ πόλις αὕτη | |
20 | εὐνομουμένων τε τῶν ἐς αὐτὴν συνεληλυθότων· ἀπό τε τῆς ἠπείρου ἐπισήμων ἀνδρῶν εἴ τινα τήν τε χώραν ἀφελόμενοι οἱ | |
πολέμιοι ἐπιδιώκοιεν, ἐνταῦθα γενόμενος ᾤκει. μεγάλης δὲ τῆς | 174 in vol. 1 | |
1.175 | πόλεως ἐν βραχεῖ γενομένης πολλοί τε Ἑλλήνων τε καὶ Ῥω‐ μαίων καὶ ἄλλων συχνῶν γενῶν ἄνδρες, γένους ὄντες περιφα‐ νοῦς, ἤν τις ἐν τῇ πατρίδι αὑτοῦ μὴ εὖ φέροιτο, εἴτε ὑπὸ τῶν ἀντιστασιωτῶν διωκόμενοι, εἴτε ὑπὸ τῶν πολεμίων ἐξελαυνόμενοι, | |
5 | ἐς ταύτην δὴ τὴν πόλιν συνελέγοντο, ἄνδρες ἐπίσημοί τε καὶ ἀγαθοὶ καὶ παῖδες ἀνδρῶν τε ὄντες ἐπιφανῶν καὶ χώρας ἀρ‐ χόντων οὐ φαύλης. τοῦτο μὲν ἐκ τῆς κατὰ τὸν Ἰόνιον χώρας καὶ τῆς Ἑλλάδος, τοῦτο δὲ καὶ ἐκ τῆς Ἰταλίας ἐξελαυνόμενοι καὶ ἐνταῦθα ἀφικόμενοι ᾤκουν δὴ ἀσφαλέστερον. | |
10 | Ἐχούσης δὲ τῆς πόλεως ἐμπορίαν, ὅτι μάλιστα ἀνάγκης ἀπο‐ δεικνυμένης ἐς τοῦτο τρέπεσθαι ἕνα ἕκαστον, διὰ τὸ μηδαμῇ τῆς ἠπείρου τοὺς ἐποίκους ἀντέχεσθαι, μηδέ, ὅσα φέρει ἡ ἤπειρος, ἐργαζομένων τὴν γῆν, ἀλλὰ καὶ ἀπὸ θαλάττης ἐσκομιζομένων τὰ ἐπιτήδεια ἐς τὴν πόλιν, χρήματα μεγάλα ἐργασάμενοι ἀπὸ τούτου | |
15 | τήν τε δύναμιν ἀξιόχρεω ἀπεδείκνυντο ἁπανταχῇ, καὶ τὴν πόλιν διῴκουν οἰκημάτων τε τῷ πολυτελεῖ καὶ μεγαλοπρεπείᾳ οἰκιῶν καὶ ναῶν. τριήρεις δὲ ναυπηγησάμενοι οὐκ ὀλίγας, καὶ δυνάμεις περι‐ βαλόμενοι ἰσχυράς, πρός τε τοὺς ἐν τῇ θαλάττῃ δυνατοὺς δοκοῦν‐ τας γενέσθαι προσενηνεγμένοι φθόνῳ διεπολέμουν, δέει ἐπ’ αὐτοὺς | |
20 | τὸν πόλεμον ἐπιφερόντων τῷ δοκεῖν ἐπὶ μέγα ἤδη χωρῆσαι | |
δυνάμεως. τήν τε πρὸς τὸν Ἰόνιον χώραν ἐκπλέοντι ἐπ’ ἀρι‐ | 175 in vol. 1 | |
1.176 | στερά, ἀπ’ αὐτοῦ δὴ τοῦ μυχοῦ, χώραν τε οὖσαν οὐ φαύλην καὶ πόλεις εὐδαίμονας ὑπηγάγοντο· ἐπὶ δὲ τὸ Αἰγαῖον πέλαγος ἀφικέσθαι· τούς τε παράπλους αὐτοῦ ταύτῃ καταστρεψάμενοι Κέρκυράν τε ἐχειρώσαντο σύμπασαν καὶ Εὔβοιάν τε καὶ Κρή‐ | |
5 | την καὶ Πελοποννήσου τὰς πόλεις. καὶ ἐπὶ Συρίαν δὲ ἀφικό‐ μενοι στόλῳ καὶ Κυρήνην πόλιν ὑφ’ αὑτοῖς ποιησάμενοι με‐ γάλα ἀπεδείκνυντο ἔργα, πρός τε τοὺς βαρβάρους ταύτῃ πολλαχῇ διαναυμαχήσαντες καὶ τῆς θαλάσσης τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἐπικρατήσαντες. κατά τε Εὐρώπην πρὸς τοὺς ἐν τῇ | |
10 | θαλάττῃ δοκοῦντας δύνασθαι ὁτιοῦν διεπολέμουν. καὶ Ἰταλίας μέντοι τῆς παράπλου οὐδέν, ὅ τι καὶ ἄξιον λόγου, ὑπηγάγοντο σφίσιν, ὅτι μὴ Ῥαβέννην πόλιν εὐδαίμονα τελευτήσαντος τοῦ ἐν αὐτῇ ἡγεμόνος, διὰ τὸ μὴ ἐς τὸ ὁμόφυλον ἰέναι πολέμῳ, ἀλλ’ ἐπὶ τοὺς ἀλλοφύλους διαναυμαχεῖν. ἐπολέμησαν δὲ οὗτοι πρός | |
15 | τε τοὺς Ἕλληνας, καὶ ναυμαχίαις περιγενόμενοι τήν τε μητρό‐ πολιν ἐχειρώσαντο ἐπισπομένων σφίσι καὶ ἑσπερίων συχνῶν, ἐξηγουμένων δ’ αὐτῶν ἐπὶ τοὺς Ἕλληνας. καὶ ὡς τῆς ἠπείρου ἀντέχεσθαι ἤρξαντο, ἐν βραχεῖ δὴ χώραν τῆς ἠπείρου ἐκτή‐ σαντο ἀγαθήν, καὶ ὀχυρὰν τὴν πόλιν αὑτῶν παρείχοντο, κατ’ | |
20 | ἄμφω τὼ δυνάμεε ἐπὶ μέγα αὔξοντες. πρός τε τοὺς τῆς ἠπείρου ἡγεμόνας διενεχθέντες ἐπολέμησαν ἐπὶ πολλὰς γενεὰς τὸν πό‐ λεμον, καὶ διέφερον χρημάτων προσόδῳ τὴν πόλιν μεγάλην | |
ἑαυτοῖς παρασκευασάμενοι. | 176 in vol. 1 | |
1.177 | Μετὰ δὲ ταῦτα καὶ ὑπὸ Βαρβαρόσσης βασιλέως τῆς Ἰταλίας πρὸς ἑσπέραν χώρας [πρὸς] τὸν Ῥώμης ἀρχιερέα ἐκπεσόντα τε τῆς ἀρχῆς καὶ τῆς Ῥωμαίων πόλεως, κατήγα‐ γόν τε τὸν ἀρχιερέα, καὶ πρὸς τὸν βασιλέα πολεμήσαντες, | |
5 | ὥστε ἐμπεδῶσαι τῷ ἀρχιερεῖ τὴν ἀρχήν, ναυμαχίᾳ τε ἐπε‐ κράτησαν καὶ κατήγαγον. καὶ πρός τε τοὺς Ἰανυΐους, δοκοῦν‐ τας τῆς κατὰ τὰ χωρία ἐκεῖσε καὶ τὴν πάραλον τῆς Ἰτα‐ λίας ἐπικρατεῖν, πόλεμον ἐξενεγκόντες μεγάλα ἀποδείξασθαι ἔργα, πολλαχῇ διαναυμαχήσαντες καὶ περιγενόμενοι. οὗτοι τοι‐ | |
10 | γαροῦν τὸν πρὸς τοὺς Οὐενετοὺς πόλεμον ἀναιρούμενοι ὀλίγου δεῖν τὴν πόλιν αὐτὴν ἐχειρώσαντο, ἐπιπλεύσαντες τριήρεσι καὶ ναυσὶν ἐπὶ τὸν Οὐενετῶν λιμένα, καὶ εἰσελθόντες κατὰ τὸ ἐπὶ Κιόζην. πόλις δὲ αὐτῶν ᾤκηται, ὅπῃ δὴ ὁ λιμὴν μέγας τε ὢν καὶ πεντακοσίους σταδίους διήκων λήγει ἐς τὴν κατὰ τὸν Ἠρι‐ | |
15 | δανὸν χώραν· ταύτῃ γὰρ Ἠριδανός, μέγας τε τῶν κατὰ τὴν Ἰταλίαν ποταμῶν καὶ ναυσὶ πλόιμος, πρὸς ταύτῃ δὴ ἐκδιδοῖ ἐς τὴν θάλασσαν, ταύτῃ δὴ οὖν εἰσελθοῦσαι αἱ νῆες τῶν Ἰανυΐων ἐπὶ τὸν Οὐενετῶν λιμένα τήν τε Κιόζην κατέσχον καὶ ἠνδρα‐ ποδίσαντο. μετὰ δὲ ταῦτα πρὸς τὴν πόλιν διεπρεσβεύοντο. καὶ | |
20 | ἐν ἀπόρῳ δὲ ὄντες οἱ ἐν τῇ πόλει, καὶ οὐκ ἔχοντες, ὅ τι γέ‐ | |
νωνται, ὑπακοῦσαί τε τοῖς Ἰανυΐοις ἔφασαν ἕτοιμοι εἶναι, καὶ | 177 in vol. 1 | |
1.178 | ὡς ἂν δοκοίη αὐτοῖς ξύμφορον εἶναι καὶ ἐπιτήδειον, πολιτεύε‐ σθαι, καὶ αἰτεῖσθαι σφᾶς ἐκέλευον, ὅ τι βούλονται, ὡς παρεχο‐ μένων ἑτοίμως αὐτοῖς ταῦτα. οἱ δὲ ὡς τὰ παρὰ τῆς πόλεως ἤκουσαν, οἰόμενοι τὴν πόλιν καταλήψεσθαι αὐθαδέστερόν τε | |
5 | ἀπεκρίναντο τῇ πρεσβείᾳ, φάμενοι αἰτεῖσθαι αὐτοὺς ἐπὶ τρεῖς ἡμέρας ἐξεῖναι σφίσι διαρπάζειν τὴν πόλιν. οἱ μέντοι πρέσβεις ὡς ἀπεχώρησαν καὶ τὰ ἐπεσταλμένα τῇ πόλει ἀπήγγελον, ἥ τε σύγκλητος καὶ ὁ δῆμος ὑπεραχθεσθεὶς τῇ τῶν πολεμίων αὐθα‐ δείᾳ τε καὶ ἀκολασίᾳ ναῦς τε αὐτίκα ἐπλήρωσαν, ὅσας ἠδύ‐ | |
10 | ναντο, καὶ αὐτοὶ ἐς τὰς ναῦς ἐμβάντες ἀνήγοντο ἐς τὸν λιμένα. οἵ τε Ἰανυΐοι ἀντανήγοντο, καὶ αὐτίκα ἐν τῷ λιμένι ἐναυμάχη‐ σαν, καὶ οὐδὲν πλέον ἔσχον οἱ πολέμιοι. ἐνταῦθα ὡς ἐπετρά‐ ποντο ἡττημένοι εἰς Κιόζην, αὐτίκα οἱ Οὐενετοὶ ναῦν φέροντες μεγίστην τῶν παρὰ σφίσι νεῶν ἐς τὸ τοῦ λιμένος στόμα, ᾗ δὴ | |
15 | εἰσῄεσαν οἱ πολέμιοι, κατέδυσαν αὐτοῦ ταύτῃ (ἔστι γὰρ τοῦτο στενώτατον), καὶ τὸ στόμα ἐπικλείσαντες λιμῷ τοὺς Ἰανυΐους ἐν τῇ Κιόζῃ ἐξεπολιόρκησαν. ἀπεπειρῶντο μὲν οὖν καὶ τῆς διώρυχος, ἣ ἐκ τοῦ Ἠριδανοῦ ἐς τὸν λιμένα ἀφικνεῖται, διο‐ ρύσσοντες, ὥστε ἐκπλοίμοι γενέσθαι ταῖς ἑαυτῶν ναυσὶν ἐπὶ τὸν | |
20 | Ἠριδανόν· ἀλλ’ οὐχ οἷοί τε ἐγένοντο ἀνύσαι τοὖργον. ἐδόκει δὲ καὶ ὁ Παταβίου ἡγεμὼν συμβαλέσθαι αὐτοῖς ἐς τόν τε πόλεμον, διάφορος ὢν τοῖς Οὐενετοῖς. οὗτοι μὲν λιμῷ ἐκπολιορκηθέντες ὑπὸ τῆς Οὐενετῶν πόλεως παρέδοσαν σφᾶς χρῆσθαι σφίσιν, ὅ | |
τι βούλονται, καὶ ταύτῃ αἴσχιστα ἀπώλοντο, οὐκέτι παρὰ τὸ | 178 in vol. 1 | |
1.179 | δέον σωφρονισθέντες. οἱ δὲ Οὐενετοὶ τὸ ἀπὸ τοῦδε στρατευό‐ μενοι ἐπὶ τὴν Ἰανυΐων πόλιν πολλαχῇ τε ἐναυμάχησαν καὶ ἐπεκράτησαν, δύναμίν τε περιποιούμενοι τὸ ἀπὸ τοῦδε, καὶ τῆς θαλάσσης εἴργοντες τῆς κατ’ ἐκείνην τὴν χώραν· ἔνθα δὴ ξυμ‐ | |
5 | φορᾷ περιέπεσεν ἡ πόλις αὕτη οὐ τῇ ἐπιτυχούσῃ διὰ τὰς ναυ‐ μαχίας ταύτας. ὕστερον μέντοι τόν τε τοῦ Παταβίου ἡγεμόνα τισάμενοι, τήν τε πόλιν ἐπολιόρκησαν, καὶ ὑπαγόμενοι τῆς ἠπεί‐ ρου ἀντείχοντο βεβαιότερον ἐς σφᾶς ἐχυροῦντες τὴν ἀρχὴν τῆς ἠπείρου. καὶ πρότερον μέντοι ἀρχήν τινα ἐς τὴν κατὰ τὴν ἤπει‐ | |
10 | ρον κτησάμενοι, καὶ Ταρβίζιον πόλιν εὐδαίμονα ἐπικτησάμενοι, προήγαγον τὴν χώραν αὐτῶν, ἐπαγομένων τῶν τῆς πόλεως ἔχθει τῷ σφετέρῳ πρὸς τοὺς σφῶν ἡγεμόνας. καὶ ὑστερούμενοι, ὡς τὸ Πατάβιον ἐχειρώσαντο τοῦ ἡγεμόνος Καραρίων τῆς οἰκίας πρὸς τούτους διενεχθέντος, ὁρμώμενοι ἀπὸ τούτου πόλεις τε | |
15 | ἄλλας οὐκ ὀλίγας κατεστρέψαντο τῶν κατὰ τὴν Ἰταλίαν χώραν καὶ ἐς τὴν Λιγυρίαν, ἄλλας τε δὴ καὶ Οὐηρώνην πόλιν εὐδαί‐ μονα, ἐξελάσαντες τοὺς ἡγεμόνας αὐτῆς Κλιμακίων τῆς οἰκίας οὕτω καλουμένους, καὶ Οὐικεντίαν καὶ Πρηξίαν, ὀλβίας τε πόλεις καὶ ἐπισήμους τῶν νῦν κατὰ τὴν Ἰταλίαν. | |
20 | Μετὰ δὲ ταῦτα πρὸς τὸν Λιγυρίας τύραννον διενεχθέντες | |
ἐπολέμουν ἐπὶ συχνὰ ἔτη. ἔστι δ’ ὁ ἡγεμὼν οὗτος οἰκίας τῶν | 179 in vol. 1 | |
1.180 | Μαριαγγέλων, ἄρχων δὲ Μεδιολάνου πόλεως. ἦν δὲ ἐπιτηδεύ‐ μασί τε ὀλβιωτάτη, καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προέχει τῶν ἐν τῇ Ἰταλίᾳ πόλεων, καὶ πολυάνθρωπος οὖσα παλαιοτάτη τε δοκεῖ γενέσθαι καὶ αἰεί τε, ἐξ ὅτου ᾠκίσθη, εὐδαιμονῆσαι τοῖς τε | |
5 | ἐπιτηδεύμασι τοῖς πολεμικοῖς καὶ ὅπλων κατασκευῇ. μεσόγαιος δ’ οὖσα ἡ πόλις αὕτη διέχει ἀπὸ θαλάσσης τῆς Ἰανυΐων στα‐ δίους ἀμφὶ τοὺς ἑξακοσίους, ἀγχοῦ δὲ ᾤκηται τῆς Γαλατίας, ἥτις καὶ Σαβόϊα χώρα κέκληται. ῥεῖ δὲ ποταμὸς διὰ τῆς πό‐ λεως, καὶ ἐκδιδοῖ οὗτος ἐς Τεσίνην ποταμὸν πρὸς Παβίῃ πόλει. | |
10 | Τεσίνης δ’ αὖ ἐπιρρεῖ ἐς τὸν Ἠριδανὸν πρὸς Πλακεντίῃ πόλει μεγάλῃ τῆς Λιγυρίας· οὗτος μὲν ᾗ ἐκδιδοῖ, πρότερόν μοι δεδή‐ λωται· λέγονται δ’ οἱ τῆς οἰκίας ταύτης ἐς τὴν Μεδιολάνου καὶ τῆς ἄλλης Λιγυρίας ἀρχὴν καταστῆναι τρόπῳ τοιῷδε. δράκων ἀπὸ ὄρεος φοιτῶν ἐς τὴν πόλιν ἀνθρώπους διαφθείρων οὐκ | |
15 | ἐπαύσατο, τούς τε ἐπὶ τὰ ἔργα ἐπιόντας καὶ ἐπὶ τοὺς ἀγρούς, γυναῖκα μέν, ᾗ λέγεται, οὐδέν τι ποιούμενος, καὶ τούς γε ἄνδρας ἐπὶ συχνὸν χρόνον διελυμαίνετο. καὶ πολλοὶ δὴ ἐπ’ αὐτὸν ἐπελ‐ θόντες πολλά τε καὶ ἀνήκεστα πρὸς τοῦ θηρὸς ἐπεπόνθεισαν· ἤνυον δὲ οὐδέν. οὗτος δὴ ὁ Μαριάγγελος, πρῶτος τῆς οἰκίας | |
20 | ταύτης, Βρετανὸς δὲ τὸ γένος, θεράποντα ἐξοπλίσας πανοπλίᾳ καὶ αὐτὸς ἐνεδύσατο πανοπλίαν. μετὰ δέ, ὡς ᾖσαν ἐπὶ τὸν θῆρα, | |
τὸν μέντοι θεράποντα χανὼν κατὰ μέσον ἐσεφόρει ἐς τὸν λαιμὸν | 180 in vol. 1 | |
1.181 | αὐτοῦ· ὡς δ’ ἤδη χανὼν οὔτε ἐντὸς λαβεῖν οἷός τε ἐγένετο, οὔτε ἐς τοὐπίσω ἐξορμῆσαι, πελέκει τὴν κεφαλὴν τοῦ δράκοντος κα‐ ταίρων διέτεμε. καὶ ὁ μέντοι δράκων ταύτῃ ἔπεσε, καὶ ἡ πόλις ἠλευθέρωτο τοῦ θηρὸς πολεμοῦντος αὐτῇ. καὶ οὕτω δὴ στρα‐ | |
5 | τηγόν τε σφίσιν οἱ τὸ Μεδιόλανον ἐνοικοῦντες ἐστήσαντο, καὶ ἡγεῖσθαι ἐκέλευον ἐπὶ τοὺς πολεμίους ὡς ἄνδρα ἀγαθὸν γενό‐ μενον. μετ’ οὐ πολὺν δὲ χρόνον ἡγεμών τε κατέστη, δορυφόρους ἔχων ἀμφ’ αὑτὸν καὶ τοὺς ἐν τῇ πόλει πείθεσθαι ἀναγκάζων. οὕτω δὴ ἄρξαντος ταύτης τῆς χώρας ἐπὶ τέσσαρας γενεὰς ἐς | |
10 | τὸν Φίλιππον ἡ ἀρχὴ περιῆλθε, πρὸς ὃν δὴ οἱ Οὐενετοὶ ἐπολέ‐ μουν διενεχθέντες, τά τε ἄλλα καὶ στρατηγοὺς ἑλόμενοι σφίσιν ἐς τὸν πόλεμον ἄνδρας τε ἀγαθοὺς καὶ χώρας ἄρχοντας οὐκ ὀλίγης. πρῶτον μέντοι Καραμινιόλαν στρατηγὸν εἵλοντο ἐπὶ τὸν Λιγυρίας ἄρχοντα. καὶ ὡς αὐτοῦ συνίεσαν καταπροδιδόντος τὴν | |
15 | χώραν καὶ συντιθεμένου τῷ Μεδιολάνου ἡγεμόνι, συλλαβόντες ἀνεῖλον, καὶ Φραγκίσκον τὸν Φορτίαν ἐπίκλην μεταπεμπόμενοι ἡγεῖσθαι τε αὐτῶν ἐκέλευον καὶ ἐτίμων μεγάλως, τά τε ἄλλα εὐδοκιμοῦντα καὶ πόλεις τῆς Λιγυρίων χώρας οὐκ ὀλίγας παρα‐ στησάμενον, τήν τε ἀρχὴν τῆς ἠπείρου ἐπὶ μέγα προήγαγε δυ‐ | |
20 | νάμεως. ὡς μὲν οὖν πρὸς τούτους πολεμοῦντας ἀλλήλοις ξύμ‐ πασα ἡ Ἰταλία διέστη πρὸς ἑκατέρους, καὶ ὡς ἐπολέμησαν, ἐς τὸ πρόσω ἰόντι τοῦ λόγου δηλοῦταί μοι, ὡς ἐγένετο. Ἐπάνειμι δὴ ἐπὶ τὴν Οὐενετῶν πόλιν, ὡς ταύτῃ τῇ πόλει | |
ἐγένετο τύχη ἐπ’ ἀμφότερα τῇ πόλει ἐναλλὰξ συμβάν. καὶ | 181 in vol. 1 | |
1.182 | αὕτη ἐς τόνδε τὸν πόλεμον ἑλομένη ἑαυτῇ στρατηγοὺς τὰ πο‐ λέμια ἀγαθούς, ἐν δὲ δὴ καὶ ὃν ἐσήμηνα Καραμινιόλαν, κηδε‐ στὴν γενόμενον τοῦ Λιγύρων τυράννου. τοῦτον μέντοι ὡς ἐπι‐ βουλεύοντα σφίσι λαβόντες ἀπέκτειναν, Φορτίαν δὲ μεταπεμψά‐ | |
5 | μενοι ἐστήσαντο σφίσι στρατηγὸν ἑλόμενοι. ὡς μὲν οὖν ἔργα ἀποδεικνυμένους μεγάλα τε καὶ ἄξια λόγου, ἐπὶ χίλια ἔτη εὐ‐ δαίμονας διαγενομένους, ἄλλοις πολλαχῇ κατὰ τὴν Ἰταλίαν ἐνευδοκιμῆσαι κατάδηλόν ἐστι, καὶ ἐμπεδῶσαι αὐτῇ τὰ κατὰ τὴν ἀρχήν, ὡς ἐλάχιστα ἐσφάλλετο ὑπὸ τῶν πολιτῶν, τῇδέ πῃ | |
10 | ἂν κατάδηλος γένοιτο ἡ τῆς πόλεως διοίκησις, ὡς ἐν βραχεῖ διασημῆναι. ἦν γὰρ αὕτη ἡ πόλις τὸ παλαιὸν δημοκρατία, καὶ ὑπὸ δήμοις τε ἅμα ἐν ταῖς ἀρχαῖς αὐτῶν, ἃς ᾑρεῖτο, τὴν πόλιν, ᾗ ἐδόκει καλῶς ἔχειν σφίσι, διῴκουν. μετὰ δὲ ταῦτα, ὡς ἐπὶ τὰ ἔργα σφῶν οἱ δημόται ἐτρέποντο, καὶ οὐκέτι σχολὴν ἦγον, | |
15 | ὥστε ἐπὶ τὴν διοίκησιν λόγον ποιεῖσθαι, ὡς ἑκάστοτε ἀναγκάζοι βουλεύεσθαι ὁ χρόνος, ἐπιλεξάμενοι τοὺς ἀρίστους, εἴτε τύχῃ τινί, εἴτε δὴ καὶ ψήφῳ ἑλόμενοι, οὕτω περὶ τούτους ἐς ἀριστο‐ κρατίαν τὸ παράπαν ἐτράπη, καὶ τὸ ἀπὸ τοῦδε εἰσέτι καὶ νῦν ἀσφαλῶς διῳκημένη ἐπὶ μέγα δυνάμεως ἐχώρησε. διοικεῖται δὲ | |
20 | κατὰ τάδε. Ἔστιν ἡ μεγάλη βουλὴ καλουμένη αὐτοῖς, ἐν ᾗ ἐπὶ ἡμέρας ὀκτὼ σχολὴν ἄγουσιν. ἐν ταύτῃ δὲ τῇ βουλῇ τάς τε ἀρχὰς τῶν πόλεων αἱροῦνται, ψήφους τιθέμενοι, καὶ τὰς ἐν τῇ πόλει αὐτῇ | |
ἀρχάς, ὅπῃ ἂν καθιστῶνται. νομίζεται δὲ ἐξεῖναι, ὡς ἔτη | 182 in vol. 1 | |
1.183 | τέσσαρα καὶ εἴκοσι γεγονὼς εἴη, εἰσιέναι ἐς ταύτην τὴν βουλήν, ἢν αὐτῷ τὴν ἀρχὴν συνεχωρήθη γε εἰσιέναι, κἂν συγκλητικὸς ᾖ. εἴησαν δ’ ἂν οὗτοι ἀμφὶ τοὺς δισχιλίους, οἱ τάς τε ψήφους τιθέμενοι καὶ τὰς ἀρχὰς ξυμπάσης ἤδη τῆς ἀρχῆς αἱρούμενοι. | |
5 | ἡγεμὼν δὲ τούτων ἐστίν, ὃν ἂν ἕλωνται, τὸν παρ’ αὐτοῖς κρά‐ τιστον δοκοῦντα γενέσθαι. φέρει δ’ οὗτος δύο ψήφους, τιθέμενος ᾖ ἂν βούλοιτο προστίθεσθαι. μένει δ’ οὗτος ἡγεμὼν τιμώμενός τε τὰ πρῶτα ὑπὸ τῶν συγκλητικῶν καὶ ἐν τοῖς βασιλείοις ἐπι‐ μένων, ἔχων τήν τε δαπάνην ὑπὸ τῶν τῆς πόλεως προεστηκό‐ | |
10 | των. πάρεισι δ’ αὐτῷ βουληφόροι ἄνδρες ἓξ τὸν ἀριθμόν, ἑταῖροί τε αὐτῷ ὄντες καὶ τὴν τιμὴν τῆς ἡγεμονίας συγκατεργαζόμενοι, ἐπὶ μῆνας ἓξ ἀπαλλαττόμενοι τῆς σφῶν οὗτοι ἀρχῆς. μετὰ δὲ τὴν μεγάλην βουλὴν ἔστιν ἡ βουλὴ γερουσία κλητῶν καλουμένη, ἀμφὶ τοὺς τριακοσίους. αἱροῦνται δὲ τούτους ἤδη καὶ τὰς λοι‐ | |
15 | πὰς ἀρχὰς ἐν τῇ μεγάλῃ βουλῇ, ἐπιλεξάμενοι τοὺς τἀμείνω φρονοῦντας. κἀν ταύτῃ δὴ τῇ τῶν κλητῶν ἐπονομαζομένῃ βουλῇ περί τε πολέμων καὶ εἰρήνης βουλεύονται καὶ πρεσβειῶν, ὅ τι ἂν ᾖ δεδογμένον τούτοις, πείθεσθαι αὐτίκα τὴν πόλιν, καὶ ἐς ὅ τι ἂν δόξῃ ταύτῃ τῇ βουλῇ, ξύμπασαν τὴν πόλιν ἰέναι. ἐπὶ | |
20 | δὲ τοῖς τῶν ὅλων ἐγκλήμασιν ἐφεστᾶσιν ἄρχοντες δέκα, οἵ τινες τά τε ἐγκλήματα καὶ τὰς ποινὰς ἐπιφέρουσιν ἑνὶ ἑκάστῳ. ἔξεστι δὲ τούτοις τόν τε ἡγεμόνα λαβόντες θάνατον ἀπάγεσθαι, ὑπὸ μηδεμιᾶς τῶν ἀρχῶν ἀπαιτουμένους τὴν αἰτίαν τῆς δίκης. διαι‐ | |
τῆσαι γὰρ οὕτως, καὶ καθίστανται ἤδη ξυμπάσης τῆς πόλεως | 183 in vol. 1 | |
1.184 | ἐς τὰς εὐθύνας τῶν ὁτιοῦν περί τινα ἐξαμαρτόντων ἢ περὶ τὴν πόλιν ἢ ἐς ἀλλήλους· ἄγονται δὲ θανάτου, ὅντινα ἂν ὑπόδικον εὕρωσι, καθίστανται δὲ καὶ ἐς τὰς ἄλλας δίκας δικασταί, τῶν τε ἐπιχωρίων ἄλλοι καὶ ἐς τοὺς ξένους ἄλλοι. ἐπὶ τούτοις ἐφι‐ | |
5 | στᾶσιν ἄρχοντας τεσσαράκοντα, ἐς οὓς ἐπειδὰν αἱ δίκαι ἀνενε‐ χθῶσιν, εὐθύνουσι τὰς ψήφους ἐς τὸ σφίσιν ἐπὶ τὸ ὡς κράτιστα ἔχειν δοκοῦν. ἢν δὲ μὴ συμφέρωνται ἐς τὴν δίκην, ἐπὶ τὴν τῶν κλητῶν βουλὴν ἀναφέρεται, κἀκεῖ πολυπραγμονεῖται καὶ τὴν ἀπόβασιν ἴσχει. εἰσὶ μὲν οὖν καὶ ἄλλαι ἀρχαὶ οὐκ ὀλίγαι τῆς | |
10 | πόλεως, φυλακῆς τε πέρι καθήκουσαι, καὶ ἐς τοὺς νυκτὸς ἀστα‐ σίαν τινὰ ἐς τὴν πόλιν πράσσοντας. καὶ ἀγορανόμοι ἕτεροι κα‐ θίστανται τοὺς φόρους τῶν ἐπί τινι πραγμάτων καὶ ἐς τὰς προσόδους τῆς πόλεως ἀπαιτήσεις· οἱ δὴ τὰς προσόδους πράτ‐ τοντες καθιστάμενοι, ἐφ’ οὓς δὴ τὰ τῆς ξυμπάσης πόλεως χρή‐ | |
15 | ματα καὶ οἱ φόροι ἀναφέρονται. ἄρχοντες δὲ οἱ γεραιρότεροι τε καὶ ἀξιώματι προέχειν δοκοῦντες καθίστανται διὰ βίου ὡς ἐρ‐ γῶδες ὂν κατ’ ἐνιαυτὸν λογίζεσθαι τὰς προσόδους τε καὶ ἐξό‐ δους τῆς πόλεως, ὅ τι ἂν ἀπογένοιτό τε καὶ περιγένοιτο αὐτῶν τῶν χρημάτων. ἀπὸ μὲν οὖν τούτων αἱροῦνται σφίσιν ἡγεμόνα, | |
20 | ἐπειδὰν σφίσι τελευτήσῃ. ἐς τὰ πρῶτα τιμῆς ἀνήκουσιν ἐς ταύ‐ την τὴν πολιτείαν· τούς τε γὰρ θησαυροὺς καὶ τὰς προσόδους | |
ἐφορῶσιν οὗτοι καὶ ἐπιτροπεύουσι. χρηματίζουσι δὲ σφίσιν ἐς | 184 in vol. 1 | |
1.185 | τὴν ἀρχὴν αὐτῶν, σὺν τῷ ἡγεμόνι παραγενόμενοι ἔστε ἀκρόασιν πρέσβεων καὶ τῶν μεγάλων εἴτε βασιλέων εἴτε καὶ ἡγεμόνων ἀναφοράς. καὶ ἄνδρες οὗτοι ἡ τῆς πόλεως ὅλη ἐξουσία, ὀνο‐ μάζεται δὲ καὶ ἡγεμονία. | |
5 | Προέχει δ’ αὕτη ἡ πόλις δυοῖν τῶν ἐν τῇ Ἰταλίᾳ πόλεων, οἰκιῶν τε εὐπρεπείᾳ καὶ κατασκευῇ τῶν ἐπὶ τῆς θαλάσσης οἰκο‐ δομημάτων, ὡς τὸ ἐπίπαν τῆς πόλεως, καὶ πλούτῳ τῶν ἐν τῇ πόλει ἐνοικούντων, ἅτε τῆς πόλεως ἐπὶ ἐμπορίαν ἐπιτηδείως ἐχούσης ὡς μάλιστα καὶ χρήματα εὐπετῶς ποριζομένης. κεκό‐ | |
10 | σμηται δὲ ἡ πόλις αὕτη τά τε ἄλλα, καὶ ἐπινείῳ ἐντὸς τῆς πόλεως ᾠκοδομημένῳ, καλλίστῳ τε ἰδεῖν καὶ εὐπρεπεστάτῳ, ταῖς τριήρεσιν ἐξηρτυμένῳ ὡς πλείσταις καὶ πλοίοις ἄλλοις παμπόλ‐ λοις, καὶ τῇ κατασκευῇ τούτων ἀφθόνως τε ἐχούσῃ αὐτοῦ ἀπό τε ὅπλων καὶ ἄλλων, ὅσα ἐς χρείαν φέρει ταῖς ναυσί. διήκει | |
15 | δὲ ἐπὶ πέντε σταδίους, καὶ ἄνδρες ὡς πλεῖστοι ἐργαζόμενοι αὐτοῦ καθ’ ἑκάστην ἐς τὰς ναῦς. ἄρχοντας δὲ αἱροῦνται τοῦ ἐνιαυτοῦ δύο ἐς τὸ ἐπίνειον τοῦτο καὶ ἐς ξύμπασαν τὴν κατα‐ σκευήν. ἵπποις δὲ οὐδέν τι χρῆται ἡ πόλις αὕτη, ἀλλὰ πεζῇ τε ἐπ’ ἀλλήλους φοιτῶσι καὶ πλοιαρίοις, τῇ μὲν τῆς θαλάσσης | |
20 | διὰ τῶν οἰκιῶν διηκούσης, τῇ δὲ καὶ ἀκτῶν κατεστρωμένων πλίνθοις ἁπανταχῇ τῆς πόλεως. τείχει δὲ οὐδὲν περιβέβληται ἡ πόλις. | |
Τὰς μέντοι ἀρχὰς τῶν σφετέρων πόλεων ἔστε τὴν ἤπειρον | 185 in vol. 1 | |
1.186 | τῆς Ἰταλίας καὶ ἐς τὴν παράλιον χώραν αὐτῶν διὰ τέλους δὲ ὡς ἐπὶ τὸ πολὺ αἱροῦνται. ἐπειδὰν δὲ ἐπανίωσιν ἐς τὴν πόλιν, ἤν τι μὴ ὀρθῶς πεπραγμένον ᾖ αὐτῷ, τάς τε εὐθύνας δίδωσι καὶ δίκην, ἐφ’ οἷς μὴ καλῶς πεπολιτευμένα τυγχάνει αὐτῷ. καὶ | |
5 | αἱροῦνται μὲν οὗτοι στρατηγὸν σφίσιν οὐκ ἐπιχώριον ἐς τὰ στρατεύματα τῆς ἠπείρου, δεδιότες μὴ προσαγόμενοι τοὺς στρα‐ τιώτας περὶ τὴν ἀρχὴν νεωτερίσωσι καὶ κινδυνεύσῃ αὐτοῖς δια‐ φθαρῆναι τὰ πράγματα. ἐς μέντοι τὴν ἀρχὴν τῆς θαλάσσης οὐκ ἔχοντες, ὅπως ἐπάγωνται ἀλλοτρίους, καθιστᾶσί τε ἐκ τῶν | |
10 | ἐπιχωρίων αὐτοκράτορας, ἐπειδὰν πολεμεῖν ἐξέρχωνται, καὶ ἰδίᾳ κατ’ ἐνιαυτὸν τὰς δέκα τριήρεις, ἃς ἐπιπέμπουσιν ἔτους ἑκάστου ἔστε τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον τῶν νεῶν αὐτῶν, αἳ ἐπὶ ἐμ‐ πορίαν ἀφικνοῦνται ἐπὶ Αἴγυπτον καὶ Λιβύην καὶ ὠκεανὸν καὶ Εὔξεινον πόντον. καὶ καθαιροῦντες τὸ λῃστρικόν, ὅποι ἂν περι‐ | |
15 | τύχωσιν, αἱ δέκα αὗται τριήρεις διατρίβουσιν ὅλον ἐνιαυτόν, ἐς ὅπερ αἱ δέκα ἀφικνούμεναι ἀπαλλάττουσι ταύτας τῆς φυλακῆς. ἐπιπέμπουσι δὲ καὶ τριήρεις ἐπὶ ἐμπορίαν ἡ πόλις, ἐξωνουμένων τῶν πολιτῶν ταύτας, ἔστε Ἀλεξάνδρειαν καὶ Συρίαν καὶ Τάναϊν καὶ ἐς τὰς Βρετανικὰς νήσους καὶ ἐς τὴν Λιβύην. εἴησαν δ’ ἂν | |
20 | αἱ τριήρεις αὗται δύο καὶ εἴκοσι, μείζους τῶν ἄλλων τριήρεων, ἅτε ἐπὶ ἐμπορίαν κατεσκευασμέναι. νομίζεται δ’ αὐτοῖς ἐφ’ ἑκά‐ στης νεὼς καὶ παῖδας συγκλητικῶν ἀνδρῶν ἐπὶ τὴν ἐμπορίαν ἀφικνεῖσθαι, μεμισθωμένους καὶ τούτους σὺν τῇ νηὶ ἐπὶ τὴν ἐμπορίαν. | |
25 | Ἐξεύρηται μὲν οὖν τούτοις τοῖς Οὐενετοῖς πρὸς τὸν Λιγυ‐ | 186 in vol. 1 |
1.187 | ρίας τύραννον διαπολεμοῦσι χρήματα τῇ τε ἄλλῃ καὶ δὴ καὶ τῶν πολιτῶν ἑκάστου τῆς οὐσίας ὁ δεκατισμός, πρὸς οὓς δὴ τάττει ἡ πόλις ἐτήσιον πρόσοδον οἷα τοῦ χρέους ἀπόδοσιν. καὶ ἅττα δ’ ἂν ἐπαγγέλῃ λαμβάνειν τοὺς πολίτας, τρία δὴ ἕκαστον | |
5 | ἐπαγγέλλει ἀποδιδόναι ἔτους ἑκάστου. οὐκ ἔστιν, ὅτε ἐπὶ τοὺς παῖδάς τε καὶ ἐγγόνους οὐκ ἀφικνεῖται ἡ τοιαύτη πρόσοδος. ἐξωνοῦνται μὲν ἔνιοι ταύτας οὐκ ὀλίγου τινὸς παρὰ τῶν ἐνδεῶς τοῦ βίου σφίσιν ἐχόντων καὶ εὐδαιμονοῦσι. Δοκεῖ δὲ ἡ πόλις αὕτη Οὐενετῶν ἀπὸ παλαιοῦ εὐνομουμένη | |
10 | μηδένα φθῆναι ἐπὶ νεωτερισμὸν ἀφικέσθαι, πλὴν δὴ Βαϊμοῦνδον νεανίαν, ὀλβιώτατον δοκοῦντα γενέσθαι, ἀνακτώμενον τὸ πλῆθος ἐπὶ τοῦτο ὡρμῆσθαι· ἀπὸ οἰκίας δέ τινος βληθέντα ὑπὸ γυναι‐ κὸς ἄνωθεν, ἐν τῇ ὁδῷ προϊόντα ἐπὶ τὰ βασίλεια ἐπισπομένου αὐτῷ τοῦ πλήθους καὶ δεσπότην σφῶν καὶ τῆς πόλεως ἀποδει‐ | |
15 | κνυμένου, καὶ ταύτῃ βληθέντα λίθῳ ἀποθανεῖν. ὕστερον μέντοι οὐδένες, ὅ τι καὶ ἄξιον λόγου, ἐς νεωτερισμὸν περὶ τὴν πόλιν ταύτην ἐξηνέχθησαν, δεινῶς τοῦτο φυλαττομένης τῆς πόλεως μὴ συμβῆναι αὐτῇ, ὅτι μὴ τὸν παῖδα τοῦ ἡγεμόνος τῶν Φουσκα‐ ρέων οἰκίας φασὶ νεωτερίζοντα ἑαλωκέναι ὑπὸ τῶν τῆς πόλεως | |
20 | δικαστῶν, καὶ ἐς ἀνάγκας ἀφικόμενον μεγάλας μηδ’ ὁτιοῦν | |
εὑρίσκειν ἐν ἑαυτῷ. καὶ τὸν μὲν νεανίαν ἐκπεπτωκέναι διὰ τὴν | 187 in vol. 1 | |
1.188 | ἑαυτῷ ἐπενεχθεῖσαν αἰτίαν· ὅθεν καὶ εὐφροσύνην εὐπορησάμενον κατελθεῖν. καὶ αὖθις ἁλῶναι διαφθείραντα τὸν ἄνδρα ἐκεῖνον, ὃς ἀπῆγεν αὐτὸν προδοσίας. ἐς ἀνάγκας ἰόντα τὸν οὕτως ἐκ‐ πεπτωκότα διατρίβειν ἐν Κρήτῃ. ἐπιφερομένης δ’ ἐς αὐτὸν αὖθις | |
5 | αἰτίας, ἐπὶ τοῦτο μεταπεμψαμένους τοὺς δέκα τῆς πόλεως πο‐ λυπραγμονεῖν, καὶ οὐχ εὑρόντας ἀποπέμψαι τε αὖθις ἐς Κρήτην, καὶ μετ’ οὐ πολὺ αὐτοῦ τελευτῆσαι. Ὡς μὲν οὖν τῇ πόλει ταύτῃ πόλεμον ἐπαγγείλας Μεχμέτης ὁ Παιαζήτεω παῖς, καὶ τριήρεις ἐπλήρωσαν ἐπὶ ταῖς προφυλα‐ | |
10 | καῖς ἄλλας ἀεὶ καὶ δύο γενομένας, ἔπλεον αὗται εὐθὺ Ἑλλη‐ σπόντου, ἡγουμένου Πέτρου τοῦ Λαυρεδάνων οἰκίας, ἐς ὕστερον καὶ τὴν ἐπὶ τοὺς Ἰανυΐους στρατηγίαν, καὶ στρατηγικῶς εὐδοκί‐ μησεν. οὗτος δὴ οὖν σὺν ταῖς ναυσὶν ἀφικόμενος ἐς τὸν Ἑλλή‐ σποντον ἐπὶ τῆς Καλλιουπόλεως ἀνεκώχευε μετεώρους τὰς ναῦς | |
15 | ἐν τῷ πελάγει, ἑκὼν μὲν οὐχ ὑπάρχων πολέμου· ἐδόκει τε γὰρ εἰρήνην τε εἶναι καὶ τὰς σπονδὰς μὴ λελύσθαι, καὶ ἀμύνειν μέντοι ἐπηγγέλλετο αὐτῷ, ὑπάρξαι δὲ πολέμου μηκέτι. ἐδόκει τε γὰρ καὶ μὴ πολεμεῖν, τῶν πόλεων σφίσι ἐν τῇ τοῦ Μεχμέτεω χώρᾳ ὑπὸ Τούρκων μὴ κακῶς πάσχειν, ἔν τε τῇ πρὸς τὸν | |
20 | Ἰόνιον καὶ ἐν τῷ Αἰγαίῳ πελάγει. τούτῳ μὲν οὖν οὕτω ἐπιτέ‐ | |
τακται ὑπὸ τῆς συγκλήτου, ἀμυνόμενον μὲν διαναυμαχῆσαι, | 188 in vol. 1 | |
1.189 | ἑκόντα δὲ εἶναι μὴ ὑπάρξαι πολέμου. ὡς δὲ ἀφίκετο ἐς τὸν Ἑλλήσποντον καὶ ἀπὸ τῆς Ἀσίας ἑδραιοῦντο αἱ τριήρεις, ὁ τῆς Καλλιουπόλεως ὕπαρχος οὐκέτι ἀνασχετὸν ἐποιεῖτο τοὺς Οὐενε‐ τοὺς οὕτω περιφανῶς ὑβρίζειν ἐς τὴν βασιλέως χώραν καὶ αὐτὸ | |
5 | τὸ ἐπίνειον αὐτοῦ, καὶ ὡς ἐπλήρου δὲ τὰς ναῦς, ἀντανήγετο καὶ οὗτος, ἔχων τριήρεις πέντε καὶ εἴκοσι, νῆας δὲ ἄλλας ἀμφὶ τὰς ὀγδοήκοντα, ὡς δεδιττόμενος τοὺς Οὐενετοὺς τῷ βασιλέως ναυ‐ τικῷ. οὗτοι μὲν προῄεσαν ἐπὶ Προικόνησον, μετεώρους ἔχοντας τὰς ναῦς αὐτῶν. ἡ δὲ Πελοποννησία ὑπολέλειπτο ὡς ὕστερον | |
10 | ἀναγομένη. ἐνταῦθα ὡς ἀγχοῦ ἐγένετο τριήρης μία τοῦ βασι‐ λέως, μετεπέμπετο ὁ ἡγεμὼν τῶν Οὐενετῶν σημεῖον ἐπάρας, κελεύων ἕπεσθαι καὶ μὴ ἐμβάλλειν. οἰόμενος δ’ ὁ τῆς τριήρους ἄρχων τῆς Πελοποννησίας ὡς κελεύοι ἐμβάλλειν, τὸ σύνθημα οἰόμενός οἱ γενέσθαι ὑπὸ τοῦ στρατηγοῦ, ἐμβάλλει τε τῇ τοῦ | |
15 | βασιλέως νηὶ καὶ καταδύει. αἱ δὲ λοιπαὶ τῶν βαρβαρικῶν νεῶν ἰδοῦσαι ὡς ὑπῆρκτο πολέμου καὶ ἐς μάχην καθίστανται, ἐπεί‐ γονται ἐπαμύνειν βουλόμεναι ἐπὶ τὴν Πελοποννησίαν ναῦν. ἐνταῦθα δὴ αἱ λοιπαὶ τῶν Οὐενετῶν τριήρεις κατιδοῦσαι τὸ γεγονός, ὡς ἐπὶ τὴν σφετέραν αἱ βαρβαρικαὶ νῆες ἐπείγονται, ἀντανήγοντο | |
20 | καὶ αὗται ἐπὶ ναυμαχίαν. καὶ ὡς ἐναυμάχουν, διέκπλουν τε ἐποιήσαντο, καὶ καταδύσαντες ναῦς τέ τινας καὶ ζωγρήσαντες τὰς λοιπὰς ἐς τὴν γῆν ἐτρέψαντο καὶ ἐνίκησαν Οὐενετοί, ναῦς | |
λαβόντες τῶν βαρβάρων τρισκαίδεκα, κενὰς δὲ τὰς πλείους· οἱ | 189 in vol. 1 | |
1.190 | γὰρ Τοῦρκοι, ὡς ἁλίσκοιτο ἡ ναῦς, ἐς τὴν θάλασσαν ἔπιπτον καὶ ἐξένεον ἐπὶ τὴν γῆν. ἐνταῦθα ὡς ἤδη πόλεμον τοῖς Οὐε‐ νετοῖς ἀνελομένοις πρὸς βασιλέα Μεχμέτην, τήν τε Λάμψακον πολιορκίᾳ παρεστήσαντο καὶ φυλακὴν ἐγκατέλιπον, καὶ αὐτοὶ | |
5 | ᾤχοντο ἐπ’ οἴκου ἀποπλέοντες. ἐνταῦθα μέντοι οἵ τε Οὐενετοὶ τοῦτον τὸν στρατηγόν, ὃς περιεγένετο τοῦ τῶν βαρβάρων στόλου, ἤγοντο θανάτου ὡς πρότερον ὑπάρξαντα ἀδικίας καὶ λελυκότα τὰς σπονδὰς παρὰ τὰ ἐπεσταλμένα αὐτῷ. καὶ ἐν δίκῃ γενόμενος παρὰ δικασταῖς ἀπελύθη μὴ αὐτὸς πρότερος ὑπάρξαι τοῦ πρὸς | |
10 | βάρβαρον πολέμου. μετ’ οὐ πολὺν δὲ χρόνον διεπρεσβεύσαντο καὶ σπονδὰς ἐποιήσαντο. Ἐς τούτους μὲν οὖν οὕτως ἔσχε τῷ βασιλεῖ Μεχμέτῃ· τοῖς δὲ Ἕλλησιν ἐπιτήδειός τε καὶ συνήθης ἠξίου θεραπεύειν, ὅτου ἂν δεήσαιντο παρ’ ἑαυτῷ, δι’ αἰτίαν τήνδε. Μουσταφᾶς γάρ τοι | |
15 | ὁ τῶν Παιαζήτεω παίδων, μιμησάμενος Μωσέα τὸν ἀδελφόν, καὶ πρὸς τὸν Σινώπης ἄρχοντα πολέμιον ὄντα τῷ ἀδελφῷ Μεχμέτῃ ἀφικόμενος, καὶ ὅρκια ποιησάμενος, ὥστε ξένους εἶναί τε καὶ φίλους ἀλλήλοις, καὶ πρὸς τὸν Δακίας ἡγεμόνα δια‐ πρεσβευσάμενος, ὡς αὐτὸν ἄσμενος ὑπεδέχετο καὶ τἆλλα ὑπισχνεῖτο | |
20 | συγκατεργάζεσθαι τὰ ἐς τὴν βασιλείαν, διέβη τε εἰς τὴν Δακίαν Μουσταφᾶς, καὶ χρόνον αὐτόθι διατρίψας συχνόν, ἔχων ἄνδρας τριακοσίους ἔπρασσε πρὸς τοὺς Τούρκων ἀρίστους, μετιὼν ἕκα‐ στον. ὡς δ’ οὐδὲν προεχώρει (ἦν γὰρ Μεχμέτης τά τε ἄλλα | |
ἐπιεικὴς καὶ ἐς τὸ θεραπεύειν τοὺς ἀρίστους τῶν Τούρκων οὐκ | 190 in vol. 1 | |
1.191 | ἀδόκιμος, τρόπου τε ἡσυχίου, ψευδῆ τε παῖδα ἐνέφηνεν εἶναι τοῦ Παιαζήτεω τὸν Μουσταφᾶν, καὶ ὡς οὐδαμῇ καταφανῆ σχόντες τὴν διατριβὴν αὐτῷ· τὸν δὲ παῖδα τούτου τελευτῆσαι παρ’ ἀνδρὶ ἐπιτηδείῳ καὶ τὸν τρόπον δικαιοτάτῳ, ὃς ἀφῖκτο παρ’ | |
5 | ἑαυτὸν τὸν θάνατον τοῦ παιδὸς διασημῆναι), ἐνταῦθα Μουστα‐ φᾶς, ὡς οὐδὲν αὐτῷ κατὰ νοῦν ἐπέβαινεν ἀπὸ Δακίας, καὶ οἰόμενος ἑαυτῷ ἄμεινον ἐξεῖναι, ἢν ἐπὶ τοὺς Ἕλληνας ἀφίκηται ἐν μέσῳ τῆς ἀρχῆς Μεχμέτεω ἱδρυμένους, ἐλαύνει ἀπὸ Δακίας διὰ μέσης τῆς Θρᾴκης ἐπὶ τὴν Θέρμην, πόλιν Ἑλληνίδα. καὶ ἐς | |
10 | λόγους ἀφικόμενος τῷ Ἑλλήνων ἄρχοντι εἰσῄει τε εἰς τὴν πόλιν καὶ κατελήφθη. Μεχμέτης δὲ ὡς ἐπύθετο τάχιστα ἐς τὴν Θέρμην ἀφικέσθαι τὸν ἀδελφόν, αὐτίκα οὐδὲν ἐπισχὼν δρομαῖος ἐπῄει ἐπὶ τὴν Θέρμην, παραλαβὼν στρατόν, καὶ ἐζήτει τὸν ἀδελφὸν τοὺς Ἕλληνας. ὁ μέντοι τῆς Θέρμης ἄρχων ἄγγελον πέμψας ἐπὶ | |
15 | τὸν Βυζαντίου βασιλέα ἐδήλου τε, ὡς ἔχει αὐτῷ περὶ τοῦ παι‐ δὸς Παιαζήτεω Μουσταφᾶ, καὶ ὡς Μεχμέτης ἐπελαύνων ἐξαι‐ τοῖτο τὸν ἀδελφὸν οἷα ψευδῆ ὄντα καὶ διαφθείροντά γε αὐτοῦ. βασιλεὺς δὲ πρέσβυν τε ἔπεμψε πρὸς Μεχμέτην, καὶ συνέθετο αὐτῷ τὸν Μουσταφᾶν ἐς φυλακήν τε ποιήσασθαι καὶ μηδαμῇ | |
20 | μεθιέναι τε ἀπιόντα. καὶ ἐπὶ τούτῳ ὅρκιά τε ἐποιήσαντο, καὶ Μουσταφᾶν ἐν Ἐπιδαύρῳ τῆς Πελοποννήσου καὶ ἐν τῇ ἄκρᾳ τῆς πόλεως καθείρξαντες, αὐτόν τε τὸν Μουσταφᾶν, καὶ τὸν Σμύρ‐ νης ἄρχοντα Ζουναΐτην, ἅμα αὐτῷ ἀπὸ Δακίας ἐπὶ τὴν Θέρμην | |
ἀφικόμενον καὶ συνεπιλαβόμενον τοῦ πρὸς Μεχμέτην πολέμου. | 191 in vol. 1 | |
1.192 | τούτους μὲν οὖν Ἕλληνες εἶχον ἐν φυλακῇ ἐπὶ συχνόν τινα χρόνον, μετὰ δὲ ταῦτα ἤγαγον ἐς τὴν Λῆμνον καὶ ἐς τὴν Ἴμ‐ βρον, καὶ αὐτοῦ εἶχον ἐν φυλακῇ, ἐς ὃ δὴ ἐτελεύτησε Μεχμέτης ὁ Παιαζήτεω. τότε μὲν δὴ χαριζόμενοι τῷ βασιλεῖ οἱ Ἕλληνες, | |
5 | καὶ τὴν ὁμοίαν ἀνταποδιδόντες, κατέθεντο τούτους ἐν Ἐπιδαύρῳ τῆς Πελοποννήσου· καὶ οὐκ ἔστιν, ὅτου ἀποτύχοιεν διὰ ταῦτα παρὰ βασιλεῖ Μεχμέτῃ. Τότε μὲν οὖν παρασχὸν σφίσιν ἐν βελτίονί τε τῆς πρόσθεν ἐπὶ πολὺν χρόνον ἀεὶ καταστάσει ἐτύγχανον ὄντες, εὖ πράττοντες, | |
10 | καὶ τήν τε Πελοπόννησον καθίστασαν ἐπὶ τὸ σφίσι δοκοῦν ἕξειν ὡς συμφερώτατα. Ἐμμανουήλῳ μέντοι ἐγένοντο παῖδες ὅ τε Ἰωάννης ὁ πρεσβύτερος, ὃν δὴ τοῖς Ἕλλησιν ἀπεδείξατο βασιλέα, καὶ Ἀνδρόνικος καὶ Θεόδωρος μετὰ τοῦτον καὶ Κωνσταντῖνος καὶ Δημήτριος καὶ Θωμᾶς. τῷ μέντοι Ἰωάννῃ τῷ πρεσβυτέρῳ, | |
15 | πάντων τῶν ἄλλων κρατίστῳ δοκοῦντι γενέσθαι, τήν τε βασιλείαν ἐπέτρεψε, καὶ ἀπὸ Ἰταλίας ἀγόμενος αὐτῷ γυναῖκα τοῦ Μονφε‐ ράτου ἡγεμόνος θυγατέρα, ἐπιεικῆ μὲν τὸν τρόπον, ἀηδῆ δὲ τὴν ὄψιν, διαδήματι ταινιώσας ἀρχιερέα τε καὶ βασιλέα ἐστήσατο τοῖς Ἕλλησι. ταύτην μὲν οὖν, ὡς οὔτε συνῴκει οὔτε συνεγένετο, ἐς | |
20 | ἔχθος ἀφικόμενος καὶ ἀηδῶς ἔχων αὐτῇ ἐπί τινα χρόνον, καὶ ἥ τε γυνὴ τοῦ βασιλέως ἐνεώρα ἐς αὑτὴν τὸν ἄνδρα ἀηδῶς ἔχοντα, | |
καὶ αὑτὴν ἀπεχθάνεσθαι τῷ ἀνδρὶ ἐς τὰ μάλιστα, ἐπιβᾶσα νεὼς | 192 in vol. 1 | |
1.193 | ἐχώρει ἀποπλέουσα ἐπὶ Ἰταλίας παρὰ τοὺς προσήκοντας. ἠγά‐ γετο δὲ γυναῖκα τὴν ἀπὸ Σαρματίας, τοῦ Σαρματῶν ἡγεμόνος θυγατέρα. οὗτος μὲν οὖν οὕτω διατεθεὶς ἐβασίλευεν, Ἀνδρονίκῳ μὲν τήν τε Θέρμην ἐπέτρεψεν οἰκεῖν, ἀνδρὶ οὐκ ἀγεννεῖ μετά | |
5 | γε Ἰωάννην τὸν βασιλέα. καὶ ἐπί τινα χρόνον διαγενόμενος ἐς νόσον περιῆλθεν ἐλεφαντίασιν, καὶ τὴν Θέρμην ἀπέδοτο τοῖς Οὐενετοῖς, ὡς τῆς τε πόλεως οὐκ ἐπιτηδείως ἐχούσης ἐς φυλα‐ κὴν αὐτῆς, καὶ σφίσι τὰ πράγματα πονήρως ἤδη ἔχοντα. καὶ ὡς ἐδέδοκτο ἤδη αὐτοῖς ταύτῃ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει | |
10 | ἄμεινον ἔσεσθαι, ἀπέδοτο ταύτην τοῖς Οὐενετοῖς οὐ πολλοῦ τινός. Ἀνδρόνικος μέντοι ἐς Πελοπόννησον παρὰ τὸν ἀδελφὸν ἀφικό‐ μενος τήν τε δίαιταν εἶχεν ἐν Μαντινείᾳ τῆς Λακωνικῆς, ἐς ὃ δὴ ἐπικρατοῦντος τοῦ νοσήματος ἤδη τελέως ἐτελεύτησε. τὸν δὲ Θεόδωρον τούτου παῖδα ὄντα βασιλεὺς Ἐμμανουῆλος ἐπεπόμφει | |
15 | παρὰ ἀδελφὸν αὑτοῦ Θεόδωρον τὸν πορφυρογέννητον, ἐφ’ ᾧ διάδοχόν τε τὸν παῖδα καταλιπεῖν ἐπὶ τῇ Πελοποννήσῳ. καὶ ὡς ἐδέξατο τοῦτον ἀδελφοῦ τε παῖδα καὶ ἐπιτηδείου, εἶχέ τε παρ’ ἑαυτῷ, καὶ ὡς ἐτελεύτα, κατέλιπε τὴν ἀρχὴν αὐτῷ. οὗτος δὲ ὡς ἐπὶ τὴν ἡγεμονίαν κατέστη, ἔγημέ τε γυναῖκα ἀπὸ Ἰταλίας, θυ‐ | |
20 | γατέρα Μαλατέστα τοῦ Μάρκης ἡγεμόνος, τῷ τε κάλλει δια‐ πρέπουσαν καὶ τῇ ἄλλῃ κοσμιότητι. ὕστερον μέντοι, ὡς ἐς μῖσός τε ἀφίκετο τῇ γυναικὶ καὶ ἐς ἔχθος ἀφικόμενος ἐς διαφορὰν | |
κατέστη, ἐς τὴν Ναζηραίων δίαιταν ὥρμητο γενέσθαι, καὶ τόν | 193 in vol. 1 | |
1.194 | τε ἀδελφὸν αὑτοῦ μετεπέμπετο ἐπὶ τὴν ἀρχήν, ὡς ἐπεί οἱ ἐδόκει ἰέναι ἐς τὸ Ναζηραίων σχῆμα, τήν τε ἀρχὴν ἐπιτρέψων αὐτῷ καὶ τὴν οὐσίαν. οὗτος μέντοι οὐκ εἰς μακρὰν αὖθις μετέβαλλεν, ἀποτρεπομένων τῶν ἀρίστων αὐτοῦ ἀπὸ τούτου καὶ οὐκ ἐπιτρε‐ | |
5 | πόντων ἰέναι αὐτῷ, εἰς ὃ ὥρμητο. τῷ μὲν οὖν πρεσβυτέρῳ Θεο‐ δώρῳ τῷ πάτρῳ παῖς οὐκ ἐγένετο ἀπὸ τῆς Ῥαινερίου θυγα‐ τρός, νόθοι δὲ ἐγένοντο. ἠγάγετο γὰρ οὗτος τὴν τοῦ Ἀθηνῶν τυράννου θυγατέρα, πασῶν δὴ λεγομένην εἶναι καλλίστην τῶν εἰς ἐκεῖνον τὸν χρόνον κάλλει διενεγκουσῶν. | |
10 | Ῥαινέριος δὲ οὗτος Κορίνθου τε ἐτυράννευε καὶ Ἀθηνῶν, τῆς τε Βοιωτίας ἐπῆρξεν ἔστε ἐπὶ Θετταλίαν χωρῆσαι. ἐπῆρξε δὲ τρόπῳ τοιῷδε. ὁπότε ἐπὶ τοὺς Ἕλληνας ἐνάγοντος τοῦ Ῥω‐ μαίων ἀρχιερέως ἐστρατεύοντο οἱ ἀπὸ τῆς ἑσπέρας Κελτοί τε ἅμα καὶ Οὐενετοί, τότε δὴ καὶ οἱ ἀπὸ Νεαπόλεως τοῦ βασιλέως | |
15 | καὶ ἀπὸ Τυρρηνῶν ὥρμηντο ἄνδρες καὶ Ἰανυΐων μέγα δυνάμενοι ἐπὶ τὴν τῆς Πελοποννήσου τε ἅμα καὶ τῆς ἄλλης Ἑλλάδος καταστροφήν. καὶ τὴν μέντοι Πελοπόννησον κατεστρέψαντο ἄλλοι τε καὶ ἀπὸ τῆς Ἰανυΐων μοίρας, τοῦ οἴκου Ζαχαριῶν, τήν τε Ἀχαΐαν καὶ Ἤλιδος τὰ πλείω καὶ δὴ καὶ Πύλον καὶ Μεσήνης | |
20 | χώραν οὐκ ὀλίγην, ἔστε ἐπὶ Λακωνικὴν ἐλάσαι. τὴν μέντοι με‐ σόγαιον τῆς Πελοποννήσου κατεῖχον αὐτοὶ τότε Πελοποννήσιοι Ἕλληνες. ξύμπασαν δὲ τὴν παράλιον τῆς Πελοποννήσου οἱ ἀπὸ | |
τῆς ἑσπέρας καταστρεψάμενοι εἶχον, Κελτοί τε δὴ καὶ Κελτί‐ | 194 in vol. 1 | |
1.195 | βηρες, καὶ τῶν Ἰανυΐων καὶ Τυρρηνῶν ἄλλοι τε καὶ δὴ καὶ Ῥαινέριος ἀπὸ Φλωρεντίας ἀφικόμενος ἐπὶ τῇ στρατιᾷ ταύτῃ, τοῦ οἴκου τῶν Ἀζαϊόλων, τήν τε Ἀττικὴν κατέσχε καὶ Βοιωτίαν, 〈ὡσ〉 καὶ πρότερόν μοι δεδήλωται, καὶ Φωκίδος χώρας τὰ πλείω. | |
5 | Λίγυρες μέντοι τὴν Εὔβοιαν πολλῷ ἔτι παλαιότερον κατέσχον· ἀφ’ ὧν ἐπιτραπέντες οἱ Οὐενετοὶ ἐπὶ ῥητῷ τῆς νήσου ἐπέβησαν. μετὰ δὲ ταῦτα κατὰ βραχὺ προϊόντες ξύμπασάν τε τὴν Εὔβοιαν κατέσχον, ἐς διαφορὰν σφίσι τῶν Λιγύρων ἀφικνουμένων, καὶ τήν τε χώραν καὶ προσόδους αὐτῶν, ὅσοι τοῖς Οὐενετοῖς ἐπιτή‐ | |
10 | δειοι ἐτύγχανον ὄντες, εἰσέτι καὶ νῦν διατελοῦσιν ἔχοντες, καὶ κατὰ ταῦτα ἐμμένοντες, ἐφ’ οἷς σπενδόμενοι αὐτοῖς ξυνέβησαν κατὰ τὴν νῆσον οἱ Οὐενετοί. ὁ μέντοι Ῥαινέριος καὶ οἱ Κελτί‐ βηρες, καὶ Κελτῶν ὅσοι ἐπὶ τὴν τῆς Ἑλλάδος καταστροφὴν ἐγένοντο, πολλῷ ὕστερον τούτων φαίνονται ἀφικόμενοι ἐπὶ τὸν | |
15 | χῶρον τοῦτον. Ῥαινέριος δὲ καὶ πολλῷ ἔτι νέηλυς ὤν, ἐπιγα‐ μίαν τε πρὸς τοὺς ἐν τῇ Εὐβοίᾳ Λιγύρων ποιησάμενος καὶ Προ‐ θυμοῦ τινος θυγατέρα ἔγημε, καὶ τήν τε χώραν κατασχὼν Κό‐ ρινθόν τε ἐχειρώσατο, καὶ τὴν Πελοπόννησον ἐπενόει ὅτι τάχιστα ὑφ’ αὑτῷ ποιήσασθαι. ὕστερον μέντοι ἀφικομένου τοῦ Ἑλλήνων | |
20 | βασιλέως ἀδελφοῦ, ἐπιγαμίαν πρὸς τοῦτον ἐπεποίητο, καὶ θυ‐ γατέρα ἡρμόσατο τούτῳ τῷ ἡγεμόνι Θεοδώρῳ, κάλλει, ὡς ἔφην, πασῶν τῶν τότε διαφέρουσαν, καὶ τήν τε Κόρινθον ἐπὶ τῇ ἑαυτοῦ τελευτῇ κατέλιπεν· ὑπέσχετο γάρ, ὁπότε αὐτῷ τὴν θυγατέρα | |
ἡρμόσατο, ἐς φερνὴν αὐτῷ ταύτην, ἐπειδὰν τελευτήσῃ. | 195 in vol. 1 | |
1.196 | Ἡρμόσατο δὲ καὶ ἑτέραν αὑτοῦ θυγατέρα Καρούλῳ τῷ Ἀκαρνανίας τε καὶ Αἰτωλίας ἡγεμόνι. οὗτος γάρ, ὡς οἱ τῆς χώρας ταύτης ἄρχοντες πρότερον προσήκοντές τε ἦσαν τοῦ Παρ‐ θενόπης τῆς Νεαπόλεως καλουμένης βασιλέως, καὶ ὡς ὑπό τε | |
5 | τῶν περιοίκων καὶ τῶν ταύτῃ ἐθνῶν ἀπελαύνοντο ἐκ τῆς χώρας ἄρχοντες ἀπαλλαττόμενοι ἐπὶ Ἰταλίας, Κεφαλληνία δὲ καὶ Ζά‐ κυνθος καὶ αἱ Ἐχινάδες νῆσοι, ὅσαι ταύτῃ ᾠκημέναι ἐτύγχανον, ἐς τουτονὶ τὸν βασιλέα τετραμμέναι ἁρμοστήν τε ἐδέχοντο καὶ ἄρχοντα τοῦ βασιλέως Παρθενόπης. ἀφίκοντο μὲν δὴ καὶ ἄλλοι | |
10 | πρόσθεν ἁρμοσταὶ εἰς τὰς νήσους ταύτας, ἐν δὲ δὴ καὶ Κάρουλος οὑτοσίν, ὁ τῆς οἰκίας Τόκων καλούμενος, ἔχων ἑταίρους μεθ’ ἑαυτοῦ ἄνδρας ἀγαθούς, τόν τε Ῥῶσον καὶ Γυΐδον καὶ Μυλειαρέ‐ σην. καὶ ὡς ἐν τῇ Κεφαλληνίᾳ διατρίβοντες προσέσχον τε τῇ Ἠπείρῳ, ἐπαγομένων τῶν Ἠπειρωτῶν, τήν τε χώραν ἐκτήσαντο | |
15 | σφίσιν ὑπήκοον καὶ κατὰ βραχὺ τήν τε Ἀκαρνανίαν. Ἀλβανοὶ δὲ ὡρμημένοι ἀπὸ Ἐπιδάμνου καὶ τὸ πρὸς ἕω βαδίζοντες Θετ‐ ταλίαν τε ὑπηγάγοντο σφίσι καὶ τῆς μεσογαίου Μακεδονίας τὰ πλέω, Ἀργυροπολίχνην τε καὶ Καστορίαν. ἀφικόμενοι δὲ ἐπὶ Θετταλίαν τήν τε χώραν σφίσιν ὑποχείριον ποιησάμενοι, καὶ τὰς | |
20 | πόλεις ἐπιδιελόμενοι, κατὰ σφᾶς ἐνέμοντο τὴν χώραν, νομάδες τε ὄντες καὶ οὐδαμῇ ἔτι βέβαιον σφῶν αὐτῶν τὴν οἴκησιν ποι‐ | |
ούμενοι. ἐπεὶ δὲ καὶ ἐς Ἀκαρνανίαν ἀφικόμενοι γνώμῃ τοῦ ἡγε‐ | 196 in vol. 1 | |
1.197 | μόνος Ἀκαρνανίας, ἀφιεμένου αὐτοῖς τῆς χώρας, ἐνέμοντό τε τήνδε τὴν χώραν. μετὰ δὲ ταῦτα συνίσταντο ἀλλήλοις ὡς τοῖς Ἕλλησιν ἐπιθησόμενοι, ὅπως ἂν αὐτοῖς προχωροίη. καὶ δή ποτε τοῦ ἡγεμόνος (Ἰσαάκιος δ’ ἦν τοὔνομα) ἐπὶ ἄγραν φοιτῶντος | |
5 | ἀφικνουμένου, ἐπέθεντό τε αὐτῷ οἱ Ἀλβανοί, ἡγουμένου αὐτοῖς Σπάτα, ἀνδρὸς ὁρμήν τε καὶ τόλμαν ἐπιδεικνυμένου σφίσιν ἐν τῷ τότε παρόντι ξύμφορον ἐς τὰ παρόντα αὐτοῖς καὶ οὐκ ἀδό‐ κιμον. καὶ τὸν μὲν ἡγεμόνα αὐτοῦ ταύτῃ ἀνεῖλον, τὴν δὲ χώραν αὐτίκα ὑπελαύνοντες κατέσχον τε καὶ ἐζώγρησαν τοὺς ἐν τοῖς | |
10 | ἀγροῖς, συλλαμβάνοντες, ᾧ ἂν περιτύχοιεν. μετὰ δὲ ταῦτα πο‐ λιορκοῦντές τε Ἄρτην τῆς Ἀκαρνανίας πόλιν παρεστήσαντο, καὶ τὴν χώραν ταύτην ὑφ’ αὑτοῖς ποιησάμενοι τὴν τῶν ἑσπερίων χώραν ἐδῄουν, οὐδὲν ἔτι ἐς ἡσυχίαν ἐνδιδόντες. μετὰ δὲ ταῦτα οἱ τῆς Νεαπόλεως ἄρχοντες, ἀπὸ Κερκύρας τῆς νήσου ὁρμώ‐ | |
15 | μενοι (εἶχον δὲ τότε τὴν νῆσον οἱ Παρθενόπης βασιλεῖς) καὶ παρασκευασάμενοι στρατόν, ἴεντο ἐπὶ τὴν Ἀκαρνανίαν ὡς τούς τε Ἀλβανοὺς τὴν χώραν ἀφαιρησόμενοι καὶ Ἄρτην τῆς Ἀκαρ‐ νανίας καταστρεψόμενοι λαβόντες. ἀφικόμενοι δὲ ἐς Ἄρτην τήν τε πόλιν ἐπολιόρκουν καὶ μηχανὰς προσέφερον τῷ τείχει ὡς | |
20 | αἱρήσοντες. Σπάτας δὲ ὁ τῶν Ἀλβανῶν ἡγεμὼν (οὐ γὰρ εἰσῄει ἐς τὴν πόλιν, ἀλλ’ ἐκτὸς περιῄει τὴν χώραν) τούς τε Ἀλβανοὺς | |
συλλέξας ἐς ταὐτὸ καὶ βουλευσάμενος, ὡς αὐτῷ εἵποντο ἑτοίμως | 197 in vol. 1 | |
1.198 | εἰς τὸν κίνδυνον, ἄφνω ἐπεισπίπτουσι τῷ Ἰταλῶν στρατεύματι, ὃ ἐπολιόρκει τὴν πόλιν, καὶ τρεψάμενοι ἐς φυγὴν πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ πλείους ἐζώγρησαν. συνεπελάβετο δὲ αὐτοῖς ἐς τόνδε τὸν πόλεμον καὶ Πρεάλουπας ὁ τῆς Αἰτωλίας ἡγεμών, | |
5 | ἀνὴρ Τριβαλλός, ὃς ἐπιγαμίαν πρὸς τὸν Σπάταν τῆς Ἄρτης ἡγε‐ μόνα ἐπεποίητο. οὕτω μὲν οὖν κατέσχον οἱ Σπαταῖοι τὴν χώραν τῆς Ἀκαρνανίας· μετὰ δὲ ταῦτα ὡρμημένου τοῦ Καρούλου ἀπὸ τῶν νήσων σὺν τοῖς ἑταίροις αὐτοῦ καί τινων τῶν τῆς χώρας ἅτε δὴ ἀχθομένων τῇ Ἀλβανῶν τυραννίδι, τήν τε χώραν κα‐ | |
10 | τεστρέψαντο τῆς Ἀκαρνανίας, πρὸς δὲ καὶ τὴν Αἰτωλίαν, ἀφε‐ λόμενοι Ἰζάουλον τὸν τότε ἡγεμονεύοντα Ἀκαρνάνων τε τῆς πόλεως καὶ χώρας τε τῆς Αἰτωλίας ἤδη. Ἡ δὲ ἀρχὴ τῆς Αἰτωλίας οὖσα τὸ πρότερον Θωμᾶ τοῦ Πρεαλουπῶν Τριβαλλοῦ, περιῆλθεν ἐς τοῦτον δὴ τὸν Ἰζάουλον | |
15 | τρόπῳ τοιῷδε. ὡς συνεπελάβετο ὁ Πρεάλουπας τῷ τε Σπάτᾳ καὶ τοῖς Ἀλβανοῖς ἐς τὸν πρὸς Ἰταλοὺς πόλεμον, πολιορκοῦντας Ἄρτην μητρόπολιν τῆς Ἀκαρνανίας χώρας, ἑάλωσαν δὴ ἐν τῇ μάχῃ ταύτῃ ἄλλοι τε πολλοὶ τῶν παρὰ σφίσιν εὐδοκιμούντων τῷ γένει καὶ δὴ καὶ Ἰζάουλος, εἷς τῶν ἀρίστων λεγόμενος | |
20 | γενέσθαι τοῦ Παρθενόπης βασιλέως νεανίας, τὸ μὲν εἶδος οὐκ | |
ἀηδής, ἐπιεικὴς δὲ τὸν τρόπον καὶ ἡσύχιος. τοῦτον σὺν πολλοῖς | 198 in vol. 1 | |
1.199 | ἄλλοις ἀγόμενος ὁ Πρεάλουπας εἰς τὰ οἰκεῖα ὡς ἀνδράποδά τε περιεῖπε καὶ εἶχεν ἐν φυλακῇ. ἐς τὰ βασίλεια διατρίβων κα‐ τεῖχεν ὡς χρημάτων ἐς τοὺς προσήκοντας ἐσαῦθις ἀποδιδόμε‐ νος, ἢν αἰτοῖντο αὐτούς. ἡ δὲ γυνὴ τούτου ὡς ἑώρα τὸν νεανίαν, | |
5 | ἠράσθη τε αὐτοῦ· ἦν γὰρ καὶ ἐς ἄλλους πρότερον φοιτῶσα ἄνδρας καὶ ἀκόλαστος. συγγινομένη τοίνυν τῷ νεανίᾳ, καὶ ἐπι‐ μαινομένη αὐτῷ ἐς τὸν ἔρωτα, συντίθεται αὐτῷ ἐπὶ τῷ ἀνδρὶ ἐπιβουλήν. καὶ ἐξηγουμένης τῆς γυναικὸς ἐς τὴν κοίτην, ὡς ἀνεπαύετο Πρεάλουπας ὁ ἡγεμών, ἀνεῖλέ τε αὐτὸν ἅμα σὺν τῇ | |
10 | γυναικί. καὶ ἅμα συγκατίσχει τὴν ἡγεμονίαν αὐτῷ. ἐπειδὴ ἐτυ‐ ράννευεν, οὐδενὶ τῶν ἐν τῇ πόλει ἄλλῳ ἢ τῇ γυναικὶ ἀρεσκό‐ μενος. ἡ μέντοι δίκη τοῦ Πρεαλούπη οὐκ εἰς μακρὰν κατέλαβε τὸν παῖδα αὐτοῦ ἀπὸ ταύτης δὴ τῆς γυναικὸς γενόμενον αὐτῷ· τοῦτον γάρ τοι, ὡς ἐφοίτα παρὰ βασιλέα Μωσέα αἰτούμενος | |
15 | συμμαχίαν τε καὶ ἐπικουρίαν ἐπὶ Κάρουλον τὸν τότε δὴ Ἀκαρ‐ νανίας τύραννον, συλλαβὼν ὥστε τὴν χώραν αὐτοῦ κατασχεῖν, ἐξέκοψε τὼ ὀφθαλμώ. τὴν μέντοι χώραν οὐδεὶς κατεστρέψατο τῆς Ἰωαννίνων πόλεως. ἐπαγομένη τοῦτον δὴ τὸν Κάρουλον ἐπὶ σφίσιν ἄρχοντα, καὶ ἐπιτετραμμένου αὐτῷ διέπειν τὰ τῆς πόλεως | |
20 | πράγματα καὶ ἀντεχομένου ἐς τὸν πόλεμον κράτιστα. ἡ μέντοι ἀρχὴ αὕτη Τριβαλλῶν οὖσα τὸ παλαιὸν οὕτω ἔστε Ἰζάουλον καὶ | |
ἐπὶ Κάρουλον τὸν ἡγεμόνα περιῆλθεν. οὕτω δὲ ἄμφω τὼ χώρα | 199 in vol. 1 | |
1.200 | κατασχὼν οὗτος, καὶ τὴν πρὸς τῷ Ἀχελῴῳ χώραν τό τε Βάλτον καλούμενον καὶ Ἀγγελοπολίχνην ἔστε ἐπὶ Ναύπακτον τὴν κα‐ ταντικρὺ Ἀχαΐας, ἐπεκράτει τῆς χώρας καὶ ἐτυράννευεν ἐπὶ μέγα χωρήσας δυνάμεως, ἀνὴρ τά τε ἐς ἀρχὴν καὶ ἐς τὸν πόλεμον | |
5 | δοκῶν γενέσθαι οὐδενὸς τῶν τότε ἡγουμένων λειπόμενος. καὶ ἐν πολέμοις πρὸς τοὺς περιοίκους μέγα εὐδοκιμῶν ἠγάγετο, ὡς πρότερόν μοι ἐλέγετο, τοῦ Ἀθηνῶν τε καὶ Κορίνθου ἡγεμόνος θυγατέρα ἐς γάμον. Τούτῳ τῷ ἡγεμόνι παῖς ἐγένετο νόθος· ἀπὸ γὰρ τῆς Εὐ‐ | |
10 | βοΐδος αὐτῷ γυναικὸς ἄρρενος οὐκ ἔτυχε γόνου. νόθῳ δὲ τῷ παιδὶ ἦν ὄνομα Ἀντώνιος. τούτῳ Ἀντωνίῳ τήν τε Βοιωτίαν κα‐ τέλιπε καὶ τὴν Θηβῶν πόλιν· τὴν γὰρ Κόρινθον κατέλιπε τῷ κηδεστῇ αὐτοῦ Θεοδώρῳ τῷ βασιλέως ἀδελφῷ. τὴν δὲ Ἀθηνῶν πόλιν, ἀφελόμενος ταύτην τὸ πρόσθεν τοὺς Κελτίβηρας ἀπὸ | |
15 | Ναβάρης (εἶχον γὰρ δὴ καὶ ταύτην οἱ Ἴβηρες καταστρεψάμενοι) κατέλιπε τοῖς Οὐενετοῖς. ὁ μέντοι παῖς αὐτοῦ Ἀντώνιος οὗτος, ὡς παρὰ τοῦ πατρὸς παρεδέξατο τὴν τῆς Βοιωτίας ἀρχὴν (τὴν γὰρ δὴ Φωκίδα χώραν ἄλλην καὶ Λεβάδειαν ὑπηγάγετο Παια‐ ζήτης ὁ Ἀμουράτεω, προσθέμενος τῇ ἑαυτοῦ ἀρχῇ, ὡς πρότερόν | |
20 | μοι δεδήλωται), οὗτος δὴ οὖν ἐπὶ τοὺς Οὐενετοὺς ἐξήνεγκε πό‐ λεμον, καὶ τὰς Ἀθήνας ἐπολιόρκει προσέχων ἐντεταμένως. οἱ μέντοι Οὐενετοὶ δεινὸν ποιησάμενοι πολιορκεῖσθαι τὴν πόλιν αὐτῶν, καὶ ἀμύνειν βουλόμενοι, καὶ ἐπὶ τὴν Θηβῶν διανοούμενοι | |
πόλιν ἰέναι, στρατόν τε τὸν ἀπὸ τῆς Εὐβοίας, ὅσον ἠδύναντο, | 200 in vol. 1 | |
1.201 | συλλέξαντες καὶ ὁπλισμόν, ἀπὸ τῆς Εὐβοίας ἐχώρουν ἐπὶ τὴν Βοιωτίαν καὶ ἐπὶ τὴν πόλιν. Ἀντώνιος δὲ πυθόμενος τοὺς Οὐε‐ νετοὺς στρατευομένους ἐπ’ αὐτόν, λόχους ποιησάμενος διττοὺς κατὰ τὴν ὁδόν, ᾗ ἐπύθετο μέλλοντας διαπορεύεσθαι τούς τε | |
5 | Εὐβοέας ἅμα καὶ Οὐενετούς, τὸν μὲν ἐνεδρεύσας ἐς τὸ πρόσω τῆς ὁδοῦ, τὸν δὲ ἐς τὸ ὄπισθεν, ἐπέμενεν ἐμβαλεῖν ἐς τὸ μέσον τοὺς πολεμίους. ἐνταῦθα οὖν ὡς οἱ Οὐενετοὶ ἐπορεύοντο ἐπὶ τὴν Θηβῶν πόλιν (διέχει δ’ ἡ πόλις αὕτη ἀπὸ Εὐβοίας σταδίους ὡσεὶ ρνʹ) καὶ ᾔεσαν ἐξωπλισμένοι τε ἅμα καὶ πολλοὶ ὄντες ἐπὶ | |
10 | τὰς Θήβας (ἦσαν δὲ ἀμφὶ τοὺς ἑξακισχιλίους), ἐπιπεσὼν τού‐ τοις ἄφνω ὁ Ἀντώνιος, ἔχων κατὰ τοὺς λόχους οὐ πλείους τῶν τριακοσίων, καὶ ἐπ’ ἀμφοῖν ἅμα ἐπιφανεὶς τοῖς Οὐενετοῖς ἐς φυγήν τε ἐτρέψατο, καὶ πολλούς τε αὐτῶν διέφθειρε, τοὺς δὲ ἐζώγρησε, καὶ τοὺς τότε ἡγεμόνας τῆς χώρας αὐτῶν ἐζώγρησε. | |
15 | καὶ ἀπιὼν αὖθις ἐς τοὐπίσω ἐπολιόρκει τὴν Ἀθηνῶν πόλιν, ἐς ὃ δὴ προδοσίαν συνθεμένων αὐτῷ τῶν Ἀθηναίων τήν τε πόλιν κατέσχε, καὶ οὐ πολλῷ ὕστερον πολιορκῶν τὴν ἀκρόπολιν πα‐ ρεστήσατο, καὶ ἐτυράννευε τῆς τε Ἀττικῆς ἅμα καὶ Βοιωτίας. καὶ ἀφικόμενος ἐς τὰς Παιαζήτεω μὲν πρῶτα θύρας, τοῦ πα‐ | |
20 | τρὸς αὐτοῦ ἔτι περιόντος, μετὰ δὲ ταῦτα ἐς τὰς Μωσέως τε καὶ Μουσουλμάνεω καὶ δὴ καὶ Μεχμέτεω θύρας, ἐθεράπευέ τε χρή‐ μασι τὰς βασιλέως θύρας, καὶ κατὰ τὴν χώραν ἄρχων ἀδεῶς τοῦ λοιποῦ διῃτᾶτο. λέγεται μὲν δὴ καὶ οὗτος καὶ δοκεῖ γε‐ | |
νέσθαι ἀνὴρ τά τε ἄλλα εὐδοκιμῶν, καὶ ἐπεί τε παρέλαβε τὴν | 201 in vol. 1 | |
1.202 | Ἀθηνῶν πόλιν, ἐπί τε τὰς βασιλέως θύρας οὐδέν τι πολλῷ ἀφικόμενος, ἐπιτηδείους τε αὑτῷ σχεῖν καὶ συνήθεις τοὺς ἀμφὶ τὸν βασιλέα. ἐτυράννευε δὲ γήμας γυναῖκα ἀνδρὸς ἰδιώτου ἀπὸ Θηβῶν. ὡς γὰρ ἀνῆγον οἱ Θηβαῖοι χοροὺς ἐπὶ γάμῳ τινί, καὶ | |
5 | ἦν ἰερέως θυγάτηρ ὑπ’ ἀνδρὶ γεγενημένη, οὐκ ἀηδὴς μέντοι, τὸν δὲ τρόπον ἐπιεικής τε ἅμα καὶ σώφρων, ἠράσθη τε αὐτῆς ἐν τῷ χορῷ ἅμα, καὶ ἐρασθεὶς ἀπάγεται ταύτην. ἐπιμανεὶς δὲ τῷ ἔρωτι οὐ πολλῷ ὕστερον ἔγημέ τε αὐτήν, καὶ εὐδαιμόνως βιοτεύων ἐτύγχανεν, ἐξοικονομῶν τε τὴν ἀρχὴν ἐπὶ τὸ ὡς κάλ‐ | |
10 | λιστα ἔχειν δοκοῦν ἅμα τοῖς τε ἐν τῇ χώρᾳ καὶ τοῖς ἄλλοις. οὗτος μὲν οὖν καὶ πρὸς τὸν ἐν τῇ Αἰγίνῃ ἄρχοντα Γαλεώτου παῖδα, τοῦ ἐπὶ ῥώμῃ σώματος ἐπισήμου ὄντος, ἐπιγαμίαν ποιη‐ σάμενος ἐπὶ θετῇ αὐτοῦ θυγατρί, καὶ ἀπὸ Εὐβοίας νεανίαν τῆς Γεωργίου οἰκίας κηδεστὴν ἐπὶ ἑτέρᾳ αὐτοῦ θετῇ ποιησάμενος, | |
15 | πρός τε τοὺς Οὐενετοὺς σπονδάς τε ποιησάμενος ἡσυχίαν ἦγε. καὶ Γαλεώτου τὸν παῖδα, Αἰγίνης δὲ ἄρχοντα, ἐπιτήδειον ἔχων, παρ’ αὐτὸν φοιτῶντα ἐθεράπευε, καὶ σωφρονῶν ἐπὶ πολὺ δὴ τοῦ χρόνου διεγένετο εὐδαιμονῶν, ἀπό τε τῆς κατὰ τὴν ἀρχὴν οἰκο‐ νομίας πλοῦτον ἑαυτῷ περιποιούμενος καὶ τὴν πόλιν ὡς οἷόν τε | |
20 | μάλιστα κοσμῶν. Τούτων μὲν πέρι ἐς τοσοῦτον ἐπιμνησάμενος, ἐπάνειμι δὴ ἐπὶ Θεόδωρον τὸν βασιλέως παῖδα, ἡγεμόνα Σπάρτης τε καὶ ἄλλης Πελοποννήσου, ὃς ὑπὸ Θεοδώρου τοῦ πάτρωος ἐξετρέφετο ἅμα καὶ ἐπαιδεύθη, μετὰ δὲ ταῦτα κατελείφθη ἐς τὴν ἀρχὴν | |
25 | αὐτοῦ ἡγεμών. ἐς τοῦτον δὲ ἀφικόμενος ὁ πατὴρ αὐτοῦ Ἐμμα‐ | 202 in vol. 1 |
1.203 | νουῆλος ὁ Βυζαντίου βασιλεὺς τόν τε παῖδα καθίστη ἐς τὴν ἀρχὴν βεβαιότερον, καὶ ἐπὶ τῷ ἀδελφῷ ἤδη τετελευτηκότι λόγον ἐπικήδειον ἐξετραγῴδει διεξιὼν ἐπὶ τῷ τάφῳ αὐτοῦ, ἀπολοφυ‐ ρόμενός τε ἅμα τὸν ἐπιτήδειον ἀδελφόν. καὶ μετὰ ταῦτα μετα‐ | |
5 | πεμπόμενος τοὺς Πελοποννησίους ἐς Ἰσθμὸν τόν τε Ἰσθμὸν ἐτείχισε καὶ φυλακὴν καταστησάμενος αὐτοῦ ἀπῄει ἀποπλέων ἐπὶ Βυζαντίου, ἔχων μεθ’ ἑαυτοῦ καὶ τοὺς Πελοποννησίων ἄρ‐ χοντας ἐν φυλακῇ. Ταῦτα μὲν οὖν κατὰ τοὺς τῶν Ἑλλήνων βασιλεῖς συνηνέχθη | |
10 | ἐς ἐκεῖνον τὸν χρόνον· ἐπὶ δὲ Μεχμέτεω ἄμεινον σφίσιν ἔχον‐ τες ἔστε τὴν ἀρχὴν καὶ ἐς τὴν ἄλλην αὐτῶν βιοτήν, ἐπεὶ ἠσφα‐ λίζοντο τὴν πρὸς βασιλέα Μεχμέτην εἰρήνην τε καὶ σπονδὰς ἐμπεδοῦντες, ὡς οἷόν τε μάλιστα αὐτοῖς. δι’ ἃ δὴ καὶ ὁ βασι‐ λεὺς Μεχμέτης ἐνέργει, ὡς περὶ πλείστου ποιοῖντο τὴν ἑαυτοῦ | |
15 | εἰρήνην, καὶ πᾶν ὁτιοῦν μᾶλλον πεισομένους, ὥστε τὴν ξενίην σφίσι μὴ διαλύεσθαι, ἐχαρίζετό τε αὐτοῖς, ὅ τι ᾤετο ἐν χάριτι ποιεῖσθαι αὐτοῖς, τά τε ἄλλα καὶ ἐπὶ τῷ παιδὶ αὐτοῦ Ἀμου‐ ράτῃ. ἤστην γὰρ αὐτῷ δύω παῖδε, Ἀμουράτης μὲν ὁ πρεσβύ‐ τερος, Μουσταφᾶς δὲ ὁ νεώτερος καὶ ἔτι παῖς ὤν. τούτοιν τὸν | |
20 | μὲν Ἀμουράτην ἐς τὴν Εὐρώπην διενοεῖτο καταλιπεῖν, τὸν δὲ ἕτερον ἐς τὴν Ἀσίαν βασιλέα. καὶ ἐπιδιελόμενος τούτοις τὴν ἀρχὴν ἐγκατέλιπεν, ὥστε παῖδας ἐμμένειν, οἷς ἐπέτρεψε, τῷ Βυζαντίου βασιλεῖ κατὰ ταῦτα συλλαμβάνειν, ἤν τις ἀδικῇ, μὴ ἐπιτρέπειν, ἀλλὰ τῷ ἀδικουμένῳ τιμωρεῖν κατὰ δύναμιν. | |
25 | τὴν μέντοι Δακίαν στρατεύματα ἐπιπέμψας τήν τε χώραν | 203 in vol. 1 |
1.204 | ἐληΐζετο καὶ Παιονοδακίαν, Βρενέζεω τοῦ Χοτζαθερίζεω θερά‐ ποντος ἡγουμένου τε καὶ ἔργα μεγάλα ἀποδεικνυμένου, πρὸς δὲ καὶ Μιχαήλεω τοῦ τῆς Εὐρώπης αὐτῷ στρατηγοῦ στρατιάν τε ἄγοντος ἐπὶ τοὺς Παίονας καὶ Παιονοδακίαν καὶ δὴ καὶ Ἰλλυ‐ | |
5 | ριούς. Βρενέζῃ μέντοι ἔργα ἐστὶν ἀποδεδειγμένα ἄξια λόγου κατὰ τὴν Εὐρώπην, ἄλλα τε καὶ ἐπὶ Ἰλλυριοὺς καὶ Παίονας καὶ ἐπὶ Πελοπόννησον στρατευσαμένῳ, πλεῖστα δὲ τοῦ γένους τούτου ἐπὶ στρατηγίας καθισταμένου, σὺν τοῖς Εὐρώπης ἱπποδρόμοις, ὥστε αὐτῷ αὐτίκα ἑπομένους, ὅποι ἂν ἐξηγοῖτο, ἀποφέρεσθαι | |
10 | κέρδη ὡς μέγιστα, καὶ ἐπὶ τῶν Ἑνετῶν χώραν ἀφικόμενον καὶ ἀνδραποδισάμενον τὴν χώραν, ἀνδράποδα ἀπαγαγόμενον πλουτίσαι τοὺς ἐφεπομένους Τούρκων καὶ μέγα ὀλβίους ἀποδεικνύναι ὡς ἐν βραχεῖ. ἔστι δὲ καὶ οἰκοδομήματα ἀνὰ τὴν Εὐρώπην ἁπαν‐ ταχῇ οὐκ ὀλίγα Βρενέζῃ πεποιημένα, ὥστε ὡς μνημόσυνα ἐς | |
15 | τοὺς ἐπιγιγνομένους καταλιπεῖν. ὕστερον μέντοι ἐπὶ Μωσέως τοῦ Παιαζήτεω συνέβη τε αὐτὸν μεταστησάμενον ἐπὶ Μεχμέτην τὸν ἀδελφὸν τοῖς γε παισὶν αὑτοῦ ὑφέσθαι τῆς στρατηγίας, καὶ τὸ ἐντεῦθεν ἡγουμένους τοὺς Βρενέζεω παῖδας, Ἰησοῦν καὶ Βα‐ ράμον καὶ δὴ καὶ Ἀλίην, ἐπὶ μέγα δόξης ἀφίκοντο ἀνὰ τὴν | |
20 | Εὐρώπην. ᾤκει δὲ Βρενέζης τὰ Ἰανιτζὰ πόλιν, ἣν δὴ αὐτὸς οἰκῆσαι παρὰ βασιλέως ἐδωρήθη, ἑαυτῷ τε καὶ τοῖς παισὶν ἀνήκειν τὴν πόλιν, αἰεί, ὁτουοῦν ἂν δέοιτο, ὑπηρετοῦντας τῷ βα‐ | |
σιλεῖ. τὰ δὲ Ἰανιτζὰ πόλις ἐστὶ παρὰ τῷ Ἀξιῷ ποταμῷ, καὶ | 204 in vol. 1 | |
1.205 | κῶμαι παρ’ αὐτὴν τὴν πόλιν Βρενέζεω οὐκ ὀλίγαι. ἐπὶ μέντοι Μεχ‐ μέτεω μετὰ δὲ Βρενέζη Τουραχάνης παρὰ Τούρκοις εὐδοκιμῶν ἐπὶ στρατηγίας τε ἐξῄει ἐπισπομένων αὐτῷ τῶν ἱπποδρόμων, καὶ τύχῃ χρώμενος ἀγαθῇ τὴν πολεμίων ἐληΐζετο χώραν. εἶχε δὲ | |
5 | Βυδίνην τότε ὑπὸ Μεχμέτεω ἐπιτετραμμένος ἄρχειν, καὶ ἐς | |
Παιονίαν διαβαίνων, μέγα εὐδοκιμῶν ἐν τῇ Εὐρώπῃ. | 205 in vol. 1 | |
2.1(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ε. | |
1 | Ἐπεὶ δὲ ἐτελεύτησεν ὁ Παιαζήτεω Μεχμέτης βασιλεύσας ἔτη δυοκαίδεκα, διεδέξατο τὴν βασιλείαν Ἀμουράτης ὁ Μεχμέ‐ τεω, παῖς αὐτοῦ πρεσβύτερος γενόμενος. ἐτύγχανε δὲ ὢν ἐν Προύσῃ κατὰ τὴν Ἀσίαν, καὶ καθίστη τὰ ἐν τῇ ἀρχῇ. Ἕλληνες | |
5 | δὲ ὡς ἐπύθοντο τελευτήσαντα Μεχμέτην καὶ Ἀμουράτην ἐς τὴν βασιλείαν καταστῆναι, μετεπέμποντο ἀπὸ Λήμνου Μουσταφᾶν τὸν Παιαζήτεω λεγόμενον παῖδα γενέσθαι. ἔτυχε δὲ διατρίβων ἐν Λήμνῳ, ὑπὸ Ἑλλήνων ὡς μετριώτατα φυλαττόμενος. ἐπεὶ δὲ μεταπεμπόμενοι τοῦτον διεκωλύοντο ὑπὸ πνευμάτων ἐν τῷ τότε | |
10 | δὴ παρόντι βιαζομένων τὴν ἐπὶ Ἑλλήσποντον ἀπὸ Λήμνου ἄνο‐ δον, καὶ ἔδει ἐν τῇ Εὐρώπῃ αὐτοὺς καθιστάναι βασιλέα, (τριή‐ ρεσι γὰρ διεκώλυον τὴν διάβασιν Ἀμουράτεω ἐπὶ τὴν Εὐρώπην, καὶ τήν γε Προποντίδα τε καὶ Ἑλλήσποντον εἴργοντες ἐς τὴν διάβασιν), κατέπλευσαν ἐπὶ Καλλιούπολιν τῆς Χερρονήσου, πόλιν | |
15 | εὐδαίμονα, ὡς ἐνταῦθα τῷ τε Μουσταφᾷ ἐσπλέοντι συγγένοιντο, καὶ ἀποδεικνύμενοι αὐτὸν βασιλέα Εὐρώπης τήν τε Καλλιούπο‐ λιν σφίσιν ἀποδοῦναι πείσαιεν Μουσταφᾶν. ἐνταῦθα μὲν οὖν Ἕλληνες ἀπὸ ἀφροσύνης σφᾶς τε αὐτοὺς καὶ τὰ πράγματα | |
ἴεντο διαφθεροῦντες ὡς τὸ ἐπίπαν, καὶ παρὰ βραχὺ δὲ τὴν πόλιν | 1 in vol. 2.1 | |
2.2 | αὐτῶν ὑπὸ Ἀμουράτεω ἀνδραποδισθῆναι. ὡς γὰρ δὴ οἱ τοῦ Ἀμουράτεω ἄρχοντες καταλειφθέντες ἐν τῇ Εὐρώπῃ ὑπὸ Με‐ χμέτεω τοῦ πατρός, ὥστε αὐτῷ πείθεσθαι διαδεχομένῳ τὴν βα‐ σιλείαν, ἀφίκοντο ἐπὶ Βυζαντίου βασιλέα πρεσβευόμενοι ἐς τὰ | |
5 | παρόντα σφίσι μὴ ἀξυμφώνους γενέσθαι τοὺς Ἕλληνας, καὶ περὶ σφᾶς νεωτερίσαι παρ’ ἃ καὶ ἐπηγγελμένοι εἶεν τῷ βασιλεῖ Μεχμέτῃ. ἦν δὲ Παιαζήτης τῶν ἀρίστων τοῦ βασιλέως, πρύτανίς τε καὶ στρατηγὸς τῆς Εὐρώπης γενόμενος. οὗτος οὖν ἀγχοῦ ἐλάσας τῷ Βυζαντίου βασιλεῖ διεπρεσβεύετο ἐπὶ τὰς σπονδὰς | |
10 | παρακαλῶν, ὥστε σφίσιν αὐτὸν ἐπιτήδειον εἶναι, ἐδίδου ὁμήρους τῶν ἀρίστων παῖδας δυοκαίδεκα, χρυσοῦ δὲ μυριάδας εἴκοσι καὶ χώραν πολλὴν Καλλιουπόλεως, ὅσην ἂν ἕλωνται παρὰ σφίσι. ταῦτα δὲ ὑπισχνεῖτό τε καὶ ἐδίδου, ὥστε αὐτὸν Μουσταφᾶν μὲν ἐᾶν χαίρειν, μηδετέροις δ’ ἐπιβοηθεῖν, ἀλλ’ ἐᾶν αὐτοὺς μαχο‐ | |
15 | μένους, ὁπότεροι ἂν περιγένωνται, τὴν βασιλείαν περιέπειν. ταῦτα μὲν 〈οὖν〉 διεκηρυκεύετο πρὸς τὸν τότε βασιλέα Ἑλλήνων Ἰωάν‐ νην, νέον τε ἔτι ὄντα καὶ οὐδὲν μικρὸν ἐπινοοῦντα αὐτῷ ἐς τὴν ἀρχήν· ἐδόκει τε γὰρ αὐτῷ ἄμεινον ἔχειν ἐς σφᾶς αὐτοὺς πε‐ ριπίπτοντας, καὶ δίχα γενομένης αὐτῷ τῆς ἀρχῆς τὰ πράγματα | |
20 | αὐτοῦ ἐν βελτίῳ τε ἔσοιτο τοῦ καθεστηκότος, καὶ ἐπὶ μεῖζον ἀφίξοιτο εὐδαιμονίας, δεομένων ἀμφοῖν, καὶ τῆς γε ἀρχῆς ἐπ’ | |
ἀμφότερα γινομένης πλέον τι περιγενέσθαι ἀπ’ ἀμφοῖν, ὥστε | 2 in vol. 2.1 | |
2.3 | μηδετέρῳ δὴ ταλαντεύεσθαι. τοῦτο δ’ εἶναι, ἐπειδὰν τὴν ἀρχὴν ἄμφω ἐπιδιελόμενοι σφίσι βασιλεύωσιν. ὕστερον μέντοι οὐδὲ τοῦτο ταύτῃ προδιετίθετο, ἀλλ’ ἐπὶ τὸν Μουσταφᾶν δῆλος ἦν τῷ παντὶ γινόμενος ὁ βασιλεὺς οὑτοσί. βασιλεύων δὲ ὁ πατὴρ | |
5 | αὐτοῦ, τἀναντία τούτου φρονῶν, ἠξίου μὴ παραβαίνειν τὰς σπον‐ δάς, ὡς οὐδενὶ ὅτῳ παραβαίνοντι τὰς σπονδὰς ἔσοιτ’ ἂν ὑγιὲς ὁτιοῦν ἢ ἔμπεδον, ὥστε μὴ σφαλλομένῳ ἐπιτρίβεσθαι. καὶ τοῦτ’ ἔφασκε λογίζεσθαι δεῖν, ὁποτέρῳ γε δέοι προστίθεσθαι, ἔνθα τά τε χρήματα τῆς βασιλείας καὶ νεήλυδες πάρεισι. καὶ τοῦτο | |
10 | μέντοι ἀναμφιλόγως ἔχον ἐμπεδοῦν ἔφασκε τὴν αἵρεσιν, ἥντινα ἂν ἕλοιτο. ἐκεῖνα δ’ αὖ ἐνδοιασμὸν παρεχόμενα, ὅποι τε καὶ ᾗ ἐπὶ τὴν βασιλείαν ἀφίκοιτο, κίνδυνον σφίσι τὸν μέγιστον παρέ‐ χεσθαι. ταῦτα μέντοι τοῖς Ἕλλησιν ἐπ’ ἀμφότερα γινομένοις ταῖς γνώμαις, ἅτε τοῦ νέου βασιλέως τὸ κράτος ἔχοντος τότε | |
15 | τῶν Ἑλλήνων, ταύτῃ τῇ γνώμῃ ἐτίθεντο, καὶ αἱρούμενοι τὰ πρά‐ γματα, ᾗ ἐξηγεῖτο, ἐπὶ τὴν Μουσταφᾶ ἐτράποντο τύχην, ὥστε καθιστάναι αὐτὸν βασιλέα καὶ τὴν Καλλιούπολιν σφίσιν ἀποδί‐ δοσθαι. ὥς τε ταῦτα ἐδέδοκτο, καὶ ἐπλήρουν τὰς ναῦς. ἀφίκετο οὖν ὁ βασιλεὺς ἐπὶ τὴν Καλλιούπολιν, καὶ ὡς οὐδὲν παρεγένετο | |
20 | ἀπὸ Λήμνου ὁ Μουσταφᾶς, προαγόμενος πράσσειν τι ἐς τὴν ἀρχὴν τῆς Εὐρώπης καὶ πολιορκεῖν τὴν Καλλιούπολιν, Ζουναΐτην τὸν τῆς Σμύρνης ἄρχοντα, παρόντα δὴ τότε σφίσιν ἅτε ἑταῖρον ὄντα τοῦ Μουσταφᾶ, ὡς παρεσομένου δὴ αὐτίκα κἀκείνου, ἐξε‐ | |
πιδεικνύντες τοῖς Τούρκοις, ἐπολιόρκουν τὴν ἄκραν τῆς Καλλιου‐ | 3 in vol. 2.1 | |
2.4 | πόλεως. μετ’ οὐ πολὺν δὲ χρόνον παρεγένετό τε καὶ αὐτὸς Μουσταφᾶς, καὶ τά τε ἄκρα τῆς πόλεως προσεχώρησεν αὐτῷ, καὶ ἡ Χερρόνησος αὐτίκα ἐδέξατο βασιλέα καὶ εἵπετο, ὅπου ἐξηγεῖτο. τὴν μέντοι Καλλιούπολιν ὁ Ἑλλήνων βασιλεὺς ἠξίου | |
5 | ἀποδίδοσθαι. ὁ δὲ ἕτοιμος μὲν εἶναι ἀποδώσειν καὶ μὴ ἀντιτείνειν, τοὺς μέντοι Τούρκους χαλεπῶς τε οἴσειν, καὶ σφίσι μὴ ἐν καλῷ, οὔπω ἔτι κατεργασμένης τῆς ἀρχῆς, ἀποβαίνειν τὰ πράγματα. ὑπέσχετο μέντοι, ἐπειδὰν ἐς τὴν ἀρχὴν παραγένηται, τήν τε πό‐ λιν ἀποδιδόναι, καὶ εἴ τι ἄλλο ἐπιτήδειον αὐτοῖς οἴοιτο ἔσεσθαι, | |
10 | μήτε τοῦ λοιποῦ ἂν στερῆσαι αὐτούς ποτε. πείσας μὲν οὖν τότε τοὺς Ἕλληνας ἤλαυνεν ἐς τὸ πρόσω τῆς Εὐρώπης, καὶ προσε‐ χώρει τε αὐτῷ σύμπαντα ὡς βασιλεῖ τε ὄντι σφῶν καὶ Παιαζή‐ τεω παιδὶ γενομένῳ. ἐπεὶ δὲ Παιαζήτης ᾔσθετο ἐπιόντα ἐπὶ Ἀδριανούπολιν (ἐπετρόπευε δὲ τῆς πόλεως καταλειφθεὶς ὑπὸ | |
15 | Μεχμέτεω βασιλέως ἐπὶ τῇ τελευτῇ αὐτοῦ), συνήγειρέ τε τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα, καὶ ὑπήντα τῷ Μουσταφᾷ ἀγχοῦ τῆς Ἀδριανουπόλεως, ὡς διὰ μάχης ἐλευσόμενος καὶ μὴ ἐπιτρέπων, ἢν δύναιτο, ἐπὶ τὰ βασίλεια πορεύεσθαι. ὡς μέντοι συνταξάμε‐ νος ἐπῄει, οἱ Τοῦρκοι οὖν αὐτίκα ᾔεσαν ἅμα πάντες ἐπὶ τὸν | |
20 | Μουσταφᾶν καὶ προσεκύνουν ὡς βασιλέα, καὶ αὐτός τε Παια‐ ζήτης προσεκύνησε καὶ τὰ πράγματα παρεδίδου τῷ Μουσταφᾷ, χρῆσθαι αὐτοῖς, ὅ τι ἂν βούλοιτο. τοῦτον μὲν οὖν λαβὼν αὐτίκα αὐτοῦ διεχρήσατο, καὶ ἀπελαύνων τήν τε πόλιν ἔσχε καὶ ἐπὶ τὰ βασίλεια παρεγένετο. μετὰ δὲ ταῦτα συστραφεὶς | |
25 | ἴετο ἐπὶ τὴν Ἀσίαν, ὥς τε καὶ τὴν τῆς Ἀσίας βασιλείαν | |
ἑαυτῷ προσκτησόμενος. διαβὰς δ’ ἐς τὴν Ἀσίαν, ἔχων τό τε | 4 in vol. 2.1 | |
2.5 | Εὐρώπης στράτευμα καὶ ἀζάπιδας τοὺς Τούρκων πεζοὺς οὕτω καλουμένους, καὶ ἐς τὴν Ἀσίαν διεπόρθμευσεν ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν Ζουναΐτην Σμύρνης ἄρχοντα, ἐπὶ Ἀμουράτην ἤλαυνε τὸν Μεχμέτεω. τὸν μέντοι βασιλέα Ἑλλήνων πέμπων πρέσβεις ἠξίου | |
5 | μηδὲν ἐς τὴν ξενίαν αὐτοῦ νεωτερίζειν, ὡς τὴν Καλλιούπολιν αὐτίκα ἀποδώσοντος, ἐπειδὰν τὴν Ἀσίαν αὑτῷ ὑπάγηται, κατα‐ στρεψάμενος τὸν ἀδελφιδοῦν. παρῆσαν δὲ καὶ Ἀμουράτεω παρὰ βασιλέα Βυζαντίου ἀφικόμενοι, χρηματίζοντες καὶ οὗτοι ἐπὶ σφίσι γενέσθαι βασιλέα, καὶ ὑπισχνούμενοι δώσειν, ὅ τι ἂν βούλοιντο. | |
10 | οἱ μὲν οὖν Ἕλληνες ἀνεβάλλοντο μὲν ἐπὶ χρόνον τινὰ τὰς πρε‐ σβείας, τέλος δὲ τὴν μὲν Ἀμουράτεω ἀπεπέμψαντο πρεσβείαν, τὰ δὲ Μουσταφᾶ ἑλόμενοι πράγματα προσίεντό τε καὶ ἐπέσχον, ὥστε αὐτοῖς σπένδεσθαι κατὰ πᾶν δεδογμένον αὐτοῖς. ἡ μὲν οὖν Ἀμουράτεω πρεσβεία ἀφικομένη παρὰ τὸν στρατὸν τοῦ | |
15 | Ἀμουράτεω διεφήμισαν, ὡς τοὺς Ἕλληνας σφίσι προσκτήσαιντο συμμάχους. ἐτύγχανον δ’ ἐν Λοπαδίῳ τῇ λίμνῃ ἐστρατοπεδευ‐ μένοι, καὶ τήν τε χώραν διέλυσαν τοῦ Μιχαλικίου αὐτοῦ, ᾗ ἐς τὴν θάλασσαν ἐξιοῦσα ἡ λίμνη διὰ στενοῦ ἐπὶ πολὺ προϊοῦσα ἐκδιδοῖ, γέφυρα δέ ἐστι. Μουσταφᾶς δὲ καὶ αὐτὸς ἐλάσας ἀγχοῦ | |
20 | ἐστρατοπεδεύετο παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τῆς λίμνης. ἐν‐ ταῦθα ὡς ἀφίκοντο οἱ πρέσβεις Ἀμουράτεω, τύχῃ τινὶ ἀγαθῇ χρησάμενοι διεφήμιζον ὡς συμμαχομένους σφίσι τοὺς Ἕλληνας | |
ἔχοντες ἥκοιεν, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ ἐφώνουν | 5 in vol. 2.1 | |
2.6 | ἐπαπειλοῦντες ὡς ἀπειλημμένῳ ἐν τῇ Ἀσίᾳ. ἐνταῦθα φήμης παρὰ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ γενομένης, ὡς σφίσιν οὐ παρῆσαν οἱ πρέσβεις, καὶ δεδιότες, μὴ οἱ Ἕλληνες τὸν Ἑλλή‐ σποντον κατασχόντες τοῦ λοιποῦ μὴ ἐπιτρέπωσι διαβαίνειν καὶ | |
5 | αὐτοῦ ταύτῃ ἀπόλοιντο, λόγον τε σφίσιν ἐδίδοσαν, καὶ νυκτὸς ἐπιγενομένης αὐτὸς ὁ Ζουναΐτης ὁ τῆς Σμύρνης ἡγεμὼν ἀπέδρα ἐπὶ τὴν πατρῴαν ἀρχήν, καὶ οἱ λοιποὶ τῶν ἀρχόντων ἀπεδίδρα‐ σκον οὐδ’ ὁπωσοῦν ἐπισχόντες, τύχῃ τοῦ Μουσταφᾶ οὐκέτι ἀγαθῇ πιστεύοντες. ὡς δὲ Μουσταφᾶς διιδὼν τὰ στρατεύματα αὐτῷ | |
10 | ἀποδιδράσκοντα, περὶ αὑτῷ δεδιὼς ἀπέδρα καὶ αὐτὸς ἐπὶ θά‐ λασσαν. Ἕλληνες μέντοι, ὡς ἑλόμενοι Μουσταφᾶν σφίσι σύμμα‐ χον εἶναι, ἐπλήρωσαν τὰς ναῦς καὶ ἐπέπλεον ἐπὶ Ἑλλήσποντον. βασιλεὺς δὲ αὐτὸς Βυζαντίου ἐν Προικονήσῳ γενόμενος ἐσχόλαζέ τε περὶ γυναικὸς ἔρωτα, ἧς ἐρῶν ἐτύγχανεν, 〈ἦν〉 γὰρ ἱερέως | |
15 | θυγάτηρ, καὶ οὐκ ἐν δέοντι παρεγένετο, ὥστε διακωλῦσαι Ἀμου‐ ράτην ἐς τὴν Εὐρώπην ἀφικέσθαι. Ἀμουράτης μὲν δή, ὡς τά‐ χιστα ἡμέρα ἐγεγόνει, καὶ κατεῖδε τὸ στρατόπεδον τῶν πολεμίων κενόν, καὶ ὑπὸ τὴν οἰχομένην νύκτα ἀποδρᾶν τε, καὶ τούς τε ἀζάπιδας χεῖρα ὀρέγοντας, ὅτι ὑπὸ τῶν σφετέρων προδεδομένοι | |
20 | εἶεν ἱππέων, τόν τε ῥοῦν τῆς λίμνης ἔζευξε, καὶ διέβη ὡς εἶχε τάχους, καὶ τούς τε ἀζάπιδας διεχρήσατο ἅπαντας αὐτοῦ. μετὰ δὲ ταῦτα ἐδίωκε κατὰ πόλεις τὸν Μουσταφᾶν. Μουσταφᾶς μὲν οὖν ἔφθη διαβὰς ἐς Καλλιούπολιν, Ἀμουράτης δὲ ἐντυχὼν νηῒ μεγίστῃ τῶν Ἰανυΐων αὐτοῦ ταύτῃ ὁρμιζομένῃ, συντίθεται τῷ | |
25 | νεὼς δεσπότῃ διαπορθμεῦσαι αὐτόν τε ἅμα καὶ τοὺς νεήλυδας | 6 in vol. 2.1 |
2.7 | καὶ τοὺς τῶν θυρῶν αὐτοῦ καὶ ἅπαν τὸ στράτευμα ἐς τὴν Εὐ‐ ρώπην, καὶ ἐτέλεσεν αὐτῷ ἀργύριον ἱκανόν, ὅσον δὴ ᾐτήσατο. καὶ διεπόρθμευσεν αὐτῷ τε ἅμα καὶ τῷ στρατῷ ἅπαντι. ὁ μὲν οὖν Μουσταφᾶς, ὡς ἐπύθετο διαβεβηκότα Ἀμουράτην ἐς τὴν | |
5 | Εὐρώπην, καὶ ᾗ, ὅποι σώζοιτο, ἀνεώρα ἐπισφαλὲς ὂν ἤδη ἁπαν‐ ταχῇ, ἅτε Ἀμουράτεω καταλαβόντος αὐτόν, ἐσώζετο ἐπὶ τὸ ὄρος τοῦ Γάνου οὕτω καλούμενον. ὁ δὲ ὡς ἐδίωκε, καὶ ἐπισχών, πάντα ζητῶν οὐκ ἀνίει, σαγηνεύσας τε τὸν χῶρον αὐτοῦ, ᾗ ἐδόκει καὶ ἤδη ὑποψίαν παρεῖχεν ἐνταυθὶ κρύπτεσθαι, εὗρεν αὐτὸν ὑπὸ | |
10 | θάμνῳ τινὶ κεκρυμμένον, καὶ ζωγρήσας ἀγχόνῃ τε τὸν λαιμὸν αὐτοῦ ἐχρήσατο. ἐτελεύτησε δὲ Μουσταφᾶς βασιλεύσας ἐν τῇ Εὐρώπῃ ἔτη τρία. Ἀμουράτης δὲ ὡς ἔσχε τὴν ἀρχὴν ἀμφοῖν ταῖν ἠπείροιν, ἐς τὴν βασιλείαν κατέστη. Οὐ πολλῷ δὲ ὕστερον ἐστρατεύετο ἐπὶ Βυζάντιον καὶ ἐπὶ | |
15 | τοὺς Ἕλληνας. προέπεμψε δὲ Μιχαλόγλην, πρυτανέα τε ἅμα καὶ στρατηγὸν τῆς Εὐρώπης. καὶ λαβὼν οὗτος τὸ ἀπὸ τῆς Εὐ‐ ρώπης στράτευμα ἅπαν, ἐπέδραμέ τε τὴν Βυζαντίου χώραν. μετὰ δὲ ταῦτα ἐστρατοπεδεύετο, καὶ αὐτίκα ἀπήλαυνεν Ἀμουράτης ὁ Μεχμέτεω, τούς τε νεήλυδας ἔχων καὶ τὴν θύραν ἅμα, ὅσοι | |
20 | βασιλεῖ ἕπονται, ὅποι ἂν στρατεύηται. καὶ τὰ Ἀσίας στρατεύματα ἔχων παρεγένετο, καὶ ἐστρατοπεδεύετο ἀπὸ θαλάσσης εἰς θά‐ λασσαν. Αἱ μὲν οὖν θύραι ὧδέ πῃ ἔχουσαι. πεζοὶ πάρεισι τῷ βασιλεῖ | |
ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ ἐνίοτε ἀμφὶ τοὺς μυρίους· ἀπὸ | 7 in vol. 2.1 | |
2.8 | γὰρ τούτων φρουράν τε φαίνει ἐν ταῖς ἀκροπόλεσι, καὶ αὖθις ἑτέραν ἐς τὴν χώραν ἐκείνων καθίστησι. παρεγένοντο δ’ αὐτῷ τῇδε. παῖδας λαβὼν αἰχμαλώτους, ὅσους ἂν τύχῃ ἀνδραποδισά‐ μενος, κατατίθεται ἐς τὴν Ἀσίαν παρὰ τοῖς Τούρκοις, ὥστε τὴν | |
5 | φωνὴν ἐκμαθεῖν ἕνα ἕκαστον. καὶ ἐπὶ δύο ἢ καὶ τρία ἔτη δια‐ γενόμενοι τήν τε γλῶσσαν ἐκμανθάνουσι, καὶ συνιέντες τῆς φω‐ νῆς, ὅσα ἂν δυνηθῶσιν, αὖθις συλλέγει, ἀφ’ ὧν κατέθετο, ἐς δισχιλίους καὶ πλείους τούτων. ἄγει δ’ αὐτοὺς ξύμπαντας ἐς τὴν Καλλιούπολιν, καὶ καθίστησιν αὐτοὺς ἐς τὰ πλοῖα, ναυτίζεσθαί | |
10 | τε καὶ διαπορθμεύειν ἐς τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης τοὺς βουλομένους διαβαίνειν. ὀβολὸν δ’ ἔχει ἕκαστος ἐνταῦθα, καὶ χιτῶνα τοῦ ἐνιαυτοῦ. μετ’ οὐ πολὺν δὲ χρόνον μεταπέμπονται ἐς τὰς θύρας αὐτοῦ, παρέχων τε μισθόν, ὅσος ἂν ἱκανὸς εἴη ἐς τὸ ἀποζῆν αὐτούς, ἐνίοις· ἄλλοις δὲ πλείω παρέχεται. καὶ ἐς δε‐ | |
15 | καδάρχας τε καὶ πεντηκοντάρχας καὶ ἐνωμοτίας καὶ λόχους τεταγμένοι τε καὶ διακεκριμένοι στρατεύονται, κατὰ τὰ συσσίτιά τε καὶ τῇ δύσει ἡλίου εἶναι σὺν τῷ δεκαδάρχῃ ἐς τὴν σκηνήν. σκηνοῦσι δὲ οὗτοι ἀμφὶ τὸν βασιλέα, ἐς τὸν ἑαυτοῦ χῶρον ἕκαστος ἐχόμενος τοῦ ἑτέρου. ἐντὸς μέντοι τούτων οὐδενὶ ἔξεστι | |
20 | σκηνοῦν, πλὴν τῶν τοῦ βασιλέως παίδων καὶ τῶν θησαυρῶν τοῦ βασιλέως καὶ τοῦ κοιτῶνος. σκηνὴ δὲ ἐρυθρὰ αὐτῷ. ὁτὲ μὲν δύο, ὁτὲ δὲ καὶ τρεῖς ἵδρυνται αὐτῷ τῷ βασιλεῖ, ἀπὸ πίλου ἐρυθροῦ χρυσόπαστοι, καὶ σκηναὶ ἕτεραι ἀμφὶ τὰς πεντεκαίδεκα, | |
πᾶσαι ἐντὸς τῶν νεηλύδων. ἐκτὸς δὲ σκηνοῦσιν οἱ λοιποὶ τῶν | 8 in vol. 2.1 | |
2.9 | θυρῶν ἄνδρες, οἵτε ἀμουραχόριοι καὶ οἰνοχόοι οἱ λεγόμενοι παρ’ αὐτῶν σαραπτάριοι, καὶ σημαιοφόροι οἱ λεγόμενοι ἐμουραλάμιοι, καὶ οἱ τῶν θυρῶν πρυτανεῖς, βεζίριδες οὕτω καλούμενοι, τοῦ βασιλέως ἀγγελιαφόροι. οὗτοι μὲν οὖν μεγάλοι τε ὄντες, καὶ ὡς | |
5 | πλείους ἐπαγόμενοι θεράποντας, πληθὺν παρέχοντας ἄπλετον. μετὰ δὲ συλικτάριδες ἔνεισι τῶν βασιλέως θυρῶν ἀμφὶ τῶν τριακοσίων, οἳ ἱππεῖς ὄντες ἀπὸ τῶν νεηλύδων ἐπὶ ταύτην παρα‐ γίνονται τὴν χώραν. μετὰ δὲ τούτους καρίπιδες οἱ ἐπήλυδες κα‐ λούμενοι, ἀπό τε Ἀσίας καὶ Αἰγύπτου καὶ δὴ καὶ Λιβύης αὐτῷ | |
10 | ἐς τὰς θύρας παραγενόμενοι, καὶ ἀρετῆς ἀντιποιούμενοι ἔναντι βασιλέως, μεμισθωμένοι αὐτῷ, ὁ μὲν πλείονος, ὁ δὲ ἐλάττονος. τούτων δὲ ἔχονται ἀλοφατζίδες οἱ μισθωτοὶ καλούμενοι, ἀμφὶ τοὺς ὀκτακοσίους. τούτων δὲ αὖθις ἔχονται οἱ σπαχίδες καλού‐ μενοι, ἀμφὶ τοὺς διακοσίους. οὗτοι δ’ εἰσὶν οἱ τῶν ἀρχόντων | |
15 | παῖδες, ὧν τοὺς μὲν ἀπὸ τοῦ κοιτῶνος ἐκβαλὼν ἐς ταύτην αὐτοὺς καθίστησι τὴν χώραν, τοὺς δὲ ἐπιλεξάμενος ἐνταῦθα ἔχει ὡς ἀνδρῶν παῖδας ἀγαθῶν γενομένους. Καὶ αἱ μὲν θύραι, ὡς ξυνελόντι μοι φάναι, οὕτω τετάχαται· δύο δὲ ὑπὸ βασιλέως ἐς ξύμπασαν αὐτῷ τὴν ἀρχὴν καθίστανται | |
20 | στρατηγοί, ὁ μὲν τῆς Εὐρώπης, ὁ δὲ τῆς Ἀσίας. καὶ τούτων ἑκατέρῳ ἕπονται τά τε στρατεύματα καὶ οἱ ἄρχοντες, ὅποι ἂν ἐξηγῶνται, ἐπειδὰν ἐπαγγείλῃ αὐτοῖς ὁ βασιλεύς. ἕπονται δὲ αὐτοῖς καὶ οἱ ὕπαρχοι παρ’ αὐτοῖς σημαιοφόροι καλούμενοι· | |
ἐπειδὰν γὰρ ἐς τὴν ἀρχὴν ταύτην ὑπὸ βασιλέως καθίστηται, | 9 in vol. 2.1 | |
2.10 | σημαίᾳ τε δωρεῖται αὐτὸν ὁ βασιλεὺς ὡς στρατηγῷ γενομένῳ καὶ πολλῶν ἄρχοντι πόλεων. τούτῳ δ’ αὖ τῷ ὑπάρχῳ ἕπονται οἱ τῶν πόλεων ἄρχοντες, ὅποι στρατεύηται. χωροῦσι δὲ ἅπαντες κατὰ ταῦτα ἑπόμενοι τοῖς σφετέροις αὐτῶν ἄρχουσί τε καὶ στρα‐ | |
5 | τηγοῖς, ἐπειδὰν ἐς τὸ βασιλέως παραγένωνται στρατόπεδον. αὕτη σχεδὸν ἡ τῶν στρατευμάτων αὐτῷ διάταξις. οἱ μέντοι ἱπποδρόμοι τάττονται καὶ οὗτοι ἐς τοὺς σφῶν αὐτῶν ὑπάρχους. οἱ δὲ ἀζά‐ πιδες ὑφ’ ἑνὶ ἄρχοντι ἑπόμενοι, ἐς ταὐτὸ γιγνόμενοι στρατεύονται. Ἀμουράτης μὲν οὖν ὡς ἐπέλασε, καὶ ἐπολιόρκει Βυζάντιον | |
10 | ἀπὸ θαλάττης εἰς θάλατταν, τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος καὶ ἐπειρᾶτο, οὐ μέντοι κατέβαλέ γε. εἷλκον δὲ οἱ λίθοι τῶν τηλεβόλων σταθμὸν τρία ἡμιτάλαντα, ὥστε ἀντεῖχε τὸ τεῖχος ὀχυρόν τε ὂν πρός τε τούτους τοὺς τηλεβόλους, καὶ οὐδαμῇ ὑπεῖκον. δοκεῖ μὲν οὖν ὁ τηλεβόλος οὐ πάνυ παλαιὸς εἶναι, | |
15 | ὥστε συνιέναι ἡμᾶς ἐπὶ νοῦν ἐληλυθέναι τοῖς παλαιοῖς τὸ τοιοῦ‐ τον. ὅθεν μέντοι ἀρχὴν ἐγένετο, καὶ τίνες ἀνθρώπων ἐς τὴν τοῦ τηλεβόλου ἀφίκοντο πεῖραν, οὐκ ἔχω διασημῆναι ἀσφαλῶς· οἴονται μέντοι ἀπὸ Γερμανῶν γενέσθαι τε τούτους, καὶ τούτοις ἐπὶ νοῦν ἀφῖχθαι ταύτην τὴν μηχανήν. ἀλλ’ οἱ μὲν τηλεβολίσκοι | |
20 | ἀπὸ Γερμανῶν καὶ ἐς τὴν ἄλλην κατὰ βραχὺ ἀφίκοντο οἰκου‐ μένην· οἱ δὲ τηλεβόλοι, οὐκ ἂν εἰδείην σαφῶς ἰσχυρίζεσθαι, ὅθεν ἐγένοντο τὴν ἀρχήν. τὴν δὲ ἰσχύν τε καὶ φορὰν τὴν ἀμή‐ χανον, ᾗ ἐπιφερόμενος ὁ λίθος, ὅποι ἂν γένοιτο, μεγίστην τοῖς σώμασιν ἐπιφέρεται βλάβην, ἥ τε κόνις παρέχεται τῷ παντί, | |
25 | καὶ ἀπὸ ταύτης ἐνήνεκται. τῆς δὲ κόνεως τὸ νίτρον ἔχει τὴν δύναμιν, ἄνθρακί τε καὶ θείῳ ἐπιμιγνυμένη. οὕτω δὲ ὡς ἄμεινον | |
ἔχει τὰ τῆς οἰκουμένης ἐς τὰ ὅπλα· διὸ καὶ ἀρετῆς ἔλαττον | 10 in vol. 2.1 | |
2.11 | ἴσχει αὐτῇ τὴν δαιμονίαν ἐκείνην φοράν. δοκεῖ δὲ γενέσθαι σιδηρήεις μὲν τὸ πρῶτον, μετὰ δὲ τὴν τοῦ χύματος καλουμένου ἐπιφράσασθαι πεῖραν, τοῦ χαλκοῦ σὺν τῷ κασσιτέρῳ μεμιγμέ‐ νων, εὐδοκιμεῖν ἐς τὸ ἀφιέναι τὸν λίθον ἄμεινόν τε καὶ βιαιό‐ | |
5 | τερον. τὸ μέντοι σχῆμα διεξιέναι οἷόν ἐστι, περίεργον μέντ’ ἂν εἴη πᾶσι καθορῶσιν ἁπανταχῇ. ἐπίμηκες δ’ ὄν, ὅσον δ’ ἂν εἴη ἐπιμηκέστερον, τοσούτῳ ἐπὶ μήκιστον ἀφίησι τὸν λίθον, ὥστ’ ἂν γενέσθαι τηλεβόλον, ᾗ ἐπυθόμεθα, ἀφιέντα τὸν λίθον ἐπὶ ἑβδο‐ μήκοντα σταδίους, πέριξ σειομένην τὴν γῆν κατ’ ἄμφω τὼ δια‐ | |
10 | στήματε. δοκεῖ δ’ ἡ τοῦ πυρὸς αὕτη δύναμις τόν τε ψόφον ἀπεργάζεσθαι καὶ τὴν φοράν, ᾗ ὁ λίθος φέρεται· βιαζόμενον γὰρ τὸ στοιχεῖον τοῦτο πάμμεγα καὶ δαιμόνιόν τι δύνασθαι δοκεῖ, ᾗ δὴ καὶ τὸν σκηπτὸν ἀπεργάζεται τὸ πνεῦμα εἰς τὸ πῦρ μετα‐ βάλλον. εἴτε μὲν οὖν τὸ μὴ κενὸν συγχωρεῖσθαι, τόν τε ψόφον | |
15 | γίνεσθαι καὶ τὴν φοράν, εἴτε ταύτῃ τοῦ πυρὸς τιθεμένου τῇ δυνάμει, ἐπειδὰν προσβιαζόμενον ὕλης ἐπιλάβηται, ἀνάγκῃ ταῦτα ἀπεργαζόμενον, ἴσχειν ἄμφω ταῦτα. δοκεῖ δὲ τοῦ πυρὸς τὴν δύ‐ ναμιν εἶναι ταύτην ξύμπασαν, καὶ τὴν κόνιν αὔξειν πεφυκυῖαν τὴν τοῦ πυρὸς δύναμιν διὰ τοῦ πυρὸς κινεῖν τε ἀμήχανον καὶ | |
20 | βάλλειν μακρότατα. Τότε μὲν οὖν Ἀμουράτης ὁ Μεχμέτεω τηλεβόλοις καὶ ἄλλαις | |
μηχαναῖς πειρασάμενος τοῦ τείχους περὶ ἡμέρας ἱκανὰς προσ‐ | 11 in vol. 2.1 | |
2.12 | έβαλε τῷ τείχει ἁπανταχῇ καὶ ἑλεῖν. ἐπειρᾶτο. ἐξεκρούσαντο δὲ αὐτὸν ἀπό τε τῶν κλιμάκων καταβαλόντες οἱ Ἕλληνες τοὺς βασιλέως νεήλυδας, καὶ ἐνίων ἀποταμόμενοι τὰς κεφαλὰς ἀπη‐ νέγκαντο. Ἀμουράτης δ’, ὡς οὐδὲν προεχώρει ἡ τοῦ ἄστεως | |
5 | αἵρεσις, ἤσχαλλέ τε καὶ ἠθύμει, ᾤετο δὲ αἱρήσειν τὴν πόλιν. διατρίβοντι δὲ αὐτῷ ἐπεκηρυκεύοντό τε οἱ Ἕλληνες· ἀλλ’ οὐδ’ ὣς ἤθελεν αὐτοῖς σπένδεσθαι. μετ’ οὐ πολλὰς δὲ ἡμέρας ἀπε‐ χώρει ἐπ’ οἴκου, καὶ τὰ στρατεύματα αὐτῷ διῆκεν. οἱ μὲν οὖν Ἕλληνες πρέσβεις τε ἔπεμπον παρὰ Ἀμουράτην καὶ ἐδέοντο· ὁ | |
10 | δὲ ἀπεπέμπετο καὶ οὐ προσίετο τὴν ἀξίωσιν. μετὰ δὲ ταῦτα, ὡς πειρωμένοις τοῖς Ἕλλησι τῶν σπονδῶν οὐδὲν προεχώρει, τρέ‐ πονται ἐπὶ τὸν Μουσταφᾶν τὸν Μεχμέτεω παῖδα. ἔτυχε δὲ δια‐ τρίβων παρὰ τῷ Καραμάνῳ τὴν δίαιταν ποιούμενος. πρέσβεις δὲ πέμψαντες μετεπέμποντο ἐπὶ Βυζάντιον τὸν παῖδα, γεγονότα | |
15 | ἀμφὶ τὰ τρισκαίδεκα ἔτη. ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον ὁ παῖς, ἔπεμπε λόγους παρὰ τοὺς Τούρκους, μεγάλα τε ὑπισχνούμενος, καὶ μετιὼν ἕκαστον ἐπηγγέλλετο διπλασίω πάντων, ὧν εἶχεν ὑπὸ Ἀμουράτεω. καὶ ηὐτομόλησαν μέν τινες Τοῦρκοι παρὰ τὸν παῖδα, οὐ πολλοὶ δέ. ὁ μέντοι παῖς τὴν Ἀσίαν διαβάς, συνεπιλαβομένου | |
20 | καὶ τοῦ Ἑλλήνων βασιλέως, τό τε Ἱερὸν καλούμενον ἐξεπολιόρ‐ κησε, καὶ προσελαύνοντι αὐτῷ διὰ τῆς Ἀσίας προσεχώρουν τε οἱ τῆς Ἀσίας Τοῦρκοι ἅτε βασιλέως παιδὶ ὄντι. ἐνταῦθα Ἀλιάζης ὁ οἰνοχόος ἐπίκλην, τοῦτον τὸν παῖδα ἐπιτετραμμέ‐ νος ὑπὸ Μεχμέτεω, συντίθεται προδοσίαν τῷ Ἀμουράτῃ, ὥστε | |
25 | καταπροδοῦναι αὐτῷ τὸ παιδίον. καὶ ὡς συνέθετο αὐτῷ, ἔπρασ‐ | |
σεν, ὥστε τὸν παῖδα αὐτῷ παραδοίη, διεσήμαινέ τε πέμπων | 12 in vol. 2.1 | |
2.13 | ἄγγελον, ὅποι διατρίβων τυγχάνοι ὁ παῖς. ὡς μὲν οὖν ἐς Νίκαιαν ἀφίκετο ὁ παῖς, τήν τε Νίκαιαν ὑπηγάγετο, καὶ ἐν‐ ταῦθα διατρίβων ὁ παῖς μετῄει τοὺς κατὰ τὴν Ἀσίαν ἀρίστους. καὶ ὡς ἤδη χειμὼν ἦν, διεκωλύετο ἐς τὸ πρόσω τῆς Ἀσίας ἰέναι. | |
5 | ἐνταῦθα πυθόμενος Ἀμουράτης παρὰ Ἀλιάζεω τοῦ σαραπτάρη τήν τε διατριβὴν τοῦ παιδὸς ἐν τῇ πόλει, λαβὼν ἀμφὶ τοὺς ἑξακισχιλίους τῶν θυρῶν, ὡς εἶχε τάχους, ἀφικόμενος ἐπὶ τὸν Ἑλλήσποντον καὶ διαβὰς ἤλαυνεν εὐθὺ Βιθυνίας. ἐπιπεσὼν δὲ ἄφνω ἐς τὴν πόλιν συλλαμβάνει τε τὸν παῖδα αὐτοῦ ταύτῃ, | |
10 | παραδιδόντος αὐτῷ τοῦ Ἀλιάζεω. ὁ μὲν γὰρ παῖς, ἅτε τοῦτο πυθόμενος, κατέφυγεν ἐπ’ αὐτόν, ὡς ἐπὶ σωτηρίαν σφίσι τρά‐ πωνται· ὁ δὲ κελεύων μὴ δεδοικέναι τὸν παῖδα, ἐπέμενε τὸν ἀδελφὸν τοῦ παιδός, καὶ ἐλθόντι ἐς τὰ βασίλεια τῆς πόλεως ἐνεχείρισε τὸν παῖδα αὐτῷ. τοῦτον μέντοι ὁ Ἀμουράτης λαβὼν | |
15 | ἀγχόνῃ ἀνεῖλεν, ᾗ νομίζεται παρ’ αὐτοῖς. λέγεται δὲ Τεζετίνην ἄνδρα γένους τοῦ βασιλείου τοῦ Ἐρτζιγγάνης βασιλέως, ἀφικό‐ μενον τῷ παιδὶ σύμμαχον, ὡς ἐπύθετο τοὺς πολεμίους ἐπὶ τὴν πόλιν ἀφῖχθαι, ἐλάσαντα ἐς μέσους τοὺς πολεμίους τόν τε Μιχαλίην τὸν τῆς Εὐρώπης στρατηγὸν καὶ πρυτανέα ἀνελεῖν, | |
20 | πολέμιον αὐτῷ ὄντα, καὶ συχνοὺς ἄλλους ἀνελόντα καὶ αὐτὸν τελευτῶντα ἀποθανεῖν. Τότε μὲν δὴ Ἕλληνες οὕτω ἐπεπράγεισαν, ἑλόμενοι αἵρεσιν ἐναντίαν τῷ Ἀμουράτῃ· τὴν μέντοι Θέρμην τῆς Μακεδονίας | |
ἀπέδοντο Ἑνετοῖς, ἀδύνατα εἶναι νομίζοντες σφίσι παραδοῦναι | 13 in vol. 2.1 | |
2.14 | τὴν πόλιν ἐς τὸν περιόντα τότε Ἀμουράτεω. Ἀμουράτης μὲν δὴ ἐπὶ Θέρμην μετὰ ταῦτα ἐστρατεύετο, καὶ ἐπολιόρκει τὴν πόλιν προσέχων ἐντεταμένως, καὶ προσῆγε τῷ τείχει μηχανάς. καὶ οὐδὲν προὐχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις. ἐνταῦθα, ὡς λέ‐ | |
5 | γεται, συντίθεται τοῖς ἐν τῇ πόλει προδοσίαν· ᾧ, λέγεται, ὑπο‐ ρύσσοντες ἀπὸ τῶν οἰκιῶν ὀρύγματα ἐκτὸς φέροντα καὶ ἑάλωσαν ὑπὸ Οὐενετῶν, ᾗ λέγεται. καὶ οἱ ὀρύσσοντες ἀπέδρασαν ἐς τὸ τοῦ Ἀμουράτεω στρατόπεδον, καταβάντες ἀπὸ τοῦ τείχους. ὕστε‐ ρον μέντοι ἀπὸ τῆς ἄκρας ὡς προσέβαλεν, εἷλέ τε κατὰ κράτος | |
10 | τὴν πόλιν καὶ ἠνδραποδίσατο. τοὺς μέντοι νεήλυδας πυνθάνομαι ἀναβάντας ἐς τὸ τεῖχος ἑλεῖν τε τὴν πόλιν, καὶ ἐπισπομένων τῶν ἄλλων ἁλῶναί τε τὴν πόλιν καὶ ἐπὶ ἀνδραποδισμῷ πρὸς τοῦ βασιλέως γενέσθαι. ἀνδραποδισάμενον μέντοι τὴν πόλιν ταύ‐ την οὐδένα ἐξελέσθαι τοῦ ἀνδραποδισμοῦ ἐπυθόμεθα Ἀμουράτην, | |
15 | ὥστε λογίζεσθαι ἡμᾶς ἔχειν, διὰ τὴν προδοσίαν ἐξείλετο αὐτούς. ἐγένετο μὲν οὖν αὕτη μεγίστη δὴ τοῖς Ἕλλησι καὶ οὐδεμιᾶς τῶν πρόσθεν γενομένων αὐτοῖς συμφορῶν λειπομένη. οἵ τε ἄνδρες τῆς πόλεως ἀνὰ τὴν Ἀσίαν τε καὶ Εὐρώπην, αἰχμάλωτοι γενό‐ μενοι, περιήγοντο ἀνδραποδισθέντες. ἡ μέντοι Οὐενετῶν φυλακὴ | |
20 | ἐν τῇ πόλει οὖσα, ὡς ᾔσθετο ἁλῶναι ἤδη τὴν πόλιν, ὥρμητο φυγεῖν ἐπὶ τὴν θάλατταν καὶ ἐπὶ τὰς ναῦς, καὶ ἐμβάντες εἰς ταύτας, ὅσαι σφίσι παροῦσαι ἐτύγχανον, ᾤχοντο ἀποπλέοντες. ἡ μὲν δὴ πόλις αὕτη Ἑλληνὶς μεγάλη τε οὖσα καὶ εὐδαίμων ἑάλω ὑπὸ Ἀμουράτεω. τὴν μέντοι πόλιν ἐπέτρεπε τοῖς αὐτοῦ ταύτῃ τῶν | |
25 | περιοίκων ἐνοικῆσαι. | 14 in vol. 2.1 |
2.15 | Αὐτὸς δὲ οἴκαδε ἐπανιὼν ἔπεμψε τὸν τῆς Εὐρώπης στρα‐ τηγὸν Καρατζίαν. ἐπὶ Ἰωάννινα πόλιν τῆς Αἰτωλίας, τὸ τῆς Εὐρώπης στράτευμα αὐτῷ παραδούς. ὁ δὲ ὡς ἀφίκετο ἐπὶ τὴν Αἰτωλίαν, τήν τε χώραν ἐπέδραμε, καὶ ἐληΐσατο, ὅσα ἔφθη κα‐ | |
5 | ταλαβεῖν ἄφνω, μετὰ δὲ ταῦτα ἐλάσας ἐπολιόρκει τὴν πόλιν. Κάρουλος μέντοι ὁ ἡγεμὼν τῆς πόλεως ἤδη ἐτελεύτησε· καὶ ἐπειδὴ παῖς αὐτῷ ἐκ τῆς γυναικὸς αὐτοῦ τῆς Ῥαινερίου θυγα‐ τρὸς οὐκ ἐγένετο, νόθοι δὲ ἐγένοντο παῖδες, ὅ τε Μέμνων καὶ Τύρνος καὶ Ἑρκούλιος οἱ πρεσβύτεροι, διένειμε τούτοις μὲν | |
10 | τὴν ἐντὸς τοῦ Ἀχελῴου χώραν Ἀκαρνανίας ἐπινέμεσθαι, τὸν δὲ ἀδελφιδοῦν αὐτοῦ, τὸν Λεονάρδου παῖδα, κατέλιπε διάδοχον ξυμ‐ πάσης ἤδη τῆς ἀρχῆς αὐτοῦ, καὶ τήν τε Ἄρτην τῆς Ἀμπρακίας μητρόπολιν καὶ Αἰτωλίαν τε καὶ τὴν πόλιν κατέλιπε Καρούλῳ τῷ ἀδελφιδῷ. οἱ μέντοι νόθοι παῖδες αὐτῷ οὐκ εἰς μακρὰν | |
15 | διενεχθέντες ἀφίκοντο ἐπὶ τὰς βασιλέως θύρας. Μέμνων δ’ αὖ ἀφικόμενος, ὡς ἐδόκει τε τῶν ἄλλων συνέσει τε καὶ ἀξιώσει προέχειν, οὗτος δὲ ἀφικόμενος παρὰ τὸν βασιλέα προὐκαλεῖτο τε καὶ ἠξίου ἐπὶ τὴν χώραν σφᾶς τὴν πατρῴαν κατάγειν. διὸ δὴ ἐλάσας σὺν τῷ τῆς Εὐρώπης στρατεύματι εἰσῄει. ὁ δὲ τῆς | |
20 | Εὐρώπης στρατηγὸς τὴν τῶν Ἰωαννίνων πόλιν ἐπολιόρκει, καὶ χρόνον ἐνδιατρίβων τῇ πολιορκίᾳ, ὡς οὐδὲν ἀνίει πολιορκῶν, ὁρῶντες οἱ τῆς πόλεως καὶ ὁ τῆς χώρας ἡγεμών, ἐντὸς ἀπει‐ λημμένος καὶ πολιορκούμενος, προὐκαλεῖτο τὸν στρατηγὸν ἐπὶ | |
ξύμβασιν, καὶ αἰτεῖτο αὐτὸν δοθῆναι αὑτῷ τήν τε ἄλλην χώραν | 15 in vol. 2.1 | |
2.16 | τῆς Ἀκαρνανίας καὶ τῆς Ἠπείρου παρὰ βασιλέως, καὶ σπονδὰς αὐτῷ ἐπὶ τούτῳ γενέσθαι, καὶ οὕτω παραδιδόναι τὴν πόλιν. τούτου δὴ γενομένου τήν τε πόλιν παρέλαβε τὸ τοῦ βασιλέως στράτευμα, καὶ αὐτῷ συνεχώρει τὴν Ἀκαρνανίαν καὶ τὴν ἄλλην | |
5 | Ἤπειρον ἐπινέμεσθαι, φόρον ἀπάγοντα τῷ βασιλεῖ τοῦ ἐνιαυτοῦ, καὶ αὐτὸν φοιτῶντα ἐς τὰς βασιλέως θύρας. ὕστερον δὲ ἀφι‐ κόμενοι οἱ τοῦ Καρούλου ἡγεμόνος παῖδες, ὅ τε Ἑρκούλιος καὶ Μέμνων, καὶ οὐκ ὀλίγα κατασχόντες τῆς χώρας ἐπαγομένων τῶν ἐποίκων αὐτούς, πράγματά τε παρεῖχον τῷ ἀνεψιῷ αὐτῶν, καὶ | |
10 | ἦγον καὶ ἔφερον τὴν χώραν καὶ ἐπολέμουν. ὁ μέντοι Κάρουλος καὶ ἀπὸ τῶν θυρῶν τοῦ βασιλέως στράτευμα ἐπαγόμενος ἐπὶ τούτους καὶ ἀπὸ Ἰταλίας, ὡς οὐδὲν ἤνυεν, ἐσπένδετό τε αὐτοῖς καὶ καθυφίετο τῆς χώρας, ἧς ἦρχον, ἐφ’ ᾧ μηκέτι αὐτῷ τοῦ λοιποῦ παρέχειν πράγματα. | |
15 | Αἰτωλία μὲν δὴ οὕτω ἐγένετο ὑπὸ βασιλεῖ Ἀμουράτῃ· μετὰ δὲ ταῦτα ὡς Ἕλληνες ἰόντες ἐς τὰς θύρας ἠξίουν σφίσι σπέν‐ δεσθαι, εἰρήνην μέντοι ἐποιήσαντο, ἐφ’ ᾧ τόν τε Ἰσθμὸν καθε‐ λεῖν καὶ μηδὲν ἔτι νεωτερίζειν τοῦ λοιποῦ. τὸν μέντοι Τουραχά‐ νην ἐπὶ Πελοπόννησον πέμψας τήν τε Οὐενετῶν χώραν ἐδῄου, καὶ | |
20 | τὸν Ἰσθμὸν καθεῖλε καὶ πολίσματα ἄττα ἑλὼν τῶν Οὐενετῶν ἠνδραποδίσατο. ἐνταῦθα μὲν οὖν ἐξιόντι ἀπὸ Πελοποννήσου συνελέγοντο οἱ τῆς Πελοποννήσου Ἀλβανοὶ περὶ τὴν μεσόγαιον, Δαβίην καλουμένην χώραν, καὶ σφίσι στρατηγὸν ἐστήσαντο, καὶ ἀπόστασιν ἐβουλεύοντο ἀπὸ Ἑλλήνων, ὡς τὸ Τουραχάνεω στρά‐ | |
25 | τευμα διαφθείρωσι. Τουραχάνης μέντοι ὡς ἐπύθετο τοὺς Ἀλ‐ | |
βανοὺς ἐπ’ αὐτὸν ὁμόσε ἰόντας ὡς διὰ μάχης, ὡς οὐκ ἠδύνατο | 16 in vol. 2.1 | |
2.17 | διαφυγεῖν, παρετάξατό τε εἰς μάχην. καὶ οἱ Ἀλβανοὶ συνταξά‐ μενοι καὶ αὐτοὶ ἐπῄεσαν, καὶ ἐς χεῖρας ἐλθόντες οὐδὲ ἐδέξαντο τοὺς Τούρκους, ἀλλ’ ἐτράποντο ἐς φυγήν. ἐνταῦθα ἐπεξελθὼν ὁ Τουραχάνης ἐπιδιώκων πολλούς τε ἀνεῖλεν ἐν τῇ διώξει, καὶ | |
5 | οὓς ἐζώγρησεν ἀμφὶ τοὺς ὀκτακοσίους, αὐτοῦ ἅπαντας διεχρή‐ σατο, καὶ ταῖς κεφαλαῖς αὐτῶν πυργία ἐποικοδομησάμενος ἀπῄει ἐξελαύνων. τούτῳ μὲν οὖν τἀνδρὶ ἔστι καὶ ἄλλα ἀποδεδειγμένα ἔργα ἐς ἀφήγησιν οὐκ ἀχρεῖα, δι’ ἃ δὴ εὐδοκιμῶν παρὰ βασι‐ λεῖ ἐπὶ τὴν τοῦ Βρενέζεω χώραν ἐχώρει. καὶ ἐπὶ Δακίαν οὐ | |
10 | πολλῷ ὕστερον πεμφθεὶς ὑπὸ Ἀμουράτεω τήν τε χώραν ἐδῄωσε, καὶ στρατὸν αὐτοῦ συλλεχθέντα οὐ σμικρὸν ἐτρέψατο, καὶ νίκην ἀνείλετο περιφανῆ ἀνδράποδά τε καὶ λείαν πολλήν. Τοῖς μὲν οὖν Ἕλλησι θαμὰ ἰοῦσιν ἐπὶ τὰς θύρας αὐτοῦ, καὶ ἄνδρας τοὺς παρὰ σφίσι πρωτεύοντας ἄλλους τε δὴ καὶ | |
15 | Νοταρᾶν τὸν Λουκᾶν ὄλβιον ἐπιπέμψασι, σπονδὰς ἐποιήσατο. ὁ μὲν οὖν Ἑλλήνων βασιλεύς, ὡς εἰρήνη ἐγένετο, ἔπλει ἐπὶ Πε‐ λοπόννησον, μεταπεμπομένου τοῦ ἀδελφοῦ Θεοδώρου τοῦ Σπάρ‐ της ἡγεμόνος, ὅς, ὡς καὶ πρότερον λέξεως, διὰ τὸ πρὸς τὴν γυναῖκα αὐτοῦ τὴν ἀπὸ Ἰταλίας ἔχθος αὐτῷ γενόμενον ὥρμητο | |
20 | ἐπὶ τὴν Ναζηραίων ἰέναι δίαιταν. ὡς μέντοι ἐς Πελοπόννησον ἀφίκετο ὁ Βυζαντίου βασιλεύς, τόν τε ἀδελφὸν αὐτοῦ Κωνσταν‐ | |
τῖνον ἐπαγόμενος ὡς διαδεξόμενον τὴν ἀρχήν, μετεμέλησέ τε | 17 in vol. 2.1 | |
2.18 | αὐτίκα καὶ οὐκ ἔφασκεν ἰέναι ἔτι, μὴ ἐπιτρεπόντων τῶν τῆς χώρας ἀρίστων. διηλλάγη μέντοι καὶ τῇ γυναικὶ μετὰ ταῦτα, καὶ ἐβίου ἡδέως συνὼν αὐτῇ τοῦ λοιποῦ. ὁ μέντοι Ἑλλήνων βασιλεὺς πρός τε τὸν τῆς Ἠπείρου ἡγεμόνα τὸν Κάρουλον πό‐ | |
5 | λεμον ἐξήνεγκε, καὶ Κλαρεντίαν τῆς Ἤλιδος μητρόπολιν ἐπο‐ λιόρκει. μετ’ οὐ πολὺν δὲ χρόνον, ὡς οὐδὲν αὐτῷ προεχώρει πολιορκοῦντι, ἡρμόσατο τὴν ἀδελφιδοῦν ἡγεμόνος, Λεονάρδου δὲ θυγατέρα, ἐπὶ τῷ ἀδελφῷ Κωνσταντίνῳ, ὥστε καὶ ἡ πόλις αὕτη ἐδόθη αὐτῷ ἐς φερνήν. καὶ βασιλεὺς Ἑλλήνων ἐπολιόρκει Πά‐ | |
10 | τρας τῆς Ἀχαΐας, μετὰ δὲ ταῦτα καταλιπὼν τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον ᾤχετο ἀποπλέων ἐπὶ Βυζαντίου. τῷ μέντοι ἀδελφῷ αὐτοῦ Κωνσταντίνῳ ὡς τὰ περὶ τὴν πόλιν προσεχώρησε καὶ πολιορκῶν οὐκ ἀνίει τὴν πόλιν, συντίθενται οἱ τῆς πόλεως ἄν‐ δρες προδοσίαν αὐτῷ, καὶ ἐπαγόμενοι τὴν πόλιν παρεδίδοσαν, | |
15 | ἀπόντος τοῦ ἀρχιερέως αὐτῆς ἐν Ἰταλίᾳ, ὅσον διατρίβοντος χρόνον, ἐπικουρίας δεόμενον παρὰ τοῦ Ῥωμαίων ἀρχιερέως. ταύτην μὲν οὖν τὴν πόλιν Ἀχαΐας οἱ ἀπὸ Ἰταλίας Πελοποννήσου ἡγεμόνες, τοῦ Ζαχαριῶν οἴκου, διιόντες, ὁ μὲν ἄρχων τε καὶ ἡγεμὼν κατελείφθη τῆς χώρας, τῷ δὲ ἑτέρῳ διατρίβοντι παρὰ | |
20 | τῷ Ῥωμαίων ἀρχιερεῖ ταύτην ἐπέδωκε τὴν πόλιν ἀρχιερεῖ γε‐ νομένῳ ἐπιτροπεύειν. ἡ μέντοι πόλις παρελθοῦσα ἐς τὸν Ῥω‐ | |
μαίων ἀρχιερέα ἐλάμβανεν ἀρχιερέα, ὃν ἂν ἐπιπέμψει 〈ἐ〉ς σφᾶς | 18 in vol. 2.1 | |
2.19 | τοῦ ἐπιτροπεύειν τὴν πόλιν· καὶ τότε δὴ Μαλατεσταίων τοῦ οἴκου ἐπεπόμφει τοῖς ἐν τῇ πόλει ἀρχιερέα. ταύτην μὲν οὖν τὴν πόλιν ἐπεί τε παρέλαβε Κωνσταντῖνος, τήν τε ἀκρόπολιν ἐπολιόρκει ἐπ’ ἐνιαυτόν· μετὰ δὲ ταῦτα προσεχώρησεν αὐτῷ. τὴν μέντοι | |
5 | Ἤλιδος μητρόπολιν εἷλον αἱ τοῦ ἀρχιερέως τριήρεις. ἐπείτε γὰρ ἐπύθετο τὴν πόλιν τῆς Ἀχαΐας ἁλῶναι ὑπὸ Ἑλλήνων, ἔπεμψε δέκα, εἰ δύναιντο τὴν πόλιν αὐτῷ παραστήσασθαι. αὗται μὲν οὖν ἐπὶ Ἀχαΐαν οὐκέτι ἀφίκοντο, ἐπὶ δὲ τὴν Κλαρεντίαν ἀφικόμεναι ἀπόντος αὐτῇ τοῦ ἄρχοντος, καὶ φρουρᾶς οὐκ ἐνού‐ | |
10 | σης ἐν τῇ πόλει, εἰσελθόντες λάθρᾳ τὴν πόλιν κατέσχον καὶ ἠνδραποδίσαντο. ὕστερον δὲ ἀποδιδόμενοι ταύτην τῷ βασιλέως ἀδελφῷ πεντακισχιλίων χρυσίνων ἀπέπλευσαν ἐπὶ Ἰταλίας. ξυ‐ νέβησαν δὲ τῇ πόλει ταύτῃ καὶ τύχαι ἄλλαι πρότερον γενόμεναι. Ὀλιβέριος γὰρ δὴ ἀπὸ Ἰταλίας ὁρμώμενος, ἔχοντος ταύτην τοῦ | |
15 | τῆς Ἀχαΐας ἡγεμόνος, ἐπεισελθών τε ἄφνω καὶ καταλαβὼν τὴν πόλιν ἠνδραποδίσατο, καὶ τὴν θυγατέρα ἡγεμόνος ἐς γυναῖκα αὑτῷ ἠγάγετο. καὶ ταύτην μέντοι οὗτος ἀποδόμενος τῷ τῆς Ἠπείρου ἡγεμόνι ᾤχετο ἐς Ἰταλίαν. καὶ τότε μὲν δὴ ἁλοῦσαν ὑπὸ τῶν ἀρχιερέως τριηρῶν αὖθις ἐξωνησάμενος ἀπέλαβε. διέ‐ | |
20 | φερον μὲν οὖν καὶ πρὸς τὸν τῆς Ἀχαΐας ἡγεμόνα, Ἰταλικὸν Κεντηρίωνα, οἱ Ἕλληνες τὸν πόλεμον ἐπὶ συχνόν τινα χρόνον· μετὰ δὲ ταῦτα ἐπιγαμίαν ποιησάμενοι ἐπὶ τῷ βασιλέως παιδὶ τῷ νεωτέρῳ Θωμᾷ, ἁρμοσάμενοι τὴν θυγατέρα τοῦ ἡγεμόνος, | |
καὶ τήν τε χώραν ἐς φερνὴν αὐτοῦ ἐπέδωκαν τῆς Μεσήνης τε | 19 in vol. 2.1 | |
2.20 | καὶ Ἰθώμης, πλὴν τῆς παραλίου Ἀρκαδίας, σπονδάς τε ἐποι‐ ήσαντο. καὶ ταύτην μὲν οὖν, ἐπεί τε ἐτελεύτησε, παρέλαβε Θω‐ μᾶς ὁ τοῦ βασιλέως ἀδελφός, καὶ τήν τε γυναῖκα τοῦ Κεντη‐ ρίωνος εἶχεν ἐν φυλακῇ, ἐς ἣν δὴ καὶ ἐτελεύτησε. | |
5 | Οὕτω μὲν οὖν ἡ Πελοπόννησος ἀπὸ Ἰταλῶν ἐς τοὺς Ἕλλη‐ νας περιῆλθεν. Ἕλλησι μὲν οὖν οὕτω προσέφερε τὰ πράγματα, ὑπαγομένοις σφίσι τὴν Πελοπόννησον· Ἀμουράτης δὲ ὁ Μεχμέ‐ τεω ἐστρατεύετο ἐπὶ τὴν Τριβαλλῶν χώραν. καὶ πρότερον μέν, ἐπεί τε ἐξήνεγκε πόλεμον, στρατεύματα ἐπιπέμψας ἐδῄου τὴν | |
10 | χώραν. καὶ τότε δὴ οὖν, ὡς ἐπύθετο ὁ τῶν Τριβαλλῶν ἡγεμὼν ἐπιέναι ἐπ’ αὐτὸν βασιλέα, πρέσβεις τε ἐπεπόμφει, καὶ ἠξίου σπονδὰς ποιεῖσθαι, ἐφ’ ᾧ ἂν ἀπάγειν φόρον, ὃν ἂν τάξηται αὐτῷ βασιλεύς, καὶ πείσεσθαι, ὅ τι ἂν κελεύοι αὐτῷ. ἐνταῦθα Ἀμου‐ ράτης ἄγεται τὴν θυγατέρα τοῦ Τριβαλλῶν ἡγεμόνος. ἐπιπέμψας | |
15 | δὲ Σαραζίην τὸν τῶν θυρῶν ἡγεμόνα ἠγάγετό τε τὴν γυναῖκα, τοῦ Χαλίλεω ἀνάγοντος, παρ’ αὐτῷ μέγα εὐδοκιμοῦντος, κατὰ τὰ βασίλεια αὐτοῦ. μετὰ δὲ ταῦτα ἤλαυνεν ἐπὶ Καραμᾶνον τὸν Ἀλισούριον, ἡγεμόνα τῆς Καρίας, τά τε ἄλλα αἰτιασάμενος, καὶ ὅτι τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον ἔχων παρ’ ἑαυτῷ ἔπεμψεν | |
20 | ἐπὶ τοὺς Ἕλληνας. ἐπιὼν δὲ σὺν στρατεύματι πολλῷ τὴν χώραν | |
ἐδῄου, ἐκλελοιπότος αὐτὴν τοῦ Καραμάνου καὶ τὰ ἄκρα κατέ‐ | 20 in vol. 2.1 | |
2.21 | χοντος τῶν ὀρέων. ἐστὸν δὲ αὐτῷ δύο πόλεε, ἡ μὲν Λάρανδα λεγομένη, ἡ δὲ τὸ Ἰκόνιον, πόλις μεγάλη τε οὖσα τὸ παλαιὸν καὶ εὐδαίμων, ἐν ᾗ καὶ βασιλὶς ἦν τῶν πρόσθεν βασιλέων τοῦ γένους τούτου· ἅτε γὰρ τῶν ὀρέων τῆς χώρας ἰσχυρῶν ὄντων | |
5 | καὶ οὐκ εὐπετῶν ἐπιβῆναι, ὁρμώμενοι τὴν ταύτῃ χώραν περίοικον ἦγον καὶ ἔφερον καὶ κατὰ βραχὺ προϊόντες κατεστρέφοντο. ἔστι δ’ ἡ πόλις αὕτη εὐνομουμένη ἀπὸ τοῦ πάνυ παλαιοῦ. Λάρανδα δὲ ἡ πόλις ᾤκηται μὲν αὕτη ὑπὸ τὴν ὑπώρειαν τῶν ταύτῃ ὀρέων, καὶ οὐ πάνυ ἑάλω τινὶ ὀχυρώματι. ἡ δὲ χώρα ἐπιόντος τοῦ Ἀμου‐ | |
10 | ράτεω ὑπέμενέ τε καὶ οὐκ ἐξέλιπεν· οὐ γὰρ δὴ νομίζεται Τούρ‐ κους γε ὄντας αὐτοὺς ἀνδραποδίζεσθαι, ἐς τὰ αὐτά τε ἅμα ἤθη καὶ ἐς τὴν αὐτὴν δίαιταν καθισταμένους. ὁ μέντοι Καραμᾶνος οὗτος ὅμορός ἐστι τῇ Πισιδῶν χώρᾳ καὶ τῇ Τουργούτεω. οἱ δὲ Πισιδῖται οὗτοι καὶ Βαρσάκιδες καλούμενοι νομάδες μέν εἰσι | |
15 | καὶ γλώττῃ τῇ Τούρκων διαχρώμενοι, λῃστρικώτερον δὲ βιο‐ τεύουσι, τήν τε Συρίαν ληϊζόμενοι καὶ τὴν ἄλλην σφίσιν χώραν, καὶ δὴ τὴν Καραμάνου διαπολεμοῦντες ληΐζονται. ἄρχοντες δὲ | |
σφίσιν ἐφεστῶτες καὶ ληϊζόμενοι τῆς τε λείας τὸ ἐπιβάλλον | 21 in vol. 2.1 | |
2.22 | μέρος αὐτοί τε διαλαγχάνουσι, καὶ τοῖς οἴκοι ἐπὶ ταῖς γυναιξὶν ἐπιμένουσιν ἐπιδιελόμενοι διδόασι τὸ ἄλκιμον μέρος. Τουργούτης δὲ τῆς Φρυγίας χώρας ἐπάρχει τε, καὶ ἐπὶ Ἀρμενίαν ἥκει καὶ Καππάδοκας ἡ χώρα αὐτοῦ. τὸ δὲ Τουργούτεω γένος δοκεῖ | |
5 | νεώτερον γεγονέναι ὑπὸ Ἀμουράτῃ, καὶ ἐπικαταβὰν ἐς τὴν ταύτῃ τῆς Φρυγίας χώραν ἐπικρατῆσαί τε τὸ ἀπὸ τοῦδε τῆς χώρας, καὶ ἐς δεῦρο διαγενόμενον πρός τε τοὺς παῖδάς τε καὶ Καρα‐ μᾶνον διαπολεμεῖν. διεπολέμησε μὲν οὖν τὸ παλαιὸν καὶ πρὸς τοὺς Λευκάρνας Καραϊλούκεω παῖδας. τὸ μέντοι Κανδυλόρον | |
10 | ἡ πόλις τῆς Καρίας ὑπὸ ἀνδρὶ τοὔνομα ...... καὶ τὴν χώραν καταστρεψάμενος Ἀμουράτης ὁ Μεχμέτεω τήν τε θυγατέρα αὐτοῦ ἔσχεν ἐς τὴν γυναικωνῖτιν, καὶ τὸν παῖδα αὐτοῦ κατέλιπεν ἄρχειν τῆς χώρας. τοὺς μέντοι ἡγεμόνας, τόν τε Κερμιανὸν καὶ Ἀϊδίνην, ἐλαύνων ἐπὶ Καραμᾶνον, καὶ τόν τε Σαρχάνην τῆς τε | |
15 | χώρας ἐξήλασε, καὶ ἐπιὼν τὰ βασίλεια αὐτῶν ἠνδραποδίσατο. ὁ μέντοι Ἀϊδίνης ἐτελεύτησεν ἄπαις ὤν, Σαρχάνης δὲ καὶ Μενδεσίας ἐπὶ τὰς ὁμόρους αὐτῶν χώρας διεσώζοντο, ἀποφυ‐ γόντες Ἀμουράτην ἐπιόντα. Μενδεσίας μέντοι ἐς Ῥόδον ἀφικό‐ μενος διέτριβε, μετὰ δὲ ταῦτα κηρυκευσάμενος ἀφίκετο παρὰ | |
20 | βασιλέα, δεόμενος τυχεῖν ἀγαθοῦ τινος πρὸς τοῦ βασιλέως, καὶ | 22 in vol. 2.1 |
2.23 | ἐς δεῦρο ἔτι διατρίβων τὴν δαπάνην ἔχει ὑπὸ τῶν θυρῶν. ὁ μέντοι Καραμᾶνος, ὡς τό τε Ἰκόνιον κατειλήφει καὶ τὴν χώραν αὐτοῦ κατέχων διέτριβεν, ἔπεμπε πρέσβεις παρ’ Ἀμουράτην, ὑπισχνούμενος τήν τε θυγατέρα δοῦναι αὐτῷ εἰς γυναῖκα καὶ | |
5 | τὸν παῖδα αὐτοῦ ἐπιπέμπειν συστρατευόμενον ἐπὶ τὰς Ἀμουρά‐ τεω θύρας. ὁ μὲν δὴ Ἀμουράτης ἐπείθετο, τὰς σπονδὰς καὶ ὅρκια ποιησάμενος ἀπήλαυνεν ἐπὶ τῆς Εὐρώπης. μετὰ δὲ ταῦτα χρόνου ἐπιγιγνομένου αἰτιασάμενος Ἰσμαήλην τὸν Σινώπης καὶ Κασταμωνίας ἡγεμόνα ἐστρατεύετο ἐπ’ αὐτόν. οὗτος μὲν οὖν ὡς | |
10 | ἐπύθετο ἐπ’ αὐτὸν ἐπιέναι Ἀμουράτην, πρέσβεις ἔπεμψε, καὶ τὴν μὲν τοῦ χαλκοῦ πρόσοδον ὑπέσχετο ἀποφέρειν τοῦ ἐνιαυτοῦ, ὅση ἂν αὐτῷ τυγχάνοι οὖσα, καὶ τόν γε παῖδα ὑπισχνεῖτο ἐπιπέμ‐ πειν καὶ οὗτος ἐς τὰς βασιλέως θύρας. τὸν μέντοι Τουργούτεω παῖδα καὶ πρότερον ἔτι παραγενόμενον ἐπὶ τὰς βασιλέως θύρας | |
15 | ἐπυθόμεθα ἐπαγαγέσθαι βασιλέα, καὶ ἐπιτρέπειν τὴν χώραν αὐτῷ διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη. Ταῦτα μὲν αὐτῷ ἐς τὴν Ἀσίαν ἐπέπρακτο, λαμπρὰ ἀποδε‐ δειγμένα ἐς τὴν ἀρχὴν αὐτῷ. καὶ πρός τε τοὺς Λευκάρνας ἐπο‐ λέμει συχνόν τινα χρόνον. ἐγένετο δὲ ἐκ τοῦ Ἀμουράτεω ἔλευσις | |
20 | ἐπὶ Τριβαλλῶν ἡγεμόνα καὶ ἐπὶ τὸν ἡγεμόνα Γεώργιον τὸν | |
κηδεστὴν αὐτοῦ δι’ αἰτίαν τήνδε. Στέφανον γὰρ τὸν νεώτερον | 23 in vol. 2.1 | |
2.24 | παῖδα ἔχων παρ’ ἑαυτῷ διατρίβοντα, ὡς μέντοι ἐπήλαυνεν ἐπιὼν ἐπὶ Σπενδέροβον, ἐν ᾗ τὰ βασίλεια ἦν αὐτοῖς. ὁ μέντοι ἡγεμὼν καταλιπὼν τὸν παῖδα αὐτοῦ Γούργουρον ἐπιτροπεύειν τε τὴν πόλιν καὶ φυλάττειν τὰ τείχη, ἢν ἐπίωσιν οἱ πολέμιοι, αὐτὸς ἐπὶ | |
5 | Παιονίας ἀπῄει ἐπικουρίας δεησόμενος· ὑπῆν γὰρ αὐτῷ καὶ ἐν τῇ Παιονίᾳ χώρα τε οὐ φαύλη καὶ πόλεις πολλαὶ καὶ ἀγαθαί, ἃς ἠλλάξατο Ἐλεάζαρος πρὸς τὸν Παιόνων βασιλέα Σιγισμοῦν‐ δον ἀντὶ τῆς Μπελογράδης πόλεως, ἧς ἐδεδώκει τῷ βασιλεῖ ὥστε τῷ πορθμῷ καλῶς ἔχοντος τοῦ χωρίου. ὁ μὲν οὖν παῖς | |
10 | αὐτοῦ καταλέλειπτο ἐπιτροπεύων τὴν πόλιν, καὶ παρεσκευάζετο ὡς πολιορκησόμενος. ὡς δὲ ἐπιὼν ὁ Ἀμουράτης ἐπέδραμέ τε τὴν χώραν καὶ ἐπολιόρκει τὴν πόλιν, ἐπειρᾶτο μηχανὰς παντοίας προσάγων τῷ τείχει ἑλεῖν τὴν πόλιν. ὡς δ’ οὐδὲν αὐτῷ ἠνύετο, ἐδεδίττετο τὴν πόλιν τηλεβόλοις μεγίστοις δὴ τοῖς εἰς ἐκεῖνον | |
15 | τὸν χρόνον γενομένοις, καὶ τά γε τείχη τύπτων οὐκ ἀνίει. ἐν‐ ταῦθα ὁ τοῦ ἡγεμόνος παῖς Γούργουρος, δεδιὼς μὴ ἁλῷ ἡ πόλις ὑπὸ τῶν τηλεβόλων, ἐδέχετο λόγους παρὰ βασιλέως περὶ συν‐ θηκῶν, καὶ ἐσπένδετο, ἐφ’ ᾧ παραδιδόναι τε τὴν πόλιν τῷ βα‐ σιλεῖ, καὶ αὐτοὺς ἐς τὰς θύρας αὐτῷ φοιτῶντας τυγχάνειν, ὧν | |
20 | ἂν δικαιοῖ αὐτὸς βασιλεὺς ἀποφέρεσθαι. οὗτος μὲν οὖν τὴν | |
πόλιν παρέδωκε, καὶ ἐς τὸ στρατόπεδον ἐξελθὼν διέτριβε παρὰ | 24 in vol. 2.1 | |
2.25 | βασιλέα σὺν τῷ ἀδελφῷ αὐτοῦ Στεφάνῳ. μετ’ οὐ πολὺν δὲ χρόνον, ὡς ἐπύθετο τὸν πατέρα αὐτῶν ἐπαγόμενον ἐπὶ Ἀμουράτην καὶ τούς γε παῖδας παρὰ τοῦ πατρὸς λόγους τε δεχομένους καὶ κρύφα διακηρυκευομένους περὶ ἀποστάσεως, λαβὼν ἄμφω τὼ | |
5 | παῖδε ἐξώρυξε τὼ ὀφθαλμὼ ἑκατέρων. ὡς μὲν οὖν Σπενδέροβον τὰ Τριβαλλῶν βασίλεια παρεστήσατο, καὶ φρουρὰν ἐγκατέλιπε τῇ πόλει ἱκανήν, αὐτίκα ἐπιὼν ἤλαυνεν ἐπὶ Μπελογράδην τὴν Παιόνων πόλιν. ἔστι δ’ αὕτη ἡ πόλις ἀμφοῖν τοῖν ποταμοῖν περίρρυτος γινομένη, ἀφ’ ἑνὸς μὲν μέρους τοῦ Ἴστρου ῥέοντος, | |
10 | ἀφ’ ἑτέρου δὲ τοῦ Σάβα, ὃς ἐς τὸν Ἴστρον αὐτοῦ παρὰ τῇ πόλει ταύτῃ ἐκδιδοῖ. ἡ μὲν οὖν Σπενδέροβος καὶ αὕτη ..... ὡς δὲ ἐς Μπελογράδην ἐπελάσας ἐπολιόρκει τὴν πόλιν Ἀμου‐ ράτης ὁ Μεχμέτεω, ἔτυπτε μὲν τὸ τεῖχος τηλεβόλοις καὶ κατέ‐ βαλε μέρος οὐκ ὀλίγον, ἐπεπόνθει δὲ τὰ στρατεύματα πρὸς τῆς | |
15 | πόλεως ἀνήκεστα ὑπό τε τηλεβόλων καὶ τηλεβολίσκων παμπόλ‐ λων ἐς τὸ βασιλέως στρατόπεδον ἀφιεμένων ἐπὶ τοὺς ἄνδρας καὶ μυρία ὅσα βέλη ἀφικνουμένων ἐπὶ τὸ στρατόπεδον. ἐνταῦθα Ἀλίης ὁ τοῦ Βρενέζεω ἤκουσεν ἄριστα ἐν τῷ στρατοπέδῳ, ἀνήρ τε γενόμενος τὰ ἐς τειχομαχίαν σὺν τοῖς ἑαυτοῦ πρῶτος, καὶ | |
20 | τάφρον ὀρύξας ὡς ἐγγυτάτω τῆς πόλεως ἐσκήνου σὺν τῷ στρα‐ τεύματι αὐτοῦ. ὡς μὲν οὖν τὸ τεῖχος κατεβέβλητο, εἰσεχέοντο | |
δὲ εἰς τὴν πόλιν οἱ νεήλυδες, καὶ τῆς μὲν πόλεως πολὺ μέρος | 25 in vol. 2.1 | |
2.26 | κατεκράτησαν. μετὰ δὲ ταῦτα τῶν ἐν τῇ πόλει ἀθροιζομένων, ἐς χεῖρά τε τοῖς νεήλυσιν ἀφίκοντο, καὶ ὠσάμενοι ἐξεώσαντο καταβαλόντες ἀπὸ τοῦ τείχους. καὶ ὡς ἐξεκρούσθη τὰ στρατεύματα καὶ οὐ προεχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις, ἀπήγαγε τὸν | |
5 | στρατὸν καὶ ἀπήλαυνεν ἐπ’ οἴκου. ὕπαρχον δὲ ἐπιστήσας τῇ Σκοπίων τε καὶ Ἰλλυριῶν χώρᾳ ἄνδρα τῶν παρ’ αὐτῷ μέγα τε δυνάμενον καὶ αὐτῷ ἐπὶ τῇ ἀδελφῇ γαμβρὸν γενόμενον, καὶ στρατόν τε ἐπιτρέψας πεζόν τε ἅμα καὶ ἱππικόν, ὥστε ἐς τὴν Ἰλλυριῶν ἐσβαλεῖν χώραν, διῆκεν ἐνταῦθα τὰ στρατεύματα. | |
10 | Ὁ μὲν οὖν Ἰλλυριῶν βασιλεύς—Πόσθνη δὲ ἡ χώρα αὕτη καλεῖται, καὶ ἔστιν ἡ χώρα αὕτη τραχεῖά τε καὶ ὀρεινὴ πάνυ, διήκει δὲ ἐπὶ Ἰλλυριούς, τοὺς πρὸς τὸν Ἰόνιον ᾠκισμένους παρὰ τὴν θάλασσαν. ἔστι δὲ αὐτῷ βασίλεια καὶ πόλις Γαΐτια καλου‐ μένη, καὶ ποταμὸς παρ’ αὐτῇ ῥέων ἐκδιδοῖ ἐς Ἴστρον—οὗτος | |
15 | μὲν δὴ ὁ τῶν Ἰλλυριῶν βασιλεύς, ὡς δῃουμένης αὐτῷ ὑπὸ Ἰσάμου τῆς χώρας, ὡς στρατόν τε συναγαγὼν ἤνυεν οὐδέν, οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἠνέσχετο τῷ βασιλέως στρατῷ, πρέσβεις 〈τε〉 ἔπεμψε παρὰ βασιλέα, καὶ ἐτάξατο φόρον ἀπάγειν τοῦ ἐνι‐ αυτοῦ μυριάδας δύο χρυσοῦ καὶ πεντακισχιλίους. βασιλεὺς δὲ | |
20 | προσίετο καὶ σπονδὰς ἐποιεῖτο αὐτῷ. Τούτου δὲ τῆς χώρας ἔχεται ἡ Στεφάνου τοῦ Σανδάλεω | |
χώρα, Ἰλλυριῶν τὸ γένος, καθήκουσα ἐπὶ θάλασσαν ἐς τὸν | 26 in vol. 2.1 | |
2.27 | Ἰόνιον παρὰ .... καλουμένη. τὸ μὲν δὴ γένος τοῦτο Ἰλλυρικὸν ὂν ἀπὸ παλαιοῦ διέσχισται ἀπὸ τοῦ λοιποῦ τῶν Ἰλλυριῶν γέ‐ νους· ἤθεσι μὲν γὰρ καὶ διαίτῃ τῇ αὐτῇ διαχρῶνται, νόμοις δὲ οὐ τοῖς αὐτοῖς. Κουδούγεροι δ’ ὀνομάζονται σύμπαντες οἱ ἐς | |
5 | τὴν Σανδάλεω χώραν τελοῦντες. μεταξὺ μέντοι τῆς Ἠπείρου καὶ αὐτοῦ τῆς χώρας πόλεις τε ἔνεισιν αὐτῶν τε τῶν Οὐενετῶν καὶ ἡ τοῦ Ἰβάνεω χώρα τοῦ Καστριώτου, μετὰ δὲ ταύτην ἡ τοῦ Κομνηνοῦ χώρα, τὰ πολλὰ παράλιος οὖσα· ἐπὶ μεσόγαιον μέντοι ἐς βραχύ τι παρατείνει ἐπὶ τὴν περίοικον τῆς Ἀργυροπολίχνης, | |
10 | αὐτοῦ ταύτῃ ᾠκισμένης, ἐν ᾗ ὁ τῆς χώρας ὕπαρχος διατρίβων τήν τε Ἰβάνεω χώραν καὶ Κομνηναίων ἐληΐζετο. τούτων μέντοι ὅ τε Ἰβάνης ἐπὶ τὰς θύρας ἰὼν τοῦ βασιλέως ἐστρατεύετο σὺν τῷ βασιλεῖ, ᾗ ἂν ὑφηγοῖτο τὰ βασιλέως στρατεύματα. καὶ Ἀρια‐ νίτης δὲ ὁ Κομνηνός, ὡς ἀπῆν καὶ αὐτῷ ἡ πατρῴα ἀρχὴ ὑπὸ | |
15 | βασιλέως, ἀφικόμενος ἐς τὰς θύρας τὴν δίαιταν εἶχε παρὰ βα‐ σιλέως. ὕστερον δὲ τελευτήσαντος Ἰβάνεω τοῦ Καστριώτου τόν τε παῖδα αὐτοῦ λαβὼν ἐς τὰ βασίλεια καὶ τὴν χώραν ὑφ’ αὑτῷ ποιησάμενος εἶχε. μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον, ὡς διατρί‐ βων Ἀριανίτης ἱκέτης ἐγένετο ἀπὸ τῶν θυρῶν τυχεῖν ἀγαθοῦ | |
20 | τινος πρὸς τοῦ βασιλέως, λόγους τε δοὺς ἐπιπέμψαι ἐπὶ τοὺς τῆς χώρας αὐτοῦ, καὶ ὑπισχνουμένων αὐτῷ ἀπόστασιν, ἢν ἀφί‐ κηται ἐπ’ αὐτούς, ἀποδιδράσκει τε ἀπὸ τῶν θυρῶν, καὶ κατιὼν ἐπὶ τὴν πατρῴαν ἀρχὴν συντίθεται τοῖς βελτίοσι τῆς χώρας. καὶ ὑποδεχομένων ἀσμένως ἀπέστησαν ἀπὸ βασιλέως, καὶ τούς | |
25 | γε ἄρχοντας τῆς χώρας Τούρκους ἀνελόντες ἐπέδραμον τὴν βα‐ | 27 in vol. 2.1 |
2.28 | σιλέως χώραν καὶ ἦγον καὶ ἔφερον, χώραν τε ἐρυμνὴν κατέ‐ χοντες αὐτοὶ καὶ ὀρεινὴν τὴν σύμπασαν καὶ τραχεῖαν. ὡς μὲν οὖν ταῦτα ἠγγέλλετο βασιλεῖ, ἔπεμπεν Ἀλίην τὸν Βρενέζεω, στρατηγὸν ἀποδείξας· καὶ παραδοὺς αὐτῷ στράτευμα, ὅσον τε | |
5 | παρὰ Ἀξιὸν ποταμὸν καὶ τῆς Ἀργυροπολίχνης, καὶ ἱπποδρόμους, ὅσοι τήνδε τὴν χώραν ἐνοικοῦσιν, ἐκέλευεν ἐπιόντα τήν τε χώραν αὐτῷ τὴν Ἀλβανῶν καταστρέψασθαι, καὶ ἀνδραποδισάμενον ἥκειν αὐτῷ ἄγοντα τὸν Κομνηνοῦ παῖδα. οὗτος μὲν οὖν λαβὼν τὸν στρατὸν ἅπαντα ἐσέβαλεν ἐς τὴν χώραν, καὶ πεζὸν ἅμα εὑρά‐ | |
10 | μενος οὐκ ὀλίγον. ὡς δὲ ἐσέβαλον, ἐδῄουν τε τὴν χώραν καὶ ἐνεπίμπρων οἰκίας τε καὶ ἀγρούς, οὐδενὸς φειδόμενοι. ὁ μέντοι Ἀριανίτης συναγαγὼν τοὺς τῆς χώρας ἱππέας τε καὶ πεζοὺς καὶ ἀφικόμενος καταλαμβάνει τὰ ἄκρα, ᾗ ἔμελλεν ἀναζεύξας Ἀλίης ὁ τοῦ Βρενέζεω ἐξελαύνειν. καὶ ὡς ἐπειρῶντο μετὰ ταῦτα οἱ | |
15 | τοῦ Ἀλίεω διελθεῖν, οὐκ ἠδύναντο, ἐνισταμένων τῶν ταύτῃ μετὰ Ἀριανίτου καὶ οὐκ ἐπιτρεπόντων διεξιέναι. ἐνταῦθα οἱ Τοῦρκοι ἄλλοι μὲν ὡς ἀπελήφθησαν ἐν τῇ χώρᾳ, ἄλλοι δὲ κατὰ τὴν χώραν ἐτράποντο, ὅποι ἑκάστῳ προὐχώρει διασώζεσθαι. τούτων οἱ πλεῖστοι διεφθάρησαν ὑπὸ τῶν Ἀλβανῶν, οἱ δὲ ἄλλοι ἑάλω‐ | |
20 | σαν παριόντες. οἱ δὲ σὺν τῷ Ἀλίῃ ἀποτραπόμενοι ταύτην τὴν πορείαν πεδινωτέραν ἐποιήσαντο καὶ ἐπιμήκη, καὶ ἐξελθόντες ἐς τὴν Ἤπειρον τὴν κατὰ Κέρκυραν ᾠκημένην ἐκ πολλῶν ἀπενό‐ στησαν διαφυγόντες μὴ ἀπόλλυσθαι. ἐνταῦθα δὴ ἀνείλετο δό‐ ξαν περιφανῆ Ἀριανίτης ὁ Κομνηνοῦ, ἀποδειξάμενος ἔργα λόγου | |
25 | ἄξια καὶ τὸ ἐντεῦθεν εὐδοκιμῶν. | 28 in vol. 2.1 |
2.29 | Οὕτω μὲν δὴ Ἀλίῃ τῷ Βρενέζεω, ὡς εἰσεβάλλοντο ἐς τὴν πρὸς Ἰόνιον χώραν, ὁ στρατὸς χαλεπώτατα ἐπεπράγει. οἱ μέντοι τῶν πρὸς τὴν Ἀργυροπολίχνην οἰκούντων Ἀλβανῶν οἱ λοιποί, ὡς εἶδον Ἀριανίτην νεωτερίσαντα περὶ τὴν βασιλέως ἀρχήν, | |
5 | ἔργον λαμπρὸν σφίσι κατεργασάμενον, ἐβουλεύοντο καὶ αὐτοὶ ἀπόστασιν ἀπὸ βασιλέως Ἀμουράτεω, καὶ ἐπεκαλοῦντο μὲν Δέπαν τὸν ἡγεμόνα αὐτῶν. τούτου γὰρ δὴ τὸν πατέρα ἐξελάσας ἐκ τῆς χώρας Παιαζήτης ὁ Ἀμουράτεω, καὶ Μύρξαν τῶν Κανίνων ἡγε‐ μόνα καὶ συχνοὺς ἄλλους ἄρχοντας τῆς τῇδε χώρας, τήν τε | |
10 | χώραν κατέσχε καὶ ἑαυτῷ κατεπροστήσατο. τὸν δὴ οὖν Δέπαν τοῦτον περιόντα καὶ περινοστοῦντα ἄλλοτε ἄλλῃ τῆς Ἰταλίας, καὶ ἐν Κερκύρᾳ τῇ Ἑνετῶν νήσῳ τὰ πολλὰ διατρίβοντα, ἐπε‐ καλοῦντο οἱ περὶ τὴν Ἀργυροπολίχνην οἰκοῦντες καὶ σφίσι βα‐ σιλέα τε ἐστήσαντο. καὶ στρατὸν ποιησάμενοι ἐπήλαυνον ἐπὶ τὴν | |
15 | Ἀργυροπολίχνην, τὴν βασιλέως τότε δὴ πόλιν, ἀνήκουσαν δὲ προὔθεντο τουτῳὶ τῷ Δέπᾳ, καὶ ἐπολιόρκουν τὴν πόλιν μηχα‐ ναῖς τε τῷ τείχει προσφέροντες. ἦσαν δὲ αὐτοῦ ἐν τῇ πόλει νεήλυδές τε τοῦ βασιλέως φρουρᾷ καί τινες ἄλλοι οὐ πολλοὶ τῶν Τούρκων διαφυγόντες ἐς τὴν πόλιν, καὶ ἠμύνοντο τὸν στρατόν. ὥς | |
20 | τε δὴ ταῦτα πράσσοντες οἱ Ἀλβανοὶ τήν τε πόλιν ἐπολιόρκουν, | |
μηδὲν ἀνιέντες ἐς τὴν πολιορκίαν, καὶ τὴν χώραν τὴν περίοικον | 29 in vol. 2.1 | |
2.30 | τοῦ βασιλέως ἐπέδραμον, βασιλέως ἔχοντος καὶ ἀπόντος ἐς τὴν Ἀσίαν καὶ πολεμοῦντος Καραμάνῳ τῆς Κιλικίας τε καὶ Καρίας ἡγεμόνι. ἐνταῦθα ὡς ἐπύθετο Τουραχάνης ὁ τῶν Τρικκάλων καὶ Θετταλίας ὕπαρχος τότε δὴ ὤν, τούς τε Ἀλβανοὺς ἀφεστηκότας | |
5 | ἀπὸ βασιλέως καὶ τὴν μητρόπολιν πολιορκοῦντας, συλλέξας στρά‐ τευμα ὡς ἠδύνατο μέγιστον, συμπαραλαβὼν καὶ τοὺς τῆς παρα‐ θαλασσίας χώρας τῶν Τούρκων, ὅσους ἠδύνατο, ἐλαύνων διὰ τῆς χιόνος (χειμών τε γὰρ ἦν μέγας) δευτεραῖος ἀφικνεῖται ἐπὶ τὴν χώραν, καὶ καταλαμβάνει ἐπιστρατευομένους ἐν τῇ πόλει | |
10 | τοὺς Ἀλβανούς. καὶ ἐπεισπεσὼν ἄφνω τοὺς πλείστους τε αὐτῶν διέφθειρε, καὶ τόν τε Δέπαν τὸν ἡγεμόνα ζωγρήσας ἀνεῖλε, καὶ τὴν πόλιν τῆς πολιορκίας ἠλευθέρωσε. λέγεται δὲ ἐν ταύτῃ τῇ Τουραχάνεω ἐφόδῳ πλείους τῶν χιλίων διαφθαρῆναι. καὶ οὕτω αὖθις κατεδεδούλωντο οἱ Ἀλβανοὶ ἀφεστηκότες ἀπὸ βασιλέως. | |
15 | οἱ μὲν τῆς χώρας εὖ γεγονότες, ὅσοι μὴ διέφυγον τότε ἐπιόντος Τουραχάνεω, ἄλλος ἄλλῃ ἀπώλετο, ὀλέθρῳ τῷ κακίστῳ παρα‐ δοθέντες ὑπὸ τῶν βασιλέως ὑπάρχων. Ἀμουράτης δὲ ὡς ἐγένετο ἐπανιὼν ἀπὸ Καραμάνου ἐς τὰ βασίλεια, Μεζέτην τὸν τῆς Εὐρώπης αὐτῷ στρατηγὸν ἐκέλευε, | |
20 | λαβόντα στρατόν, ὅσον ἂν βούληται, καὶ πεζὸν ἅμα καὶ ἱππικόν, ἀγαγέσθαι τε καὶ ἐλαύνειν ἐπὶ Παιονοδακίαν ὡς καταστρεψόμενον αὐτῷ τὴν χώραν. ὁ δὲ λαβὼν τό τε Εὐρώπης στράτευμα καὶ ἀζάπιδας τῆς Εὐρώπης καὶ ἱπποδρόμους τοῦ βασιλέως, ὅσοι ἐν | |
τῇ Εὐρώπῃ ἐγένοντο, ἀφίκετο ἐπὶ τὸν Ἴστρον, διαβὰς δὲ τὸν | 30 in vol. 2.1 | |
2.31 | Ἴστρον ἐπὶ Παιονοδακίαν τὴν Ἀρδέλιον χώραν καλουμένην. τὸ δὲ Ἀρδέλιον τοῦτο ἀπὸ Πρασοβοῦ τοῦ ὄρους ἐπὶ Παιονίαν διήκει, ἐντὸς δρυμῶνος γενομένη ἅπασα ἡ χώρα, καὶ πόλεις ἔνεισιν ἐν ταύτῃ τῇ χώρᾳ οὐκ ὀλίγαι, μητρόπολις δὲ αὐτῶν τὸ Σιβίνιον | |
5 | καλούμενον. γλώττῃ δὲ χρῶνται οὗτοι τὰ μὲν τῇ Παιόνων τὰ δὲ καὶ Δακῶν, διαίτῃ τε καὶ ἤθεσι τοῖς Παιόνων. καὶ ὑπὸ τῷ Παιόνων βασιλεῖ οὖσα ἡ χώρα αὕτη ἄρχοντά τε δέχεται, ὃν ἂν αὐτοῖς ἐφιστῴη ὁ βασιλεὺς Παίονα. αὐτόνομοι δὲ αἱ πόλεις οὖσαι, καὶ ὑπὸ τὴν μητρόπολιν τὸ Σιβίνιον εὐθυνόμεναι, παρὰ | |
10 | δὲ τῷ ἄρχοντι σφᾶς, ὅποι ἂν κελεύοι ἐπὶ ἐκστρατείαν, καὶ τὰς προσόδους ἀποδιδόντες, ἀξιοῦσι πολιτεύεσθαι σφίσιν αὐτοῦ ἐς τὸ ἐπιχώριον πάτριον ἔθος. ἐπὶ ταύτην οὖν δὴ τὴν πόλιν τὸν Ἴστρον διαβὰς ὁ Μεζέτης ἤλαυνεν ὡς πολιορκήσων, καὶ ἀγχοῦ ἐπὶ τῇ πόλει γενόμενος ἐστρατοπεδεύετο. ἐνταῦθα δὲ ὡς ἐπο‐ | |
15 | λιόρκει τὴν πόλιν, τηλεβόλῳ βληθεὶς ὁ τοῦ στρατοῦ ἡγεμὼν ἐτελεύτησε. μετὰ δὲ ταῦτα, ὡς ἀπεχώρει ἐντεῦθεν ὁ στρατὸς ἐπειγόμενος ἐπὶ τὴν διάβασιν τοῦ Ἴστρου, συλλεχθέντες οἱ τοῦ Ἀρδελίου ἄνδρες, ὡς ἠδύναντο φθῆναι τὸν στρατὸν ἔτι ἐν τῇ χώρᾳ διατρίβοντα, πολλούς τε κατέβαλλον τοῦ στρατεύματος, | |
20 | καὶ τρεψάμενοι ἐδίωκον φεύγοντας ἐπὶ τὸν Ἴστρον. Μεζέτης μὲν οὖν ἀφικόμενος ἐπὶ Ἀρδέλιον οὕτως ἐτελεύτησε, καὶ ἀπεγένετο οὐκ ὀλίγον τι τοῦ στρατεύματος· βασιλεὺς δὲ ὡς ἐπύθετο τὸν Μεζέτου θάνατον, συμφοράν τε ἐποιεῖτο, καὶ | |
παρεσκευάζετό τε αὐτὸς ἐπὶ Παιονοδακίαν στρατευσόμενος, καὶ | 31 in vol. 2.1 | |
2.32 | κήρυκας πέμπων περιαγγέλλοντας τὴν ἐξέλευσιν αὐτοῦ ἅμα ἦρι ἐδόκει ἐξελαύνειν. μετὰ δὲ συμβουλεύσαντος Σαβατίνεω εὐνούχου, ἀνδρὸς τὰ ἐς πόλεμον αὐτοῦ πολλαχῇ γενομένου, ἐπέτρεψέ τε τὸν στρατὸν αὐτῷ, καὶ ἐκέλευσε λαβόντα ἐξηγήσασθαι ἐπὶ Παιο‐ | |
5 | νοδακίαν, καὶ μὴ ἀνιέναι πρὶν ἢ καταστρεψάμενον ἀπελαύνειν. οὗτος μὲν δὴ παραλαβὼν τὸν βασιλέως στρατὸν καὶ νεήλυδας τῶν θυρῶν ἀμφὶ τοὺς τετρακισχιλίους, τόν τε Ἴστρον διέβαινε καὶ τὸν στρατὸν αὐτοῦ σύμπαντα διεπορεύετο ἐς τὴν Ἀρδελίου χώραν. ἤλαυνε δὲ διὰ τῆς Παιόνων χώρας ἡμέρας τινάς. Ἰάγ‐ | |
10 | γος δὲ ὁ Χωνιάτης, ἀνὴρ τότε δὴ εὐδοκιμῶν παρὰ τοῖς Παίοσι καὶ τό τε Ἀρδέλιον ἐπιτετραμμένος ὑπὸ τῆς Παιόνων βουλῆς, συνήγαγέ τε στρατὸν ὡς μέγιστον, ὡς ἠδύνατο, ἀπὸ Ἀρδελίου, καὶ Παιόνων συμπαραλαβὼν ἐπῄει, ἑπόμενος τῷ Σαβατίνῃ κατὰ τὸ ὄρος. Σαβατίνης μὲν δή, ὡς ἐντὸς τῆς χώρας ἤδη ἄλλος | |
15 | γενόμενος, ἐνόμιζε καλῶς ἔχειν αὐτῷ τὴν χώραν ἐπιδραμεῖν. ἐπαφεὶς τοίνυν τοὺς ἱπποδρόμους καὶ τοῦ στρατοῦ πολύ τι μέρος ἐπὶ διαρπαγὴν τῆς χώρας, ὡς ἀφαρπάσαιντό τε τὴν χώραν αὐτοῦ σύμπασαν καὶ κερδανοῖ μέγιστα, κατελείφθη ὀλίγοις τοῖς ἀμφ’ αὑτὸν ἐν τῷ στρατοπέδῳ. ἐνταῦθα ὡς ᾔσθετο Ἰάγγος τό | |
20 | τε στρατόπεδον ἔρημον ἀνδρῶν καταλειφθῆναι, καί οἱ καλῶς ἔχειν ἡγούμενος ἐπεισπεσεῖν ἐς τὸ στρατόπεδον τῶν πολεμίων, ἐπικαταβὰς ἀπὸ τοῦ ὄρους ἐμβάλλει τε ἐς τὸ στρατόπεδον τοῦ Σαβατίνεω. καὶ ὁ μὲν Σαβατίνης ἐπεξελθεῖν μέντοι οὐκ εἶχεν, | |
ὅτι καὶ ἄξιον λόγου μαχέσασθαι, φυλάξαι δὲ τὸ στρατόπεδον | 32 in vol. 2.1 | |
2.33 | πειρώμενος καὶ οὐκ ἠδύνατο, βιασαμένων τῶν μετὰ τοῦ Ἰάγγου Παιόνων, ἐς φυγήν τε ἐτράπη καὶ ἐπὶ τὸν Ἴστρον ἐπείγετο φθῆναι ὡς διαβησόμενος. Ἰάγγος δὲ τὸ στρατόπεδον παραλαβών, καὶ λόχους ὑπείσας αὐτοῦ ταύτῃ, ὥστε τοὺς ἐπανιόντας σὺν τοῖς | |
5 | ἀνδραπόδοις συμπαρελάμβανε διαφθείρων ἅπαντας. καὶ οὕτω δὴ τὰ πλείω τοῦ στρατεύματος αὐτοῦ ταύτῃ κάκιστα διεφθάρη, καὶ νίκην νικᾷ ἀρίστην ἐς τῶν πρὸς αὐτοῦ Ἰάγγος ὁ Χωνιάτης. Οὗτος γένους ὢν οὐ πάνυ τι φαύλου, ἀπὸ Χωνιάτης πόλεως Ἀρδελίου ὡρμημένος ἐπὶ τὸν Τριβαλλῶν ἀφίκετο ἡγεμόνα, με‐ | |
10 | μισθωμένος δὲ αὐτοῦ διέτριβε συχνόν τινα χρόνον, τόλμαν τε ἐπιδεικνύμενος ἀξίαν λόγου καὶ σπουδήν, ὡς ὅ τι ἂν ἐπιπεμφθείη ὑπὸ τοῦ ἡγεμόνος. καὶ δὴ λέγεται καὶ τόδε. ὡς ἐξήλαυνεν ἐπὶ ἄγραν ὁ τῶν Τριβαλλῶν ἡγεμών, καὶ λύκου ἐπιφανέντος τῷ ἡγεμόνι ἐπεκάλει τὸν Ἰάγγον, ὡς ἐπὶ τῷ λύκῳ γένοιτο. ὁ δ’ ὡς | |
15 | παρεληλύθει, τὸν θῆρα ἤλαυνεν ἀνὰ κράτος. πεσόντος δὲ τοῦ θηρὸς ἐς τὸν ποταμὸν καὶ νηχομένου, ἐπεισπεσεῖν τε ἅμα ἐς τὸν ποταμὸν καὶ αὐτὸν καὶ διανηχομένου τοῦ ἵππου διαβῆναι, δια‐ βάντα δὲ ἐπιδιώκειν οὐδαμῇ ἀνιέντα, τελευτῶντα δὲ καταλαβεῖν τε τὸν λύκον καὶ ἀνελεῖν, μετὰ δὲ ἀφελόμενον τὸ δέρμα τοῦ θηρὸς | |
20 | ἐλαύνειν ὀπίσω ἐπὶ τὸν ἡγεμόνα, διαβάντα δὲ αὖθις τὸν ποταμὸν καὶ προεχόμενον τοῦ λύκου τὸ δέρμα εἰπεῖν «ὦ δέσποτα, ἐγέ‐ νετο, ᾗ ἐπέταξας, καὶ τόν τε λύκον ἀνεῖλον, καὶ τὸ δέρμα ὧδέ | |
σοι παρέστη, ὑπουργεῖν ὅ τι ἂν δέοι χρῆσθαι.» τότε μὲν δὴ τὸ | 33 in vol. 2.1 | |
2.34 | θαῦμα ἀγασθέντα τὸν Τριβαλλῶν ἡγεμόνα εἰπεῖν λέγεται, ὡς οὐκ ἔστιν, ὅπως ὁ ἀνὴρ οὗτος ἐπὶ μέγα δυνάμεως οὐκ ἀφίξεται. τότε μὲν δὴ οὕτως εἰπὼν τὸ ἐντεῦθεν χρήμασί τε ἐθεράπευε, καὶ διατρίψας αὐτοῦ χρόνον συχνὸν ἀφίκετο ἐπὶ τοὺς Παίονας. λέ‐ | |
5 | γεται μὲν δὴ καὶ πρὶν ἐπὶ τὸν Τριβαλλῶν ἡγεμόνα ἐλθεῖν, Ἀλίεω τοῦ Βρενέζεω γενέσθαι θεράποντα, καὶ θητεῦσαι παρ’ αὐτῷ ἱπποκόμον γενόμενον. οὐκ ἔχω δέ, ὅπῃ τοῦτο ἀληθὲς εἶναι συμβάλλωμαι· τήν τε γὰρ ἂν φωνὴν ἐξέμαθε τὴν Τούρκων. ὡς μὲν οὖν ἐτράπετο ἐπὶ τοὺς Παίονας, καὶ συμπαραλαβών τινας | |
10 | μεθ’ ἑαυτοῦ παρῄει ἐπὶ τὰ βασίλεια, μισθὸν φάσκων ἥκειν αὐτοῖς σὺν τοῖς ἀμφ’ αὑτὸν ληψόμενος, ἐλάμβανέ τε τὸν μισθόν, καὶ ἐς διαφορὰν καθισταμένων τῶν Παιόνων πρὸς τοὺς Γερμα‐ νοὺς μεγάλα ἀπεδείκνυτο ἔργα, ὁπότε ἔδει αὐτίκα παρόντα, ἐν τάχει τε παραγενόμενος καὶ μαχόμενος ἀξίως λόγου. μετὰ δὲ | |
15 | ταῦτα ἐπισπομένων αὐτῷ καὶ πολλῶν ἄλλων εὐδοκιμῶν ἐφαίνετο πανταχῇ, δι’ ἃ δὴ καὶ ἐπετέτραπτο τὴν τῆς Ἀρδελίου χώρας ἀρχὴν ὑπὸ τῆς Παιόνων βουλῆς. καὶ ἄρχων ταύτης τῆς χώρας τόν τε Σαβατίνην εὐνοῦχον τοῦ βασιλέως στρατηγὸν καθεῖλέ τε καὶ ἐτρέψατο, νίκην ἀνελόμενος εὐδοξοτάτην, ἀφ’ ἧς δὴ τὰ Παιόνων | |
20 | πράγματα ἐπανῆκεν ἐπὶ τὴν πρότερον σφῶν κατάστασιν γενόμενα, ἀφ’ οὗ κατὰ χρόνον Παιαζήτεω τὸν βασιλέα Παιόνων [ἐς] Σιγι‐ | |
σμοῦνδον τρεψαμένου, τήν τε χώραν ἐπελαύνοντες ἐδῄουν θαμὰ | 34 in vol. 2.1 | |
2.35 | ληϊζόμενοι οἱ Τοῦρκοι, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγόμενοι ἐνέπλησαν τήν τε Ἀσίαν καὶ Εὐρώπην ἀνδραπόδων Παιονικῶν. ἐπεί τε Ἰάγγος ἀφικόμενος ἐπὶ τὴν Ἀρδελίου χώραν τόν τε εὐνοῦχον ἐτρέψατο καὶ τοὺς περὶ αὐτὸν ἐτρέψατο Τούρκους, | |
5 | τόλμῃ τε ἐχρήσαντο οἱ Παίονες ἀπὸ τοῦδε, καὶ ἔργα ἀπεδείκνυντο ἐς τοὺς Τούρκους ἄξια λόγου. τόν τε γὰρ Ἴστρον διαβάντες πολλάκις διέφθειρον, καὶ ὅποι περιτύχοιεν ὀλίγοι πολλοῖς οὖσι τοῖς Τούρκοις, εὐπετῶς τε περιεγένοντο καὶ οὐδὲ εἰς χεῖρας ἀφικομένους σφίσιν ἐτράποντο. | |
10 | Τότε μὲν δὴ περιγενόμενος ἐπὶ μέγα ἐχώρει δυνάμεως. καὶ στρατηγὸς δὲ μετὰ ταῦτα ἀποδειχθεὶς ὑπὸ τῆς Παιόνων βουλῆς πρὸς τοὺς Τούρκους τε καὶ Γερμανοὺς τὸν πόλεμον διέφερε, γενναιότατα διαγωνιζόμενος. οἱ μέντοι Παίονες πρός τε τοὺς Γερμανοὺς διενεχθέντες τε ἐπολέμουν, ἀπὸ αἰτίας τῆσδε ἐς | |
15 | διαφορὰν ἀλλήλοις ἀφικόμενοι. μετὰ δὲ ταῦτα καὶ πρὸς τοὺς Τζέχους, τοὺς Βοεμίους καλουμένους, ἐπὶ συχνόν τινα χρόνον τὸν πόλεμον διαφέροντες μεγάλα κακὰ ἐποίουν ἀλλήλους. τρέ‐ πονται δὴ οὖν διὰ ταύτην αὐτῶν τὴν διαφορὰν ἐπὶ τοὺς Πο‐ λανίους, καὶ ἐπαγόμενοι τὸν βασιλέως ἀδελφιδοῦν παῖδα βασιλέα | |
20 | τε σφίσιν ἐστήσαντο, καὶ τοῖς Πολανίοις χρησάμενοι συμμάχοις τοῖς τε Γερμανοῖς καὶ Βοεμίοις ἐπέκειντο χαλεπῶς, καὶ ἐδῄουν τὴν χώραν, καὶ πόλεις αὐτῶν ἐπιόντες ἐνεπίμπρων οὐκ ὀλίγας. καὶ δὴ καὶ ἐς μάχην καταστάντες ἐμάχοντο· καὶ ὁτὲ μὲν πε‐ | |
ριεγένοντο οἱ Παίονες, ὁτὲ δὲ καὶ ἡττῶντο, καὶ ἐπὶ βραχὺ αὖθις | 35 in vol. 2.1 | |
2.36 | ἀναλαμβάνοντες σφᾶς ἐμάχοντο. τήν τε γὰρ μάχην ποιοῦνται τάδε τὰ γένη κατὰ τὸ καρτερόν, οὐδενὸς φειδόμενοι, ἀλλὰ δό‐ ρασί τε ἐπιόντες καὶ τηλεβόλοις καὶ σιδηρείοις καταπέλταις ἱππικοῖς καὶ ἑτέροις βέλεσι διαμαχόμενοι κατακαίνουσί τε ἀλλή‐ | |
5 | λους. ἐπειδὰν δὲ ἐς φυγὴν γένωνται, οὐκέτι ἀνήκεστον συμ‐ βαίνει σφίσιν ἐς τὴν φυγήν, ἀλλ’ ἢν παραδιδῷ τις ἑαυτὸν καὶ ὁμολογίᾳ χρῷτο ὡς ἡττημένος, ἀφίησιν αὐτὸν ἀπιέναι, ἐφ’ ᾧ τοῦ λοιποῦ μὴ διαμάχεσθαι αὐτῷ, ἐπειδὰν συνίωσι τὰ στρατεύ‐ ματα ἀλλήλοις καθιστάμενα ἐς τὴν μάχην. ταύτῃ μὲν δὴ ἐς | |
10 | ἀλλήλους κατὰ τὰς μάχας χρῶνται καταστάσει, ὥστε ἐπειδὰν τρέποιτο ἐς φυγὴν τὰ στρατεύματα, οὐ πολύ τι μέρος αὐτῶν τὸ ἐντεῦθεν ἀπογίγνεσθαι. Τὴν μέντοι Δακίαν αὐτοὶ οἱ Παίονες ἐπελθόντες, ἡγουμένου τοῦ Χωνιάτου, καθίστασαν Δᾶνον ἡγεμόνα αὐτοῖς καὶ πείθεσθαι | |
15 | αὐτὸν ἐκέλευον. οὗτος μὲν οὖν ἐξελαυνομένου τοῦ Δρακούλεω ἡγεμόνος αὐτῶν, καὶ ἐπὶ τὰς βασιλέως θύρας ἰόντος, τήν τε χώραν κατέσχεν ὁ Δᾶνος, καὶ τοὺς ἐπιτηδείους Δρακούλεω τοῦ ἡγεμόνος διειργάζετο, ὅποι πυνθάνοιτο αὐτῶν τινα περιεῖναι. οὗτοι μὲν δὴ λέγονται παῖδες γενέσθαι τοῦ Μύρξεω νόθοι, καὶ | |
20 | τούτων ἐνίους πλαττομένους ὑπὸ τῶν τῆς χώρας γένει τε καὶ πλούτῳ εὐδοκιμούντων καθίστασθαι ἐς τὴν τῆς Δακίας ἡγεμο‐ | |
νίαν, ὡς ξύμφορά τε ἅμα καὶ λυσιτελῆ ἔσοιτο σφίσιν ἐς τὴν | 36 in vol. 2.1 | |
2.37 | ἀρχὴν καθισταμένων. ὧν δὴ ἕνα τε καὶ δύο ἀναπυνθανόμενος εὗρον, καὶ ἐξέμαθον τό τε γένος αὐτῶν καὶ τοὺς πατέρας· ἀλλ’ οὐκ ἐξοίσω ἐς τοὺς πολλοὺς τοὔνομα διασημήνας. Δᾶνος μὲν οὖν τότε ὑπὸ Παιόνων κατήχθη ἐς τὴν [Παιόνων] ἀρχήν, καὶ ἔσχε | |
5 | τὴν χώραν, θεραπεύων τε ἀπὸ τοῦδε διετέλει τοὺς Παίονας. καὶ ὡς ἐπέκειντο τὴν χώραν διαβαίνοντες κρύφα οἱ τοῦ βασιλέως αὐτοῦ παρὰ τὸν Ἴστρον καθεστῶτες ὕπαρχοι, πρέσβεις τε ἔπε‐ μπεν ὡς βασιλέα, καὶ εἰρήνην αἰτούμενος ἔπρασσεν, ὅπως αὐτῷ γένοιτο, ἀπαιτηθεὶς ἀπάγειν ἐς τρισχίλια τόξα καὶ θυρεοὺς | |
10 | τετρακισχιλίους τοῦ ἐνιαυτοῦ, σπονδάς τε ἐποιήσατο. καὶ οὕτω δὴ ἐπὶ κατάστασιν εὖ ἔχουσαν ἑαυτῷ ἀφικόμενος ἡγεμόνευέ τε τῆς Δακίας, καὶ πρὸς τὸν Μπογδανίας τῆς μελαίνης ἡγεμόνα ἄγγελον πέμψας εἰρήνην τε ἐποιήσατο, καὶ ἐπιγαμίαν αὐτῷ ποιη‐ σάμενος συνεβάλλετο αὐτῷ ἐς τὸν πρὸς τὸν Δρακούλην μετὰ | |
15 | ταῦτα πόλεμον. Ταῦτα μὲν δὴ ἐς τὴν ἀρχὴν οὕτως ἔσχεν αὐτῷ τὰ πράγ‐ ματα· Ἀμουράτης δὲ μετὰ ταῦτα ἐπὶ Κολχίδα γῆν τριήρεις ἔπεμψε, τήν τε χώραν δῃῶσαι καὶ ἀνδραποδίσασθαι τὴν πόλιν, ἢν δύνωνται, καὶ ἐπὶ Γοτθίαν ἐπιπλεῦσαί τε, καὶ ὅπῃ παρείκοι, | |
20 | τὴν χώραν ληΐσασθαι ἀποβάντας. καὶ ἐπιπλέουσαι μὲν αἱ τριή‐ ρεις προσέσχον ἐς γῆν τε τὴν Κολχίδα, καὶ ἐπὶ τοὺς Γότθους ἀφικόμενοι ἐλεηλάτουν τὴν χώραν, ἀνδραποδισάμενοι οὐκ ὀλίγην. | |
ἐπανιόντι δὲ τῷ στόλῳ χειμὼν ἐγένετο ἰσχυρός, καὶ ἄνεμος | 37 in vol. 2.1 | |
2.38 | ἀπαρκτίας ἐπιβαλὼν ἐξήνεγκεν ἐς τὴν Ἀσίαν κατὰ τὴν Ποντοη‐ ράκλειαν, καὶ φερόμεναι αὐτοῦ ἔνιαι τῶν τριηρῶν διεφθείροντο καὶ ἐν ξυμφορᾷ ἔσχοντο τοιαύτῃ. Πρὸς Ἰανυΐους μέντοι αὐτῷ φίλια ἦν διὰ τέλους καὶ εἰρη‐ | |
5 | ναῖα. Ἰανύϊοι μὲν δὴ τότε πρός τε σφᾶς αὐτοὺς περιπεσόντες μεγάλως τε ἐσφάλλοντο περὶ τὴν πόλιν αὐτῶν, καὶ δὴ καὶ τῶν στασιωτῶν ἐπαγομένων Φίλιππον τὸν Λιγύρων ἡγεμόνα τήν τε πόλιν ἐπέτρεψαν, καὶ οἷ ἂν ἐξηγοῖτο, εἵποντο τῷ ἡγεμόνι. πυν‐ θάνομαι γενέσθαι δὴ τοῦτο αὐτοῖς καὶ τὸν δῆμον ἑλόμενον | |
10 | ἐπαγαγέσθαι τοῦτον σφίσι τύραννον καταστησαμένους διὰ τὸ πρὸς τοὺς Οὐενετοὺς ἔχθος καὶ τὴν πρὸς ἐκείνους αὐτῶν δια‐ φοράν, καὶ ὅτι καὶ τὸν Μεδιολάνου τοῦτον ἡγεμόνα ᾔσθοντο πολεμοῦντα τοῖς Οὐενετοῖς κατὰ τὸ καρτερὸν καὶ διαφέροντα τὸν πόλεμον ἐκτεταμένως. | |
15 | Ἔστι δ’ ἡ πόλις αὕτη πρὸς τὸ ἄκρον τῆς Ἰταλίας κατὰ τὴν Γαλατίαν· Τυρρηνῶν δὲ τῆς χώρας ἔχεται τὸ πρὸς ἕω ἰόντι, καὶ Τυρρηνικοῦ πελάγους ἅπτεται, ταύτῃ τετραμμένη τὸ πρὸς ἀνίσχοντος ἡλίου ἡ πόλις· πρὸς δὲ ἑσπέραν ἀπαλλαττομέ‐ νης τῆς χώρας Ἰανυΐων ἐπιβαίνειν ἔστι τῆς Προβεντίας, ἥτις | |
20 | Γαλατία ἐστὶ καὶ ὑπὸ τῶν Κελτῶν βασιλεῖ τεταγμένοι διατε‐ λοῦσιν. ὀνομάζεται δὲ διὰ ταύτης πύλη Ἰταλίας, ὡς αὐτίκα ἀπὸ τούτων ἐμβάλλει ἐς Γαλατίαν. πολιτεύεται δὲ οὔτε ἐς δημο‐ κρατίαν τὸ παράπαν τετραμμένη ἡ πόλις, οὔτε ἐς ἀριστο‐ | |
κρατίαν· ἐπιμεμιγμένη δὲ ἀμφοῖν ταῖς καταστάσεσι τοῦτο μὲν | 38 in vol. 2.1 | |
2.39 | ἐς δημοκρατίαν δοκεῖ ἀποκλίνειν, τοῦτο δ’ αὖ ὑπὸ ἀρίστων τινῶν διιθύνεσθαι, τὰ ἐς τὴν ἀρχὴν αὐτὴ διατιθεμένη. ἔστι γὰρ δύο γένη ἐν τῇ πόλει ταύτῃ ἀπὸ παλαιοῦ προεστῶτες τῆς πόλεως, καὶ πρωτεύοντες οὕτως, ὥστε ξύμπαντα τὸν δῆμον ἐπὶ τούτους | |
5 | τετράφθαι, τῷ παντὶ θάτερα ταλαντευόμενον. τὸ μὲν δὴ τοῖν γένοιν καλεῖται Ντόρια, τὸ δὲ ἕτερον Σπίνουρα. ἐπὶ τούτους ὁ δῆμος διῃρημένος 〈τὸ μὲν〉 αὐτοῦ αἱρεῖται τὴν Σπίνουρα αἵρεσιν, τὸ δὲ αὖ τοῦ Ντόρια. ἄγοντες δὲ οὗτοι τὸν δῆμον, καθιστάναι μὲν ἀπὸ σφῶν αὐτῶν ἡγεμόνας τῇ πόλει οὐκ ἔξεστιν, οὐδὲ ἐπι‐ | |
10 | τρέπει ὁ δῆμος· ἀλλ’ ἐστὸν δύο ἑτέρω γένεε, δημόται ὄντες, καὶ τὸ μὲν τῶν γενῶν τούτων πρὸς τὸ γένος τῶν ἀρίστων τετραμ‐ μένον ἐστὶ καὶ ἐπιτήδειον, τὸ δὲ αὖ πρὸς τὸ ἕτερον. καλεῖται δὲ τούτων τὸ μὲν Ἀδόρνοι, τὸ δὲ Φρεγούσιοι. ἀπὸ δὲ τούτων τῶν οἰκιῶν νομίζεται αὐτοῖς, ὁποία δὴ τῶν ἀρίστων μοῖρα ἐπι‐ | |
15 | κρατοίη, ἐγκαθιστάναι τῇ πόλει ἄρχοντα. καὶ τῶν μὲν Ἀδόρνων ὁ οἶκος ᾠκείωται τῷ Σπίνουρα γένει, τὸ δὲ Φρεγουσίων τῷ Ντόρια ἐπιτήδειόν τέ ἐστι καὶ ἐγκαθιστάμενον ὑπ’ αὐτοῦ ἐς τὴν ἀρχήν. τῷ δὲ ἡγεμόνι τούτῳ, ἐπειδὰν ἐς τὴν ἡγεμονίαν κατασταίη, ἐπιτέτραπται κατὰ τοὺς νόμους, ἐπιλαβομένῳ καὶ | |
20 | τῶν ἀρίστων τινῶν, τρέπειν ὡς ξυμφερώτατα. περὶ μὲν οὖν τῶν | |
προσόδων τῆς πόλεως τούτους νομίζεται ἐπιτροπεύειν, διαθεῖναι, | 39 in vol. 2.1 | |
2.40 | ᾗ ἂν αὐτοῖς δοκοίη· περὶ πολέμου δὲ καὶ εἰρήνης νομίζεται τὸν δῆμον παρελθόντα ἐς μέσον αἱρεῖσθαι, ὅ τι ἂν αὐτῷ δοκοίη, ἑλόμενον δὲ ἐπιτρέπειν τῷ ἡγεμόνι πράσσειν ὡς λυσιτελέστατα. ἐς δὲ τὰς δίκας τῆς πόλεως ἐγκαθίστανται δικασταὶ ὑπὸ τοῦ | |
5 | ἐπικρατοῦντος γένους, καὶ δικάζουσι κατὰ τὰ σφῶν αὐτῶν. τῆς δὲ δίκης ἔφεσίς ἐστιν ἐπὶ τὸν δῆμον, ἐπειδάν τις αὐτῶν μὴ κατὰ τοὺς νόμους δικάσηται. Διενεχθέντε δὲ τὼ γένεε τούτω, Ντόριά τε καὶ Σπίνουρα, καὶ ἐς διαφορὰν σφίσι καθισταμένω μεγάλα τε τὴν πόλιν κακὰ | |
10 | εἰργάσαντο, τυράννους τε ἐς τὴν πόλιν ἐγκαθιστάντες, καὶ ἐπα‐ γόμενοι ἀθέμιτα ἐπὶ τὴν πόλιν πράγματα. τῶν δὲ γενῶν τούτων τὸ μὲν πρὸς τοὺς Λίγυράς τε καὶ Ἰταλίαν τετραμμένον αἱρεῖται ἑαυτῷ τοὺς Ἰταλοὺς καὶ συμμάχους ἐπάγεται, 〈τὸ δὲ〉 τῶν Κελτῶν βασιλέα ἐπὶ τὴν πόλιν. ξυμφοραῖς μὲν οὖν πολλαχῇ | |
15 | περιέπεσεν ἡ πόλις αὕτη, ἐς ἀνήκεστα κακὰ προαγομένων τῶν τῆς πόλεως γενῶν ἐπ’ ἀλλήλους, καὶ τοὺς σφῶν αὐτῶν πολε‐ μιωτάτους ἐπαγομένων ἐπ’ ἀλλήλους· ἐπειδὰν μέντοι ἀνάγκῃ περιπίπτοντες ἀνηκέστῳ παρὰ τὰ σφῶν ἔθιμα ἀναγκάζοιντο πολι‐ τεύεσθαι ὑπὸ τῶν τυράννων, δαιμονίως ὁμοφρονοῦντες ἀλλήλοις | |
20 | κατὰ τὸ ἰσχυρὸν ἐξελαύνουσί τε αὐτίκα, ὃς ἂν τύχῃ ἐν τῇ πόλει διαιτητὴς οὐκ ἀγαθός. ἐπαγόμενοί τε γὰρ πολλάκις τῶν Κελτῶν βασιλέα, ἐπιτρέψαντες τὴν πόλιν, αὖθις ἐξήλασαν ὁμοφρονοῦντες | |
ἀλλήλοις, ὥστε μὴ πάνυ ἐνδιατρίβειν ἐῶντες παρὰ σφίσι τὴν | 40 in vol. 2.1 | |
2.41 | τυραννίδα ὁ δῆμος ἐπὶ τὴν ἐλευθερίαν ἐπανίασι, τὰ παρόντα σφίσι καινοτομοῦντες καὶ ἐξελαύνοντες, αὖθις καθιστᾶσι τῶν ἀστῶν ἡγεμόνας καὶ κατὰ τὰ πάτρια πολιτεύονται. διάφοροι δέ εἰσι μάλιστα τοῖς ἀπὸ Ταρακῶνος καὶ τοῖς Ταρακονησίοις τὸ | |
5 | παλαιόν, καὶ πολέμους διέφερον ἐπὶ πολλαῖς γενεαῖς ἐς τούτους τε καὶ τὴν χώραν αὐτῶν, καὶ ἰδίᾳ τε καὶ δημοσίᾳ, ὅποι ἀλλή‐ λοις περιτύχωσιν, ἐς μάχην αὐτοὺς καθίστανται, ὥστε ἀνελεῖν ἀλλήλους, ἢν δύνωνται. Ταρακονησίοις μὲν οὖν ἐς διαφορὰν καθεστῶτες αἰεί τε πολέμιοί εἰσιν, ἐξ ὅτου ἐγένοντο· πρὸς δὲ | |
10 | τοὺς Οὐενετοὺς διηνέχθησαν μὲν καὶ πάλαι διὰ τὰς ἐν τῷ Αἰγαίῳ πελάγει νήσους Χίον τε καὶ Λέσβον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸν Λιγύρων ἡγεμόνα, ὃν σφίσιν ἐπαγόμενοι τύραννον ἐγκατέστησαν καὶ ἐν στάσει γενόμενοι τὴν πόλιν ἐπέτρεψαν ἐπι‐ τροπεύειν τε, καὶ Οὐενετοῖς ἐπολέμουν καὶ τῷ Ταρακονησίων | |
15 | βασιλεῖ. καὶ ναῦς μὲν ἐπλήρουν ἐς τὸν πρὸς Οὐενετοὺς πόλεμον, καὶ ἐπιπλέοντες τάς τε ἐς τὸν Ἰόνιον πόλεις ἐκάκουν καὶ τὰς ἐπὶ τῷ Αἰγαίῳ. ταῦτα δὲ ἔπραττον τοὺς Οὐενετοὺς τιμωροῦντές τε τῷ Λιγύρων τυράννῳ τῷ Φιλίππῳ. καὶ τήν τε Κέρκυραν πῦρ ἐνιέντες ἐς τὰ προάστεια κατέκαυσαν, καὶ ἔβλαπτον, εἴ τι προ‐ | |
20 | χωροίη αὐτοῖς. ὕστερον μέντοι, ὡς πρὸς τὸν Ταρακόνων βασιλέα ᾧ ὄνομα Ἀλφόνσον διενεχθέντες, ἐμάχοντο πρὸς Γαέτην πόλιν | |
τῆς Ἰταλίας· ἐνταῦθά τε γὰρ καθορμιζομένων τῶν τοῦ βασι‐ | 41 in vol. 2.1 | |
2.42 | λέως Ἀλφόνσου νεῶν μεγίστων, καὶ ὡς ἐπύθοντο οἱ Ἰανύϊοι τόν τε στόλον αὐτοῦ ἐνταῦθα ὡς ἐπ’ αὐτοὺς παρασκευαζόμενον τὸν βασιλέα, πληρώσαντες ναῦς μεγίστας δὴ ὧν ἡμεῖς ἴσμεν, τῶν ἐπὶ τὴν ἐμπορίαν ἀφικνουμένων, καὶ ἐξοπλισάμενοι ἀπὸ τῆς | |
5 | πόλεως ἀνήγοντο ἐπὶ τοὺς Ταρακονησίους, καταλαβόντες δὲ αὐτὸν ἐν τῷ Γαέτης λιμένι διεναυμάχουν ταῖς τοῦ βασιλέως ναυσὶν ἐπὶ πολὺν χρόνον. ἔτυχε δὲ αὐτοῦ τότε παρὼν ἐν τῇ πόλει ὁ βασιλεύς, καὶ τὴν μάχην θεώμενος ἤσχαλλέ τε καὶ ἠθύμει, ὅτι πλειόνων ἐν ταῖς ἑαυτοῦ ναυσὶν ὄντων ἀνδρῶν οὐχ | |
10 | οἷαί τ’ ἂν εἶεν ὑπερβάλλεσθαι τὰς τῶν πολεμίων ναῦς. καὶ δὴ καὶ ἐμβὰς αὐτὸς ἐς τὰς ναῦς, ὥστε ἐποτρῦναι αὐτοὺς ἐπὶ τὸν πόλεμον, μάχης οὖν καρτερᾶς γενομένης ἥ τε ναῦς ἑάλω, καὶ σὺν αὐτῇ τε ἅμα ἑάλω καὶ ὁ Ταρακόνων βασιλεύς. εἷλε δὲ καὶ τὴν ναῦν γραμματιστὴς τοῦ Ντόρια, ναυαρχοῦντος | |
15 | τότε τοῖς Ἰανυΐοις. οἳ ἐπείτε περιεγένοντο καὶ αὐτὸν εἷλον τὸν βασιλέα, ἀπέπλεον ἐπ’ οἴκου. ὡς δὲ ἀγχοῦ τῆς πόλεως ἐγένοντο, πρὶν ἢ ἐς τὴν πόλιν αὐτὸν καθορμίσασθαι, ἀποστρέψας ἔπλει ἐπὶ τὴν τοῦ Λιγύρων ἡγεμόνος χώραν, ὡς αὐτόν τε ἐκείνῳ ἄξων αἰχ‐ μάλωτον τὸν βασιλέα Ἀλφόνσον, καὶ οἰόμενος μέγα τι ἀποίσεσθαι | |
20 | αὐτῷ κέρδος ἀπὸ τοῦ ἡγεμόνος. ἐπιβὰς δὲ τῆς χώρας αὐτοῦ ἧκεν ἄγων τὸν βασιλέα αἰχμάλωτον παρὰ τὸν Λιγυρίας τύραννον. ἐνταῦθα ὁ Μεδιολάνου ἡγεμὼν οὗτος τόν τε βασιλέα ὑπεδέξατο ἐν τιμῇ, καὶ μεγάλως τιμήσας αὐτὸν ἀπέπεμψεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ. | |
καὶ τὸ ἀπὸ τοῦδε οἵ τε Ἰανυΐων ἄνδρες γνώμῃ διενεχθέντες | 42 in vol. 2.1 | |
2.43 | πρὸς τοῦτον οὐ πολλῷ ὕστερον ἀπέστησαν καὶ τὸν ἄρχοντα ἐξή‐ λασαν, καὶ τοὺς ἐς τὴν τῆς πόλεως ἀκρόπολιν καταφυγόντας ὁμολογίᾳ παραστησάμενοι· καὶ αὐτοὶ ἐς τὰ πατρῷα σφίσι τοῦ λοιποῦ τὴν πόλιν διῴκουν, ἐγκαθιστάντες δὲ ἡγεμόνας τῶν ἀστῶν | |
5 | ἐπὶ τῇ ἡγεμονίᾳ, ᾗ καὶ πρότερον αὐτοῖς ἐνομίζετο. ὁ μέντοι Ἀλφόνσος ἀπολυθεὶς ὑπὸ τοῦ Μεδιολάνου ἡγεμόνος εὔνως τε αὐτῷ εἶχε, καὶ ἐπιτηδείως ὑπουργῶν, ἅττ’ ἂν αὐτῷ πρὸς χάριν ἡγήσαιτο, ἥδεσθαι οὐκ ἐπαύσατο διὰ παντός, ἐς ὃ δὴ ὁ τοῦ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησεν. | |
10 | Οὗτος δὲ ὁ Ταρακονησίων βασιλεὺς τῆς τε Βαλεντίας βα‐ σιλεύων καὶ Ταρακῶνος καὶ τῆς τε Σαρδόνος νήσου καὶ Κύρνου, καὶ ἐπάρχων τῆς Βαρκενώνης πόλεως εὐδαίμονος κατὰ τὴν Ἰβηρίαν, ἀφίκετο ἐς Σικελίαν μὲν τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἐς Ἰταλίαν καὶ ἐπὶ Παρθενόπην, καὶ τὴν βασιλείαν κατέσχε | |
15 | τρόπῳ τοιῷδε· τὴν γὰρ Νεάπολιν ταύτην τῆς Ἰταλίας προσελ‐ θοῦσαν τὸ παλαιὸν ἐς τὸν Κελτῶν βασιλέα, ἀπεδείκνυτο ἀπὸ οἴκου τοῦ βασιλέως ἐς τήνδε τὴν χώραν τῆς Ἰταλίας βασιλέα καὶ ἄρχοντα. ἡ δὲ βασιλεία ἄρχεται μὲν ἀπὸ Ἰαπυγίας ἄκρας καὶ Μεσαπίας, καὶ ἐπὶ πολὺ προϊοῦσα κατὰ τὸν Ἰόνιον κόλπον | |
20 | ἐπ’ ἀριστερὰ εἰσπλέοντι ἀμείβει τε τὴν χώραν τῆς Βάρης οὕτω καλουμένης, καί γε τὴν βασιλικωτάτην ἐπέχει λόγου ἀξίαν οὕτω χώραν. μετὰ δὲ τὴν Γήπονον οὕτω καλουμένην διήκει | |
ἐπὶ Γαέτην καὶ ἐπὶ Κιετίην, πόλιν ὁμοροῦσαν τὸ πρὸς ἑσπέραν | 43 in vol. 2.1 | |
2.44 | τῇ Ῥωμαίων χώρᾳ, τὸ δὲ πρὸς ἕω τῷ Ἰονίῳ. ἔχει δὲ καὶ τὴν πρὸς Σικελίαν τετραμμένην χώραν, Ἑλλάδα τὸ παλαιὸν καλου‐ μένην, τὰ νῦν δὲ Καλαβρίαν. ὡς δὴ οὖν ἐπὶ τῶν Κελτῶν βασιλέα περιελήλυθεν ἡ τῆς Νεαπόλεως βασιλεία, ἐπέστησεν | |
5 | αὐτῇ βασιλέα τῶν προσηκόντων αὐτοῦ, ἕνα οἴκου τοῦ βασι‐ λέως. ὃς δὲ ἀφικόμενος ἐς τὴν Νεάπολιν (Λαντίσλαος δ’ ἦν ὄνομα αὐτῷ) ἐβασίλευέ τε τῆς χώρας, καὶ ἐπὶ μέγα δυνάμεως τῶν κατὰ τὴν Ἰταλίαν ἐπί τε τὴν Τυρρηνῶν ἀρχὴν ἐστρα‐ τεύετο καὶ ἐπὶ τὴν λοιπὴν Ἰταλίαν, μεγάλα ἀποδεικνύμενος | |
10 | ἔργα. καὶ δὴ καὶ ἐπὶ τὴν τῶν Τυρρηνῶν μητρόπολιν Φλωρεν‐ τίαν στρατὸν ἐπαγόμενος καὶ προσκαθεζόμενος ἐπολιόρκει. ὡς δὲ χρονιωτέρα ἐγένετο ἡ πολιορκία, λέγεται, ὡς ἐς τὸ ἔσχατον κακοῦ ἀφικόμενοι οἱ τῆς πόλεως λόγους προσέφερον περὶ εἰρή‐ νης, φάσκοντες πείσεσθαι αὐτούς, ὅ τι ἂν κελεύοι, καὶ ἐπὶ τού‐ | |
15 | τοις διαλύεσθαι. τὸν δὲ ξυμβαίνοντα αἰτεῖσθαι τῶν ἀστῶν τινὸς θυγατέρα, εὐπρεπῆ τε οὖσαν καὶ πασῶν τῶν ἐν τῇ πόλει λεγο‐ μένων εἶναι καλλίω, ταύτην ὡς ἐπύθετο κάλλει διενεγκεῖν τῶν ἐν τῇ πόλει. φέρει δὲ αὕτη ἡ πόλις μάλιστα δὴ γυναῖκας κάλλει διαφερούσας τῶν ἐν Ἰταλίᾳ, μετ’ αὐτῶν γε παρθένους. ταύτην | |
20 | δὲ ἀναπυνθανόμενος οὕτω ἔχειν ἐς κάλλος (ἦν δὲ ἄλλως ὁ βα‐ | |
σιλεὺς οὗτος καὶ ἐς γυναῖκας ἐπιμανὴς καὶ ἀκόλαστος), αἰτού‐ | 44 in vol. 2.1 | |
2.45 | μενος ταύτην αὐτῷ δοθῆναι τὴν γυναῖκα, ἐπὶ τῇ ξυμβάσει αὐτὸν συναινέσαι τοὺς Τυρρηνούς, καὶ κελεῦσαι τὸν πατέρα ἐνσκευα‐ σάμενον τὴν θυγατέρα αὐτοῦ τῷ καλλίστῳ δὴ κόσμῳ, ἐκδοῦναι τῷ βασιλεῖ. τυχεῖν δὲ ἰατρὸν τὸν τῆς παιδὸς ταύτης πατέρα, | |
5 | ἥκοντά τε ἐς τὰ πρῶτα τῆς τέχνης καὶ ἐπὶ πεῖραν πολλῶν ἀφι‐ κόμενον. ὡς δ’ οὐκ ἠδύνατο διαφυγεῖν, ὥστε μὴ ἐκδοῦναι τὴν θυγατέρα, ἐγκερασάμενον κόνειον ὡς ἠδύνατο ἰσχυρότατον (ἐν δὲ ταύτῃ τῇ πόλει μάλιστα δὴ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγκιρ‐ νῶνται τὸ κόνειον ἄμεινον τῶν ἐν ταῖς ἄλλαις πόλεσι) καὶ ἐμ‐ | |
10 | βάψαντα τὸ λέντιον ἐς τὸ κόνειον, φέροντα δοῦναι τῇ θυγατρί, ὡς ἐπειδὰν αὐτῇ ἐπιμίσγοιτο ὁ βασιλεύς, μετὰ τὴν συνουσίαν ἐκμάσσειν τὸ αἰδοῖον τῷ λεντίῳ ὡς εὐπρεπέστατα· ταύτην δὲ λαβοῦσαν τὸ λέντιον, θέας τε ἄξιον καὶ χρυσῷ κεκοσμημένον, φυλάττειν, ὥστε ὑπουργεῖν τῷ βασιλεῖ μετά γε τὴν συνουσίαν, | |
15 | ᾗ ἐνετέλλετο αὐτῇ ὁ πατήρ. ἐπεὶ δὲ ἄγοντες τὴν γυναῖκα ἐνε‐ χείρισαν τῷ βασιλεῖ, θεασάμενος ἐκπλαγῆναι τῷ κάλλει αὐτῆς καὶ ἐρασθέντα συγγενέσθαι, πειθομένην τὴν παῖδα τῷ πατρὶ κατὰ τὰ ἐντεταλμένα, τῷ τε λεντίῳ αὐτίκα φιλοφρονουμένην ἐκμάσσειν τὸ αἰδοῖον. καὶ ὡς ἥψατο ἐν ὑγρότητι γενομένου, | |
20 | αὐτίκα πυρέξαι τὸν βασιλέα καὶ μετ’ οὐ πολὺ ἀποθανεῖν. τε‐ | |
λευτῆσαι δὲ καὶ τὴν γυναῖκα αὐτοῦ, ὡς ἐπ’ αὐτὴν ἐπελήλυθε | 45 in vol. 2.1 | |
2.46 | τὸ κόνειον (διανεμηθὲν ἐγένετο δι’ ὑγροῦ τὸ κόνειον ἁψαμένους τοῦ λεντίου). τελευτήσαντος μὲν οὖν οὕτω τοῦ βασιλέως τόν τε στρατὸν διαλυθῆναι, ἀποχωρήσαντα ἐπ’ οἴκου, καὶ τὴν πόλιν ἐλευθέραν γενέσθαι τῆς πολιορκίας. λέγουσι δὲ Ἰταλῶν τινες, | |
5 | ὡς οὐχ ὁ πατὴρ εἴη ὁ τὸ λέντιον δεδωκὼς τῇ γυναικὶ καὶ ἐγκε‐ ρασάμενος, ἀλλ’ ἡ βουλὴ τῆς πόλεως αὐτὴν συσκευάσασα τῷ καλλίστῳ κόσμῳ, ὡς εὐπρεπεστέραν φανῆναι τῷ βασιλεῖ, καὶ τὸ λέντιον ἐπιδοῦναι, τούτῳ δὴ φιλοφρονεῖσθαι βασιλέα ἐς τὴν συνουσίαν. | |
10 | Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον λεγόμενα παρίεμεν, οὐκ εὐπρεπῆ ὄντα· μετὰ δὲ τὴν τελευτὴν τοῦ βασιλέως Λαντισλάου τὴν γυ‐ ναῖκα αὐτοῦ ἐνοχλουμένην εἰς τὴν βασιλείαν ὑπό τε τῶν Ἰτα‐ λῶν καὶ ὑπὸ τῶν τῆς χώρας ἀρχόντων, πράγματα παρεχόντων αὐτῇ γημαμένῃ Ῥαινερίῳ τῷ Προβεντίας βασιλεῖ, ἀνεψιῷ δ’ | |
15 | ὄντι τοῦ Κελτῶν βασιλέως, παραδοῦναί τε τὴν βασιλείαν τῆς Παρθενόπης. ταύτην δ’ εἶναι θυγατέρα ἐπυθόμεθα τοῦ Ταράν‐ του τε καὶ τῆς Ἰαπυγίας ἡγεμόνος, τοῦ Οὐρσίνων οἴκου ἤτοι Ἀρκίων, ὡς ἂν ταύτῃ Ἑλληνιστὶ λέγοιτο, ἀνδρὸς τὰ μέγιστα δυναμένου ἐν τῇ χώρᾳ ταύτῃ τῆς Νεαπόλεως. τὸν μὲν οὖν Ῥαι‐ | |
20 | νέριον παραλαβόντα τὴν βασιλείαν διαγενέσθαι βασιλεύοντα ἔτη δυοκαίδεκα· ἐν τούτῳ δὲ Ἀλφόνσον τὸν Ταρακόνων βασιλέα καὶ | |
Σαρδόνος καὶ Βαλεντίας, οἴκου ὄντα τῶν Μεδίνων, στόλον ναυ‐ | 46 in vol. 2.1 | |
2.47 | πηγησάμενον μέγιστον, ἐπαγομένων αὐτὸν τῶν ἐν Σικελίᾳ Πα‐ νορμέων, ἀφικέσθαι τε ἐς Σικελίαν καὶ ὑφ’ αὑτῷ σύμπασαν ποιησάμενον ἔχειν, μετὰ δὲ ταῦτα ἀπὸ ταύτης τῆς νήσου ὁρ‐ μώμενον κατασχεῖν τὴν ἐν τῇ Παρθενόπῃ ἀκρόπολιν τὴν μεσό‐ | |
5 | γαιον· εἰσὶ γὰρ τῇ πόλει ταύτῃ δύο παράλιοι ἀκροπόλεις καὶ μία μεσόγαιος. στρατὸν δ’ ἐπαγόμενος ἐπολιόρκει τε τὴν πόλιν, καὶ μηχανὰς προσφέρων ἐπειρᾶτο ἑλεῖν· ἔνθα καὶ ὁ ἀδελφὸς αὐτοῦ βληθεὶς τηλεβόλῳ ἐτελεύτησε. μετ’ οὐ πολὺ δὲ παραστη‐ σάμενος εἷλέ τε καὶ κατέσχε τὴν πόλιν. μετὰ ταῦτα τήν τε | |
10 | ἀκρόπολιν ἐπολιόρκει, τήν τε παράλιον καὶ τὴν μεσόγαιον. τὴν μέντοι μεσόγαιον παραστησάμενος λιμῷ ἐξεπολιόρκησε, τὴν δὲ παράλιον παραδόντων αὐτῷ τῶν φυλάκων κατέσχε καὶ φρουρὰν ἐγκαθίστησιν. ἡ δὲ τοῦ βασιλέως γυνὴ ἐπολιορκεῖτο μὲν ἐν τῇ πρὸς τῷ τῆς πόλεως λιμένι ἀκροπόλει· καὶ ὅ τε ἀνὴρ αὐτῆς | |
15 | ὑπεξῆλθεν ἀπελαυνόμενος, καὶ ἀπέπλει ἐπὶ Προβεντίας ὡς στρα‐ τόν τε ἐπάξων ὅτι τάχιστα καὶ τιμωρήσων τῇ γυναικί. ἔνθα ἡ βασίλεια Φορτίαν τὸν τῆς Μάρκης ἡγεμόνα μεταπεμψαμένη, καὶ τότε δὴ ἐν Ἰταλίᾳ μέγα δυνάμενον τὰ ἐς στρατηγίαν, τόν τε Ἀλφόνσον ἐξήλασε τῆς πόλεως. ἐκβαλοῦσα ἐκεῖνον ἴσχει τὴν | |
20 | πόλιν, συνεπιλαβομένου τοῦ Φορτία αὐτῇ. ὡς δὲ ἐπ’ αὐτῇ τὰ πράγματα ἐγένετο, τήν τε ἀκρόπολιν ἐπολιόρκει τὴν πρὸς τῷ ὄρει μεσόγαιον καὶ ὡς οὐκ ἠδύνατο ἑλεῖν προκαθεζομένη, λιμῷ | |
ἐπολιόρκει. μετὰ δὲ ταῦτα χρόνου οὐ πολλοῦ διελθόντος, τοῦ | 47 in vol. 2.1 | |
2.48 | Φορτίου διατρίβοντος ἐν Ἰταλίᾳ καὶ ἔχοντος ἀμφὶ τοὺς οἰκείους πολέμους, ὡρμημένος ἀπὸ Σικελίας ὁ Ταρακῶνος βασιλεὺς Ἀλ‐ φόνσος τήν τε Καλαβρίαν ὑπηγάγετο μὲν πρῶτα, μετὰ δὲ ταῦτα στράτευμα συλλέξας ἐπήλασέ τε δεύτερον καὶ κατέσχε τὴν πόλιν. | |
5 | καὶ ἥ τε βασίλεια Ῥαινερίου ὑπεξέσχεν ἐκ τῆς ἀκροπόλεως ἐπὶ τὸν παῖδα αὐτῆς, ἡγεμόνα Ταράντου καὶ Ἰαπυγίας· τὸν γὰρ δὴ ἡγεμόνα τῆς Ἰαπυγίας ἐγήματο μετὰ τὴν τελευτὴν Λαντισλάου, ἀφ’ ἧς ἔσχε παῖδα τοῦτον τὸν Ἰαπυγίας ἡγεμόνα. ὡς μέντοι Ἀλφόνσος κατέσχε τὴν πόλιν καὶ χώραν τὴν Γήπονον καλουμέ‐ | |
10 | νην, ἐπολέμει πρὸς τὸν Ἰαπυγίας ἡγεμόνα παῖδά τε τῆς Μαρίας βασιλίδος, καὶ ἐπιὼν κατεστρέφετο τὴν χώραν. χρόνου δὲ ἐπι‐ γινομένου πρέσβεις τε πέμπων παρ’ αὐτὸν ὁ τῆς Ἰαπυγίας ἡγε‐ μὼν ἠξίου τε αὐτῷ σπένδεσθαι, ἐφ’ ᾧ καὶ ἐπιγαμίαν ποιησάμενος· ἡρμόσατο γὰρ δὴ ὁ βασιλεὺς ἐπὶ τῷ παιδὶ αὐτοῦ νόθῳ Ἰνφε‐ | |
15 | ράνδῳ τὴν ἀδελφιδοῦν τοῦ Ἰαπυγίας ἡγεμόνος, θυγατέρα δὲ τοῦ Βενόζης ἄρχοντος. καὶ σπονδὰς ποιησάμενοι, ἐφ’ ᾧ ξένους τε καὶ ὑπηκόους εἶναι τῷ βασιλεῖ Ἀλφόνσῳ, μετεπέμπετο ἐπὶ τὴν Νεάπολιν, ἔνθα δὴ ἀφικόμενος ἐς δέος καθίστατο, μὴ ἁλῷ ὑπὸ τοῦ βασιλέως. καὶ διὰ τόδε τὸ δέος ἔδοξε παθεῖν τὰ ἐς φρένας. | |
20 | Οὕτω μὲν ἐς Ἰταλίαν ἐπὶ τὴν βασιλείαν τῆς τε Σικελίας καὶ Παρθενόπης ἀφίκετο Ἀλφόνσος ἀπὸ Ταρακῶνος· ἐλθὼν δὲ | |
ἐς Ἰταλίαν διέτριβεν αὐτοῦ τὰ μὲν πρὸς τοὺς Τυρρηνοὺς τὰ δὲ | 48 in vol. 2.1 | |
2.49 | πρὸς τοὺς Οὐενετοὺς πολεμῶν, τὰ δὲ καὶ σπενδόμενος διετέλει. Ἰανυΐους μὲν ἐπῆγε στόλῳ μεγάλῳ Ῥαινέριος βασιλεὺς ἐπὶ τὴν πόλιν, καὶ ἐπειρῶντο ἀποβῆναι· καὶ ὡς οὐχ οἷοί τε ἐγένοντο, ἀπέπλεον ἐπ’ οἴκου. | |
5 | Ἀλφόνσος μὲν οὖν τὴν Λιγύων χώραν καὶ Ταρακῶνος ἐπέ‐ τρεψε τῷ ἀδελφῷ, βασιλεῖ γενομένῳ Ναβάρης· τοῦτον γὰρ ἀπὸ Ταρακῶνος ἐπαγόμενοι οἱ τῆς Ναβάρης χώραν ἐνοικοῦντες, ὅτι γυναῖκα ἐγεγαμήκει τοῦ βασιλέως θυγατέρα, καὶ σφίσιν ἐστή‐ σαντο βασιλέα κατὰ τὰ σφῶν αὐτῶν ἔθιμα. οἱ γὰρ πρὸς ἑσπέ‐ | |
10 | ραν οἱ πλείους σχεδόν τι ἀποφέρονται μὲν καὶ τὰς τῶν πόλεων προσόδους, ἀρχὰς δὲ οὐ πάνυ τι αὐτοῖς ἔξεστιν ἐγκαθιστάναι ἐς τὰς πόλεις ἢ φυλακάς, ἀλλ’ αὐτοί τε οἱ ἐπιχώριοι τάς τε ἀρχὰς μετίασι καὶ φυλακὰς καταστησάμενοι τὴν χώραν ἐπιτρο‐ πεύουσι, καὶ τὰ πάτρια σφίσι βιάζεσθαι οὐκ ἔξεστι τοὺς ἐπι‐ | |
15 | χωρίους τὸν βασιλέα παρὰ τὰ σφῶν αὐτῶν ἔθιμα. τότε μὲν οὖν, ὡς ἐπαγομένων σφίσι βασιλέα τῶν Ναβάρης ἀστῶν ἐπὶ τὴν χώραν τὸν Ἀλφόνσου ἀδελφὸν ἐγένετο αὐτῷ ἀπὸ τῆς γυναικὸς αὐτοῦ παῖς καὶ ἐτράφη ἀμφὶ τὰ δώδεκα ἔτη γεγονώς, τὸν μὲν παῖδα κατέσχον αὐτοῦ, τὸν δὲ βασιλέα ἀπεπέμψαντο, φάμενοι | |
20 | ὡς ἐπεί τε ἐγένετο παῖς, οὐ μετεῖναι αὐτῷ τῆς βασιλείας ἔτι τοῦ λοιποῦ, ἀλλ’ εἰς τὸν παῖδα ἀνήκειν. ταῦτα μὲν ὕστερον οὐ πολλῷ ἐγένετο. ὅτε δὲ ἐπὶ Ἰταλίαν ἀφίκετο Ἀλφόνσος, τόν τε ἀδελφὸν κατέλιπεν ἐπιτροπεύειν τὴν χώραν αὐτοῦ. | |
Ἄρχεται δὲ αὕτη ἀπὸ Βαλεντίας τῆς χώρας. καὶ ἡ Βαλεντία | 49 in vol. 2.1 | |
2.50 | πόλις ἐστὶ μεγάλη τε καὶ εὐδαίμων, καὶ βασίλειά ἐστιν ἐν αὐτῇ βασιλέως Βαλεντίας. ᾤκηται δὲ αὕτη ἡ πόλις ἀπὸ τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν διέχουσα σταδίους ἀμφὶ τοὺς ἑπτακο‐ σίους, ἀντικρὺ Σαρδόνος τῆς νήσου. μετὰ δὲ ἡ Ταρακῶν κα‐ | |
5 | λουμένη χώρα διήκει ἔστε ἐπὶ Βαρκενώνην. ταύτῃ διαδέχεται τῆς Ταρακῶνος χώρα ἐπὶ Προβεντίαν τὴν Γαλατίαν. ὥστε δεῖ λέγειν τοὺς ὅρους τῆσδε τῆς βασιλέως χώρας· τὸ μὲν πρὸς ἕω ὁρίζοιτο ἂν τῇ Γαλατίᾳ τῆς Προβεντίας, τὸ δὲ πρὸς ἑσπέραν τῇ Ἰβηρίᾳ, τὸ δὲ πρὸς ἄρκτον τῇ Ναβάρῃ. Βαρκενὼν δέ ἐστι | |
10 | πόλις τῶν πρὸς ἑσπέραν πλούτῳ τε καὶ δυνάμει ὑπερφέρουσα, διοικεῖται δὲ ἐς ἀριστοκρατίαν τετραμμένη τὸ πλέον, καὶ ὑπὸ βασιλεῖ Ταρακῶνος ἀξιοῖ πολιτεύεσθαι ἐς τὰ πάτρια. ἀντικρὺ δὲ ταύτης Κύρνος ἐστὶ νῆσος εὐδαίμων τε καὶ πολυάνθρωπος, καὶ ἡ περίοδος τῆς νήσου λέγεται ἀμφὶ τοὺς δισχιλίους στα‐ | |
15 | δίους. ἔστι δὲ παρ’ αὐτῇ καὶ νῆσος ἑτέρα, ἡ μείων καλουμένη. αὕτη καὶ ἐν τῇ ὑπὸ τῷ Ταρακώνων βασιλεῖ ταττομένη ἄρχοντα λαμβάνει. Σαρδὼ μέντοι ἡ νῆσος, μεγίστη τε οὖσα καὶ ἀμφὶ τοὺς πεντακισχιλίους σταδίους ἔχουσα τὴν περίοδον, ὑπὸ τῷ βασιλεῖ τούτῳ διατελεῖ. δύο δὲ πόλεις εἰσὶν ἐν αὐτῇ εὐδαίμονες, | |
20 | Ὀρστάγιά τε καὶ Καγέρη. ἡ μὲν πρὸς ἕω τῆς νήσου, ἡ δὲ πρὸς μεσημβρίαν ἔχουσα ᾤκηται. κουρέλιον δ’ ἐν ταύτῃ τῇ νήσῳ | |
οἱ ἁλιεῖς δρέπονται ἀπὸ θαλάσσης τῆς νήσου, καὶ ἐντεῦθεν εἰς | 50 in vol. 2.1 | |
2.51 | τὴν ἄλλην ἀφικνεῖται οἰκουμένην. Ἰβηρία δὲ ὡς ἔχει, ἀρξαμένη ἀπὸ Γαλατίας, ἀφ’ ἧς χώρας Κελτίβηρες διαδέχονται καὶ Γα‐ σκώνη χώρα, ὑπὸ τῷ Κελτῶν βασιλεῖ διατελοῦσα. μετὰ δὲ τὸ πρὸς ἕω Πεσκαΐων χώρα διαδέχεται, ἐπὶ Ἰβηρίαν διατείνουσα. | |
5 | Ἰβηρία δὲ μεγίστη οὖσα τῶν πρὸς ἑσπέραν χώρα, μετά γε τὴν Κελτικήν, διήκει ἐπ’ ὠκεανὸν τὸ πρὸς ἑσπέραν, τὸ δὲ πρὸς ἕω Ναβάρῃ τε καὶ Γαλατίᾳ, καὶ τὸ πρὸς μεσημβρίαν τῇ Πορτου‐ γαλλίᾳ, ἥτις παράλιος οὖσα χώρα ἐπὶ τοῦ ὠκεανοῦ ἐπὶ πολὺ διήκει, καὶ τῇ τῶν Λιβύων τῆς Γρανάτης χώρᾳ· ἐντὸς δ’ ἐστὶ | |
10 | τὸ τοῦ Ἰακώβου Ἱερόν. Πορτουγαλλία δ’ ἐχομένη τῆς Ἰβηρίας διήκει ἐπὶ τὴν ἐντὸς θάλασσαν τοῦ πορθμοῦ, ἐπὶ τὴν τῆς Γρα‐ νάτης χώραν. τῆς δὲ Ἰβηρίας χώρας, μεγίστης τε οὔσης καὶ εὐδαίμονος, πόλεις εἰσίν, ἐν αἷς τὰ βασίλεια, ἥ τε Σιβίληνα καλουμένη, μεγάλη τε καὶ πολυάνθρωπος, καὶ Κορδύβη, Μορ‐ | |
15 | σίκη καὶ τὸ λεγόμενον Τολέδον καὶ Σαλαμάγκη. καὶ Ἱερὸν δὲ τοῦ Ἰακώβου ἐν ταύτῃ τῇ χώρᾳ ἐστὶ παρὰ τὸν ὠκεανὸν καὶ τὴν ἐκτὸς θάλασσαν. διήκει δὲ καὶ πρὸς τὴν ἐντὸς θάλασσαν ἡ τοῦ Ἰβήρων βασιλέως χώρα. Πορτουγαλλία δὲ ᾤκηται πρὸς τῷ πορθμῷ, ἀπὸ Γρανάτης ἀρξαμένη, ἐπί τε τὸν πορθμὸν καὶ | |
20 | τὴν ἐκτὸς θάλασσαν ἄχρις Ἰβηρίας. Γρανάτη δὲ ἡ χώρα, με‐ | |
σόγαιος οὖσα, ἐπὶ τὴν Ἰβηρίαν καὶ Γαλατίαν διατείνουσα, οὐ | 51 in vol. 2.1 | |
2.52 | πάνυ τι οὔτε τῇ ἐντὸς θαλάσσῃ οὔτε τῷ ὠκεανῷ προσχρῆται. ὁ μέντοι Ἰβηρίας βασιλεὺς μέγιστον δύναται τῶν εἰς τόνδε τὸν χῶρον, καὶ οἴκου ὢν τοῦ βασιλείου τῆς Γαλατίας, τῶν Λιβύων τὴν τῆς Γρανάτης χώραν ἄγων καὶ φέρων, οὐ παύεται διαπολε‐ | |
5 | μῶν. καὶ φόρον μὲν ἀπάγει ὁ τῆς Γρανάτης Λιβύων βασιλεὺς τῷ Ἰβήρων βασιλεῖ, ὁπότε σπένδοιτο· πολλάκις δὲ ἐπελαύνων πολιορκεῖ τε τὴν πόλιν καὶ τὴν χώραν αὐτοῦ ληΐζεται. ὀρεινὴ δέ ἐστιν ἐπ’ ὄρους, ὃ ἀπὸ τῆς ἐντὸς θαλάσσης ἀρξάμενον κα‐ τατείνει ἐπὶ τὸν ὠκεανόν, ἐπὶ τὴν Πορτουγαλλίαν χώραν. | |
10 | Οὗτοι μὲν οὖν οἱ βασιλεῖς πρός τε ἀλλήλους διενεχθέντες τε ἐπολέμησαν πολλαχῇ, καὶ κοινῇ πρὸς τὸν βάρβαρον, τά τε ἄλλα καὶ πρὸς τὸν Ἰβηρίας τοῦτον βασιλέα Ἀλφόνσος ὁ Ταρα‐ κῶνος βασιλεύς, πρὶν ἢ ἐς Ἰταλίαν ἀφικέσθαι, διεπολέμησεν ἀπὸ αἰτίας τοιᾶσδε, καὶ αὐτός τε ἑάλω ὑπὸ στρατηγοῦ τοῦ Ἰβή‐ | |
15 | ρων βασιλέως, Ἀλβάρου τοὔνομα, ἔχειν δὲ καὶ τραύματα ξυνέβη ἀμφοῖν. ὡς δὴ συλλέξας στράτευμα, καὶ τὸν ἀδελφὸν αὐτοῦ Ναβάρης βασιλέα παραλαβών, ἐστρατεύετο ἐπὶ τὸν Ἰβηρίας βα‐ σιλέα, ἐσέβαλεν ἐς τὴν Ἰβηρίαν, ἐπαγομένων αὐτὸν ἐπὶ τὴν χώραν τῶν ἐν τῇ χώρᾳ εὐδοκιμούντων ἐνίων διὰ τὸ πρὸς | |
20 | τὸν Ἄλβαρον μῖσός τε καὶ ἔχθος αὐτῶν· τοῦτον γὰρ ἰδιώτην ὄντα ἀπὸ Ταρακῶνος καὶ ἀπὸ μικροῦ πάνυ ὡρμημένον καὶ ἐπὶ | |
ἀρετῇ ἐπίσημον γενόμενον, ὡς παραχρῆμα ἐπεδίδου μέγα, ὑπὸ | 52 in vol. 2.1 | |
2.53 | πάντων δὲ δι’ ἀρετὴν τιμώμενον στρατηγόν τε ἀπέδειξε κατὰ τὴν χώραν αὐτοῦ, καὶ ἐπὶ στρατηγίας καθιστάμενος μέγα ἁπανταχοῦ εὐδοκίμει. τότε δή, ὡς παρὰ τῷ Ἰβήρων βασιλεῖ ἐπὶ Ἀλφόνσον πεμφθεὶς σὺν τῷ στρατεύματι, ὑπήντα αὐτῷ κατὰ τὴν χώραν ὡς | |
5 | ἐναντιωσόμενος. ἐπεὶ δὲ ἐπιὼν ὁ Ἀλφόνσος, συμπαραλαβὼν καὶ τὸν ἀδελφόν, ἐν τῇ Ἰβηρίᾳ ἐγένετο καὶ ἐπήλαυνεν, ἐνταῦθα αὐτῷ ὑπαν‐ τιάσας ὁ Ἄλβαρος ἐστρατοπεδεύετο, καὶ κήρυκα ἐπιπέμπων προη‐ γόρευεν ἀπαλλάττεσθαι, ἢν σωφρονῇ, ὡς ἔχει τάχιστα ἐκ τῆς χώ‐ ρας· καὶ ἀποκριναμένου, ὡς οὐκ ἐπὶ τοὺς ὄνους τοῦ πατρὸς αὐτοῦ | |
10 | ἄπεισιν ἐς νομὴν αὐτοὺς ἄξων, ἀλλὰ στρατηγήσων αὐτῷ πάρε‐ στιν, ἐς μάχην ἐτάσσετο, καὶ συμβαλὼν ἐμάχετο ἀμφοῖν τοῖν ἀδελφοῖν. μάχης δὲ καρτερᾶς γενομένης, ὡς οἱ περὶ Ἄλβαρον ἐτρέψαντο τοὺς Ταρακῶνας, ἐπεδίωκον ἀνὰ κράτος, καὶ ἄμφω τὼ ἀδελφὼ συλλαμβάνουσι, καὶ πολλοὺς τῶν Ταρακώνων κατέβαλλον | |
15 | ἐν τῇ διώξει. ὡς δὲ ἀπηχθήτην παρὰ τὸν Ἰβήρων βασιλέα ἄμφω τὼ βασιλέε, κακὸν μὲν οὐδὲν εἰργάσατο αὐτούς, ὅρκοις δὲ καὶ πίστεσι καταλαβὼν τοῦ λοιποῦ μηδὲν πλέον νεωτερίζειν περὶ τὴν ἑαυτοῦ χώραν, ἀφῆκεν ἀσινεῖς ἀπιέναι. μετὰ δὲ ταῦτα Ἀλφόν‐ σος ἀφίκετό τε ἐς Ἰταλίαν, ὡς πρότερόν μοι δεδήλωται, καὶ ἐπὶ | |
20 | τὴν Σικελίαν, καὶ κατασχὼν τὴν Νεαπόλεως βασιλείαν πρός τε τοὺς Ἰανυΐους ἐπολέμει, ἔνθα δὴ καὶ ἑάλω ὑπὸ τούτων, ὡς ἐν τῷ ἔμπροσθεν ἐπεξῆλθον λόγῳ, καὶ ἀχθεὶς παρὰ τὸν Μεδιολάνου ἡγεμόνα αὖθις ἀπελύθη. τὴν μέντοι γυναῖκα αὐτοῦ καταλιπὼν | |
ἐν Ταρακῶνι οὐκέτι πάλιν ἀφίκετο ὀψόμενος πολλῶν ἐτῶν, αὐτοῦ | 53 in vol. 2.1 | |
2.54 | δὲ ἐς ἔρωτας τὰ πολλὰ διατρίβων διεγένετο, χρηματίζων τε ἔρωτι καὶ τοῖς ὅπλοις. ᾗ μὲν αὐτῷ τὰ κατὰ τὴν Ἰταλίαν ἀπέβαινεν, ὕστερόν μοι δηλοῦται προϊόντι τῷ λόγῳ ἐς ἀφήγησιν. Τῷ δὲ βασιλεῖ Ἰβηρίας. περὶ οὗ μοι ἐλέγετο, συνῆπται πό‐ | |
5 | λεμος πρὸς τὸν βασιλέα Λιβύων τῶν ἐν Γρανάτῃ, οἳ δὴ ἀπὸ Λιβύης τὸ παλαιὸν διαβάντες καὶ Ἀλμερίαν πόλιν παράλιον τῆς Εὐρώπης κατασχόντες, διέχουσαν ἀπὸ Λιβύης ὡσεὶ σταδίους πεντήκοντα καὶ διακοσίους, καὶ ἐντεῦθεν ὁρμώμενοι τήν τε Ἰβη‐ ρίαν σφίσιν ὑπηγάγοντο, καὶ ἔργα λαμπρὰ ἀποδεικνύμενοι ἐπὶ | |
10 | Κελτικήν, τὴν χώραν αὐτῶν ἐπὶ μέγα αὔξοντες, προηγάγοντο καὶ ἐπὶ Ταρακῶνα καὶ Βαλεντίαν. πρὸς τούτοις δὴ ἀπὸ τῶν Κελτῶν κατιόντες οἱ τῶν Ἰβήρων βασιλεῖς διεδέξαντο τὸν πρὸς τοὺς Λίβυας τούτους πόλεμον, ἐς πόλιν ἐχυρὰν συνελάσαντες, μετὰ 〈δὲ〉 ταῦτα ἐπολιόρκουν, καὶ ἐς δεῦρο ἔτι τελοῦσι τῇ πόλει τε | |
15 | ἐπελαύνοντες αἰεί τε καὶ στρατὸν ἐπάγοντες. καὶ δὴ ὁ τῶν Ἰβή‐ ρων βασιλεὺς δόμνος Ἰωάννης, ὃς πρότερόν μοι ἐλέγετο, ἐπε‐ λαύνων, προάγοντός τε τοῦ Ἀλβάρου καὶ ἐποτρύνοντος βασιλέα ἐξελεῖν τοὺς Λίβυας, ὡς δὴ καταστρεψόμενος ἐπῆγε τὸν στρατὸν ἐπὶ τὴν πόλιν. ἐνταῦθα ὡς οἱ Λίβυες ἐπολιορκοῦντο δεινῶς καὶ | |
20 | ἐς τὸ ἔσχατον λιμοῦ ἀφικόμενοι, ἐς ἀπορίαν ἀπελαθέντες μη‐ χανῶνται τοιόνδε. ἡμιόνοις δυοκαίδεκα ἰσχάδων φορτία συσκευα‐ | |
σάμενοι ἤλαυνον ἐπὶ τὸ στρατόπεδον· τὰς δὲ ἰσχάδας ὡς κατὰ | 54 in vol. 2.1 | |
2.55 | μίαν ἑκάστην διασχίζοντες ἐνέβαλον ἐντὸς χρύσινον ἕνα, καὶ συνετέθειντο αὖθις. τὸ δὲ νόμισμα τῆς Ἰβηρίας χρυσοῦν δύναται χρυσίνους Οὐενετῶν δύο ἕκαστον. ταύτας δὲ τὰς ἰσχάδας ὡς ἐσκευάσαντο οὕτω καὶ ἐπὶ τοὺς ἡμιόνους ἀνετίθεσαν, ὥστε δύ‐ | |
5 | νασθαι φέρειν ἕνα ἕκαστον, ἤλαυνον ἐπὶ τὴν τοῦ Ἀλβάρου σκη‐ νήν. τὸν δέ, ὡς ἐπέγνω τὸ ἐν ταῖς ἰσχάσι χρυσίον, ἐρέσθαι τὸν φέροντα, ὅ τι βούλοιτο αὐτοῖς τὸ χρυσίον ἐν ταῖς ἰσχά‐ σιν. ὁ δὲ τοὺς ἡμιόνους ἐλαύνων ἀπεκρίνατο, ὡς τὸ χρυσίον τῆς πόλεως συναγαγὼν ὁ βασιλεὺς ἐπιπέμπει, λέγων, ὡς ἤν τε ἕλῃς | |
10 | τὴν πόλιν, ἤν τε μὴ ἕλῃς, πλέων τούτου χρυσὸς οὐκ ἄν ποτε γένοιτό σοι ἀπὸ τῆς πόλεως. καὶ ἢν ἐξέλῃς τὴν πόλιν, ἀποβα‐ λεῖς ἐσαῦθις ἀπὸ Λιβύης πολλαπλάσιον ἐσόμενον σοί τε καὶ ἡμῖν· ἢν δὲ μὴ ἐξέλῃς τὴν πόλιν, ἕξεις καὶ τοῦ λοιποῦ, ὅσα ἂν ἀπὸ Λιβύης ἐς ἡμᾶς κομίζεται, ταμιεύεσθαι. ταῦτα πυθόμενον | |
15 | λέγεται καὶ Ἄλβαρον, φέροντα τὰς ἰσχάδας, ἀφικέσθαι ἐς ὄψιν τῷ βασιλεῖ, καὶ διαχύσαντα τὰς ἰσχάδας εἰπεῖν «ὦ βασιλεῦ, τὸ δένδρον ἐκεῖνο, ὃ φέρει τοιοῦτον ἡμῖν καρπόν, οὐ καλῶς ἔχει ἡμῖν ἐκκοπῆναι· τοιούτῳ γάρ τοι καρπῷ οὐκ ἔχοιμεν ἂν ἔτι τοῦ λοιποῦ χρῆσθαι, καὶ ἡμεῖς οὐκέτ’ ἂν ἐν δέοντι χρησαίμεθα τῇ | |
20 | εὐδαιμονίᾳ, κατακόρως αὐτῇ ἐμφορούμενοι ἐν τῷ παρόντι. ὁρᾷς, ὡς τὰς ἀμπέλους ἀφαιροῦνται, ὅσον ἱκανῶς ἔχει αὖθις ἀποδι‐ | |
δόναι καρπόν. ἢν δὲ βιάσηταί τις αὐτήν, οὐκ ἔχει χρῆσθαι αὐτῇ | 55 in vol. 2.1 | |
2.56 | ἐς τὸ δέον.» ταῦτα ἀκούσαντα τὸν βασιλέα, ὡς ἔδοξέν οἱ προ‐ σφυῆ λέγειν, ἀπαγαγεῖν τὸν στρατόν. Τούτῳ μὲν οὖν ἀγαγόντι τὴν βασιλέως Πορτουγαλλίας θυ‐ γατέρα ἐγένετο παῖς Ἔρρικος τοὔνομα, ἀνὴρ τὰ πολέμια ἀγαθός, | |
5 | ὃς ἐπείτε ἠγάγετο τοῦ Ναβάρης βασιλέως θυγατέρα καὶ οὐκ ἐγένετο αὐτῷ συγγενέσθαι, ἀπεπέμψατο, καὶ δευτέραν ἐσηγάγετο γυναῖκα ἀνεψιὰν αὐτοῦ, θυγατέρα τοῦ Πορτουγάλλων βασιλέως, εἶδος λεγομένην πασῶν τῶν εἰς ἐκεῖνα τὰ χωρία εἶναι καλλίστην, ὑποτιθεμένων αὐτῷ τῶν ἀρίστων, ὡς ἢν ἄλλην ἐσαγάγοιτο γυ‐ | |
10 | ναῖκα, οἷός τε ἔσοιτο συγγενέσθαι. τὴν μέντοι θυγατέρα τοῦ Ναβάρης βασιλέως ἠνάγκασε ἐς τὸ τῶν Ναζηραίων σχῆμα ἰέναι, καὶ ἀπέδωκεν αὐτῇ χρήματα. ὁ δὲ Πορτουγαλλίας βασιλεὺς οἰκίας ἐστὶ τῶν Γαλατίας βασιλέων. συμβάλλομαι δὲ τήνδε τὴν χώραν ἀπὸ παλαιοῦ πρὸς τοὺς Λίβυας διενεχθέντας τοὺς Κελ‐ | |
15 | τῶν βασιλεῖς καταστρεψαμένους ὑφ’ αὑτοῖς ποιήσασθαι καὶ πα‐ ραδοῦναι τοῖς ἐξ αὑτῶν γινομένοις. ὡς δὲ καὶ τὴν Ναβάρης βασιλείαν ἀνήκειν ἐς τὴν οἰκίαν τῶν Γαλατίας βασιλέων νομί‐ ζεται, καὶ μηδενὶ ἑτέρῳ ἐξεῖναι παρελθεῖν ἐς τήνδε τὴν βασι‐ λείαν· καὶ γὰρ καὶ τήνδε Κάρουλος ὁ αὐτοκράτωρ καὶ οἱ μετ’ | |
20 | ἐκεῖνον βασιλεῖς φαίνονται τήνδε αὐτοῖς καταστρεψάμενοι τὴν χώραν ἀπολιπεῖν τοῖς ἀπὸ τῆς οἰκίας αὐτῶν ἐσομένοις. τὸν μέντοι ἀδελφὸν Ἀλφόνσου ἐπηγάγοντο ἐπὶ τῷδε τῷ λόγῳ, ὡς ἐπεὶ ἔγημε γυναῖκα τοῦ οἴκου τῆς Γαλατίας, ἢν μὲν γένηται αὐτῷ παῖς, τόνδε μηκέτι τοῦ λοιποῦ διατρίβειν ἐν τῇ χώρᾳ, ἀλλὰ τὸν παῖδα | |
25 | καταλιπόντα σφίσι βασιλέα αὐτὸν οἴχεσθαι ἀπαλλαττόμενον, ἢν | |
δὲ μὴ γένηται αὐτῷ παῖς, μετὰ τὴν τελευτὴν αὐτοῦ ἀποδοῦναι | 56 in vol. 2.1 | |
2.57 | τὴν ἀρχὴν ἐπὶ τὸν Γαλατίας βασιλέα. καὶ τόνδε δεξάμενον τοὺς λόγους ἐπὶ τούτῳ παρελθεῖν ἐς τὴν Ναβάρης βασιλείαν. καὶ γεννηθέντος αὐτῷ παιδὸς αὐτόν τε ἀπεπέμψαντο, καὶ τὸν παῖδα σφίσιν ἀπέδειξαν βασιλέα, τὰ πρὸς μητρόθεν ὄντα οἴκου τῶν | |
5 | Γαλατίας βασιλέων. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐχομένῳ τῆς τοῦ λόγου συμ‐ πάσης ὑποθέσεως ἀναγέγραπται ἐς ἀπόδειξιν· ἐπάνειμι δέ, ὅθεν | |
τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, ἄχρι τοσοῦτον διενεχθείς. | 57 in vol. 2.1 | |
2.58(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ ϛ. | |
1 | Ἀμουράτης δὲ ὁ Μεχμέτεω μετὰ τὴν ἐπὶ Καραμᾶνον ἔλα‐ σιν ἐστρατεύετο ἐπὶ Δακούς, ὡς τὸν τοῦ Δρακούλεω παῖδα κα‐ τάξων ἐπὶ τὴν ἀρχήν. καὶ ὡς ἐπελαύνων ἤδη ἀπὸ τῶν βασι‐ λείων παρασκευασάμενος, ἐπυνθάνετο Καραμᾶνον νεωτερίζοντα | |
5 | περὶ τὴν ἀρχὴν αὐτοῦ βουλεύεσθαι ἀπόστασιν, συμπαραλαβόντα καὶ τὸν τοῦ Κανδυλόρου ἡγεμόνα καί τινας ἄλλους τῶν τῆς Ἀσίας, ἐλπίζοντα Παίονας ὡς ἐν βραχεῖ παρεσομένους ἐπ’ αὐτὸν στρατῷ πολλῷ ἐπιόντας· καὶ τούς τε λοιποὺς τῶν τῆς Ἀσίας τυράννων παρεκάλει ἐπὶ τὴν ἀπόστασιν. ἐπὶ τοῦτον δὴ ἀναζεύξας | |
10 | Ἀμουράτης ὁ Μεχμέτεω ἐστρατεύετο, καὶ Τουραχάνην τὸν Θετ‐ ταλίας ὕπαρχον ἐπέστελλεν ἐλαύνειν ἐπὶ τὸν Πελοποννήσου Ἰσθμόν, καὶ καθελεῖν τε τὸν Ἰσθμόν, καὶ ἐπιδραμόντα τὴν Πελοποννήσου χώραν, ὅση ὑπὸ τοῖς Ἑλλήνων ἡγεμόσι τυγχάνει οὖσα, ἀπελαύνειν. ὁ μὲν οὖν λαβὼν στράτευμα τὸ τῆς Θεττα‐ | |
15 | λίας καὶ Περαιβίας τῆς λίμνης ἀφίκετο ἐπὶ τὸν Ἰσθμόν, καὶ καταλαβὼν αὐτὸν ἔρημον καθεῖλέ τε αὐτόν, καὶ ἐσβαλὼν ἐς τὴν | |
Πελοπόννησον ἐδῄου τε αὐτὴν τὴν χώραν, καὶ ἐπὶ Σπάρτην | 58 in vol. 2.1 | |
2.59 | ἀφικόμενος τήν τε Λακωνικὴν ἐπέδραμε καὶ ἀπήλαυνε. βασιλεὺς δ’ εἰς τὴν Ἀσίαν διαβὰς ἐπὶ Καραμᾶνον ἤλαυνε τὸ δεύτερον, καὶ τήν τε χώραν ἐδῄου καὶ ἐπεκράτει. Ἐν ᾧ δὲ ταῦτα ἐγένετο, Γεώργιος ὁ Τριβαλλῶν ἡγεμὼν ἐς | |
5 | λόγους τῷ τε Ἰάγγῳ καὶ τῷ Παιόνων βασιλεῖ ἀφικόμενος, καὶ τῶν ἀρίστων τῆς Παιονίας μετιὼν ἕκαστον, ἐνῆγεν ἐπὶ Ἀμου‐ ράτῃ στρατεύεσθαι, καὶ χρήματα ἐς τὴν στρατείαν ταύτην ὑπέσχετο ἱκανὰ δοῦναι αὐτοῖς Παίοσιν, ἃ δὴ καὶ εἰσενέγκατο αὐτοῦ. ταῦτα δὲ αὐτῷ συγκατεργάζετο καὶ Ἰάγγος, 〈ὃσ〉 τοῖς | |
10 | μὲν Ἕλλησι φίλιος ἦν, αὐτῷ φίλος τε ὢν ἐτύγχανε. Ἰωάννης δ’ οὖν ὁ τοῦ Βυζαντίου βασιλεὺς ἐπολέμει πρὸς τοὺς Ἰανυΐους, διενεχθεὶς ἀπὸ αἰτίας τοιᾶσδε, τῆς ἀπὸ κου‐ μερκίων τοῦ Γαλάτου ἕνεκα. ἐνταῦθα οἱ Ἰανύϊοι ναῦς πληρώ‐ σαντες μεγίστας δὴ τῶν παρ’ αὐτοῖς καὶ τριήρεις τρισκαίδεκα, | |
15 | καὶ ἐμβιβάσαντες ἐς τὰς ναῦς ὁπλίτας αὐτῶν ἀμφὶ τοὺς ὀκτα‐ κισχιλίους, ἐπέπλεον ἐπὶ Βυζάντιον, ἐξελεῖν βουλόμενοι. καὶ ἐπὶ τοὺς Σκύθας τοὺς περὶ Βόσπορον ἐστρατεύοντο· τὴν γὰρ πόλιν αὐτῶν Καφᾶν καλουμένην ἐπὶ τῷ Βοσπόρῳ οἱ Σκύθαι, πρὸς τοὺς ἐν τῇ πόλει ταύτῃ διαφερόμενοι, ἦγόν τε καὶ ἔφερον. δι’ | |
20 | ἃ δὴ καὶ πρὸς τὸν βασιλέα τῶν τῇδε αὐτοῦ Σκυθῶν Ἀτζικερίην | |
πρέσβεις πέμψαντες, ὡς ξυμβαίνειν ἐπὶ τοῖς διαφόροις, ὡς οὐδὲν | 59 in vol. 2.1 | |
2.60 | σφίσι τῶν δεόντων ἀπέβαινεν, ἀνήνεγκαν τὴν πόλιν ἐπὶ τὴν Ἰτα‐ λίαν. ὡς οἱ Ἰανύϊοι δεινόν τι ποιούμενοι τοὺς Σκύθας λυμαίνεσθαι τῇ πόλει αὐτῶν ἀνήκεστον (ἐτύγχανε δὲ κατὰ ταὐτὸ καὶ ἡ πρὸς τοὺς Ἕλληνας αὐτῶν διαφορά), παρεσκευάζοντο καὶ ἐπ’ ἀμφο‐ | |
5 | τέρους στρατεύεσθαι ὡς ἐξελοῦντες. ἀφικόμενοι δὲ ἐς Βυζάντιον καὶ πόλεμον τῇ Κωνσταντίνου πόλει προαγορεύοντες, ἐπιπλεύ‐ σαντες δὴ ἐς τὸν Εὔξεινον πόντον παρῆσαν ἐς τὸν Καφᾶν. ἐν‐ ταῦθα δὴ τῆς Χερρονήσου ἀποβάντες ἴεντο εὐθὺς ὁμόσε ἐπὶ τοὺς Σκύθας, ἐξιόντες δὲ ἀπὸ τῆς πόλεως ἐπῄεσαν. ἐνταῦθα οἱ | |
10 | Σκύθαι, ὡς ἑώρων τοὺς Ἰανυΐους οὕτω κόσμῳ οὐδενὶ ταξαμέ‐ νους ἐπιέναι αὐτοῖς, λόγον οὐδένα σφῶν ποιουμένους, —τραπόμε‐ νοι γὰρ τῇ προτεραίᾳ ἐπὶ ποταμόν τινα αὐτοῦ ταύτῃ τῆς χώρας ηὐλίζοντο, οὔτε φυλακὰς καταστησάμενοι ἐς τὸ στρατόπεδον, οἰόμενοι δὴ οὐδέποτ’ ἂν τοὺς Σκύθας ἐς τοσοῦτον τόλμης ἀφι‐ | |
15 | κομένους ἐθελῆσαι ἀνακινδυνεύειν συμβάλλοντας. ἐνταῦθα ὡς οἱ πρῶτοι αὐτῶν τοῦ στρατεύματος οὐκ ἀνέμενον τοὺς οὐραγούς, ὥστε ἐπὶ μέτωπον γενέσθαι τὸ στράτευμα, ἀλλ’ ἐπὶ βάθος πορευ‐ ομένους βάδην ἐποιοῦντο, ἐπῆγον ἐπὶ τοὺς πολεμίους, —Σκύθαι δὲ ἐνταῦθα ἐπέκειντο τοῖς πρώτοις αὐτῶν, ὡς τούτοις μαχόμενοι. | |
20 | ἐτρέψαντο αὐτίκα ἐπιτιθέμενοι, καὶ ἐδίωκον, ὡς ποδῶν εἶχεν ἕκαστος. ἐνταῦθα ἐπέπιπτον ἐς τοὺς ἑτέρους αὐτῶν, καὶ ἔτρεπον καὶ τούτους ἐς φυγήν, καὶ οὕτως ἄχρι τῶν οὐραγῶν ἐγένοντο. | |
τρεψάμενοι δὲ ἅπαν τὸ στράτευμα ἐς φυγὴν ἐφόνευον, οὐδενὸς | 60 in vol. 2.1 | |
2.61 | φειδόμενοι, πάντα, ὃν ἐπικαταλαμβάνοιεν, κατακαίνοντες, ἐς ὃ δὴ ἐς τὴν πόλιν διεσώζοντο, ὥστε μὴ ἀπολέσθαι. οὕτω δὴ ἀπαλ‐ λαχθέντες τοῦ πρὸς Σκύθας τοὺς ἐν τῷ Βοσπόρῳ νομάδας, κατέπλεον ἐς Βυζάντιον. ἀφικόμενοι ἐς Γαλατίην πόλιν τὴν κα‐ | |
5 | ταντικρὺ Βυζαντίου ἐν τῇ Εὐρώπῃ, καὶ κοινῇ βουλευσάμενοι, ὃν τρόπον τὴν πόλιν μαχούμενοι ἐξέλωσι, τάς τε ναῦς ἐπλήρωσαν, καὶ ἐξοπλισάμενοι κατὰ τὸν Βυζαντίου λιμένα προσέφερον τὰς ναῦς ἐπὶ τὸ τεῖχος ὡς ἀπὸ τῶν νεῶν τὴν πόλιν αἱρήσοντες. οἱ μὲν οὖν Βυζάντιοι παρεσκευάζοντο ἀμυνούμενοι, καὶ ἀπὸ τοῦ | |
10 | τείχους ἐμάχοντο πρὸς τοὺς Ἰανυΐους ἀξίως λόγου· καὶ ὡς προσέβαλλον τῷ τείχει ἀπὸ τῶν νεῶν καὶ ἐπειρῶντο ἑλεῖν, οὐκ ἠδύναντο ἐπιβῆναι τοῦ τείχους, ἀμυνομένων τῶν Ἑλλήνων κατὰ τὸ καρτερόν. ἐνταῦθα, ὡς οὐδὲν αὐτοῖς προεχώρει, διέστησάν τε καὶ ἀπέπλεον ἐπὶ Ἰταλίας. ἡ μέντοι πόλις τῶν Ἰανυΐων ἡ Γαλα‐ | |
15 | τίη ἐπολέμει ἐπὶ συχνόν τινα χρόνον τῷ Βυζαντίῳ, καὶ τηλεβό‐ λοις ἐξ ἀλλήλων οἵ τε Ἕλληνες καὶ οἱ ἐκ τοῦ Γαλάτου ἐνέβαλ‐ λον, ὁπότε καὶ ὁ Λεοντάρης Ἰωάννης τῷ τείχει τῆς Γαλατίης σφοδρῶς ἐπεισπεσὼν ἀπέκλεισε ταύτην, στερηθεῖσαν παντὸς τροφί‐ μου καὶ τῶν ἄλλων. καὶ πολλοὺς τῶν ἀπὸ τῶν νηῶν τῶν Ἰανυΐων | |
20 | ἐπιδραμὼν οὗτος κατέσχε, καὶ μεθ’ ἁλύσεων τῷ βασιλεῖ Ἰωάννῃ ὄντι ἐν τῷ οἰκήματι τοῦ Ξυλλᾶ προσεκόμισεν ὡσεὶ τριακοσίους, | |
προσευρὼν τούτους ἐν τῷ χάρακι τοῦ Γαλάτου. μετὰ ταῦτα δια‐ | 61 in vol. 2.1 | |
2.62 | πρεσβευσάμενοι πρὸς ἀλλήλους περί τε τῶν ἔξω ἀμπελίων τοῦ Γαλάτου καὶ περὶ τῶν κουμερκίων αὐτῶν, ὅπως συγκατατεθῇ ὁ βασιλεύς, συγκατένευσαν οἱ Ἰανύϊοι, ἀποχαρίσαντες καὶ μᾶλλον τῷ βασιλεῖ χρυσίνους χιλίους φθορᾶς ἕνεκα τοῦ ἐν τῇ βασιλικῇ | |
5 | πύργου, εἰς ὃν οἱ Ἰανύϊοι τηλεβόλοις ἐχρήσαντο, καὶ τῶν ἐρ‐ γαστηρίων τῶν ἐν τῇ μέσῃ, ἐξ ὧν ἐχαλάσθησαν, καὶ τὴν ση‐ μαίαν αἴρειν τοῦ βασιλέως Ἑλλήνων. Ταῦτα μὲν ἐς τοσοῦτον τοῖς Ἕλλησι προσενήνεκται ἐς τοὺς Ἰανυΐους· Ἰωάννης μέντοι ὁ τῶν Ἑλλήνων βασιλεὺς ἐνταῦθα | |
10 | διαπρεσβευόμενος πρὸς τὸν Ῥωμαίων ἀρχιερέα, Εὐγένειον τοὔ‐ νομα ἔχοντα, ὥστε ἐς ταὐτὸ συνιέναι καὶ τὴν ἐπὶ τῆς θρησκείας διαφορὰν συνεξελεῖν, ἐπειρᾶτο τῆς τῶν ἑσπερίων γνώμης, εἰ περὶ πολλοῦ Ῥωμαῖοι ποιοῖντο ξυμβῆναι τοῖς Ἕλλησιν, ὡς καὶ ἐπὶ τοὺς Γερμανοὺς ἀφίκετο αὐτοῦ ἡ πρεσβεία. ἐτύγχανον δὲ | |
15 | τότε οἱ Γερμανοὶ περὶ Βασιλέαν πόλιν, διενεχθέντες γνώμῃ πρὸς τὸν Εὐγένειον ἀρχιερέα, καὶ ἀποδοκιμάζοντες αὐτὸν καθίστασαν αὐτοὶ ἀρχιερέα Φελίκιον τοὔνομα, ἄνδρα τῶν παρ’ αὐτοῖς δο‐ κίμων, ξύνοδόν τε ποιησάμενοι κοινῇ κἀπιδεδειγμένοι. οὗτοι μὲν οὖν ἄμφω πληρώσαντες τριήρεις μετεπέμποντο ἑκάτεροι ἐπ’ | |
20 | αὐτοὺς Ἰωάννην τὸν Βυζαντίου βασιλέα, τήν τε ξύνοδον ἐπὶ σφίσι ποιήσασθαι ἑκάτεροι ἀξιοῦντες, καὶ συνεξελεῖν σφίσι τὰ διάφορα, ξυνῳδὰ ἀποδεικνυμένους. ὡς δὲ ἀφίκοντο ἀπὸ τοῖν | |
ἀρχιερέοιν ἀμφοῖν τριήρεις, τὴν μέντοι ξύνοδον τὸν τῆς Βασι‐ | 62 in vol. 2.1 | |
2.63 | λέας πλοῦν ἀπεπέμψατο ἠπίως, φάμενος ἐπὶ τοὺς Ῥωμαίους αὐτὸν ἐνδεδέσθαι πρότερον καὶ τούς τε Οὐενετοὺς καὶ τὴν ἄλλην Ἰταλίαν, ἐνταῦθα αὐτὸν ἰέναι κελεύοντας· παραλαβὼν δὲ τούς τε Βυζαντίου ἀρχιερεῖς καὶ Ἑλλήνων τοὺς ἐλλογίμους ᾤχετο | |
5 | ἀποπλέων ἐπὶ Ἰταλίαν. καὶ ἐς τοὺς Οὐενετοὺς ἀφικόμενος ἐκο‐ μίζετο ἐπὶ Φερραρίας, ᾗ διατρίβειν τὸν ἀρχιερέα Εὐγένειον ἐπυνθάνετο· ἐκομίζετο δὲ διὰ τοῦ Ἠριδανοῦ. διέχει δ’ αὕτη ἡ πόλις ἀπὸ τῶν Οὐενετῶν σταδίους περὶ τοὺς τριακοσίους, ἄρ‐ χοντας δὲ ἔχει ἄνδρας οἰκίας τῶν Ἐστενσίων καλουμένους. ἔστι | |
10 | δ’ ἡ πόλις αὕτη εὐδαίμων τε καὶ πολυάνθρωπος, καὶ περὶ αὐτὴν ῥέει ποταμὸς τοὔνομα Πάδος. ᾤκηται δὲ ἡ πόλις ἐς τὴν Ῥω‐ μαίων μοῖραν ἀποτεταγμένη. ἐγένοντο δ’ οὗτοι, οὓς ἐσήμανον ἄρχοντας τῆς πόλεως, ὧδε. Ἀνὴρ δὲ οὗτος ὁ τότε τῆς πόλεως ἄρχων ἐπιεικής τε καὶ | |
15 | οὐκ ἀσύνετος, ξυμφορὰ δὲ συνεβεβήκει αὐτῷ τοιάδε. γυνὴ ἦν αὐτῷ, θυγάτηρ τοῦ Μονφεράτου ἡγεμόνος, τό τε εἶδος ἀρίστη καὶ τὸν τρόπον ἔμπροσθεν οὐκ ἀγενής. αὕτη ἠράσθη νόθου τινὸς υἱέος τοῦ ἀνδρὸς αὐτῆς· ὃς ἐπεί τε ἐφοίτα παρ’ αὐτὴν ὄψιμος, ᾗ νομίζεται ἁπλοϊκώτερον μᾶλλον τοῖς κατὰ τὴν Ἰταλίαν | |
20 | οἰκοῦσι, προὐκαλεῖτο ἐν παιδιᾷ γενομένη σὺν τῷ νεανίᾳ ἐπὶ τὸν ἔρωτα. καὶ ὡς ᾔσθετο δὴ ἐρωμένην αὐτοῦ, ἐσῄει τε αὐτὸν ὁ | |
τῆς γυναικὸς ἔρως, καὶ ἐπὶ χρόνον ἐπεμαίνετο τῇ γυναικὶ | 63 in vol. 2.1 | |
2.64 | μητρυιᾷ οὔσῃ ἑαυτοῦ. τῶν δὲ θεραπαινίδων τις, ὡς ᾔσθετο τού‐ των οὕτως ἀλλήλων ἐρώντων καὶ συγγενομένων, καταγορεύει τῷ ἑαυτῆς ἐραστῇ, ᾧ δὴ πάντων ἠρέσκετο ὁ ἡγεμὼν τῆς πόλεως καὶ ἐτίμα μεγάλως. ἐπεί τε ἐξέμαθε καὶ αὐτὸς αἰσθόμενος, | |
5 | ἐξαγορεύει τῷ δεσπότῃ αὐτοῦ, λέγων «ὦ δέσποτα, ἐμοὶ μέντοι κατὰ γῆς εἴθε ἂν γένοιτο καταδῦναι μᾶλλον, ἢ ὁρᾶν τοιαῦτα ἐν τῷ σῷ οἴκῳ ἀθέμιτα γινόμενα πράγματα. τὴν γάρ τοι δέ‐ σποιναν ἐμοὶ ἐθεασάμην σὺν τῷ παιδὶ νόθῳ μίσγεσθαι ἐν φι‐ λότητι, ἄθεσμα ἐργαζομένους. ποίει τε, ὅπως ἐξαπαλλαγῇς ταύτης | |
10 | τῆς γυναικός· μηκέτι αὐτῇ συνοικοίης. ἀλλ’ ἀπόπεμψον καὶ τὸν νεανίαν.» ὁ δὲ ὡς ἐπύθετο, ἐν θαύματι μὲν ἔσχετο ἐπὶ τῷ γε‐ γονότι, ἱμείρετο δὲ ὅτῳ τρόπῳ ἰδὼν ἐξαγορεύοι τὸ γεγονός, καὶ αὐτὸς ἔφη ἐθέλειν θεάσασθαι καὶ αὐτόπτης γενέσθαι. ἐνταῦθα ἐπὶ τὴν κοίτην ἄνωθεν ὀπὴν ποιησάμενος βραχεῖαν, ὥστε μὴ | |
15 | αἰσθάνεσθαι ἐκείνους τῆς ὀπῆς, ἐθεᾶτο ἄνωθεν τὴν γυναῖκα αὐτοῦ μισγομένην τῷ παιδὶ αὐτοῦ ἐν τῇ κοίτῃ. ὡς δὲ κατεῖδέ τε καὶ ἐξέμαθε τὸ γεγονός, μεταπέμπεται πρῶτα μὲν τὴν γυ‐ ναῖκα. ἐπεὶ δὲ παρῆν, ἔλεγε τοιάδε «ὦ γύναι, ποῖός σε δαίμων ἐς τοῦτο μανίας συνελάσας, ὥστε παιδὶ τῷ ἐμῷ συγγενέσθαι | |
20 | ἀνοσιώτατα πασῶν δὴ γυναικῶν, ὧν ἴσμεν ἡμεῖς; καὶ πῶς οἴει τοῦτο καλῶς ἔχειν ἐμοί τε καὶ σοὶ ἐς τὸν γάμον;» ἡ δὲ ὑπο‐ λαβοῦσα ἔφη «ἀλλ’ ὅπως μέν, ὦ δέσποτα, τοιαῦτα εἰργασάμην | |
τὸν σὸν γάμον, οὐκέτι εἰμὶ ἔξαρνος, ἀλλ’ εἶναι ἀληθῆ ταῦτα | 64 in vol. 2.1 | |
2.65 | ὁμολογῶ. μόνη δὲ τούτου αἰτία ἐγὼ κατέστην, αὐτή τε ἀνοσιώ‐ τατα ἔργα ἐς νοῦν τιθεμένη, ὑπὸ ἀνάγκης μείζονος προαχθεῖσα, οὐκ οἶδ’ ὅπως ἐς τοῦτο γενομένη, καὶ τὸν νεανίαν ἄκοντα ἐφελ‐ κομένη ἐς τὸν ἀνοσιώτατον ἔρωτα. καὶ αὐτὴ μὲν δικαίως ἂν | |
5 | τὴν δίκην ὑπέχοιμι, δέομαι δέ σου μὴ περὶ τὸν νεανίαν ἀνή‐ κεστα βουλεύσασθαι, οὐδαμῇ τούτου αἴτιον ὄντα.» ἐνταῦθα τὸν παῖδα μετὰ ταῦτα αὐτίκα μεταπεμψάμενος ἐπήρετο, εἰ δίκαιά ἐστιν, ἅττα ἐπ’ αὐτοφώρῳ ἑάλω ποιῶν. καὶ ὡς οὐκ εἶχεν ἀρνεῖ‐ σθαι ἐκπλαγέντα, συγγνώμην ζητῶν ἐπετράπετο. εἵπετο δὲ τῷ | |
10 | νεανίᾳ καὶ ἄνθρωπος, ὃς συνῄδει τε αὐτοῖς τὸν ἔρωτα καὶ συ‐ νηπίστατο, καὶ ὑπουργῶν διετέλει ἀμφοῖν· μῖμος δ’ ἦν, ὃς τήν τε ἀρχὴν τῷ νεανίᾳ ὤτρυνεν ἐπὶ τὸν ἔρωτα. καὶ τοῦτον καλέσας ἤρετο ὁ δεσπότης, πόθεν τοσοῦτον ἔργον ἑαυτὸν πεποιηκὼς εἴη ἀνοσιώτατον. ὁ δὲ ἔλεγεν «ὅτι τὴν ἐρωμένην τοῦ σοῦ παιδὸς | |
15 | ἑλόμενος συνεγένου· διὰ ταῦτα σὺν δίκῃ ἐποίησέ τε τοιαῦτα.» ὁ γάρ τοι παῖς αὐτοῦ ἤρα γυναικὸς ἐν τῇ πόλει, οὐ μέντοι συ‐ νεγένετο τῇ γυναικὶ ταύτῃ· καὶ ἐπείτε ἐπυνθάνετο καλλίστην εἶναι ὁ πατήρ, ὕστερον ἐβιάσατό τε καὶ συνεγένετο. 〈ταύτην〉 τὴν αἰτίαν ὁ μῖμος τόν τε νεανίαν ἐπὶ τὸν ἔρωτα τῆς γυναικὸς | |
20 | ἐκείνης προετρέψατο. ταῦτα μὲν οὖν ὡς ἕκαστα ἐπύθετο, ἐκέ‐ λευσε τὴν κεφαλὴν τοῦ παιδὸς ἀποταμομένους μετὰ ταῦτα αὐτίκα καὶ τῆς γυναικὸς ἀποταμεῖν, καὶ ὕστερον τοῦ μίμου. τοιαύτῃ | |
μὲν τύχῃ ὁ τῆς πόλεως ἄρχων περιπεσὼν συμφορᾷ τε ἐχρῆτο, | 65 in vol. 2.1 | |
2.66 | καὶ οὐ πολλῷ ὕστερον ἔγημε θυγατέρα τοῦ Λιγύρων τυράννου, καὶ παιδιᾷ ἀνεὶς ἑαυτὸν τὰ πολλὰ παρεμυθεῖτο τὴν τύχην. Ὁ μέντοι Ἑλλήνων βασιλεὺς ὡς παρῆν ἐν Φερραρίᾳ παρὰ τὸν Ῥώμης ἀρχιερέα, ὃς αὐτοῦ τότε διατρίβων ἐτύγχανεν ἀπὸ | |
5 | Ῥώμης ἀφικόμενος (Οὐενετὸς γὰρ ἦν), καὶ τῆς πατρίδος ἐδεῖτο τιμωρεῖν αὐτῷ ἐς τὴν πρὸς Γερμανοὺς διαφοράν. ἐς διάλεξίν τε κατέστησαν πολυπραγμονοῦντες τὴν διαφοράν, ὅποι ἔχει ἄμεινον κεῖσθαι αὐτοῖς ἀμφοῖν. ἐντεῦθεν δὲ ἀπαλλαττόμενοι ἀφίκοντο ἐς Φλωρεντίαν τὴν Τυρρηνῶν μητρόπολιν, πόλιν μεγάλην τε καὶ | |
10 | εὐδαίμονα καὶ καλλίστην τῶν ἐν Ἰταλίᾳ πόλεων. Ἡ δὲ Τυρρηνία ἄρχεται μὲν ἀπὸ Περώζης πόλεως, καὶ ἀπείργουσα ἐν δεξιᾷ πόλιν εὐδαίμονα Βονωνίαν διήκει δὲ ἐπὶ τὴν Λούκην. ἔστι δὲ ἥ τε Λούκη καὶ τὸ Περούζιον πόλεις αὐ‐ τόνομοι, ἐς δημοκρατίαν ἀποκλίνουσαι. ἡ δὲ Φλωρεντία πόλις | |
15 | ἐστὶν ὀλβιωτάτη μετά γε τὴν Οὐενετῶν πόλιν, ἐπὶ ἐμπορίαν ἅμα καὶ γεωργοὺς παρεχομένη τοὺς ἀστούς. συνέσει δὲ τῶν ἄλλων δοκοῦσιν οὗτοι προέχειν, καὶ διαπράττεσθαι ἄμεινον, ἐς ὅ τι ἂν γένοιντο οἱ τῆσδε τῆς πόλεως ἄνδρες. εὐθύνονται δὲ κατὰ τάδε. βουλή ἐστιν αὐτοῖς ἐς πεντακοσίους, περὶ τῶν τῆς πόλεως πρα‐ | |
20 | γμάτων τὴν ψῆφον τιθεμένη, καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρεσβειῶν χρηματίζουσα σφίσι. καὶ ἄνδρες δύο πάρεστον αὐτοῖς ἐπήλυδες, οὓς μεταπέμπεται ἡ πολιτεία, τιμῶντες. τὸν μὲν δι‐ | |
καστὴν ἐφιστᾶσιν αὐτῇ τῶν ἐγκλημάτων τῆς πόλεως, τὸν δὲ ἐς | 66 in vol. 2.1 | |
2.67 | τὸ τὰς ἄλλας δίκας δικάζειν τῆς πόλεως αὐτὸν ἀμφὶ τὴν τῆς πόλεως ἄλλην διοίκησιν ἔχουσιν. ἐπήλυδας δὲ οὗτοι ἐπάγονται τοὺς ἄνδρας αὐτούς, ὡς ἂν μὴ πολῖται, οἵ τε δικάζοντες δίκην τινά, ἐπὶ θάτερα ταλαντεύοιντο. αἱροῦνται δὲ ἄρχοντας τῶν πρα‐ | |
5 | γμάτων τῆς πόλεως καὶ σημαιοφόρον παρ’ αὐτοῖς καλούμενον, τριμηνιαίους τὴν ἀρχήν, ἐς οὓς τὰ πράγματα τῆς πόλεως τά τε χρήματα καὶ ἡ πρόσοδος ἀναφέρεται. καὶ ἐπειδάν τινες πό‐ λεμον φέροντες ἢ εἰρήνην, ἀνηνέχθη ἐς αὐτούς, οὗτοι αὖ ἐπὶ τὴν πεντακοσίων βουλήν. τοὺς δὲ ἄρχοντας αἱροῦνται ἀπὸ τοῦ | |
10 | δήμου, δημότας τε ὄντας καὶ τεχνῶν τινων ἐπιστάτας. ἔξεστι δὲ καὶ ὁτῳοῦν ξένῳ ἐν ταύτῃ τῇ πόλει γενέσθαι πολίτῃ, ξυ‐ νεισφέροντι ἐς τὴν πόλιν καθὰ νομίζεται αὐτοῖς. ἡ μέντοι βουλὴ ἐπειδάν τινι ψήφῳ προσκέοιτο, τοῖς τε ἄρχουσιν ἐπιτρέπει δια‐ πράττεσθαι ὡς κάλλιστά τε καὶ ἄριστα. ἐς ταὐτὸ δὴ τὸ τῆς | |
15 | πολιτείας εἶδος τετραμμέναι εἰσὶ σχεδόν τι σύμπασαι αἱ τῆς Τυρρηνίας πόλεις, τό τε Περούσιον, ἡ Λούκη καὶ τὸ Ἀρέτιον καὶ αἱ Σῆναι πόλεις. Ἐνταῦθα δὴ ἀφιγμένοι οἱ Ἕλληνες σὺν τῷ ἀρχιερεῖ πολυ‐ πραγμονοῦντες μὲν ἐπί τινα χρόνον τὴν τῆς θρησκείας διαφοράν, | |
20 | ὅπῃ τε ἔχει ἄμεινον εἰρῆσθαι αὐτοῖς, καὶ τελευτῶντες ξυνέβησαν ἐς τὸ αὐτό, ξυνῳδὰ ἀποφηνάμενοι ἀμφότεροι σφίσι τὰ διάφορα, ὡς τῇ γνώμῃ ἐς ταὐτὸ ἄμφω τὼ γένεε ἰόντες, μηδεμίαν βού‐ λεσθαι σφίσι καινοτομίαν αὐτοῖς. καὶ ἐξέφερον τοῦτο γράμμασι, | |
καὶ ἐς τοὺς ἁγίους ἐπιμαρτυρούμενοι μηδέτερον νεωτερίζειν πρὸς | 67 in vol. 2.1 | |
2.68 | τὴν θρησκείαν. ἐντεῦθεν ἐπιλεξάμενος ὁ τῶν Ῥωμαίων ἀρχιε‐ ρεὺς ἄνδρε δύο τῶν Ἑλλήνων εὐδοκιμωτάτω ᾠκειώσατό οἱ, ἀνακτώμενος τὰ μάλιστα ἀξίως τε τῆς παρ’ ἑαυτῷ τιμῆς τῆς μεγίστης, καρδινάλεις τε ἀπέδειξεν, οἷα τῆς θρησκείας ἡγεμόνε. | |
5 | τούτους γὰρ δὴ ἐς τὴν παρ’ ἑαυτῷ ἐγγυτάτω χώραν ἱδρυμένους, ἀμφὶ τοὺς τριάκοντα, ἑταίρους τε αὑτῷ ἐπάγεται καὶ συμβούλους, παρεχόμενός τε πρόσοδον ἱκανὴν καὶ χώραν, ἀφ’ ἧς ἂν αὐτοῖς προσίοι χρήματα, τῷ μὲν πλέω τῷ δὲ ἐλάττω, ἀξιῶν ὡς ἔχει τε ἑκάστῳ καὶ χώρας. ἐς τούτους δὴ ἀπολεξάμενος ἄνδρας | |
10 | δύο τῶν Ἑλλήνων, Βησσαρίωνα τὸν ἀπὸ Τραπεζοῦντος, Νικαίας ἀρχιερέα, καὶ Ἰσίδωρον τὸν Σαρματίας ἀρχιερέα, ὑπουργώ τε ἔσχεν αὑτῷ καὶ συνεργὼ ἐς τὴν πρὸς τοὺς Ἕλληνας διάλυσιν τῆς διαφορᾶς. περὶ μὲν οὖν Βησσαρίωνος τοσόνδε ἐπιστάμενος μνήμην ποιήσομαι, ὡς ξυνέσει τε τῇ ἀπὸ φύσεως πολλῶν δὴ | |
15 | τῶν ἐς τοῦτο εὐδοκιμούντων Ἑλλήνων μακρῷ 〈πρῶτοσ〉 γενό‐ μενος, καὶ κρίνειν τε ἐφ’ ὅ τι ἂν γένοιτο κράτιστος δοκῶν γε‐ νέσθαι, τὰ δὲ ἐς σοφίαν τὴν Ἑλλήνων τε καὶ Ῥωμαίων οὐδενὸς δεύτερος. τοῦτον δὴ ἀγασθέντα τὸν Ῥώμης ἀρχιερέα Νικόλαον, τὸν μετὰ ταῦτα ἐπιτρέψαι τῆς Βονωνίας πόλιν εὐδαίμονα ἐπι‐ | |
20 | τροπεύειν αὐτῷ· ἐν ταύτῃ τε, τῆς πόλεως ἐν στάσει ὡς τὰ πολλὰ γενομένης καὶ τῶν στασιωτῶν ἐπὶ διαφορὰν σφίσιν ἀφι‐ κνουμένων, δαιμόνιόν τινα τῶν ἐν τῇ πόλει ταύτῃ ἐπιφανῆναι. ἔστι δ’ ἡ πόλις αὕτη ἐν ταῖς κατὰ τὴν Ἰταλίαν πόλεσιν εὐδαί‐ μων τε καὶ πλούτῳ καὶ τῆς ἄλλης εὐδαιμονίας οὐ πολλῷ τῶν | |
25 | πρώτων λειπομένη πόλεων, κεκόσμηται δὲ καὶ ἐς τὴν τῶν λό‐ | 68 in vol. 2.1 |
2.69 | γων ἄσκησιν, ἐς τὰ πρῶτα ἀνήκουσα Ἰταλίας. τὸν δὲ Ἰσίδωρον ἐλλόγιμόν τε ὄντα καὶ φιλόπατριν, ἁλόντα τε ὕστερον ἐν Βυ‐ ζαντίῳ ὑπὸ βαρβάρων, ἐπαμύνοντα τῇ πατρίδι. τούτω δὲ ὡς ἀξιώσει τε παρὰ τοῖς Ἕλλησι δοκοῦντε προέχειν καὶ συμπράξειν | |
5 | αὐτῷ τὰ πρὸς τοὺς Ἕλληνας ἐπιλεξάμενος ὁ τότε Εὐγένειος ἀρχιερεὺς ξυνέβη ἐς ταὐτὸ τοῖς Ἕλλησι· καὶ ἐπικουρίας τε δεομένῳ τῷ Ἑλλήνων βασιλεῖ, ὅσα ἐς φυλακὴν τῆς πόλεως παρεχόμενον, ὑπέσχετο τοῦ λοιποῦ μελήσειν αὐτῷ ἱκανῶς τῆς βασιλείας αὐτοῦ καὶ τῶν Ἑλλήνων, καὶ τοὺς Παίονας καὶ Γερ‐ | |
10 | μανοὺς ἐπὶ Τούρκους ἀναγνώσαντα στρατεύεσθαι μὴ ἀνεῖναί ποτε ἐποτρύνοντα ἐς τοῦτο αὐτοῖς, ὥστε ἀγαθὸν εἴδεσθαι τοῖς τε Ἕλλησι καὶ τοῖς ἄλλοις. Ταῦτα ὑποδεξαμένου τοῦ ἀρχιερέως ἐκομίζετο ἐπὶ τὴν βασι‐ λείαν Βυζαντίου μετὰ ταῦτα ὁ τῶν Ἑλλήνων βασιλεύς. οἱ μὲν | |
15 | οὖν Ἕλληνες ὡς ἐπ’ οἴκου ἐγένοντο, οὐκέτι ἔφασαν ἐμμένειν τοῖς ὡμολογημένοις, ἀλλὰ τοὐναντίον κατέστη μηκέτι βουλομένοις συντίθεσθαι τοῖς Ῥωμαίοις. ὁ μέντοι ἀρχιερεὺς καὶ σοφῶν τινὰς ἐπεπόμφει ἐπὶ τὸ Βυζάντιον παρὰ τοὺς Ἕλληνας, ἐς διάλεξιν ἀφιξομένους τοῖς τῶν Ἑλλήνων σοφοῖς, οἳ οὐ προσίεντο τὴν γενο‐ | |
20 | μένην σφίσι ξύνοδον κατὰ τὴν Ἰταλίαν, Μάρκῳ τε τῷ Ἐφέσου ἀρχιερεῖ, οὐδὲ τὴν ἀρχὴν τιθεμένῳ τῷ τῶν Λατίνων δόγμαται τὸ παράπαν, καὶ Σχολαρίῳ τῷ τότε παρ’ Ἕλλησι τὰ ἐς σοφίαν εὐδοκιμοῦντι. οὐ μέντοι ἠνύετο αὐτοῖς οὐδὲν ἐς λόγων ἅμιλλαν ἀφικνουμένοις, ἀλλ’ ἀπεχώρουν ἄπρακτοι ἐπὶ Ἰταλίας. | |
25 | Ὁ δὲ Εὐγένειος οὐ πολλῷ ὕστερον ἀφίκετο ἐς Ῥώμην, | 69 in vol. 2.1 |
2.70 | συμβαλλομένων αὐτῷ τῶν Οὐενετῶν, φερομένων τότε τῷ πολέμῳ ἄμεινον πρὸς τὸν Λιγυρίας τύραννον. οἱ γὰρ Οὐενετοὶ ἐπαγόμενοι στρατηγὸν σφίσιν ἄνδρα Λίγυρα, Καρμανιόλαν τοὔνομα, κηδε‐ στὴν γενόμενον τοῦ Λιγύρων τυράννου, τό τε στράτευμα ἐπέ‐ | |
5 | τρεψαν αὐτῷ· καὶ ὃς παραλαβὼν τό τε στράτευμα καὶ ναῦς, ὅσας ἠξίου πληρῶσαι αὐτῷ τοὺς Οὐενετούς, ἐστρατεύετο πεζῇ τε καὶ διὰ τοῦ Ἠριδανοῦ, ἔχων ναῦς ἐξωπλισμένας ἐς τὰς ἐπάλξεις ξυλίνας ἀμφὶ τὰς ἑβδομήκοντα, ἐπὶ τὸν Μεδιολάνου ἡγεμόνα τὸν Φίλιππον. ὑπῆν δὲ ἐκείνῳ στρατηγὸς Νικόλεως ὁ | |
10 | Βραχὺς ἐπίκλην, ἀνὴρ τὰ πολέμια ἀγαθὸς καὶ ἐς τὰ πρῶτα ἀνήκων τοῦ πολέμου. καὶ πρῶτα μὲν ἐφέροντο οἱ Οὐενετοὶ ἐς τὸν πόλεμον ἐπὶ πολὺν χρόνον τινά, ἔς τε τὴν λίμνην τῆς φυλακῆς 〈καλουμένην〉 διαπολεμοῦντες ἀλλήλοις. καὶ ἐπὶ Βρίξιαν πόλιν ἐλθόντος Νικόλεω τοῦ Βραχέος, καὶ πολιορκοῦντος τὴν | |
15 | πόλιν ὡς ἐξαιρήσοντος, ἀντέστησαν ἐπὶ συχνόν τινα χρόνον, καὶ ἐς τοῦτο ἀνάγκης ἐληλυθέναι, ὥστε καὶ μύας καὶ γαλᾶς ἐδη‐ δοκέναι καὶ δεινὰ ὑπενεγκεῖν μὴ ἐνδιδόντας τὸ παράπαν τοὺς Λίγυας. Γουέλφων δὲ μοῖραν οὖσαν ἐν τῇ πόλει ἀντιστῆναι ἐπὶ τοσοῦτον. τὴν γάρ τοι Ἰταλίαν σύμπασαν ἐς δύο μοίρας δια‐ | |
20 | κεκρίσθαι ἐπυθόμεθα, τήν τε Γουέλφων καὶ Γιβελλίνων. ὅτῳ μὲν οὖν τρόπῳ καὶ γένος καὶ πόλεις τῶν κατὰ τὴν Ἰταλίαν | |
ἁπανταχῇ ἐς δύο τούτω μοίρα διέστη, ὥστε ἀλλήλαις πολεμίας | 70 in vol. 2.1 | |
2.71 | εἶναι, διενεχθεῖσαι τῇ γνώμῃ διὰ παντός, καὶ ὅθεν τὴν ἀρχὴν ἔσχε τῆς διαφορᾶς, οὔτε τινὸς ἐπυθόμην, ὥστε ἀληθές τι περὶ αὐτῶν ἐπισημῆναι, οὔτ’ αὐτὸς συμβαλλόμενος ἔχοιμ’ ἂν λέγειν τι ἀσφαλὲς περὶ αὐτῶν. ἡ μέντοι Λιγύρων χώρα καὶ ἡ τῶν | |
5 | Ἰανυΐων ἐς τὴν Γιβελλίνων ἀποκέκριται μοῖραν, ἡ δὲ τῶν Οὐε‐ νετῶν καὶ τῶν Ῥωμαίων καὶ ἡ Μάρκη ἐς τὴν Γουέλφων διέστη διαφοράν. Τυρρηνοὶ μέντοι καὶ ἡ χώρα τῆς βασιλείας, ἐπὶ Ἰαπυγίαν μακρὰν διατείνουσα, ἐπ’ ἀμφότερα ταλαντεύονται· οἱ μὲν γὰρ τούτων ἐς τὴν Γουέλφων οἱ δὲ ἐς τὴν Γιβελλίνων ἀπο‐ | |
10 | κέκρινται μοῖραν, καὶ ἐν μιᾷ τε καὶ τῇ αὐτῇ πόλει ἔστιν ἰδεῖν ἄμφω τὼ μοίρα διεστηκυία τε καὶ μαχομένα ἀλλήλαις. δι’ ἃ δὴ καὶ ὡς τὰ πλέω τὰς στάσεις λογίζομαι συμβαίνειν τοῖς κατὰ τὴν Ἰταλίαν γίνεσθαι. συνέβη δὲ ἐν τούτῳ καὶ τοὺς ἐν Παταβίῳ ἐπαγομένους τὸν σφῶν ἡγεμόνα, Μαρσίλιον τοὔνομα, οἴκου τῶν | |
15 | Καραρίων, συντίθεσθαι αὐτῷ παραδοῦναι τὴν πόλιν. ἔστι δὲ αὕτη ἡ πόλις μεγάλη τε καὶ εὐδαίμων, ἔχουσα περίβολον ἀμφὶ τοὺς ἑβδομήκοντα σταδίους. ῥεῖ δὲ διὰ τῆς πόλεως ποταμὸς Βρέντας τοὔνομα, καὶ τούτῳ περιιόντι γενομένη ἐχύρωται ἐς τὰ μάλιστα. τοῦτον ὡς ἐπήγοντο τὸν Μαρσίλιον, συνθέμενοι ἡμέρᾳ, | |
20 | ᾗ αὐτὸν δέοι παρεῖναι ἐς τοὖργον, ἐπιγενέσθαι τε χειμῶνα μέ‐ γιστον, καὶ διακωλῦσαι τὸν ἄνδρα παρεῖναι, ἐς ἣν συνέθετο | |
ἡμέραν. ἕνα δὲ τῶν συνειδότων τὴν προδοσίαν, δεδιότα περὶ | 71 in vol. 2.1 | |
2.72 | αὑτῷ, μὴ φθάσας ἕτερος καταμηνύσῃ τὴν προδοσίαν, ἀφικόμε‐ νος αὐτὸς ἀναγορεύει τὴν προδοσίαν. οἱ δὲ ὡς ᾔσθοντο, τήν τε πόλιν ὀχυρώσαντο φυλακαῖς, ὡς οἷόν τ’ ἦν μάλιστα αὐτοῖς, καὶ τὸν Μαρσίλιον λοχίσαντες, ᾗ ἔμελλε διεξιέναι, ἐπιόντα τῇ πόλει | |
5 | ἑλεῖν τε, καὶ τοὺς ἐν τῇ πόλει ἄνδρας, ἐς ἑκατόν που τὸν ἀρι‐ θμόν, σὺν γυναιξί τε ἅμα ἀνελεῖν, καὶ αὐτὸν Μαρσίλιον δια‐ χρήσασθαι. ταῦτα δὲ ἐς τὸν πόλεμον τοῦτον ξυμβαίνοντα Οὐε‐ νετοῖς ἐπέρρωσέ τε μᾶλλον, καὶ ἐς τὰς στρατηγίας Καρμανιόλου τὰ πρῶτα μὲν ἐπὶ πολὺ ἐφέροντο ἄμεινον ἐς τὸν πόλεμον τοῦ | |
10 | Λιγύρων ἡγεμόνος. μετὰ δὲ ταῦτα προδιδόντος τούτου, ὡς ἐμη‐ νύθη αὐτοῖς, ᾗ λέγεται, ἑάλω τε ἐπ’ αὐτοφώρῳ ἐπιβουλεύων τῇ πόλει καὶ ἀπέθανε. τοσόνδε μέντοι λέγεται ὡς μέλλοντος αὐτοῦ ἐς τὸν χῶρον ἐς ὃν ἔδει τελευτῆσαι ἀποβαλόντα τὴν κεφαλήν, ἐπησφαλισμένῳ τῷ στόματι ἀφικέσθαι, ὡς ἂν μὴ διαμαρτύρα‐ | |
15 | σθαι ἔχοι ἐς τοὺς παρόντας αὐτῷ τελευτῶντι. μετὰ μὲν οὖν τὴν τελευτὴν τούτου μετεπέμποντο Φραγκίσκον τὸν Σφορτίαν ἐπίκλην, καὶ στρατηγὸν ἀποδειξάμενοι ἐνεχείρισαν αὐτῷ τὰ πράγματα ἐς τὸν πόλεμον. τούτῳ μὲν συνήνεγκε χρηματισαμένῳ ἀπὸ Οὐενε‐ τῶν αὐτῷ ὕστερον οὐ πολλῷ χρόνῳ ἐς τὴν Μεδιολάνου ἡγεμο‐ | |
20 | νίαν ἐλθεῖν· χρηματίζων δὲ αὐτοῖς ἐς τὰς στρατηγίας καὶ μέγα εὐδοκιμῶν ἄχρι Λοδίης πόλεως τῆς ἐγγυτάτω Μεδιολάνου ἀφί‐ κετο, καταστρεφόμενος τήν τε Πέργαμον καλουμένην χώραν καὶ | |
ἄλλα ἄττα τῆς Λιγυρίας πολίσματα, τὰ ἐπέκεινα τοῦ Ἄδα πο‐ | 72 in vol. 2.1 | |
2.73 | ταμοῦ. μετὰ δὲ ταῦτα σπονδῶν γενομένων ἀμφοῖν, τοῖς τε Οὐε‐ νετοῖς καὶ τῷ Μεδιολάνου ἡγεμόνι, ἠγάγετο θυγατέρα νόθον τοῦ ἡγεμόνος ἐς γυναῖκα αὑτῷ καὶ ἐκ μέσου ἀμφοῖν γενόμενος διε‐ τέλει ἡσυχίαν ἄγων πρός τε τὸν Νικόλεων πολεμῶν. | |
5 | Οὗτος μὲν οὖν, ὡς αἱ σπονδαὶ ἐγένοντο καὶ εἰρήνη ἦν, ἀφί‐ κετο ἐπὶ τὴν Παρθενόπην παρὰ τὸν Ταρακωνησίων βασιλέα, ὡς συστησόμενός τε ἑαυτὸν τῷ βασιλεῖ καὶ ὑπουργήσων αὐτῷ, εἴ του δέοιτο ἐς τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ὡς μέντοι αὐτῷ οὐδὲν εὕρατο ἐπιτήδειον, ἐπανῄει παρὰ τὸν Μεδιολάνου | |
10 | ἡγεμόνα. καὶ ὃς οὐ πολὺς χρόνος μετὰ ταῦτα ἐτελεύτησεν, ἀνὴρ τὰ ἐς στρατηγίαν κράτιστος γενόμενος, ἄγειν τε στρατὸν καὶ διαμάχεσθαι. διαβήτην δὲ ἔχων νόσον ἐπὶ πολλὰ ἔτη ἐτελεύτησε, καταλιπὼν ἑαυτοῦ μνείαν τῆς Ἰταλίας ἁπανταχῇ, τὸ γένος γε‐ νόμενος Περούσιος. Φραγκίσκος μὲν οὖν, ὡς οὐ πολλῷ ὕστερον | |
15 | ὁ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησε νόσῳ τὸν βίον καταλιπών, κατέστη δὴ ἐς διαφορὰν αὐτίκα τοῖς Οὐενετοῖς, ὡρμημένος ἐπὶ τὴν τυραννίδα Μεδιολάνου. οἱ γάρ τοι Οὐενετοί, ὡς ἐτελεύτησεν ὁ Φίλιππος, τοῖς τε Μεδιολάνου συνετίθεντο, ἐπὶ ἀριστοκρατίαν παρακαλοῦντες τὴν πόλιν, καὶ τιμωροῦντες αὐτῇ ἐς τὴν τῆς | |
20 | πολιτείας κατάστασιν. καί πῃ καὶ ἐπὶ χρόνον τινὰ διῳκεῖτο ἡ πόλις, αἱρουμένη ἀρχὰς τὰς τῶν ἀρίστων σφίσιν ἐνόντων τῇ πόλει. καὶ ἐστενοχώρει αὐτὴ ὡς ἐπὶ τὴν ἰσονομίαν τετραμμένη, στρατόν τε ἐπιπέμπουσα. ἡ μὲν οὖν πόλις ἐστίν, ᾗ ἐχώλευεν, ἐπὶ | |
τυραννίδα διώκουσα, καὶ ἐπεκαλοῦντο σφίσιν ἡγεμόνα τὸν Φραγ‐ | 73 in vol. 2.1 | |
2.74 | κίσκον· οἱ δὲ ἄλλοι ἐναντιοῦντο αὐτοῖς. οὗτος μὲν οὖν στρατὸν συναγείρας ἦγε σπουδῇ ἐπὶ τοὺς Οὐενετούς, ᾗ ἐπυνθάνετο αὐτοὺς στρατοπεδευομένους. ἐπιὼν δὲ σὺν τῷ στρατῷ ἀγχοῦ τῆς πόλεως ὡσεὶ σταδίους ἑκατὸν ἐπολιόρκει τὴν πόλιν, πραγμάτων τε τὰ | |
5 | πρὸς τὴν τυραννίδα ἐπιλαβόμενος τοὺς ἐπιτηδείους αὐτῷ συγκα‐ τεργάζεσθαι, καὶ οὐκ ἐπιτρέπων τῶν ἐπιτηδείων ὁτιοῦν εἰσιέναι εἰς τὴν πόλιν, ὥστε πιεζομένους ἐς ὁμολογίαν αὐτῷ κατα‐ στῆναι. ἐλάσαι μὲν οὖν εὐθὺ τῆς πόλεως οὐκ ἐποιεῖτο βου‐ λήν, δεδοικὼς τὸν δῆμον τῆς πόλεως, μέγιστον δὴ ὄντα τῶν | |
10 | κατὰ τὴν Ἰταλίαν καὶ πολλαπλάσιον τοῦ ἑαυτοῦ στρατοῦ, πρὸς δὲ καὶ ἄριστον τὰ πολεμικά, τοῦ στρατοῦ ἀξιόχρεων, καὶ τοῦ ἀπὸ Οὐενετῶν στρατοῦ προσδοκίμου αὐτοῖς παρέσεσθαι ἐπὶ τὸν πόλεμον τόνδε. οὗτος μὲν οὖν αὐτοῦ, πράσσων τὰ πρὸς τὴν πό‐ λιν, τὴν μονὴν ἐποιεῖτο. ὡς δὲ ἐπιβοηθοῦντα στρατὸν τὸν ἀπὸ | |
15 | Οὐενετῶν ἐπυνθάνετο παρεῖναι ἤδη, προεξανιστάμενος ὑπήντα, ὡς εἶχε τάχους, μακρὰν ἀπὸ τῆς πόλεως ἐς πεντακοσίους μά‐ λιστά πῃ σταδίους, καὶ ἐστρατοπεδεύετο. ἐνταῦθα ἀντεστρατο‐ πεδεύετο καὶ ὁ Οὐενετῶν στρατηγός, (Κουδουνίδας δ’ ἦν ὄνομα αὐτῷ), καὶ περιταφρευσάμενος ἀνέμενε τὸ ἀπὸ Μεδιολάνου στρά‐ | |
20 | τευμα ἐπιβοηθῆσον αὐτῷ, καὶ τότε τὴν συμβολὴν ποιήσασθαι. ἔνθα δὴ ὁ Φραγκίσκος, διὰ τῶν κατασκόπων ὡς ἐπύθετο ἀπὸ τῆς πόλεως ἐξελαύνειν τὸν στρατὸν ἐπιβοηθήσοντα τοῖς Οὐενε‐ τοῖς, νυκτὸς πυρὰ πολλὰ ἁψάμενος ἐν τῷ στρατοπέδῳ, ὥστε | |
μηδὲν τοιοῦτον ὑπολογίζεσθαι τοὺς πολεμίους, καὶ ἐξοπλισάμε‐ | 74 in vol. 2.1 | |
2.75 | νος νυκτὸς ἐλαύνει ὅτι τάχιστα σπουδῇ ἐπὶ τὸν Μεδιολάνου στρα‐ τόν. καὶ ἐνταῦθα μάχην ποιησάμενος, καὶ διαφθείρας τὸ πλέον τοῦ στρατοῦ, καὶ περιγενόμενος αὐτοῦ, ὥστε μηδ’ ὁτιοῦν ὑπο‐ λειφθῆναι ὅ τι καὶ ἄξιον λόγου, αὐτίκα ἀπελαύνει ὀπίσω ἐπὶ τὸ | |
5 | στρατόπεδον. καὶ ξυμβαλὼν τῷ Οὐενετῶν στρατηγῷ, οὐ πολλῷ ὕστερον μάχην τε ἐμαχέσαντο ἰσχυράν, καὶ ἐς φυγὴν τρεψάμε‐ νος εἷλέ τε ἱππέας ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ νίκην ἀνείλετο περιφανῆ. οὐ πολλῷ δὲ ὕστερον ἐπελαύνων ἐπὶ τὴν πόλιν, ᾗ καὶ τὸ πρότερον διέτριβε, καὶ πράττων διεπράξατο. καὶ εἰσῄει οὐ | |
10 | πολλῷ ὕστερον, εἰρήνην τε ἐποιήσατο, Ναζηραίου τινὸς ἐς τοῦτο παρακινήσαντος. καὶ τὸν παῖδα αὐτοῦ ἔπεμψεν ἐς τοὺς Οὐενετούς, καὶ εὔνοιαν ἐνδεικνύμενος διετέλει. Ἀλλὰ ταῦτα μὲν ὕστερον οὐ πολλῷ ἐγένετο· τότε δὲ ὡς Ἕλληνες ἐπ’ οἴκου ἐγένοντο, Εὐγένειος ὁ ἀρχιερεὺς οὐδὲν λόγου | |
15 | ἄξιον ἔπεμπε παρὰ τοὺς Ἕλληνας τὸ ἐς ἐπικουρίαν φέρον. αὐ‐ τίκα οἱ Ἕλληνες ἐτράποντο, καὶ μετέμελεν αὐτοῖς καταλυσαμέ‐ νοις πρὸς τὸν ἀρχιερέα. οὐκ ἔπεμπε δὲ δι’ αἰτίαν τήνδε. πόλεμός τε γὰρ συνῆπτο αὐτῷ κατὰ τὴν Ἰταλίαν ἐπὶ τοὺς Τυρρηνοὺς ἐπὶ χώρας διαφορᾷ, καὶ στρατόν τε ἔχων καὶ δαπάνην καὶ στρατη‐ | |
20 | γὸν ἐπ’ αὐτῷ προσήκοντα ἐς γένος, ἄνδρα ἐλλόγιμον πατριάρχην, πολεμῶν ὁτὲ μὲν τοῖς Τυρρηνοῖς, ὁτὲ δὲ καὶ τῷ Οὐρβίνῳ, τῷ μετὰ ταῦτα ἡγεμόνι οὐκ ἐπαύετο· ἐδόκει τε γὰρ ἡ Τυρρηνῶν | |
μητρόπολις τότε φρονεῖν τὰ τοῦ Λιγύρων ἡγεμόνος Φιλίππου καὶ | 75 in vol. 2.1 | |
2.76 | συμμαχεῖν ἐκείνῳ κατὰ τὸ ἰσχυρόν. δι’ ἃ δὴ καὶ πρὸς τὸν ἀρ‐ χιερέα Οὐενετὸν ὄντα, τοῦ οἴκου Κονδουλμαρίων, ὅν τινα δὴ οἶκον ἀξιοῦντος τοῦ ἀρχιερέως τῆς συγκλήτου ἐποιήσαντο ἀπὸ τοῦδε, καὶ ἔξεστι μετασχεῖν αὐτοῖς. διαπολεμούντων γὰρ ἀλλή‐ | |
5 | λους τῶν τε Οὐενετῶν καὶ τοῦ Μεδιολάνου ἡγεμόνος Φιλίππου, ξύμπασά τε ἡ Ἰταλία διέστη πρὸς ἑκατέρους. Εἰσὶ δὲ τυραννίδες ἀνὰ τὴν Ἰταλίαν αἵδε, ἡ τῆς Φερραρίας, οἴκου τῶν Ἐστενσίων, καὶ οἱ τοῦ Ἀριμίνου, καὶ οἱ τῆς Μάρκης Μαλατεσταῖοι, καὶ Οὐρβίνου τύραννος καὶ Μαντούης καὶ Μεδιο‐ | |
10 | λάνου καὶ Ῥώμης καὶ Νεαπόλεως καὶ Ἰαπυγίας. τούτων οἱ τῆς Φερραρίας ὡς ἔχουσιν ἡγεμόνες, καὶ Μεδιολάνου καὶ Ἰαπυγίας καὶ Μαντούης, ἐλέχθη, ὡς ἱκανῶς γοῦν ἔχειν ἐς μνείαν αὐτῶν τὸν λόγον ποιουμένους. περὶ δὲ τῶν Οὐρβίνου τυράννων τοσάδε ἐπίσταμαι. δοκοῦσι δὲ οἱ Μαλατεσταῖοι γένος τε εἶναι παλαιότα‐ | |
15 | τον, καὶ ἐς τὴν Μάρκης ἀρχὴν ἐπὶ πολλὰ ἔτη διαγενέσθαι, ἡγεμο‐ νεύοντες τοῦ τε Ἀριμίνου καὶ ἄλλων τῶν ἐν ταύτῃ πόλεων ἐπιφα‐ νῶν· ὅθεν δὴ καὶ ὡρμημένους καὶ ἐς στρατηγίας καταστῆναι τῶν ἀμφὶ τὴν Ἰταλίαν πρυτανευόντων. γενέσθαι δὲ Οὐενετοῖς στρα‐ τηγοὺς ἐντεῦθεν καὶ Τυρρηνοῖς, καὶ ἐπὶ τὴν τῆς Μαντούης ἀρ‐ | |
20 | χὴν παρεληλυθέναι. | 76 in vol. 2.1 |
2.77 | Περὶ δὲ τοῦ Ῥώμης ἀρχιερέως ἔρχομαι ἐρῶν, ὡς ἐπειδὰν τελευτήσῃ ἀρχιερεύς, συλλέγονται οἱ καρδινάλιοι ἐς οἶκόν τινα, καὶ τάς τε ψήφους διαφερόμενοι τίθενταί τε καὶ αἱροῦνται, ὃν ἂν οἵ τε τῆς Κολονίου καὶ Οὐρσινίου καρδινάλιοι, καὶ ἐκλέγονται | |
5 | σφίσιν ἐς αἵρεσιν τοὺς ἐπιτηδείους. εἰσὶ δὲ αὗται αἱ οἰκίαι μέγισται δὴ τῶν ἐν Ῥώμῃ καὶ μέγιστον δυνάμεναι, καὶ ἐπὶ τούτους ὁτὲ μὲν τούτους, ὁτὲ δὲ ἐκείνους ταλαντεύεσθαι. συμφέρονται δὲ ὡς τὰ πολλὰ καὶ ἐπήλυδας μηδὲ ἑτέρωσε ἀποκλίνοντας ποιοῦνται ἀρχιερεῖς. ἐπειδὰν δὲ τὰς ψήφους ἐπιλέγωνται καὶ ἀποδειχθῇ, | |
10 | ἀρχιερέα ἀναγορεύουσί τε αὐτόν, οἴκοι κατέχοντες, ἐς ὃ ἂν καὶ τοῖς λοιποῖς συνδόξῃ ἡ αἵρεσις. καθίζουσι δὲ ἐπὶ σκίμποδος ὀπὴν ἔχοντος, ὥστε καὶ τῶν ὄρχεων αὐτοῦ ἐπικρεμαμένων ἅπτεσθαί τινα τῶν προσταχθέντων, ὥστε καταφανῆ εἶναι ἄνδρα εἶναι τοῦ‐ τον. δοκοῦσι γὰρ τὸ παλαιὸν γυναῖκα ἐπὶ τὴν Ῥώμης ἀρχιε‐ | |
15 | ρατείαν ἀφικέσθαι· οὐ γὰρ ἐπίδηλος ἦν, ὅτι καὶ οἱ ἄρρενες σχεδόν τι τῆς Ἰταλίας καὶ ξυμπάσης τε τῆς πρὸς ἑσπέραν χώ‐ ρας ἐπιεικῶς ξυρῶνται τὸ γένειον· ἔγκυον δὲ γενομένην, ὡς εἰς τὴν θυσίαν ἀφίκετο, γεννῆσαί τε τὸ παιδίον κατὰ τὴν θυσίαν | |
καὶ ὀφθῆναι ὑπὸ τοῦ λαοῦ. δι’ ἃ δὴ ὥστε ἐπιγνῶναι καὶ μὴ | 77 in vol. 2.1 | |
2.78 | πάνυ τι ἐνδοιάζειν, ἅπτονται, καὶ ἁψάμενος ἐπιφωνεῖ «ἄρρην ἡμῖν ἐστιν ὁ δεσπότης.» τὰ μέντοι ὀνόματα μεταβάλλουσιν, οἷα θειότεροι σφῶν αὐτῶν γινόμενοι καὶ ἐς πᾶν μεταβολῆς ἀφικό‐ μενοι. αἱροῦνται δὲ καὶ ὀνομασίας τὰς ψήφους, ἐντιθέμενοι τὰ | |
5 | τῶν ἀρχιερέων ὀνόματα. σέβονται δὲ μέγα αὐτὸν οἵ τε τῆς Ἰτα‐ λίας ἡγεμόνες καὶ οἱ πρὸς τὴν λοιπὴν ἑσπέραν. καρδινάλιοι δέ εἰσιν ἀμφὶ τοὺς πεντήκοντα. οἱ γάρ τοι Ἰταλίας ἡγεμόνες σχε‐ δόν τι ἐς τὰ δύο ἐπιδιελόμενοι τὰς ἀρχάς, ἐπειδὰν παῖδε δύο γένωνται, τὸ μὲν τῷ παιδὶ εἰς τὴν ἡγεμονίαν ἐκδιδόασι, τὸ δὲ | |
10 | αὖ τῷ ἑτέρῳ παιδί, ὥστε μὴ διαφορὰν αὐτοῖς ἐγγίνεσθαι, ἐς ἱερωσύνην καταλείπεσθαι. καὶ τὸ ἀπὸ τοῦδε μεγάλην ἔχειν αὐ‐ τοῖς τὴν ἀξίαν τῆς Ῥώμης ἀρχιερέα, τά τε ἄλλα καὶ ἐπιτηδείως ἔχειν αὐτῷ σύμπαντας. Περὶ μὲν τούτων Ἰωακεὶμ ἐλλόγιμος τῶν κατὰ τὴν Ἰταλίαν | |
15 | σοφῶν γενομένων, καὶ ἐπὶ μαντικὴν ἀφικόμενος, τούς τε ἐσομέ‐ νους ἀρχιερεῖς προεσήμαινε, τρόπῳ ᾧ ἂν ἕκαστος τούτων παριὼν ἐπὶ τὴν ἡγεμονίαν βιώσοιτο, 〈δαιμόνιον〉 δὲ γίγνεσθαι, ἐπειδὰν ἐς τὰ ἔργα καταστῇ τὰ μαντεύματα αὐτῷ. καὶ λέγεται μὲν περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἕτερ’ ἄττα θαύματος ἄξια. ἰδιώτην γὰρ | |
20 | ὄντα, καὶ οὐδ’ ὁτιοῦν ἐπαΐοντα ἢ μικρὸν ἢ μέγα σοφίας, πυλω‐ ρὸν δὲ ὄντα κατά τινα μονὴν τῶν ἐν Ἰταλίᾳ ὄντων Ναζηραίων, τυχεῖν ἐλθόντα ἐς κῆπον· τῷ δὲ πορευομένῳ ἐπιφανῆναι ἄνδρα | |
αὐτῷ τὸ εἶδος κάλλιστον, καὶ ἐπιστάντα οἱ εἰπεῖν, κατέχοντα ἐν | 78 in vol. 2.1 | |
2.79 | ταῖς χερσὶν ὑδρεῖον, «ὦ Ἰωακείμ, λάβε, πίε τοῦ οἴνου τούτου· κάλλιστος γάρ ἐστι.» τὸν δὲ λαβόντα ἐπιπιεῖν τε τοῦ οἴνου ἱκα‐ νῶς καὶ ἐμφορηθῆναι. ὡς δὲ ἄρα ἱκανῶς ἔχειν αὐτῷ εἴρηται πρὸς τὸν ἄνθρωπον, ἐπειπεῖν αὐτῷ τὸν ἄνδρα «ὦ Ἰωακείμ, εἰ | |
5 | τὸ πᾶν ἔπιες τοῦ οἴνου, τὸ πᾶν ᾔδεις ἀκριβῶς.» ἐντεῦθεν τοῖς σοφωτάτοις καταστῆναί τε ἐς διάλεξιν, καὶ δαιμόνιόν τινα τὴν σοφίαν ἐπιφαίνεσθαι. ἐντεῦθεν δὲ ὡρμημένον ἐπὶ τὴν τῆς ἀρχιε‐ ρατείας ἡγεμονίαν, προσημᾶναι μεγάλ’ ἄττα ἐσόμενα ὁτῳοῦν, ἀποσημειωσάμενος, ὥστε καταφανῆ γίνεσθαι, ἐπειδὰν ἐς ἔργον | |
10 | ἐκβῇ. οἷα μέντοι προεσήμαινεν, ἔξεστιν ἁπανταχῇ περιιόντων τῶν σημείων αὐτοῦ. Περὶ δὲ τῶν κατὰ τὴν Ἰταλίαν τυράννων, οὐ πάνυ μεγά‐ λων ὄντων καὶ ὑπ’ αὐτὸν ταττομένων τὸν Μεδιολάνου ἡγεμόνα, ᾗ δὴ καὶ οἱ τῆς Σικελίας καὶ Καλαβρίας καὶ Ἰαπυγίας καὶ | |
15 | τῆς ἄλλης χώρας τῆς κατὰ τήνδε τὴν χώραν ὑπὸ τῷ Παρθε‐ νόπης βασιλεῖ τάττονται, οὐδὲν δέον ἐπιμνησθῆναι περὶ αὐτῶν, παρήσω. πολιτεῖαι δὲ ἐς τὴν Ἰταλίαν τελοῦσαι εἰσὶν ἥ τε Οὐε‐ νετῶν πόλις καὶ ἡ Βονωνία καὶ αἱ Τυρρηνικαὶ πόλεις (ὅσαι τε εἰσί, καὶ πρότερόν μοι δεδήλωται) ἑπόμεναι τῇ Φλωρεντίᾳ καὶ | |
20 | κατὰ ταὐτὰ διοικούμεναι, καὶ ἡ τῶν Ἰανυΐων πόλις. αὗται μὲν οὖν σχεδὸν αἱ τῆς Ἰταλίας ἡγεμονίαι, ὁτὲ μὲν πρὸς τοὺς Οὐ‐ ενετούς, ὁτὲ δὲ καὶ πρὸς τὸν Μεδιολάνου τύραννον τὴν συμμα‐ | |
χίαν ποιούμεναι. ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον. | 79 in vol. 2.1 | |
2.80 | Ἕλληνες μὲν ὡς ἐπ’ οἴκου ἐκομίζοντο, τῷ τε βασιλεῖ Ἀμου‐ ράτῃ πρέσβεις πέμποντες ἠξίουν τε αὐτῷ εἰρήνην ποιεῖσθαι καὶ ἐμπεδῶσαι αὐτῷ τὰς σπονδάς. ξυνέβη δὲ οὐ πολλῷ ὕστερον τὸν μέντοι Κωνσταντῖνον τοῦ βασιλέως ἀδελφὸν ἐπὶ Πελοπόννησον | |
5 | ἀφικόμενον παρακαλεῖν τὸν ἀδελφὸν ἐπὶ τὴν τῆς βασιλείας δια‐ δοχήν, καὶ ἀπεσπασμένον ὡρμῆσθαι μὲν αὐτὸν ἐπὶ Βυζάντιον πλέοντα, γενόμενον δὲ ἐν Λήμνῳ, ὡς ἔγημε τοῦ Λέσβου ἡγε‐ μόνος θυγατέρα, ἐπιπλεῦσαί τε αὐτῷ τοῦ βασιλέως στόλῳ Ἀχμά‐ την, καὶ πολιορκῆσαι αὐτὸν ἐν Κοτζίνῳ τῆς Λήμνου πόλει σὺν | |
10 | τοῖς ἀμφ’ αὐτόν. τὸν δὲ Ἀχμάτην ἀποβάντα ἐς τὴν νῆσον καὶ ἐπιδραμόντα πολιορκεῖν τὸν βασιλέως ἀδελφὸν ἐπὶ ἡμέρας ἑπτὰ καὶ εἴκοσι, καὶ καταβαλόντα τὸ τεῖχος τηλεβόλοις, οὐκ ἠδυνήθη βιάσασθαι, ὥστε εἰσελθεῖν ἐς τὴν πόλιν. μετὰ δέ, ὡς οὐκ ἠδύ‐ νατο ἐξελεῖν, ἀπέπλει ἐπ’ οἴκου. ὁ μέντοι Κωνσταντῖνος γενό‐ | |
15 | μενος ἐπὶ Βυζάντιον, καὶ γνώμην ἀποδεικνυμένου τοῦ βασιλέως, ὥστε ἀφικέσθαι αὐτῷ τὸν ἀδελφόν, αὖθις ἐπὶ Πελοπόννησον ἐλθεῖν τε αὐτόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον οἴχεσθαι καταλιπόντα τε τὴν Πελοπόννησον καὶ ἀπιόντα ἐς Βυζάντιον. τούτοις μὲν ἐς τοσοῦτον ἐγένετο· ὁ δὲ νεώτερος τούτων ἀδελφὸς | |
20 | Δημήτριος ἐς διαφορὰν τῷ βασιλεῖ ἀφικόμενος ἀφελομένῳ αὐτοῦ τὰ πλείω τῆς χώρας, ὡς οὐδὲν αὐτῷ τῶν δεόντων προσεχώρει πρὸς τοῦ ἀδελφοῦ, διαπρεσβευσάμενος πρὸς βασιλέα Ἀμουράτην καὶ ξυμπαραλαβὼν παρ’ αὐτοῦ στράτευμα ἐπέλασέ τε καὶ ἐπο‐ | |
λιόρκει Βυζάντιον. μετ’ οὐ πολὺ δὲ τοῦ Ἀσάνεω τοῦ γαμβροῦ, | 80 in vol. 2.1 | |
2.81 | ἀνδρὸς μέγα δυναμένου ἐν Βυζαντίῳ καὶ δοκοῦντος συμπράξειν αὐτῷ τὰ πρὸς τὴν βασιλείαν, ὡς οὐδὲν ἠνύετο αὐτῷ, ἀπεχώρει. μετ’ οὐ πολὺ δὲ διαπρεσβευσάμενος πρὸς τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἧκέ τε ἐς Βυζάντιον, καὶ οὐ πολλῷ ὕστερον ἑάλω αὐτός | |
5 | τε καὶ ὁ τῆς γυναικὸς ἀδελφὸς ὑπὸ βασιλέως Ἑλλήνων Ἰωάννου. καὶ ἐν φυλακῇ χωρὶς ἀπ’ ἀλλήλων ὄντε τούτω, ὑποτιθεμένου τοῦ Ἀσάνεω ἀπέδρα τε νυκτὸς ἐς τὴν καταντικρὺ πόλιν τὴν Γα‐ λατίην, καὶ διαπρεσβευσάμενος ἔτυχέ τε εἰρήνης καὶ ἐς τὴν ἀρχὴν αὖθις τὴν ἐπὶ τοῦ Εὐξείνου πόντου ἀφίκετο, καὶ ὁ γυ‐ | |
10 | ναικαδελφὸς αὐτοῦ ἀπελύθη ὑπὸ βασιλέως. Ὁ μέντοι βασιλεὺς τάς τε σπονδὰς ἐμπεδώσας πρὸς Ἀμου‐ ράτην τὸν Μεχμέτεω, οὐδὲν μέντοι ἧττον ἔπρασσε πρὸς τὸν Εὐγέ‐ νειον τὸν Ῥώμης ἀρχιερέα διαπρεσβευόμενος καὶ πρὸς τὸν βασι‐ λέα Παιόνων Λαδισλάον, νεωστὶ ἐπὶ τὴν βασιλείαν καταστάντα. | |
15 | ἐνῆγε δὲ αὐτὸν ὅτι μάλιστα Γεώργιος Βοῦλκος, ἐστερημένος τε τῆς ἀρχῆς καὶ χρήματα μεγάλα ἐς τὴν ἐκστρατείαν ταύτην ξυμβαλλόμενος. δοκεῖ μέντοι καὶ Ἰωάννης ὁ Χωνιάτης, τότε μέγα δυνάμενος καὶ δόξαν ἀποφερόμενος ἐς τὰς κατὰ Τούρκων στρατηγίας αὐτῷ, ἀναγνῶσαι εὖ μάλα βασιλέα Παιόνων ἐπὶ | |
20 | Ἀμουράτην τὸν Μεχμέτεω στρατεύεσθαι. ἐνταῦθα συλλέξας στρα‐ τὸν μέγιστον, συμπαραλαβὼν καὶ Δρακούλην τῶν Δακῶν ἡγεμόνα, Γεώργιον δ’ αὖ τῶν Τριβαλλῶν ἡγεμόνα τῆς ὁδοῦ γενόμενον. | |
ἐπεὶ δὲ τὸν Ἴστρον διαβάντες ἐς τὴν τοῦ βασιλέως χώραν ἐγέ‐ | 81 in vol. 2.1 | |
2.82 | νοντο, ἐνταῦθα πᾶν, ὅ τι ἂν ἐμποδὼν γένοιτο αὐτοῖς, δουλούμενοι ἐπορεύοντο, καὶ τάς τε κώμας καὶ Σοφίαν πόλιν εὐδαίμονα ἐμ‐ πιπρῶντες ἐδῄουν. Ἀμουράτης μέντοι ὡς ἐπυνθάνετο τοὺς Παί‐ ονας ἐπιέναι μεγάλῃ χειρί, σύμπαντας τοὺς τῆς Ἀσίας τε καὶ | |
5 | Εὐρώπης στρατοὺς συναγείρας ἐπῄει τε αὐτὸς ἅμα ὡς συμβο‐ λὴν ποιησόμενος. ἐπεί τε δὴ ἐς Βασιλίτζαν καλουμένην χώραν, κατέλαβεν αὐτοῦ τοὺς Παίονας στρατοπεδευομένους. καὶ Ἀμου‐ ράτης μὲν καὶ πρότερον στράτευμα ἐπιπέμψας ἐκέλευεν, ὥστε φυλάττειν τὸν Παιόνων στρατόν, ὅποι γένοιτο διασημῆναι αὐτῷ | |
10 | καὶ τό τε στενὸν τοῦ ὄρους τῆς Βασιλίτζης δένδροις φραξαμέ‐ νους διακωλύειν πειρᾶσθαι. οἱ μὲν οὕτω ἐποίουν, καὶ φραξάμενοι ἐπειρῶντο κωλύειν, καί πῃ καὶ ἐπειρῶντο οἱ Παίονες παριέναι εἴσω ἐπὶ τὴν Θρᾴκην. Ἀμουράτης δὲ ἐς τὸ ὄρος τὸ καθήμενον ἐπὶ τὰ στενὰ τῆς ὁδοῦ ἐστρατοπεδεύετο, ἐνταῦθα συλλέξας τοὺς | |
15 | ἀρίστους αὐτοῦ, καὶ μάλιστα τοὺς δοκοῦντας ἐν στρατηγίαις γενέσθαι περιφήμους. ἦσαν δ’ οὗτοι Ἰεσέ τε ὁ τοῦ Βρενέζεω, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος, Κουμουλίης, Χασίμης ὁ τῆς Εὐρώπης στρατηγὸς καὶ Ἰσαάκης ὁ τῶν Σκοπίων ὕπαρχος. ἀφι‐ κομένων δὲ αὐτῶν καὶ παρακαθημένων ἔλεγε τοιάδε. | |
20 | «Ἄνδρες Μουσουλμάνοι, ὑμεῖς ὁρᾶτε, οἷ ἀνάγκης ἀφίκετο τὰ πράγματα ἡμῶν. Παίονες γὰρ οἵδε ἐκστρατευόμενοι, καὶ τοὺς Δακοὺς καὶ Τριβαλλῶν ἡγεμόνα παραλαβόντες, στρατεύονται καθ’ ἡμῶν. νῦν ὥρα ἐστίν, εἴ τι ἀγαθόν τις ἐπινοεῖ, ὅπως κρα‐ | |
τήσει τόνδε τὸν πόλεμον τιθεμένοις εὖ γένοιτο ἡμῖν, φράζειν ἐν | 82 in vol. 2.1 | |
2.83 | τῷ παρόντι. ἐμοὶ γὰρ πολεμητέα τε εἶναι ἡμῖν καὶ μάχην ὅτι τάχιστα ποιεῖσθαι, συμβάλλοντας τοῖς πολεμίοις· αἱρήσειν γὰρ οἶμαι ἡμᾶς τούσδε ὀλίγους τε ὄντας ἐς τὸν ἀριθμόν. νῦν δὲ δοκεῖ μοι ὁμόσε ἰόντας τὴν μάχην ποιεῖσθαι καὶ μὴ διαμέλλειν.» | |
5 | Ταῦτα εἰπόντος τοῦ Ἀμουράτεω Χασίμης ὁ τῆς Εὐρώπης στρατηγός, ἐποτρύνων ἐς μάχην, ἔλεξε τοιάδε. «ὦ βασιλεῦ, οὐκ ἔστιν, ὅστις οὐκ ἐπαινέσεται τόνδε τὸν λόγον, ὡς βασιλεῖ τε προσῆκον μεγάλῳ καὶ Ὀτουμανίδῃ, ὃς τοῖς πολεμίοις οὐδὲν ἐφιέμενος, ἀνδράσι τε ὀλίγου ἀξίοις, καὶ τήν τε χώραν ἀνασώ‐ | |
10 | ζειν πειρᾷ. ἢν δὲ μὴ μαχώμεθα, ἡμῖν τε τὰ φρονήματα ἀπόλ‐ λυται, ἐγκαθιστάμενα ὑπὸ δέους τοῦ βασιλέως, καὶ τοῖς πολε‐ μίοις ἐρρωμενέστερα γίνεται. καὶ δέδοικα, μὴ ἐς τοὐναντίον, ᾗ δοκεῖ ἡμῖν ὠφέλεια ἔσεσθαι, περιστῇ ἡ ἐς τὴν μάχην ἀναβολή. καὶ ἐμοί τε οὐκ ἀνασχετὸν τὴν ἀρχὴν ἐδόκει τήν τε εἴσοδον | |
15 | φράττεσθαι ὡς δεδιότων ἡμῶν, καὶ ταύτην ἡμῶν τῷ στρατῷ τὴν ἔννοιαν ἐμβαλεῖν. ἀλλ’ εὐθὺ ἐχρῆν ἰόντας, εὐθὺς ἀνακινδυ‐ νεύειν συμβάλλοντας, καὶ ταύτῃ πειρωμένους σώζειν τὴν χώραν, μηδὲν ὑφίεσθαι τοῖς πολεμίοις, εἰ βούλει αὐτός, ὦ βασιλεῦ, τούσδε τοὺς τὴν σὴν χώραν δῃώσαντας τιμωρεῖσθαι. εἰ δὲ μή, | |
20 | αὐτὸς κάθησο ἐνταῦθα· ἐγὼ δέ τε αὐτὸς τούσδε σοι παραστήσω, ὥστε μήτε αὐτοὺς μήτε τοὺς λοιποὺς τοὺς πρὸς ἑσπέραν ἐθελῆ‐ | |
σαί ποτε ἐναντία σοὶ ἐπιέναι.» | 83 in vol. 2.1 | |
2.84 | Ταῦτα μὲν Χασίμης ὁ Μαζάμεω παῖς ἔλεγε· σιωπώντων δὲ τῶν ἄλλων καὶ οὐ τολμώντων ἐναντίαν γνώμην τοῦ βασιλέως ἀποδείκνυσθαι, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος ἔλεξε τοιάδε. «χρὴ μέν, ὦ βασιλεῦ, ὅ τι φρονῶν τυγχάνει ἕκαστος, τὰ σὰ | |
5 | μηδέν τι ὑπολογιζόμενος λέγειν, καὶ ὅσῳ δὴ καὶ μείζω τὸν κίν‐ δυνον παρέχεται τὰ ἐνεστῶτα. καὶ ἐπιτήδειος ἢν τυγχάνῃ ὤν, ἀνάγκη, ἐπειδάν τις αὐτῷ κίνδυνος ἐπιστῇ, φράζειν, ὅ τι φρονεῖ ἕκαστος. πολλῷ δ’ ἂν ἔτι μᾶλλον καὶ δεσπότῃ χρεὼν ἀποδείκνυ‐ σθαι, ὅ τι ἂν ἡμῶν ἕκαστος γινώσκῃ ἐς τὰ παρόντα, ὅσῳ τε | |
10 | καὶ κοινὸς ἐφ’ ἡμᾶς ἀφικνεῖται ὁ κίνδυνος. ἐγὼ γάρ, ὦ βασιλεῦ, 〈εὖ〉 διοικοῖμ’ ἂν τὰ σὰ πράγματα [ἦν]. ἢν δὲ τῶν πτε‐ ρύγων μίαν ἀφέλῃς, κακῶς μὲν δυνήσεται χρῆσθαι αὐτῇ ἐς ὅ τι ἂν γένοιτο χρεία, ἢν δὲ καὶ τὴν ἑτέραν ἀφελόμενος κα‐ ταλίπῃς τὸ σῶμα αὐτῆς μόνον, ἵπτασθαι μέντοι οὐκ ἂν ἔτι ἔχοι, | |
15 | πορεύεσθαι δὲ μόνον καταλείποιτ’ ἂν αὐτῇ. πῶς δ’ ἂν αὐτῇ δὲ χρήσαιτο ἔτι τοῦ λοιποῦ, ἤν τε ἐπὶ τροφὴν ἐθελήσῃ ἰέναι, ἤν τε ἄλλο τι χρῆσθαί οἱ ἐς τὰ παρόντα αὐτῇ; τοῦτο δ’ ἂν λέγοιμι καὶ ἐπὶ σοῦ. τάς τε γὰρ θύρας σῶμά φημι εἶναι, καὶ βεβαιοτάτην ἡμῖν ὑπολείπεσθαι ὑποδοχὴν ἐνταῦθα· τὸ δὲ Ἀσίας στράτευμα πτέρυγί | |
20 | τε εἰκάζω, ὡσαύτως καὶ τὸ Εὐρώπης. μαχομένοις μὲν οὖν οὐδ’ ἕ‐ | |
τερα ὑποστῆναι ἐς τέλος τὸν ἀγῶνα ἐθελήσουσιν, ἀλλ’ ἡ μὲν | 84 in vol. 2.1 | |
2.85 | Ἀσία οὐδὲ εἰς χεῖρας ἀφίξεται τούτοις δορυφόροις τε οὖσι καὶ ὡπλισμένοις αὐτοῖς τε, τὸ δὲ τῆς Εὐρώπης μάχεσθαι μὲν ἐθε‐ λήσει, ἀπιόντος δὲ τοῦ Ἀσιανοῦ μόνον ὑπολειπόμενον οὐκέτι ἐπιμενεῖ τέλεον, ἀλλὰ φευξεῖται καὶ αὐτό, ὅποι ἂν δύναιτο σώ‐ | |
5 | ζεσθαι. ὑπολείπονται δέ σοι αἱ θύραι καὶ οἱ νεήλυδες, καὶ οὐκ ἔχω συμβαλέσθαι, ὅπως ἂν σώσῃ σαυτῷ ἐπιτηδείως χρῆσθαι ἐς τὰ παρόντα, ἢ ἀμύνεσθαι μόνον, οὐδέν τι διαπραττόμενον. ἀλλὰ δοκεῖ μὲν ἐμοὶ συμβολὴν μὲν μὴ ποιεῖσθαι, ἀλλ’ ἀναχωροῦντες ἐς τοὐπίσω ἴεσθαι, ἐπὶ ὅ τι ἂν ἡμῖν ἐμποδὼν γίγνηται, καὶ τοῦτο | |
10 | ποιεῖν, ἐς ὃ ἂν αὐτοὶ λιμῷ πιεζόμενοι τὰ μάλιστα τὰ ἔμπαλιν γένωνται, καὶ οὕτω χαλεπῶς ἔχουσιν ἐπιτίθεσθαι κατὰ δύναμιν. καὶ ἔσται δὴ τότε χρῆσθαι τούτοις, ὅ τι ἂν βουλοίμεθα.» Ταύτῃ τῇ γνώμῃ, ὡς ἐδόκει τε ἀμείνων τῆς προτέρας εἶναι, ἐτίθεντο καὶ οἱ λοιποὶ παρόντες τότε ἐς τὴν βουλήν. Ἰεσὲ δὲ ὁ | |
15 | Βρενέζεω ἔλεξε τοιάδε. «ἐμοὶ δοκεῖ, ὦ βασιλεῦ, μηδὲν ὂν ἡμῖν ἐπιτήδειον. ἤν τε γὰρ περιγένοιο πολεμίων, οὐκ ἐνορῶ, ὅ τι ἂν γένοιτό σοι ὄφελος ἀπὸ τούτου. καὶ γάρ τοι Παιαζήτης ὁ Λαῖ‐ λαψ, σὸς πάππος, ἐτρέψατο μέντοι τοὺς Κελτούς τε καὶ Παίονας· οὐ μέντοι γε ὄφελος αὐτῷ ξυνέβη γε ἀπὸ τούτου, ἀλλ’ ἐς τὴν | |
20 | χώραν ἀποχωροῦντες τὴν σφετέραν σφᾶς τε αὐτοὺς ἔσωσαν αὐ‐ τίκα ἰόντες καὶ τὴν χώραν διέσωσαν. ἢν δὲ τοὐναντίον συμβῇ, ἀπαίσιον λέγειν, οἷς ξυμβήσεται χαλεπὰ ἀπὸ τούτου. ἄμεινον δὲ πάντα αἱρεῖσθαι τὰ ἀσφαλῆ αὐτῶν τινα ἕκαστον, ἀφ’ ὧν ἀπο‐ | |
βήσεται αὐτῷ μηδέν τι διασφαλέντι ἡττηθῆναι μὲν μηδαμῶς, | 85 in vol. 2.1 | |
2.86 | περιγενέσθαι δὲ τῶν ἐναντίων, ἢν μὴ παρὰ γνώμην ἐξίοι αὐτῷ τὰ ἔργα. δύο δὴ αἱρέσεων, τῆς τε ἐπισφαλοῦς οὔσης ἡμῖν, περὶ ἧς δεδιότες βουλευόμεθα, καὶ τῆς ἀσφαλεστέρας πολλῷ ταύτης, αἱρεῖσθαι χρὴ τὴν ἀσφαλῆ μᾶλλον, καὶ ᾗ ὁ νοῦς ἔχοι, | |
5 | ταύτῃ μᾶλλον ἢ ἄλλῃ ποι λογίζεσθαι. ἐμοὶ δέ, ὑποχωρῆσαι μὲν τοῖς ἐναντίοις οὔτε σοί, ὦ βασιλεῦ, πρέπον ἐστίν, οὔτ’ ἂν αὐτὸς συμβουλεύσαιμι· φεύγειν γὰρ ἂν δόξαιμεν, καὶ ἐκείνοις μὲν ἐς τὸ βέλτιον παρίσταται, ἡμῖν δὲ ἐς τοὐναντίον. οὐδ’ ἂν ἐπισχεῖν ἔτι, οἶμαι, δυναίμεθα τούς τε Ἀσιανοὺς καὶ τὸν πεζόν, ὃν ἔχο‐ | |
10 | μεν. ἀλλὰ μάχεσθαι μὲν μηκέτι, φραξαμένους δὲ ἔτι βέλτιον ἐπιμένειν, ἄχρις οὗ ἐς ἀνάγκην ἀφίκωνται ὑποχωρεῖν, ἀποχω‐ ροῦσι δὲ ἐπιτίθεσθαι αὐτίκα σὺν τοῖς ἱππεῦσιν ἑπομένους, καὶ βλάπτειν, ὅ τι ἂν δυναίμεθα.» ταύτῃ τῇ γνώμῃ ἔτι τῆς προτέρας ἀμείνονι συντίθεσθαι ἔφασαν καὶ οἱ λοιποὶ τῶν τότε παρόντων. | |
15 | Ἐνταῦθα ἐδόκει μήτε συμβολὴν ποιεῖσθαι μήτε ἀποχωρεῖν, τρίβειν δὲ τὸν χρόνον αὐτοῦ ἐπιμένοντας, καὶ ἀποχωροῦσι τοῖς πολεμίοις ἐπιτίθεσθαι, τὸ τῆς Εὐρώπης στράτευμα ἐπιπέμπον‐ τας. καὶ τήν τε εἴσοδον φυλάττειν, ὡς δεδύνηνται τὰ μάλιστα, ἀμυνομένοις ἐδέδοκτο. τήν τε εἴσοδον ἐφύλαττον, ᾗ ἐδύναντο, ὡς | |
20 | κράτιστα ἀμυνόμενοι. καὶ ἐπειρῶντο μὲν παριέναι οἱ Παίονες καὶ βιάζεσθαι τοὺς Τούρκους, οὐ μέντοι ἐδύναντο. ὡς γὰρ ἐπι‐ πίπτοντες ἐβιάζοντο ἰσχυρῶς, ἐνταῦθα οἱ λοιποὶ τῶν Τούρκων ἐπεβοήθουν, καὶ ὠθισμὸς ἐγένετο ἀμφοτέρων. τέλος δὲ ὠσάμενοι | |
τοὺς Παίονας οἱ τοῦ βασιλέως ἵσταντο ἐμποδών. χρόνου δὲ ἐπι‐ | 86 in vol. 2.1 | |
2.87 | γενομένου, ὡς οὐδὲν ἤνυον οἱ Παίονες καὶ λιμῷ ἐπιέζοντο, ἐνταῦθα ἀπεχώρουν τὰ ἔμπαλιν γενόμενοι. νυκτὸς δὲ συσκευα‐ σάμενοι ἐπορεύοντο. ὡς δὲ ἠὼς ὑπέφαινε καὶ τὸ τῶν πολεμίων στρατόπεδον ἑώρων οἱ Τοῦρκοι οἰχόμενον ὑπὸ τὴν νύκτα, ἔμενον. | |
5 | ἐνταῦθα ἐπιλεξάμενος τοῦ στρατοῦ αὐτοῦ, ὅσοι ἔμενον καὶ πα‐ ρεσκευασμένοι ἦσαν, ἐπιτρέπει Χασίμῃ τῷ Εὐρώπης στρατηγῷ διώκειν τοὺς πολεμίους, καὶ τόν γε Τουραχάνην ἐκέλευεν ἕπεσθαι ἔχοντα τὸ τῆς Θετταλίας στράτευμα. οὗτος μὲν οὖν λαβὼν τού‐ τους, ὡς εἶχε ποδῶν, ἤλαυνεν ἐπιδιώκων τοὺς πολεμίους· ἐπεὶ | |
10 | δὲ Ἰωάννης προῄδει τοὺς Τούρκους σφίσιν ἀποχωροῦσιν ἐπιτε‐ θησομένους, ἐπιλεξάμενος καὶ οὗτος τῶν Παιόνων τινὰς τοὺς ἀρίστους καθίστατο ἐς ἐνέδρας, ὡς ἐπιοῦσι τοῖς Τούρκοις καὶ διώκουσι τὸ ἑαυτῶν στράτευμα ἐπιθησόμενος ἐπ’ ἀμφοτέρους. ἐνταῦθα ἐλαύνοντος τοῦ Χασίμεω διὰ τοῦ πεδίου κατὰ πόδας | |
15 | καὶ διώκοντος τοὺς Παίονας, προσελάσας. δὲ καὶ ὁ ἀδελφὸς Τουραχάνης ἔλεγε τῷ ἀδελφῷ τοιαῦτα. «Χασίμη, σὺ μὲν ἐλαύνεις διὰ τοῦ πεδίου στρατὸν ἔχων τοσοῦτον. ἴσθι μὲν οὖν οὐκ ἀσφαλῆ ταύτην πορευόμενος τὴν πορείαν· οἱ γὰρ Παίονες οὔτε ἀνέξονται διωκόντων ἡμῶν αὐτούς, | |
20 | οὔτε ἡσυχίαν ἄγοντες ἐς τοὐπίσω φεύξονται ἄσμενοι, οἵ τινες μάχεσθαι μὲν ἐς τὸ ἐμφανὲς τοσοῦτον χρόνον προὐκαλοῦντο ἡμᾶς, καὶ ἄσμενοι, ᾗ ἐμοὶ δοκεῖ, ἐμάχοντο, καὶ πολλοῦ, ὡς οἴομαι, πρίαιντο, ὥστε αὐτοῖς ἐς τὸ πεδίον καταβάντας ὁμόσε ἰέναι. ἀλλὰ ταύτην τὴν ὑπώρειαν πορευόμενοι ἐκείνους τε ἐπι‐ | |
25 | διώξομεν, ὅσον ἱκανῶς ἔχει, καὶ ἡμῖν ἔσται ἐκείνων ταμιεύεσθαι, | |
ὅσοις ἂν ἐπιτηδείως ἔχωμεν.» | 87 in vol. 2.1 | |
2.88 | Ταῦτα λέγων ὡς οὐκ ἔπειθε τὸν Χασίμην, ἔχων αὐτὸς Θετ‐ ταλίας στράτευμα ἐτράπετο διὰ τῆς ὑπωρείας συντεταγμένῳ τῷ στρατεύματι. πορευομένῳ δὲ διὰ τοῦ πεδίου τῷ Χασίμῃ σὺν τῷ Εὐρώπης στρατῷ, ὡς ἐν καιρῷ ἐγένετο τῷ Χωνιάτῃ ἐνεδρεύσαντι | |
5 | τὸ στράτευμα, οἱ τε ἀμφὶ βασιλέα φεύγοντες ἐπιφανέντος ἐκ τῆς ἐνέδρας τοῦ Ἰωάννου ἐπελαύνουσι τοῖς βαρβάροις, καὶ τρεψάμε‐ νος ἐς φυγὴν ὁ Χωνιάτης τούτους τοὺς μὲν ἔφθειρε, τοὺς δὲ καὶ ἐζώγρησεν. ἐνταῦθα πολλοί τε ἔπεσον τοῦ βασιλέως, καὶ ὁ τοῦ Χαλίλεω ἀδελφός, Πραΐμεω παῖς, ἑάλω ὑπὸ Παιόνων, καὶ ἄλλοι | |
10 | τῶν Τούρκων ἡλίσκοντο φεύγοντες, αὐτός τε ὁ Χασίμης ἔφευγεν ἐπὶ τὸ βασιλέως στρατόπεδον, ὀλίγους ἔχων ἀμφ’ αὑτὸν τοῦ στρατοῦ. ἀφικόμενος δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἔλεξε τοιάδε. «Ὦ βασιλεῦ, οἷα πεπόνθαμεν ὑπὸ ἀνδρός, ὧν ἡμεῖς ἴσμεν, φαυλοτάτου καὶ τὰ σὰ πράγματα καταπροδιδόντος τοῖς πολε‐ | |
15 | μίοις· οὔτε γὰρ ἐποίησεν, ᾗ ἐπηγγείλατο, οὔτε κατὰ ταὐτὸ ἰέναι ἠθέλησε. Γεωργίῳ δὲ τῷ Βούλκῳ, ἐπιτηδείῳ τε ὄντι αὐτῷ, ὑπο‐ σημήνας ἕκαστον, ᾗ ἐμέλλομεν ἐπιέναι, ἐφθείροντο τὰ σὰ πρά‐ γματα, καὶ τὸ ἐκείνου μέρος οἰχόμεθα.» Ἐνταῦθα Χαλίλης ὁ Πραΐμεω, ἀχθεσθεὶς διὰ τὸν ἀδελφὸν | |
20 | αὐτοῦ, ἐξέτεινε καὶ αὐτὸς βασιλέα κατὰ τοῦ Τουραχάνεω. βα‐ σιλεὺς δὲ δεινοποιησάμενος μὴ ἰέναι κατὰ ταὐτὸ τῷ Εὐρώπης | |
στρατηγῷ, ἀλλαχόσε γενόμενον ἄλλην πορεύεσθαι, καταπροδι‐ | 88 in vol. 2.1 | |
2.89 | δόντα τὸ ἑαυτοῦ στράτευμα, προσέλαβέ τε Τουραχάνην, καὶ ἐς φυλακὴν ποιησάμενος ἔπεμπεν ἐς τὴν Ἀσίαν ἐς Τοχάτην πόλιν ἰσχυράν, δέσμιόν τε γενόμενον καὶ ἐς φυλακὴν ἀπαγόμενον. καὶ Χαλίλης γάρ τοι ὑπετίθετο βασιλεῖ, ἀναμιμνήσκων ὡς ἐκεῖνος | |
5 | ἐν μεγάλῃ Βιδίνῃ διατρίβων, καὶ ὕπαρχος ὢν τῆς παρ’ Ἴστρον χώρας, Βούλκῳ τῷ Τριβαλλῶν ἡγεμόνι ἐπιτηδείῳ τε ἐχρῆτο καὶ συνήθει, καὶ διὰ τοῦτο ὑποσημαίνοιτο αὐτοῖν, ᾗ δέοι ἀλλήλους ὠφελεῖν ἐς τὰ παρόντα, καὶ δῶρα δεχόμενον παρὰ τοῦ Βούλκου συμβαλέσθαι αὐτῷ, ἐς ὅ τι ἂν ἡγήσαιτο συνοίσειν ἐκείνῳ. καὶ | |
10 | ἐντεῦθεν ἀναπεισθεὶς βασιλεὺς κατεῖρξέ τε αὐτὸν Τουραχάνην, ἐς τὴν Ἀσίαν ἐπιπέμψας, καὶ τὴν ἀρχὴν τῆς Θετταλίας ἑτέρῳ ἀνδρὶ ἐπέτρεπε διοικεῖν. Καὶ Τουραχάνης μὲν οὕτω ἐς τὴν εἱρκτὴν ἐγένετο· Γεώργιος δὲ ὁ Τριβαλλῶν ἡγεμών, ὡς οὐδὲν ἠνύετο αὐτῷ ὑπὸ τῶν Παιό‐ | |
15 | νων ἐς τὴν ἀρχὴν αὐτοῦ, πέμπων ἄγγελον ἐπὶ τὰς θύρας ἐπει‐ ρᾶτο τῆς τοῦ βασιλέως γνώμης, εἰ ἀποδοίη αὐτῷ τὴν ἀρχήν, ὥστε ἐπάγειν αὐτῷ φόρον καὶ ἡμίσειαν τῆς χώρας αὐτοῦ πρό‐ σοδον καὶ αὐτός τε ἔφασκε σπένδεσθαι ἐπὶ τούτοις, καὶ τοὺς Παίονας ἅμα αὐτῷ πείσειν, ὑπεδέχετο τὰς σπονδὰς ποιεῖσθαι. | |
20 | ἐνταῦθα ὡς ἤκουσε τοῦ ἀγγέλου τοιαῦτα προϊσχομένου, τά τε ἄλλα ὑπέσχετο αὐτῷ καὶ τὼ παῖδε αὐτῷ ἀποδοῦναι, καὶ ἔσεσθαι | |
βασιλέως ἐπιτηδείους τὸ ἀπὸ τοῦδε. ἐνταῦθα ὁ Βοῦλκος μετιὼν | 89 in vol. 2.1 | |
2.90 | τῶν Παιόνων ἕκαστον καὶ τόν γε βασιλέα Λαδισλάον ἔπειθε σπένδεσθαι Ἀμουράτῃ, λέγων τοιάδε. «Ὦ βασιλεῦ, σὲ βασιλεὺς Ἀμουράτης παρακαλεῖ ἐπὶ τὰς σπονδάς, οὐ μὴν τὴν χώραν ἀποδιδόναι. ἢν οὖν ἐμοὶ πείθῃ, | |
5 | σπονδὰς ἐν τῷ τοιῷδε ποιούμενος ἄμεινον παρασκευάσῃ ἐς τὸν πόλεμον. καὶ ἐπιόντα τάδε πάντα οὐκέτι τὸ δεύτερον ὑπομενεῖ.» Ταῦτα λέγων τε ἔπειθε, καὶ ὡς ὑπέσχετο ποιήσειν, ᾗ ὑπετί‐ θετο αὐτῷ ὁ Τριβαλλός, αὐτίκα ἔπεμπεν ἄγγελον παρὰ τὰς θύρας, μεταπεμπόμενος πρέσβεις, ὡς τῶν Παιόνων ποιησομένων | |
10 | τὴν εἰρήνην καὶ αὐτὸς ἀποληψόμενος τὴν ἀρχήν. ἐνταῦθα Ἀμου‐ ράτης ἔπεμψε πρέσβεις, καὶ τὰς σπονδὰς ἐποιοῦντο, ἐφ’ ᾧ τόν τε Γεώργιον ἔχειν τὴν χώραν αὑτοῦ καὶ τὴν ἡμίσειαν πρόσοδον ἀποδιδόναι τῷ βασιλεῖ. καὶ ὅρκιά τε ἅμα ἐποιοῦντο, ἐφ’ ᾧ μήτε τοὺς Παίονας ληΐζεσθαι τὴν βασιλέως χώραν, μήτε αὖ Τούρ‐ | |
15 | κους διαβῆναι τὸν Ἴστρον ἐπὶ μηδεμιᾷ βλάβῃ, μηδεμιᾷ μηχανῇ, ἐφ’ ᾧ τε παρὰ πάντα τὸν βίον αὐτῶν ξένους τε καὶ φίλους εἶναι, ἄνευ τε δόλου καὶ ἀπάτης· τοὺς δὲ Δακοὺς ὑποφόρους τε εἶναι τῷ βασιλεῖ, ἃ καὶ συνέθεντο ἐν ταῖς βασιλέως σπονδαῖς πρὸς αὐτοὺς πρότερον γενομέναις, καὶ ἐς τοὺς Παίονας τελεῖν, | |
20 | ᾗ τὸ πρόσθεν ἔχοντες διετέλουν. Ταῦτα ὡς ἐγένετο, αὐτίκα Ἀμουράτης ἐστρατεύετο ἐπὶ Κα‐ ραμᾶνον. οὗτος γὰρ ὡς ἐπύθετο ἐπιέναι τοὺς Παίονας ἐπὶ βασι‐ λέα Ἀμουράτην, καταβάντας τὸν Ἴστρον ἐπὶ τὴν χώραν τοῦ | |
βασιλέως ἐλαύνειν, ἐν καιρῷ αὐτῷ ἔσεσθαι οἰόμενος, ἢν ἐπιὼν | 90 in vol. 2.1 | |
2.91 | καταστρέφοιτο τὴν κατὰ τὴν Ἀσίαν βασιλέως χώραν, ἐξήλαυνέ τε, καὶ ἐπῄει καταδουλούμενος, ὅ τι ἂν αὐτῷ προχωροίη. καὶ πρόσθεν γὰρ ὅτε οἱ Παίονες ἔμελλον στρατεύεσθαι ἐπὶ Ἀμου‐ ράτην, γνώμῃ τε παραπλησίᾳ ὥρμηντο ἐπ’ αὐτόν, ὥστε ἀπ’ ἀμφοῖν | |
5 | ταῖν χώραιν ἐπιόντων στρατῶν διασχίζοιτο αὐτῷ τὰ στρατεύματα καὶ οὕτω ἀσθενῆ ξυμβαίνοι γίνεσθαι. Ἀμουράτης μὲν οὖν ἐπὶ τὸν μείζονα πόλεμον ἀφικόμενος, καὶ τοῦτον αὑτῷ ἐπὶ τὸ βέλ‐ τιον θέμενος, ἐστρατεύετο αὐτίκα ἐπὶ Καραμᾶνον. ὁ δὲ πρέσβεις τε πέμπων ἠξίου τά τε ἄλλα αὐτῷ ὑπουργεῖν, ὧν ἂν δέοιτο αὐ‐ | |
10 | τοῦ, καὶ ὁμήρους καὶ πιστὰ παρέχεσθαι ἐπὶ τούτοις. Ταῦτα μέντοι αὐτῷ κατὰ τὴν Ἀσίαν ξυνεβεβήκει, κατὰ δὲ τὴν Εὐρώπην ὑπὸ μέντοι τῶν Πελοποννησίων ἡγεμόνων ἐς τὴν χώραν αὐτοῦ τοιάδε ἐγένετο. ὡς γὰρ Θεόδωρος ὁ μετ’ αὐτὸν βασιλέα Ἑλλήνων γενόμενος, ὡς οἰχόμενος παρῆν ἐς Βυζάντιον | |
15 | ἐπὶ τὴν βασιλείαν, Κωνσταντῖνος ὁ ἐπίκλην Δραγάσης, ἀφικό‐ μενος ἐς Πελοπόννησον καὶ παραλαβὼν τὴν τοῦ ἀδελφοῦ χώραν, τά τε ἄλλα καὶ Σπάρτην τὴν πρὸς τὸ Ταΰγετον ὄρος, καὶ σχε‐ δὸν ξύμπασαν τὴν ἄλλην Πελοπόννησον (πλὴν γὰρ τῆς τοῦ Θωμᾶ τοῦ βασιλέως ἀδελφοῦ χώρας, τὴν ἄλλην ὑφ’ αὑτῷ εἶχε παρα‐ | |
20 | λαβών), ἐνταῦθα ὡς ἀφίκετο, τό τε ἐν τῷ Ἰσθμῷ τειχίζειν πα‐ ρεσκευάζετο, καὶ τὴν ἐκτὸς Πελοποννήσου χώραν ἀφίστη ἀπὸ βασιλέως, τήν τε Βοιωτίαν κατέσχε, καὶ τὴν Θηβῶν πόλιν ὑφ’ αὑτῷ ποιησάμενος καὶ ξύμπασαν τὴν Βοιωτίαν κατέσχε. καὶ ὁ | |
τῆς Ἀττικῆς τύραννος φόρον τε ἀπάγειν αὐτῷ ὑπισχνούμενος | 91 in vol. 2.1 | |
2.92 | σπονδὰς ἐποιήσατο, καὶ τό τε Πίνδον ὄρος—Βλάχοι δ’ ἐνοι‐ κοῦσιν αὐτό, τῶν Δακῶν ὁμόγλωττοι· τοῖς παρὰ τὸν Ἴστρον Δαξὶν ὁμοίωντο—ἀφικόμενοι παρὰ τοῦτον τὸν ἡγεμόνα, παρα‐ διδόντα σφίσιν, ἐπολέμουν τοῖς τὴν Θετταλίαν οἰκοῦσι Τούρκοις, | |
5 | λαμβάνοντες ἄρχοντα παρὰ τοῦ Πελοποννησίων ἡγεμόνος. Λεω‐ δορίκιόν τε τὸ κατὰ τὴν Λοκρῶν χώραν ᾠκημένον πολίχνιον, Πίνδου μέντοι τὸ κατὰ τὴν Φαναρίου πόλιν ᾠκημένον, ἄρχοντά τε λαμβάνει ἀπὸ βασιλέως. τὸ δὲ αὖ κατὰ τὴν Ἀχαΐαν καθῆκον Ἀραβαῖοι ᾤκουν ἄνδρες Ἀλβανοί, ὑπὸ βασιλέως συγχωρηθέντες | |
10 | ἄρχειν τῆς πατρῴας αὐτῶν χώρας· καὶ οὗτοι ἀφίκοντο ἐς τοὺς Ἕλληνας. συναγαγὼν δὲ καὶ ξύμπασαν τὴν Πελοπόννησον ἐς τὸν Ἰσθμὸν ἐτείχισεν αὐτόν, ὡς ἠδύνατο τάχιστα, συγκαλέσας αὐτοῦ καὶ τὸν ἀδελφόν, καὶ ἧς αὐτὸς ἦρχε χώρας, ξύμπαντας ἐνταῦθα μεταπεμψάμενος ἐληλάκει τὸ τεῖχος, παραδοὺς ἑνὶ ἑκάστῳ, ὅσον | |
15 | ἐν τοσῷδε χρόνῳ παρέχοιτο ᾠκοδομημένον. ὡς δὲ τὸ τεῖχος τοῦ Ἰσθμοῦ αὐτῷ παρεσκεύαστο, στρατόν τε ἔπεμπεν ἐπὶ τὴν βασι‐ λέως χώραν, καὶ ἐδῄου τε τὴν χώραν καὶ πολεμῶν διεγένετο. Μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον Ὀμάρης ὁ Τουραχάνεω παῖς, παραλαβὼν τὸ Θετταλίας στράτευμα, ἐπήλασέ τε ἐπὶ τὰς | |
20 | Θήβας καὶ τὴν Ἀττικήν, καὶ ληϊσάμενος ἀπέλαυνε, λείαν ἀπά‐ | |
γων ἱκανήν. ἔνθα δὴ Νέριος ὁ Ἀθηνῶν τύραννος, ὡς ἑώρα τὰ | 92 in vol. 2.1 | |
2.93 | Τούρκων πράγματα αὖθις ἐπανιόντα ἐς τὸ πρότερον καθεστηκός, ἐπρεσβεύετο ἐς τὰς θύρας καὶ ἠξίου αὐτῷ σπένδεσθαι βασιλεῖ, ἐφ’ ᾧ ἀπάγειν φόρον, ὃν ἂν αὐτῷ τάξαιτο. βασιλεὺς μὲν οὖν Ἀμουράτης ἐπείθετό τε καὶ ἔσπενδεν αὐτῷ, ἐφ’ ᾧ καὶ πρότερον | |
5 | ἀπέφερε, φόρον ἀπάγειν καὶ τοῦ λοιποῦ. ὁ δὲ Νέριος οὗτος ἀφί‐ κετο, ἀπὸ Φλωρεντίας τῆς Τυρρηνῶν μητροπόλεως ὤν, ἐπὶ τὴν Ἀθηνῶν τυραννίδα τρόπῳ τοιῷδε. Ἀντώνιος ὁ Ῥαινερίου παῖς τοῦτόν τε ἅμα καὶ τὸν ἀδελφὸν αὐτοῦ μεταπεμψάμενος ἀπὸ Φλωρεντίας προσήκοντάς τε αὐτῷ καὶ ξυγγενεῖς εἶχε παρ’ ἑαυτῷ, | |
10 | τὴν δίαιταν παρεχόμενος. ἐπεὶ δὲ ἐτελεύτησεν Ἀντώνιος, ὑπὸ εὐεξίας ἀποπληγεὶς κατὰ τὸν ὕπνον, ἥ τε γυνὴ αὐτοῦ ἔπεμπεν ἐς βασιλέα τὴν ἀρχὴν ἐπιτραπῆναι αὐτῇ τε καὶ τῷ τῆς πόλεως ἀμείνονι, ἑαυτῆς δὲ προσήκοντι, πατρὶ δὲ ἡμετέρῳ. τοῦτον ὡς ἔπεμπε πειρασόμενον παρὰ βασιλεῖ, καὶ χρήματα διδοῦσα μεγάλα, | |
15 | ὥστε διαπράττεσθαι σφίσι τὴν ἀρχὴν τῆς τε Ἀττικῆς ἅμα καὶ Βοιωτίας, ὡς ἐξελαύνων ἐκ τῆς πόλεως ἐπορεύετο παρὰ βασι‐ λέα, οἳ προέστησαν τοῦ δήμου, κατὰ τὸ πρὸς αὐτὸν Χαλκοκαν‐ δύλην ἔχθος τήν τε γυναῖκα τοῦ Ἀντωνίου ἀπάτῃ παρήγαγον ἐκ τῆς ἀκροπόλεως, καὶ τοὺς προσήκοντας Ἀντωνίου καθίστασαν | |
20 | τυράννους, καὶ τὸ γένος ἐξελάσαντες αὐτοὶ ἴσχουσι τὴν πόλιν. ἐπιγαμίαν δὲ ποιησάμενοι πρὸς τὴν γυναῖκα τοῦ Ἀντωνίου ἐπὶ θετῷ αὐτῆς παιδὶ ἀγαθῷ, ἐς τὴν ἀκρόπολιν παρῆσαν. καὶ οὐ πολλῷ ὕστερον ἐκβάλλοντες τὴν γυναῖκα ἐκ τῆς ἀκροπόλεως, καὶ | |
τὸ γένος ἡμῶν ἐξελαύνοντες, τὰ τῆς πόλεως πράγματα ἔσχον. ὁ | 93 in vol. 2.1 | |
2.94 | μὲν δὴ Χαλκοκανδύλης ἀφικόμενος παρὰ βασιλέα ἐς φυλακὴν μέντοι περὶ αὐτὸν ἐγένετο, ὑπὸ βασιλέως κελευόμενος παραδοῦναι τὴν χώραν. ὡς δὲ ὑποσχόμενος ἐς τρεῖς μυριάδας χρυσίου οὐδέν τι ἔπρασσε, στρατὸν δὲ ἐπύθετο πεπομφέναι βασιλέα ἐπὶ Βοιω‐ | |
5 | τίαν ὡς τὴν Θηβῶν πόλιν παραστησόμενον, διεπράξατό τε καὶ ἀπέδρα ἐπὶ Βυζάντιον, καταλιπὼν τούς τε θεράποντας καὶ σκη‐ νὰς ἅμα καὶ ὑποζύγια. ἐπιβὰς δὲ νεὼς ἀπὸ Βυζαντίου ἔπλει ἐπὶ τὴν Πελοπόννησον. καὶ ἐνταῦθα νῆες αὐτοῦ περιπλέουσαι τῶν τυράννων τῆς Ἀττικῆς συλλαμβάνουσί τε τὸ πλοῖον, καὶ | |
10 | αὐτὸν ἑλόντες Χαλκοκανδύλην ἀνήγαγον παρὰ βασιλέα δέσμιον. βασιλεὺς μὲν αὐτῷ ἀφῆκε τὴν αἰτίαν καὶ συνέγνω, μηδὲν ἐπὶ τούτῳ αἰτιασάμενος· αὐτὸς μέντοι τὰς τρεῖς μυριάδας ἀπαι‐ τούμενος οὐκ ἔχειν ἀποδιδόναι ἔφασκεν. ἐντεῦθεν ἡ χώρα ἐλε‐ ηλατεῖτο μεγάλως ὑπὸ τοῦ βασιλέως ἐν τῇ Θετταλίᾳ χώρᾳ. | |
15 | Νέριος δὲ τύραννος ὢν τὴν ἀρχήν, καὶ θηλυδρίας ὢν καὶ μαλα‐ κώτερος, ὑπὸ ἀδελφοῦ Ἀντωνίου ἀφῄρητο τὴν ἀρχὴν ἐπιβουλευ‐ θείς. μετὰ δέ, ὡς ἐτελεύτησεν Ἀντώνιος, ἐς τὴν ἀρχὴν αὖθις κατέστη Νέριος ὁ Ἀντωνίου ἀδελφός, ἀπὸ Φλωρεντίας ἀφικό‐ μενος. τότε δὲ διὰ τὴν εἰς τοὺς Ἕλληνας αὐτοῦ συμμαχίαν | |
20 | ἐδῄου τὴν χώραν ὁ τῆς Θετταλίας ὕπαρχος. πράγματα δὲ ἔχων εἰρήνην ἐποιεῖτο πρὸς βασιλέα. καὶ οἱ Ἕλληνες πυθόμενοι ἐστρα‐ τεύοντο ἐπὶ τὰς Ἀθήνας. ἐνταῦθα ἄγγελόν τε ἔπεμπε πρὸς τὸν | |
βασιλέα, ὡς κακῶς ποιοῖεν αὐτὸν οἱ Ἕλληνες καὶ πολιορκοῖεν | 94 in vol. 2.1 | |
2.95 | τὴν πόλιν, πειρώμενοι ἐξελεῖν. καὶ Τουραχάνης δέ, ὁ τῆς Θετ‐ ταλίας ὕπαρχος, τῷ τε βασιλεῖ πέμπων ἀγγέλους ἐπῆρεν ἐπὶ Πελοπόννησον στρατεύεσθαι. ἀλλὰ ταῦτα μὲν ὕστερον χρόνῳ πολλῷ ἐγένετο· τότε δὲ ὑπὸ τῷ Πελοποννήσου ἡγεμόνι, βασιλέως | |
5 | δὲ ἀδελφῷ ἐδεδούλωτο, τρόπῳ ᾧ πρότερόν μοι δεδήλωται. Ἀλλὰ κατὰ μὲν τοὺς Ἕλληνας καὶ τὴν Πελοπόννησον τοιαῦτα ἐγένετο, κατὰ δὲ τὸν Βυζαντίου βασιλέα τάδε ξυνεβεβήκει. τούς τε γὰρ Παίονας ὡς ᾔσθετο ἀπελάσαντας καταλύσασθαι τῷ Ἀμουράτῃ, Γεωργίου ἐς τοῦτο παρακαλέσαντος, ἔπεμπον πρέ‐ | |
10 | σβεις παρὰ τὸν Ῥώμης ἀρχιερέα, ὑποτιθέμενοι ὡς τριήρων καὶ νεῶν παραγενομένων σφίσιν ἐς τὸν Ἑλλήσποντον, ὥστε ἀπόντι αὐτῷ ἐς τὴν Ἀσίαν μὴ ἐπιτρέψαι διαβῆναι ἐς τὴν Εὐρώπην, εὐπετῆ ἂν γένοιτο ταύτῃ χειρωθῆναι τὰ πράγματα αὐτοῦ· εἴτε τὸ τῆς Εὐρώπης στράτευμα σὺν τῷ Ἀμουράτῃ ἀπομονωθήσεται, | |
15 | οὐκέτι εἰς χεῖρας τοῖς Παίοσιν ἰέναι ἐθελήσει. ἔπεμπον δὲ καὶ ἐς τοὺς Κελτοὺς καὶ τὸν Βουργουνδίας ἡγεμόνα ἀναμιμνήσκον‐ τες, ὡς δίκαιοι εἶεν δίκην πράττεσθαι τῶν ἐν τῷ πολέμῳ Παι‐ αζήτεω ἀποθανόντων Κελτῶν διὰ τὴν τοῦ Σιγισμούνδου ἀγνω‐ μοσύνην. συνεπελάβοντο μὲν οὖν σὺν τῷ ἀρχιερεῖ Ῥωμαίων, καὶ | |
20 | τριήρεις ἐπλήρωσαν δέκα, ἐπὶ Ἑλλήσποντον πέμποντες. καὶ ἀρχιερεὺς δὲ δέκα ἄλλας πληρώσας ὑπέστελλεν ἐπὶ βασιλέα Ἰωάννην, ὡς ποιησομένους, ἃ ὑποθοῖτο αὐτοῖς βασιλεύς. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὸν Ἑλλήσποντον διεκώλυον Ἀμουράτην τοῦ ἐς τὴν Εὐρώπην διαβῆναι. | |
25 | Κατὰ δὲ τὴν παράλιον τῆς Μακεδονίας ἐς τὸν Ἰόνιον συνέ‐ | 95 in vol. 2.1 |
2.96 | βαινε τοιάδε. ὡς γὰρ προσδόκιμοι ἦσαν οἱ Παίονες ἀφίξεσθαι αὖθις ἐς τὴν Εὐρώπην, ὡς ἐξελόντες Τούρκους τε καὶ Ἀμου‐ ράτην ἐκ τῆς Εὐρώπης, προϊδόντες ὅτι ἔσοιτο αὖθις ὁ πόλεμος (προηγγέλλετο γὰρ ἁπανταχῇ τῇ Εὐρώπῃ, ὡς συλλέγοιντό τε αὖθις | |
5 | στρατευσόμενοι οἱ Παίονες καὶ ὁ Ἑλλήσποντος ὑπὸ τῶν ἑσπε‐ ρίων κατέχοιτο), ὥρμητο καὶ αὐτός τις ἕκαστος ἐπὶ τὴν πατρῴαν αὑτοῦ ἀρχήν, ὡς σχήσων τε καὶ καταληψόμενος, ὅ τι ἂν αὐτῷ προχωρήσειεν. ἔνθα δὴ καὶ Ζενεμπίσας ἀπὸ Μακεδονίας τῆς πρὸς τὸν Ἰόνιον παραλίου ὡρμημένος, συμπαραλαμβάνων τοὺς | |
10 | ταύτῃ Ἀλβανούς, οἳ ἐνῆσαν αὐτῷ, προῄει διὰ τῆς Ἀργυροπο‐ λίχνης, καὶ τήν τε πεδιάδα, ὅσην ᾤκει ἐνταῦθα μέχρι Καστο‐ ρίας, ὑπηγάγετο. ἐνταῦθα δὴ Θερίζης ὁ Βερροίας ὕπαρχος, ξυναγαγὼν τοὺς παρὰ Ἀτζικερίη Σκύθας τε ἅμα καὶ Τούρκους τοὺς βασιλέως, ἐπισπομένων αὐτῷ καὶ συχνῶν τῶν ἀπὸ τῆς | |
15 | Θέρμης τε καὶ Λίμνης τῆς Περραιβῶν, ἐπέλασέ τε ἄφνω, καὶ ἀπαρασκεύοις ἐπεισπεσών, ἐσκηνωμένοις αὐτοῦ ταύτῃ που περὶ τὴν τῆς Καστορίας χώραν, τοὺς πλείστους τε αὐτῶν Ἀλβανῶν διέφθειρε, καὶ αὐτὸν Ζενεμπίσαν τὸν ἡγεμόνα ἀνελὼν ἐπὶ πολὺ ἤλασε φόνου, ἐνταῦθα τοὺς ἄλλους καταβαίνων. | |
20 | Ταύτῃ μέντοι ἀνὰ τὴν Εὐρώπην ἐγένετο, καὶ ἐς θορύβους καθίστατο, ὡς ἕκαστοι ἐπὶ τὰ σφέτερα αὐτῶν ὡρμημένοι πρά‐ | |
γματα. καὶ οἱ Τοῦρκοι ἐς φόβον τε ἐγένοντο μέγαν, οἰόμενοι | 96 in vol. 2.1 | |
2.97 | αὐτίκα ἀπόλλυσθαι ὑπὸ Παιόνων καὶ τῶν παροίκων ἐθνῶν ἀλλο‐ φύλων αὐτοῖς· καὶ ὅπῃ τύχοιεν, τὰ τείχη ἐκράτυνον, καραδο‐ κοῦντες, ᾗ ἀποβήσεται ἕκαστα ἐς τὸ τοιόνδε. Παίονες δέ, ὡς πρέσβυς ἀφίκετο παρ’ αὐτοῦ τοῦ Ῥωμαίων ἀρχιερέως Ἰουλιανὸς | |
5 | καρδινάλιος, ἀνὴρ τά τε ἄλλα ἐπιεικὴς καὶ ἐς τὴν Ῥωμαίων σοφίαν εὐδόκιμος, παρεκάλει τε ἐπὶ τὸν πόλεμον, τόν τε ὅρκον, ὃς μέγιστος ἦν αὐτοῖς ἐν ταῖς σπονδαῖς, ἐλύσατο ἐπιτροπῇ τοῦ ἀρχιερέως, ἀνέγνω δὲ τὰ αὐτόθι. καὶ ὥρμηντο στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, οἰόμενοι καταλήψεσθαι αὐτὴν ἔρημον, ἀπόντος τοῦ | |
10 | Ἀμουράτεω κατὰ τὴν Ἀσίαν καὶ διατρίβοντος, καὶ τῶν νεῶν τοῦ ἀρχιερέως αὐτοῦ ἐν τῷ Ἑλλησπόντῳ διαπλεουσῶν ὡς μὴ ἐπι‐ τρέπειν διαβῆναι, καὶ [ὑπὸ] τοῦ Ἑλλήνων βασιλέως ὑποσημαί‐ νοντος σφίσι ταῦτα, ὡς οὐκ ἄν ποτε διαβαίη ἐς τὴν Εὐρώπην· τούς τε Βοέμους ἐν σπονδαῖς σφίσι ποιησάμενοι κατὰ τὴν δια‐ | |
15 | φοράν, δι’ ἅ μοι δοκεῖ καὶ τὰς Ἀμουράτεω σπονδὰς ποιήσασθαι, πράγματα σφίσι παρεχόντων, καὶ ὡς παρεσομένου αὐτοῖς ἀπὸ τῶν Βοέμων χώρας πολέμου, ἐδέξαντο τὴν βασιλέως Ἀμουράτεω εἰρήνην, τότε δὴ συνθέμενοι ἐκείνοις, ὡς παρεῖχεν αὐτοὺς ἐν καλῷ ἡσυχίαν ἄγειν, ὥρμηντο στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, | |
20 | ξυμπαραλαμβάνοντες Δᾶκάς τε καὶ Δρακούλην τὸν Μύρξεω παῖδα, ὡς παρών τε ἐς τὸν πόλεμον συμπροθυμοῖτό τε καὶ συνεπιλά‐ βοιτο, παρέχων ἱππέας ἀμφὶ τοὺς μυρίους. Γεώργιον δὲ τὸν Τριβαλλῶν ἡγεμόνα παρεκάλουν μὲν ἐς τὸν πόλεμον τοῦτον, | |
συνδιαφέρειν τε αὐτὸν ἅμα ἐκείνοις· ἀλλ’ οὐκ ἐπείθετο, φάμε‐ | 97 in vol. 2.1 | |
2.98 | νος ἀθέμιτα ἐργάζεσθαι αὐτούς, τάς τε σπονδὰς λύοντας καὶ ἀδικίας ὑπάρχοντας, χρήμασί τε ἐνόμισε διαλύσειν αὐτῷ τὴν αἰτίαν, ὅτι οὐ στρατεύοιτο τῷ Παιόνων βασιλεῖ. προηγόρευε δὲ τῷ τε βασιλεῖ μὴ στρατεύεσθαι, ὡς Τούρκων μέγα δυναμένων, | |
5 | καὶ οὐκ εὐπετῶς ῥᾴδιον οὕτω χειρωθῆναι ὑπὸ Παιόνων. ἑώρα γὰρ τὴν παρασκευὴν οὐχ ἱκανὴν εἶναι, ὥστε τὴν Εὐρώπην κα‐ τασχεῖν, παμπόλλων ἐν αὐτῇ ὄντων Τούρκων, καὶ ἐν πολέμοις πολλὰ πειραθέντων, καὶ τὸ πλέον τοῦ βίου σφίσιν ἐντεῦθεν ποι‐ ουμένων. ἀρετήν τε τὸ γένος τοῦτο ἐς ἀπόγνωσιν ἀφικέσθαι | |
10 | ἀξίαν λόγου ἐνδεικνύμενον ἁπανταχοῦ, καὶ ἀναλαμβάνειν τε σφᾶς τὸ γένος τοῦτο ὑπεμίμνησκε δαιμονίως παρὰ τὰ ἄλλα γένη. Λαδισλάος μὲν οὖν ὁ τῶν Παιόνων βασιλεύς, ἀπὸ τοῦ Ἐρδελίου διαβὰς τὸν Ἴστρον καὶ τὸν στρατὸν διαπορθμεύσας, ἀφίκετο ἐς τὴν βασιλέως χώραν, καὶ αὐτοῦ ἐστρατοπεδεύετο | |
15 | κατὰ τὴν τοῦ Εὐξείνου παραλίαν, Δοβροτίκεω τοῦ Μυσοῦ χώραν, ἐπὶ Καλλιάκρην τε καὶ ἐπὶ Βάρνην. καὶ ἐλθόντες ἐνταῦθα τάς τε πόλεις ἐπολιόρκουν. καὶ ἡ μὲν Βάρνη ὡς ἐπολιορκεῖτο, προ‐ σεχώρησε καθ’ ὁμολογίαν, ἡ δὲ Καλλιάκρη ἑάλω τε προσβα‐ λόντων τῶν Παιόνων καὶ ἀναβάντων ἐπὶ τὸ τεῖχος. ἐξελόντες | |
20 | δὴ καὶ ἐξανδραποδισάμενοι ἤλαυνον εὐθὺ τῆς Βυζαντίου χώρας καὶ Ὀρεστιάδος. καὶ οἱ μὲν ἀμφὶ ταῦτα εἶχον, Ἀμουράτης δὲ ὁ Μεχμέτεω ἐλάσας ἐπὶ Καραμᾶνον τήν τε χώραν ἐδῄου, καὶ τὰ ὑποζύγια ληϊσάμενος ἐπολιόρκει τὴν τοῦ Ἰκονίου ἀκρόπολιν. Καραμᾶνος μὲν οὖν ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀποφυγὼν διέτριβεν | |
25 | αὐτοῦ, ὡς ἤν τις ἐπ’ αὐτόν, ἀπὸ τῶν ἄκρων ἀμυνούμενος διε‐ | 98 in vol. 2.1 |
2.99 | καρτέρει. καὶ ἐπρεσβεύετο πρὸς τὸν Ἀμουράτην, ὑποσχόμενος διδόναι τε ὁμήρους, καὶ τὸν παῖδα ἐς τὰς θύρας αὐτοῦ ἐπι‐ πέμπειν, καὶ φόρον ἀπάγειν τοῦ ἔτους διπλάσιον, οὗ ἀπέφερε πρότερον. ταῦτα δὴ οὖν προτείνοντος τοῦ Καραμάνου, καὶ δεο‐ | |
5 | μένου σπένδεσθαι αὐτοῦ τῷ βασιλεῖ, ἐνταῦθα ἀφίκετο ἀγγελία παρὰ τοῦ Τριβαλλῶν ἡγεμόνος, ὡς οἱ Παίονες ἐπελαύνοντες δια‐ βαίνουσι τὸν Ἴστρον. καὶ τότε δὴ τοὺς λόγους ἐδέχετο τοῦ Κα‐ ραμάνου καὶ σπονδὰς ἐποιεῖτο, λαβὼν δὲ ὁμήρους καὶ τὸν παῖδα αὐτοῦ ἀπήγαγε τὸν στρατόν. τὸν μὲν οὖν Ἑλλήσποντον ἐπυνθάνετο | |
10 | κατέχεσθαι ὑπὸ τῶν νεῶν τῶν Ἰταλικῶν καὶ ἑσπερίων. ἐνταῦθα ἐν ἀπόρῳ ἐχόμενος, ὅ τι χρήσαιτο τῷ παρόντι ἐς διάβασιν, τὸν στρατὸν ὅμως ἦγε σπουδῇ ἐπὶ τὸν Ἑλλήσποντον, ὡς τάς τε τριή‐ ρεις, ἢν ἐπιπλέουσαι διακωλύωσι, τοῖς τηλεβόλοις ἀπελασόμενος. ἔστι γὰρ τοῦτο τῆς Προποντίδος στενώτατον ἐπιεικῶς, καὶ πύρ‐ | |
15 | γος ἔνεστιν ἐν τῇ Ἀσίᾳ Ἱερὸν καλούμενος, ὥστε μηδαμοῦ ἑτέ‐ ρωθι ἐς τοσοῦτον βραχὺ ξυνιέναι τὼ ἠπείρω διαστῆσαι. ἐνταῦθα ὡς ἐπῆγε τὸν στρατὸν διαβησόμενος, τὸν τῆς Εὐρώπης τε καὶ Ἀσιανόν, τὰς μὲν τριήρεις οὐκέτι κατέλαβεν ἐνταῦθα· ἄνεμοι γὰρ ἰσχυροὶ πάνυ οὐκ εἴων τὰς τριήρεις ἐς τὴν Προποντίδα | |
20 | ἐσπλέειν, καὶ πνεῦμά τε ἰσχυρὸν κατῄει ἐπὶ συχνὰς ἡμέρας, βιαζόμενον τὰς ναῦς μηδαμῇ ἀναπλεῦσαι ἐναντία τοῦ πνεύματος. Ἀμουράτης δέ, ὡς αἱ τριήρεις οὐκέτι παρῆσαν αὐτοῦ, καθ’ ἡσυχίαν διέβαινεν αὐτός τε καὶ ὁ στρατὸς ἅπας. ἐπεὶ δὲ | |
διεβεβήκει, ἄγγελον ἔπεμψε παρὰ τὸν Βυζαντίου βασιλέα, | 99 in vol. 2.1 | |
2.100 | ἐροῦντα αὐτῷ, ὡς διαβαίνοι σῶς καὶ ἐπὶ τὸν ἐχθρὸν αὐτοῦ ἰθὺ ἐλαύνοι, καὶ εὔχεσθαι παραγγέλλειν ὡς κάλλιστα αὐτῷ τὰ ἐς | |
τοὺς πολέμους. | 100 in vol. 2.1 | |
2.101(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ζ. | |
1 | Βασιλεὺς δὲ Ἑλλήνων ὡς ἐπύθετο τὰ παρὰ τοῦ ἀγγέλου, ἤχθετο μὲν οἷα εἰκός, διαβεβηκότος οὕτω, ὥστε μὴ διακωλῦσαι τὴν διάβασιν ἀμαχητί, ἀλλ’ ἡσυχῇ διαβάντα τόν τε στρατὸν αὐτοῦ ἅμα διαπορθμεῦσαι, καὶ ἔφερε μὲν χαλεπῶς, ἐβουλεύετο | |
5 | δέ, ὅπως τῷ παρόντι χρήσοιτο, καὶ εἴτε πόλεμον ἀπαγγέλοι τῷ Ἀμουράτῃ εἴτε εἰρήνην. εἰ μὲν γὰρ εἰρήνη αὐτῷ εἴη πρὸς Ἀμουράτην, ἐχρῆν ἐλαύνοντι διὰ τοῦ Πόντου τὴν χώραν αὐτοῦ ἀγοράν τε ἅμα παρέχειν καὶ τὰ ἐπιτήδεια. καὶ τοῦτο ἐδόκει δεινὸν αὐτοῦ ἔσεσθαι πρὸς τῶν Παιόνων, ἐπειδὰν περιγένωνται | |
10 | τοῦ Ἀμουράτεω, καὶ ἀχθεσομένους αὐτῷ διὰ τοῦτο τοὺς Παίο‐ νας. ἐδόκει τε οὖν ἐπὶ τὴν τῶν Παιόνων μοῖραν τραπομένους ἑλέσθαι τε τὰ ἐκείνων, καὶ πόλεμον ἐπαγγέλλειν τῷ Ἀμουράτῃ. ὡς μὲν οὖν ἡ γραφὴ ἐδήλου, οὐ πάνυ τι διεσάφησε Χαλίλης ὁ Πραΐμεω, ἐπιτήδειος ὢν ἐν τῷ τότε τοῖς Ἕλλησι, καὶ βουλόμε‐ | |
15 | νος ὡς ἥκιστα αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς πολεμεῖν βασιλεῖ, πρὶν | |
ἢ καραδοκῆσαι, οἷ χωρήσει ὁ πόλεμος. | 101 in vol. 2.1 | |
2.102 | Ἀμουράτης μὲν δὴ εὐθὺ τῶν πολεμίων ἐλαυνόντων ἐστρα‐ τεύετο παρασκευασάμενος, καὶ τὸ ἄλλο τῆς Εὐρώπης στράτευμα κατέλαβεν ἠθροισμένον αὐτῷ, καὶ προσιὸν ἑκάστοτέ οἱ ἐπὶ τὸν πόλεμον. οὗτος δὲ κατόπιν ἐλαύνων τοῦ Παιόνων στρατοῦ ἐστρα‐ | |
5 | τοπεδεύετο νυκτός, ἔνθα τῇ προτεραίᾳ ἐπηυλίζοντο οἱ Παίονες, καὶ ἡμέρᾳ αὖ ἤλαυνε καὶ ἐστρατοπεδεύετο ἐς τὸν σταθμὸν τῶν Παιόνων, ᾗ ἐστρατοπεδεύοντο. τοῦτο δὲ ἐποίει ἐπὶ ἡμέρας τέσ‐ σαρας, καθορῶν τε τὸ πλῆθος τῶν πολεμίων καὶ ὡς ἔχουσι δια‐ θέσεως ἐς αὐτόν, εἴτε περιδεεῖς ἐπὶ πᾶσιν, ὥστε ἐπὶ βραχύν τινα | |
10 | χρόνον συστέλλεσθαι, εἴτε καὶ τόλμῃ χωροῦντες, μηδὲν δεδιότες στρατεύονται, καὶ ὡς ἔχουσί τε ἐπιτηδείων ἐν τῷ στρατοπέδῳ. ταῦτα γὰρ ἅμα συνειδείη ἄν τις ἑπόμενος τῷ πολεμίων στρατο‐ πέδῳ, καὶ ἐπιλογίσαιτο σαφέστατα, ὡς ἔχουσί τε δέους καὶ τόλ‐ μης καὶ ὡς ἔχουσιν ἐπιτηδείων καὶ πληθύος, πόρρω τε εἴη ὁ | |
15 | στρατὸς ἢ ἐγγὺς τούτου. ταῦτα μὲν οὖν Ἀμουράτης ἐλαύνων κα‐ τόπιν ἐλογίζετο ἐπὶ τέσσαρας ἡμέρας· τῇ δὲ πέμπτῃ Ἰωάννης ὁ Χωνιάτης, ὡς ᾔσθετο κατὰ πόδας ἐλαύνειν τὸν βασιλέως στρατόν, ἐς βουλήν τε καθίστατο σὺν τῷ Παιόνων βασιλεῖ, καὶ ἐβουλεύοντο, εἰ τὴν μάχην αὐτοῦ ποιήσαιντο καὶ μαχεσάμενοι | |
20 | οὕτω τοῦ πρόσω ἔχοιντο, ἢ ἀμαχητὶ προΐοιεν, καταλαμβάνοντες τὴν χώραν. ἐνταῦθα ἔδοξε βουλευομένοις τὴν μάχην ποιεῖσθαι, | |
ὡς ἂν μὴ ἐπισπώμενοι ἐνοχλοῖεν καὶ πράγματα ἔχοιεν, ὥστε | 102 in vol. 2.1 | |
2.103 | κωλύεσθαι, ἤν τι ἐπιχειροῖεν [τὴν] ἐς τὴν χώραν αὐτοῦ. ὡς οὖν ἐδέδοκτο καὶ ἐπέμενον, ἐνταῦθα Ἀμουράτης ἀφικόμενος ἐστρατο‐ πεδεύετο ἐν τῷ πεδίῳ. καὶ πρῶτα μὲν τοὺς νεήλυδας παραταξά‐ μενος ἐκυκλοῦτο ὑπὸ τῶν θυρεῶν, εὐμεγέθεις πηξάμενος σιδη‐ | |
5 | ρείους ἐς τὴν γῆν. φέρει δὲ τούτους αἰεί, ὅποι ἂν στρατεύηται βασιλεύς, ἐπὶ τῶν καμήλων· καὶ πρός γε τὰ ὅπλα τῶν νεηλύ‐ δων ἐπὶ τῶν καμήλων φέρει, καὶ ὅποι ἂν ἔσοιτο αὐτῷ μάχη, διανειμάμενος τὰ ὅπλα ἐς μάχην καθίσταται. μετὰ δὲ τούτους τοὺς θυρεοὺς ἄγων καὶ τὰς καμήλους αὐτοῦ ταύτῃ ἔμπροσθεν | |
10 | τῶν θυρεῶν ἔστησε, καὶ οὕτω παρετάσσετο ἐς τὰς θύρας. ἐν μέσῳ δ’ αὐτός τε καὶ οἱ τοῦ οἴκου ἡγεμόνες καὶ οἱ τῶν θυρῶν, ὅσοι πάρεισιν αὐτῷ ἐς τὸ στρατόπεδον. τὸ δὲ Εὐρώπης στρά‐ τευμα παρετάσσετο αὐτῷ ἔχον τε στρατηγὸν Καραζίην, ἄνδρα εὐδόκιμον. ἐτάσσετο δὲ κατὰ ἴλας χωρὶς ἀπ’ ἀλλήλων διεστη‐ | |
15 | κυίας οὐ πολλῇ χώρᾳ. καὶ τὸ Ἀσίας στράτευμα ἐτάσσετο κατὰ ἴλας ἐπὶ μέτωπον ἱσταμένας ξυμπάσας, ὥστε ἀλλήλαις ἐπιβοηθεῖν, ἐπειδάν τι τούτων ὑπὸ τῶν πολεμίων πονῇ· τὰ γὰρ ἱππικὰ στρα‐ τεύματα οὐκ ἔχει τάσσεσθαι ἄλλῃ πῃ ἢ κατὰ ἴλας, ἐπεὶ τὰ πεζικὰ ἔχει καλῶς παρατάσσεσθαι ἐπὶ κέρᾳ. οὐ μέντοι γε οἱ ἱππεῖς. | |
20 | Παίονες δὲ παρετάσσοντο καὶ οὗτοι κατὰ λόχους καὶ φρήτρας· καὶ οἱ Παίονες εἶχον τὸ δεξιόν. οἱ δὲ Δᾶκες τὸ εὐώνυμον. | |
Καὶ Ἰωάννης μὲν ὁ Χωνιάτης ἔχων τὴν φάκζην, τοὺς βιτάζι‐ | 103 in vol. 2.1 | |
2.104 | δας καλουμένους, ἐπῄει ἐπὶ τὸν τῆς Ἀσίας στρατηγόν. καὶ οἱ πολλοὶ μὲν αὐτῶν οὐδὲ ἐς χεῖρας ἐλθόντες ἐδέξαντο τοὺς Παίονας, ἀλλ’ ἔφευγον ἐκ πολλοῦ, παρείχοντό τε τοῖς Παίοσιν ἐπιδιώκειν, ἔνθα γενόμενοι διεσπάρησαν. καὶ τὸν δεύτερον τῆς | |
5 | Ἀσίας στρατὸν οὕτω δὴ τρεψάμενος ἐδίωκεν. ὑπελείπετο δ’ αὐτῷ τὸ τῆς Εὐρώπης στράτευμα, ἑστηκός τε καὶ οὐδαμῇ χωρῆσαν, ἀλλ’ ἐπιμένον τοὺς πολεμίους. δῆλα γάρ, ὡς βασιλέως ἑστηκότος τὰ στρατεύματα ταῦτα τῆς Εὐρώπης ἕστηκε. καὶ ἤν τε μὴ δε‐ ξάμενα τοὺς πολεμίους ἐς φυγὴν γένοιτο, αὖθις ἐπάνεισιν ἐπὶ | |
10 | τὸ βασιλέως στρατόπεδον. εἰώθει γὰρ γένος, μετά γε Σκύθας τοὺς νομάδας πάντων δὴ μάλιστα, ὧν ἡμεῖς ἴσμεν, φεῦγον αὖθις ξυνίστασθαί τε αὐτῷ καὶ ἐπανιέναι ῥᾳδίως καὶ αὖθις ἐς τὴν μάχην, καὶ τρεπόμενον εὐπετῶς, ὅποι ἂν αὐτῷ λυσιτελοίη. οἱ μέντοι Δᾶκες ἐν τῷ θορύβῳ τούτῳ τῆς μάχης, ὡς ἑώρων τοὺς | |
15 | Ἀσιανοὺς ἐς φυγὴν τρεπομένους, οὐκέτι δὴ ἐνταῦθα ἐπέσχον, ἀλλ’ ἐς τοὺς βασιλέως θησαυροὺς τραπόμενοι διήρπαζον τά τε χρή‐ ματα καὶ τὸν βασιλέως κοιτῶνα, καὶ τὰς καμήλους ἐφόνευον, ἀλλή‐ λοις διακελευόμενοι. ὡς δὲ ἔργου εἴχοντο καὶ ἱκανῶς εἶχον τῆς διαρπαγῆς, οὐκέτι ἰόντες ἐς μάχην παρετάσσοντο ἐν οὐδενί, ἀλλ’ | |
20 | ἐπὶ τὸ ἑαυτῶν στρατόπεδον ἤλαυνον. Ἰωάννης μὲν οὖν, ὡς ἐτρέψατο τὸ τῆς Ἀσίας στράτευμα, ἀφίκετο ἐπὶ Λαδισλάον βασιλέα, παραι‐ | |
νῶν αὐτῷ ἵστασθαι καὶ ἱδρῦσθαι κατὰ χώραν, μηδὲ προϊέναι ποι | 104 in vol. 2.1 | |
2.105 | συμβαλοῦντα τοῖς πολεμίοις, ὡς ἂν ἐπιόντι κατὰ τοῦ βασιλέως χαλεπὸν ἀποβαίη, καταφυγὴ ἐκ τῆς μάχης γένοιτο. καὶ παρεγγύα μηδενὶ τῶν ἀμφ’ αὑτὸν ἐπιτρέπειν ἄλλῃ πῃ ἀπιέναι, ἀλλ’ αὐτοῦ μένοντας ἐπιμένειν, ἐς ὃ ἂν μαχεσάμενος καὶ τὸ τῆς Εὐρώπης | |
5 | στράτευμα τρεψάμενος ὑποστρέψηται, καὶ τότε ἐπὶ τὰς θύρας ἅμα, ὑπολειπομένου τοῦ ἀγῶνος τούτου, ἐλῶσι μετὰ ταῦτα, καὶ ἐξεργάσωνται καὶ τοῦτον τελευταῖον ἀγῶνα. ὁ μὲν ταῦτα εἰπὼν ἀπῄει συνταξάμενος ἐπὶ τὸ τῆς Εὐρώπης στράτευμα, ὃ ἐπὶ τὸ εὐώνυμον τοῦ βασιλέως παρετάσσετο μέρος, καὶ συμβαλὼν ἐμά‐ | |
10 | χετο ἐπὶ χρόνον τινά. ἐγένετο δὲ ἡ μάχη οὕτως. ὡς συμβάλλοιεν οἱ Παίονες ἐς χεῖρας ἐλθόντες, τρεψάμενοι τοὺς Τούρκους ἐδίω‐ κον, ἕως οὗ ἐγένοντο ἀγχοῦ τοῦ στρατοπέδου αὐτοῦ. μετὰ δὲ εὐθὺς συστρέψαντες οἱ Τοῦρκοι ἐδίωκον τοὺς Παίονας χρόνον ἱκανὸν ἄχρις οὗ γένοιντο καὶ οὗτοι ἐν τῷ στρατοπέδῳ αὑτῶν. | |
15 | καὶ ὁπότε μὲν βιασάμενοι οἱ Παίονες τοὺς Τούρκους ἐπικέοιντο διώκοντες, ἐνταῦθα συχνοὶ τῶν Τούρκων ἔπιπτον καταπατούμενοι ὑπὸ τῶν Παιόνων. καὶ μὲν δὴ καὶ Παίονες ἐν τῇ ἀποχωρήσει πολλοὶ ἀπεγίνοντο, ὁπότε δὴ αἰδοῖ ἀποχωροῦντες. ἐν τούτῳ πίπτει Καραζίης ὁ τῆς Εὐρώπης στρατηγός, ξίφει Παιονικῷ βληθεὶς | |
20 | κατὰ τὸ στῆθος, δορατίου τραύματι. τὰ γὰρ Παιονικὰ ξίφη σχε‐ δόν τι δή, καὶ τὰ τῆς Γερμανίας ἁπάσης, ἐληλαμένα τυγχάνει | |
ἐπὶ μήκιστον καὶ ὀξέα, οὐ μέντοι τοιαῦτα οἷα καταίροντα κό‐ | 105 in vol. 2.1 | |
2.106 | πτειν ὅτι καὶ ἄξια λόγου, ὡς τὰ βαρβαρικὰ ἢ καὶ Ἰταλικά. τὰ μὲν βαρβαρικὰ τοιαῦτα (Τούρκων δέ ἐστι ταῦτα), βάρος ἴσχοντα πάμμεγα καὶ ἐφ’ ἑνὶ ἔχοντα τὴν τομήν, καταβαίνουσί γε μάλιστα δὴ πάντων τῶν ξιφῶν, ὧν ἡμεῖς ἴσμεν· δεύτερα δὲ τούτων τὰ | |
5 | Ἰταλικά, Ἑλληνικά ποτε γενόμενα. τὰ δὲ Γερμανικὰ καὶ Παιο‐ νικὰ μακρὰ μέν εἰσι καὶ στρογγύλα, τετράγωνα, τὴν τομὴν ὀξέα, ἐς ὀξὺ δὲ πάνυ λήγοντα δόρατος ἐπιφέρουσι τομήν, τοῦ ἐφ’ ἵππου κατεπερείδοντος αὐτὸ ὡς ἐς τὸ τοῦ δόρατος σχῆμα. Καραζίης μὲν οὖν οὕτως ἐτελεύτησε· περὶ δὲ Λαδισλάον τὸν | |
10 | Παιόνων βασιλέα ἐγένετο τοιάδε. ἦσαν γὰρ παρ’ αὐτῷ ἄνδρες φθονοῦντες καὶ ἀχθόμενοι τῷ Ἰωάννῃ διὰ τὴν ἀρετήν. ὡς ἑώρων αὐτὸν καλῶς διέποντα τὰ ἀμφὶ τὸν πόλεμον, καὶ τρεψάμενον μὲν τὸ τῆς Ἀσίας στράτευμα ἅπαν, μαχόμενον δὲ καὶ πρὸς τὸ τῆς Εὐρώπης γενναιότατα καὶ ἀνελόντα στρατηγὸν αὐτοῦ Καραζίην, | |
15 | ἔλεγον πρὸς βασιλέα τοιάδε. «Ὦ βασιλεῦ, τί ἑστηκότες ἐνθάδε ἀναμένωμεν Ἰωάννην τάδε πάντα διαπράττεσθαι, ὡς μόνῳ ἀνδρὶ ὄντι ἐπιτρέποντες αὐτῷ τοὺς πολεμίους διώσασθαι; ἡμῖν γὰρ ἐς αἰσχύνην ἐπιεικῆ τινα φέρει πάνυ τοῦτο, ἡμᾶς μὲν ὧδε ἑστηκότας ὁρμᾶν τὸν σὸν δοῦλον | |
20 | μαχόμενον τούτοις τοῖς Τούρκοις. ἐχρῆν γὰρ δὴ βασιλέα ὄντα ἡμῶν σὺν ἡμῖν τοῖς ἀμφὶ αὐτὸν οὖσιν ἀποδείκνυσθαι ἔργα, οἷα ἐπαινέσαιντο καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ ἐν ταῖς πόλεσιν ἡμῶν, τὴν μάχην πυνθανόμενοι ὡς ἐγένετο, καὶ οἱ πολέμιοι. ἀλλ’ οὗτος | |
μὲν τρεψάμενος τοσοῦτον στῖφος ἀνθρώπων ἀποφέρεται δόξαν | 106 in vol. 2.1 | |
2.107 | ἀθάνατον· σοὶ δὲ ἑστηκότι μόνον ἐνταῦθα καὶ ἐφορῶντι ἕκαστα ὄνειδος καταλείπεται ἐς τοὺς ἐπιγινομένους. μηδὲ γὰρ οἴου, ὡς ἐπειδὰν τρέψηται τὰ στρατεύματα, αἱ τοῦ βασιλέως θύραι ἐπι‐ μενοῦσιν ἡμᾶς ἐπιόντας, ἀλλὰ φεύξονται τὸ παραυτίκα, ὅποι | |
5 | προχωρήσαιεν. ἴθι οὖν ἐπὶ τὰς θύρας ἴωμεν τοῦ Ἀμουράτεω· βασιλεὺς γὰρ ὢν προσφέρεσθαι βασιλεῖ δίκαιος ἂν εἴης.» Ταῦτα ἀκούσαντα τὸν νεανίαν ἔπειθέ τε ὁ λόγος ἔργων οἷα μεγάλων ὀρεγόμενον, καὶ ὡς εἶχε τάχους, ἐλαύνει ἐπὶ τὰς βα‐ σιλέως θύρας, ᾗ ἑστήκει συντεταγμένος ὡς ἐς μάχην, καὶ | |
10 | τάφρον πέριξ τε ὀρυξάμενος ἐν τῷ στρατοπέδῳ ἐπέμενεν ἰδεῖν, ᾗ χωρήσει ἡ μάχη. ὡς δὲ ἐνέβαλεν ἐς τοὺς νεήλυδας, καὶ ἐμά‐ χοντο κυκλωσάμενοι ἐντὸς οἱ νεήλυδες, καὶ ἀπολαβόντες ἐμάχοντο ἀξίως λόγου. ἐνταῦθα πελέκει ὁ ἵππος τοῦ βασιλέως Παιόνων τιτρώσκεται τοὺς πόδας καὶ πίπτει. πεσόντος δὲ οὔτε ᾔσθοντο οἱ | |
15 | ἀμφ’ αὐτὸν οὔτε ἑωράκεισαν ὑπὸ τοῦ θορύβου τοῦ ἀμφ’ αὐτοὺς γενομένου. ἐνταῦθα ἀφελόμενοι τὸ κράνος οἱ νεήλυδες καὶ ὑποτεμόμενοι τὴν κεφαλὴν ἀπήγαγον ἐς βασιλέα. Θερίζης δὲ ἦν τοὔνομα ὁ νέηλυς, ᾧ διὰ τοῦτο ἀνδρεῖόν τι νέον ἐπέτρεψε βασιλεὺς Ἀμουράτης ἔχειν καὶ μεγάλα ἐτίμα. Ἀμουράτης μὲν | |
20 | οὖν ἐνταῦθα λέγεται, ὡς ἑώρα ἐμβαλόντας τοὺς Παίονας καὶ μαχομένους ἀξίως λόγου, ὥρμητο ἐς φυγήν· πρὶν δὲ αὐτὸν ἐς | |
φυγὴν τραπῆναι, τὶς ἰδὼν αὐτὸν ἐβλασφήμησε, δεινὸν λογισάμενος | 107 in vol. 2.1 | |
2.108 | εἰ ἐκφύγοιεν, κατέσχε τε αὐτόν, καὶ μετ’ οὐ πολὺ τὴν κεφαλὴν τοῦ βασιλέως Παιόνων ἐς βασιλέα Μουσουλμάνων ἀπήγαγον. Οἱ μὲν ἀμφὶ τὸν βασιλέα Παίονες ὡς ἀπήλαυνον, ἐζήτουν τὸν βασιλέα· μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἐνταῦθα πεσόντος καὶ | |
5 | ἀποθανόντος, ἐνέβαλον μὲν αὐτίκα, πειρώμενοι ἀνελέσθαι τὸν νεκρόν, οὐ μέντοι γε περιεγένοντο· ἐπύρωσε γὰρ τοὖργον τοὺς νεήλυδας, καὶ ἐμάχοντο μεγάλως. μετὰ δέ, ὡς οὐκ ἠδύναντο ἀνελέσθαι τὸν νεκρόν, ἀπήλαυνον ἐπὶ τὸ στρατόπεδον. καὶ αὐτίκα ἡ φήμη ἀφικομένη ἐπὶ τὸν Χωνιάτην καὶ ἐς τοὺς ἄλλους τοὺς | |
10 | ἐν ταῖς συντάξεσιν ἔπαυσέ τε τῆς μάχης. καὶ ἀποχωροῦντος καὶ ἰόντος ἐν οὐδενὶ κόσμῳ, ἐπυνθάνετο ἕκαστα, οὐκέτι ἤλαυνεν ἐπὶ τὸ στρατόπεδον, ἀλλ’ εὐθὺ τοῦ Ἴστρου ἐπορεύετο αὐτός τε καὶ οἱ Δᾶκες, καὶ ὡς εἶχον σπουδῆς, ἔφευγον ἐν οὐδενὶ κόσμῳ καὶ οἱ ἀμφὶ τὸν βασιλέα Παιόνων. ἐν ταύτῃ τῇ ἀποχωρήσει ἐτελεύ‐ | |
15 | τησεν ὑπὸ Τούρκων Ἰουλιανὸς καρδινάλιος, ἀνὴρ τὰ πάντα γε‐ νόμενος ἄριστος. καὶ ἄλλοι τε ἔπεσον ἐν τῇ ἀποχωρήσει ἄνδρες ἀγαθοὶ οὐκ ὀλίγοι Δακῶν. Ἰωάννης δὲ ὡς ἐπὶ τὸν Ἴστρον ἀφίκετο καὶ τά τε στρατεύ‐ ματα διαβάντα διεσπάρη, ἐνταῦθα, ὡς ἐπορεύετο ὀλίγοις τοῖς | |
20 | ἀμφ’ αὑτόν, ἑάλω ὑπὸ Δρακούλεω τοῦ Δακῶν ἡγεμόνος, πολε‐ μίου τε ὄντος. καὶ πρότερον δὲ Ἰωάννης ἠναντιοῦτο αὐτῷ ἐν τοῖς Παίοσι παρὰ βασιλεῖ Λαδισλάῳ, ὅτε τὴν ἔλασιν ἐποιοῦντο ἀπὸ τῆς Δακίας τὸν Ἴστρον διαβαίνοντες, τάς τε κώμας αὐτοῦ ληϊ‐ | |
ζόμενος, καὶ διέβαλε πρὸς βασιλέα Παιόνων ὡς φρονοίη τε τὰ | 108 in vol. 2.1 | |
2.109 | τῶν Τούρκων καὶ Ἀμουράτεω, καὶ ὑποσημαίνοι ἐκείνοις, ἅττα τυγχάνοιεν πράττοντες ἑκάστοτε. καὶ συνέλαβε μὲν ὡς ἀπολέσων, μετὰ δὲ διεπράξατο χρήμασι καὶ ἀπελύθη διὰ ταῦτα. πορευό‐ μενον δὲ διὰ τῆς Δακίας εἷλέ τε αὐτόν, τίσασθαι ἐννοούμενος, | |
5 | καὶ καθείρξας εἶχεν ἐν φυλακῇ. οἱ μὲν οὖν Παίονες, ὡς οἴκοι ἐγένοντο, πυνθανόμενοι συλληφθέντα τὸν Ἰωάννην, δεινόν τε ἐποιοῦντο καὶ ἀφόρητον ὑπὸ Δρακούλεω συλληφθῆναι ἄνδρα Παίονα καὶ ἐν ἀξιώματι ὄντα. ἔπεμπον δὲ κελεύοντες ἀφιέναι τὸν Ἰωάννην· εἰ δὲ μή, περιέψεσθαι ὡς πολέμιον ἐπιόντας ἐπ’ | |
10 | αὐτὸν πανστρατιᾷ. ταύτῃ ὡς ἐπηγγέλλετο αὐτῷ ὑπὸ Παιόνων, δείσας περὶ τοῖς αὑτοῦ πράγμασι, μὴ νεώτερόν τι βουληθέντες περὶ τὸν ἄνδρα ἐξέλωσιν αὐτὸν ἐπιόντες οἱ Παίονες, ἀπέλυσέ τε αὐτόν, καὶ φιλοφρονησάμενος προέπεμψεν ἐς τοὺς Παίονας διὰ τοῦ Πρασοβοῦ ἐς τὸ Ἀρδέλιον. τοῦτον μὲν οὖν οὐ πολλῷ ὕστερον | |
15 | Χωνιάτης, κατάγων Δᾶνον ἡγεμόνα τῆς Δακίας ἐκπεπτωκότα, ἐπεξῆλθε, διαφθείρας αὐτόν τε ἅμα καὶ τὸν παῖδα αὐτοῦ. ὡς γὰρ στράτευμα συναγείρας κατήγαγεν ἐς Δακίαν τὸν Δᾶνον τοῦ Μπασαραμπᾶ παῖδα ἐκπεπτωκότα, Μύρξεω οὗτος παῖς σὺν τῷ παιδὶ αὐτοῦ παρετάσσετο ὡς ἐς μάχην. παραταττομένων δ’ | |
20 | ἀμφοῖν καὶ μελλόντων ἤδη συμβαλεῖν, οἱ Δᾶκες ἀπολελοιπότες ἐν τῇ παρατάξει τὸν Μύρξεω παῖδα ηὐτομόλουν παρὰ Δᾶνον. | |
ὁρῶν δ’ ἐνταῦθα τοὺς Δᾶκας ὡρμημένους ἰέναι ξύμπαντας ἐς τὸν | 109 in vol. 2.1 | |
2.110 | Δᾶνον, ὥρμητο ἐς φυγήν. καὶ ὁ μὲν ἔφευγε, Δᾶνος δὲ ἐδίωκεν ἀνὰ κράτος, καὶ συλλαβὼν ἄμφω ἀνεῖλεν αὐτίκα. Οὗτος μὲν οὖν ἐκομίζετο ἐπ’ οἴκου, καὶ οὐ πολλῷ ὕστερον στρατηγόν τε εἵλοντο αὐτὸν καὶ ἐπιστάτην τῶν πραγμάτων σφί‐ | |
5 | σιν, ἤδη ὑπό τε Γερμανῶν καὶ Βοέμων πολεμουμένοις, καὶ ἐπέτρεψαν αὐτῷ τὰ πράγματα διαθεῖναι, ᾗ ἂν αὐτῷ φαίνοιτο. καὶ στρατὸν δὲ συλλέξας ἐστρατεύετο ἐπὶ Βοέμους, καὶ ἐπολέμει δὴ τούτοις συχνόν τινα χρόνον. καὶ πρὸς Ἴσκραν δέ, ἄνδρα εὐδαι‐ μονοῦντα ἐν στρατηγίαις ἁπανταχῇ, ἐπολέμει, καὶ συμβαλὼν | |
10 | ἡττήθη, καὶ ὕστερον αὖθις ἐπῄει τε συμβαλὼν καὶ περιεγένετο. Ἀμουράτης δὲ ὡς τοῦ βασιλέως Λαδισλάου τὴν κεφαλὴν ἀποταμόμενος ἐπὶ δόρατος περιέπεμπέ τε καὶ ἐπεδείκνυ ἐς τὰ στρατεύματα, συσκευασάμενος ἐντεῦθεν ἐκομίζετο ἐπ’ οἴκου. ἔπεσον δ’ ἐν ταύτῃ τῇ μάχῃ Τούρκων μέν, ὡς αὐτοὶ λέγου‐ | |
15 | σιν, ἀμφὶ τοὺς ἑξακισχιλίους, Παιόνων δὲ καὶ πλείους τούτων. ἀπώλοντο δ’ οἱ πλείους ἐν τῇ ἀποχωρήσει ὑπὸ Δακῶν. Ταῦτα μὲν οὖν οὕτω ἐγένετο, καὶ τὰ πράγματα ἐπανῆκεν αὖθις τῷ Ἀμουράτῃ, εἰς ἐνδοιασμὸν τοῖς ἀνὰ τὴν Εὐρώπην ἀφικόμενα οὐκ ὀλίγον. Θερίζην μέντοι τὸν τὴν κεφαλὴν τοῦ βασι‐ | |
20 | λέως ἀπενεγκάμενον χρήμασί τε πολλοῖς ἐδωρήσατο καὶ χώραις, καὶ ὕπαρχον ἀπέδειξε. τὸ μέντοι Καραζίεω σῶμα ἐνεγκάμενος ἐς Ἀδριανούπολιν ἐξήνεγκέ τε αὐτὸς βασιλεὺς μεγάλως καὶ | |
ἔθαψεν ἀξίως λόγου. καὶ Σκοῦραν ἀντ’ αὐτοῦ ἐστήσατο στρατη‐ | 110 in vol. 2.1 | |
2.111 | γὸν τῆς Ἀσίας, ἄνδρα Ἀλβανὸν τὸ γένος, ὃν ἀνδραποδισάμενος ἀπὸ τῆς Ἀλβανῶν χώρας ἐξέθρεψέ τε αὐτὸς βασιλεὺς ἐν τῷ οἴκῳ οἱ, καὶ ἀπέδειξε πρῶτα μὲν ὕπαρχον, μετὰ δὲ στρατηγὸν τῆς Ἀσίας. Φατουμᾶν δὲ ἐκβαλὼν ἐκ τῆς τιμῆς (πρυτανεὺς γὰρ | |
5 | ἦν αὐτῷ οἴκου τοῦ βασιλέως) Σαραζέην παῖδα τὸ γένος Ἕλληνα ἐς τὴν ἐκείνου ἱδρύσατο χώραν. τὸ κράτος δ’ εἶχε Χαλίλης ὁ Πραΐμεω, ἀνὴρ τὰ ἐς σύνεσιν τὰ πρῶτα φερόμενος ταῖς τοῦ βασιλέως θύραις. τὸν μὲν οὖν Φατουμᾶν οὐ πολλῷ ὕστερον συλ‐ λαβὼν τὴν οὐσίαν αὐτοῦ ἀφείλετο, ἐς πεντήκοντα καὶ ἑκατὸν | |
10 | μυριάδας, ἀργύρια δ’ ἐς τετρακισχίλια τάλαντα. Τῷ μέντοι Ἑλλήνων βασιλεῖ σπονδαί τε ἦσαν ὑπὸ βασιλέως καὶ οὐκέτι ἐλέλυντο, εἶχέ τε ἥσυχος ἐν τῷ παρόντι καὶ ἐθερά‐ πευε τὸν βασιλέα δώροις, ὥστε μηδὲν αὐτῷ χαλεπὸν ἐπὶ νοῦν βαλέσθαι τὸν βασιλέα Ἀμουράτην. ἦν γὰρ δὴ αὐτῷ διαφορὰ | |
15 | πρὸς τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον τὸν νεωστὶ ἀφιγμένον ἐπὶ Βυζάντιον διαδεξόμενον τὴν ἀρχὴν παρὰ τοῦ ἀδελφοῦ. καὶ ἔπρατ‐ τεν οὗτος τὰ πρὸς βασιλείαν ἐναντιούμενος τῷ ἀδελφῷ, καὶ ὕστερόν τε ἐξηνέχθη αὐτῷ ἐς εὐφανῆ διαφοράν, καὶ ἐστρατεύετο ἐπὶ Βυζαντίου βασιλέα Θεόδωρος ὁ ἀδελφός, τήν τε Σηλυβρίαν | |
20 | ἐπιτετραμμένος καὶ τὴν περίοικον ταύτης. αἰτούμενος γὰρ ἱκανὴν πρόσοδον αὐτῷ ἐς τὸ ἀποζῆν οὐκ ἐτύγχανεν, ὅθεν ἐς πόλεμόν τε καθίστατο τῷ ἀδελφῷ καὶ ἐστρατεύετο. ὕστερον μέντοι, πρὶν | |
ἢ ὁτιοῦν διαπράξασθαι αὐτῷ, ἐτελεύτησε νόσῳ λοιμώδει τὸν βίον | 111 in vol. 2.1 | |
2.112 | ἀπολιπών. Κωνσταντῖνος μὲν δή, ὁ τῆς Πελοποννήσου ἡγεμών, τήν τε χώραν τοῦ βασιλέως καταστρεψάμενος, Πίνδον τε καὶ Βοιωτίαν καὶ τοὺς Λοκροὺς τοὺς Ὀζόλας καλουμένους, καὶ τήν τε χώραν ἐδῄου καὶ πολεμῶν οὐκ ἀνίει, ἀλλ’ ἐπὶ τὴν Ἀττικὴν | |
5 | ἐστρατεύετο, ὡς καὶ πρότερόν μοι δεδήλωται. ἐνταῦθα πυθόμενος ἕκαστα ὁ βασιλεὺς οὐκ ἠνέσχετο, ἀλλὰ περιαγγέλλων τὸν στρα‐ τὸν αὐτῷ παρεῖναι ἐς τὰς Φερρὰς τῆς τε Ἀσίας καὶ Εὐρώπης ἐξήλαυνεν ἀπὸ Ἀδριανουπόλεως. ἀνέγνωσε δ’ αὐτὸν στρατεύεσθαι ἐπὶ Πελοπόννησον καὶ Νέρης ὁ τῶν Ἀθηνῶν τύραννος, οὐχ | |
10 | ἥκιστα δὲ καὶ Τουραχάνης ὁ Θετταλίας ὕπαρχος. ὁ μέντοι Κων‐ σταντῖνος ὡς ἐτείχισε τὸν Ἰσθμόν, ἐνταῦθα ἐκάθητο φυλακὰς ἔχων ᾗ ἐγκαθιστὰς εἰς τὸν Ἰσθμόν, καὶ αὐτὸς αὐτοῦ τὰ πολλὰ διατρίβων ἐτύγχανεν. ἐπείτε δὴ ἐπύθετο Ἀμουράτην στρατεύεσθαι ἐπ’ αὐτόν, μετεπέμπετο αὐτοῦ σύμπαντας τοὺς ἐν τῇ Πελοπον‐ | |
15 | νήσῳ, καὶ τόν τε ἀδελφὸν αὐτοῦ ἅμα, ὃς ἐτύγχανε γάμον ἔχων τῆς παιδὸς αὐτοῦ. ἡρμόσατο γὰρ ἤδη τῷ Τριβαλλῶν ἡγεμόνι παιδὶ Ἐλεαζάρῳ. οὗτοι μὲν οὖν ἐς τὸν Ἰσθμόν, ᾗ ἐπηγγέλλοντο, παρῆσαν, καὶ τὸ τεῖχος ἐκράτυνον, ᾗ ἐδόκει αὐτοῖς ἰσχυρῶς ἕξειν ἀμυνομένους. | |
20 | Ἀμουράτης δὲ ἐπελαύνων, συμπαραλαμβάνων καὶ τὰ στρα‐ τεύματα τῆς χώρας ὅποι γένοιτο, παρῆν ἐς τὰς Θήβας, ὅτε καὶ | |
ὁ Νέρης αὐτῷ παρεγένετο, στρατὸν ἀγόμενος ἀπὸ Ἀθηνῶν. ἐλ‐ | 112 in vol. 2.1 | |
2.113 | θὼν δὲ ἐπὶ τὰς Παγὰς ἐστρατοπεδεύετο, καὶ τηλεβόλους τε καὶ πλοκάδια παρασκευαζόμενος ἐπὶ ἡμέρας τινάς. μετὰ δὲ ταῦτα ἐπικαταβὰς εἰς τὸν Ἰσθμὸν ἐστρατοπεδεύετο, ἀπὸ θαλάττης εἰς θάλατταν καθήκοντος τοῦ στρατοπέδου καὶ τῶν σκευῶν. ἐνταῦθα | |
5 | κατάσκοπος τῶν Πελοποννησίων, ὡς ὑποστρέψας ἀπήγγειλε τό τε πλῆθος τοῦ βασιλέως καὶ ὑποζύγια καὶ καμήλους, καὶ οὐκ ἠνέ‐ σχετο σιγῇ παρελθεῖν, ἀλλ’ ἐπὶ τὸν ἡγεμόνα ἔλεξε τοιάδε. «Ὦ δέσποτα, οἷα δὴ κακὰ εἰργάσω τὴν Πελοπόννησον πόλε‐ μον τοιούτῳ βασιλεῖ ἀνελόμενος. ὃς τήν τε Ἀσίαν σύμπασαν καὶ | |
10 | Εὐρώπην ἄγων οὐδ’ ὅποι στήσεται ἕξει, οὐδ’ εἰ διπλοῦν σοι τεῖχος ἐς τὸν Ἰσθμὸν ἐληλαμένον εἴη. ἀλλὰ πρὸς θεοῦ πρέσβεις τε πέμπε ὡς τάχιστα, καὶ ἐς διαλλαγὴν προκαλοῦ τὸν βασιλέα τοῦτον, ὡς ἂν μὴ ἡμᾶς κακοὺς κακῶς ἐπιτρίψῃ τὸ παράπαν.» Ταῦτα εἰπόντος αὐτοῦ θυμωθῆναί τε τὸν ἡγεμόνα, καὶ | |
15 | θυμωθέντα κελεῦσαι ἐς εἱρκτὴν ἀγαγεῖν τὸν ἄνθρωπον, ὡς ἂν ταῦτα πύθοιτο, οἷα ἀποβαίνοι. ἔτυχε δ’ αὐτῷ πρέσβυς ἀπε‐ σταλμένος παρὰ βασιλέα, οὐ μέντοι μέτρια ἐζήτει γενέσθαι αὐτῷ· ἠξίου τε γὰρ τόν τε Ἰσθμὸν ἑστηκέναι αὐτῷ, καὶ τὴν ἐκτὸς χώραν τοῦ βασιλέως, ὅσην ὑπηγάγετο, ἔχειν αὐτόν. | |
20 | καὶ αὐτὸς μὲν διὰ ταῦτα τὴν δίκην ὑπέσχεν ὑπὸ βασι‐ λέως, τόν τε πρέσβυν καθείρξας ἐν Φερραῖς εἶχεν ἐν φυλακῇ, αὐτὸς δὲ ἤλαυνεν ἐπὶ Πελοπόννησον μέσον χειμῶνος. ἦν δ’ ὁ πρέσβυς Χαλκοκανδύλης Ἀθηναῖος. τοῦτον ἐν Φερραῖς καθείρ‐ | |
ξας αὐτόν τε καὶ τοὺς θεράποντας ἐπήλαυνε. δοκεῖ δέ μοι | 113 in vol. 2.1 | |
2.114 | Ἀμουράτης, ὡς ἐν Παγαῖς ἐστρατοπεδεύετο, καὶ τοὺς ἀρίστους παραλαβὼν τοῦ στρατοῦ (εἴησαν δὲ οὗτοι ἀμφὶ τοὺς ἑξακισχι‐ λίους), περιιὼν τὸν Ἰσθμὸν ἐθεᾶτο, ὡς ἔχει τε φυλακῆς τὸ τεῖχος καὶ παρασκευῆς ἐς τὸν πόλεμον. καὶ ἤχθετο μὲν τῷ | |
5 | Τουραχάνῃ, ὅτι θέρους στρατεύεσθαι πρὸς τὴν 〈Πελοπόννησον συνεβούλευσ〉εν αὐτῷ, λέγων ὡς οὐχ ὑπομενοῦσιν ἐπιόντα αὐτόν, ἀλλ’ οἰχήσονται φεύγοντες, ἐπειδὰν τὸ πρῶτον πύθωνται ἀφι‐ κέσθαι αὐτὸν ἐπὶ τὸν Ἰσθμόν. καὶ ἐπέμενέ τε ἡμέρας συχνὰς ὡς ἐνδώσοντος διὰ ταῦτα τοῦ Πελοποννησίων ἡγεμόνος. καὶ ἐπεί | |
10 | τε παρεληλύθασιν ἡμέραι, ἐπικαταβὰς ἐς τὸ τεῖχος ἐστρατοπε‐ δεύετο. τῇ μὲν ὑστεραίᾳ τηλεβόλοις μακροῖς ἔτυπτε τὸ στρατό‐ πεδον τοῦ ἡγεμόνος· τῇ δ’ ἐπιούσῃ ἀπεπειρῶντο τῶν ἐν τῷ τείχει, καὶ προσέφερον τὰς μηχανάς. τῇ δὲ τετάρτῃ ἑσπέρας πυρὰ ἁψάμενοι κατὰ τὸ στρατόπεδον ὡς πλεῖστα ἕκαστος πρὸς | |
15 | τὴν ἑαυτοῦ σκηνὴν (εἰώθασι γὰρ οὕτω τὸ γένος τοῦτο τῶν Τούρκων, ἐπειδὰν ἐς μάχην μέλλωσιν ἰέναι· πρότριτα ἤδη τῆς ἡμέρας, ᾗ ἐς τὴν μάχην καθίστανται, πυρά τε καίουσιν ἀνὰ τὸ στρατόπεδον ὅτι πλεῖστα ἕκαστος, καὶ ὕμνον τινὰ ἀναφαίνουσι τῷ θεῷ καὶ τῷ ἥρωϊ, δῆλον ποιούμενοι, ὡς ἂν μάχην τῇ ὑστε‐ | |
20 | ραίᾳ τῆς ἐπιούσης καθίστανται), καὶ τότε δὴ πυρὰ ποιησάμενοι παρεσκευάζοντο ἐς τειχομαχίαν. τῇ δὲ πέμπτῃ ἡμέρᾳ ἑσπέρας τάς τε μηχανὰς προσέφερον [καὶ] ὑπὸ πλόκου οἱ σαραχόριδες καλούμενοι, ὁ ἀχρεῖος λοιπὸς ὅμιλος τοῦ λαοῦ. πάρεξ γὰρ τοῦ στρατοῦ, ὃς ἑπόμενος τῷ βασιλεῖ τούτῳ στρατεύεται, ἐπάγονται | |
25 | ὅμιλον τά τε σιτία φέροντα ἀπὸ τῶν περιοίκων καὶ τῆς ἄλλης | 114 in vol. 2.1 |
2.115 | τοῦ βασιλέως χώρας. ἕτεροι ἄλλοι δ’ αὖ οἱ Ἀσιανοὶ ἀγιάδες καλούμενοι, πεζός τε ὅμιλος ἐπί τε τὰς χρείας τοῦ στρατοῦ χρώμενος διατελεῖ, καὶ ἐς τὴν τῶν ὁδῶν κάθαρσιν ἄγεται τούτους καὶ ἐς τὰ στρατόπεδα. δοκεῖ δὲ τὸ τοῦ βασιλέως | |
5 | τοῦτο στρατόπεδον κάλλιστα πάντων δὴ στρατοπέδων, ὧν ἡμεῖς ἐθεασάμεθα καὶ ἀκοῇ ἐπυθόμεθα, τά τε περὶ τὰς σκηνὰς καὶ ἐς τὴν τῶν σιτίων ἀφθονίαν κράτιστα μηχανήσασθαι. πρῶτον μὲν γὰρ δὴ ἀγορασίαι ἕπονται τῷ βασιλεῖ μεγάλαι ἔς τε τὰ σιτία καὶ τοὺς ἵππους καὶ ἐς τὰ ἀνδράποδα καὶ ἐς τὴν τοῦ | |
10 | στρατοῦ χρείαν, ὅτου δ’ ἄν τι ἐπιδέοιτο, ἐνταῦθα ἀφθόνως τε πολλῶν ἐς τοῦτο παραγιγνομένων. μετὰ δὲ ταῦτα οἱ τῶν μεγάλων ὅσοι ἕπονται τῷ βασιλεῖ, ὑποζύγιά τε πάμπολλα ἕκαστος περιάγει ἐς τὴν ἐξέλασιν, οἱ μέν τε καμήλους σιτίων καὶ ὅπλων καὶ κριθῆς τῆς ὑποζυγίων τροφῆς ἱκανὰς ἔχοντες, οἱ δὲ ἡμιόνους, | |
15 | οἱ δὲ συναμφότερα, οἱ δὲ καὶ ἵππους, ὥστε διπλάσια γίγνεσθαι τὰ ὑποζύγια τοῦ στρατοῦ. πάρεξ δὲ τούτων περιάγει ὅμιλον ἀπὸ τῆς χώρας αὐτοῦ σιτίων τε ἕνεκα, καὶ ἐπειδὰν ἐς ἀνάγκην καταστῇ τὸ στρατόπεδον, ἐπιδιελόμενος τοῖς ἀρίστοις τὴν τροφὴν οὕτω χωρεῖ, ἐφ’ ὅ τι ἂν γένοιτο. σκηνὰς δὲ ἔτι ἐν τῷ στρα‐ | |
20 | τοπέδῳ τοῦ βασιλέως ἴδοι ἄν τις ἐς μυρίας, καὶ πλείους καὶ ἐλάσσους τούτων, ὡς τυγχάνει στρατευόμενος. Τότε μὲν δή, ὡς ἐτάχθησαν οἱ σαραχόριδες ἐς τοὺς Ἕλλη‐ νας, ἐπειρῶντό τε αὐτῶν καὶ ἐμάχοντο ὡς τῆς 〈νυκτὸσ〉 ἐρεθί‐ ζοντες ἐπὶ μάχην καὶ ἐπαγρυπνοῦντες. ὡς δὲ ἠώς τε ἤδη ὑπέ‐ | |
25 | φαινε, κύμβαλά τε καὶ αὐλικὰ καὶ σάλπιγγες τοῦ βασιλέως | 115 in vol. 2.1 |
2.116 | (καταφανεῖς δέ εἰσι τῷ μεγέθει τῶν ἠχῶν) ἀναδηλῶν ὡς μάχη τε ἤδη γίγνεται. καὶ ἕκαστοι παρασκευασάμενοι ἐπῄεσαν ἐς τὸ τεῖχος, αὐτίκα τειχομαχοῦντες κατὰ τὸ ἰσχυρόν. βασιλεύς τε αὐτὸς καὶ οἱ νεήλυδες κατὰ τὸ μέσον τοῦ Ἰσθμοῦ, ᾗπερ ἐσκή‐ | |
5 | νουν, καθίσταντο ἐς μάχην, καὶ κλίμακάς τε προσέφερον, καὶ διορύσσοντες τὸ τεῖχος ἠγωνίζοντο ὡς ἐξαιρήσοντες. καὶ τούς τε τηλεβολίσκους ταύτῃ ταξάμενος οὐκ εἴα τοὺς Πελοποννησίους προκύπτειν. δεινὸν γάρ τοι ὁ τηλεβολίσκος, καὶ οὐδὲν τῶν ὅπλων ἀντέχει, ὥστε μὴ διαχωρεῖν διὰ πάντων καθικνούμενος. δοκεῖ δὲ | |
10 | κἀπειδάν τι αὐτῷ ἀντέχῃ, τότε δὴ μάλιστα καθικέσθαι ἐπὶ πλέον, ἐπεὶ δὲ ἔς τε βάμβακα καὶ κρόκην καὶ τὸ ἔριον, οὐκ ἂν οὕτω καθίεσθαι ἐπὶ πολύ. ἐπεὶ δὲ ἐν ἀδείᾳ τε ἐγένοντο οἱ νεήλυδες, καὶ τάς τε κλίμακας ἐς τὸ τεῖχος ἐνεγκάμενοι ἀνέβαινον, καὶ ὑπερέβησαν ταύτῃ, ᾗ ἐθεᾶτο ἑστὼς ὁ βασιλεύς, | |
15 | ἀνέβη ἐπὶ τὸ τεῖχος νέηλυς Χιτήρης, Τριβαλλὸς τὸ γένος, καὶ εἷλέ τε τὸ τεῖχος, καὶ τοὺς ταύτῃ διωσάμενος ἐς φυγὴν ἐτρέ‐ ψατο. οἱ δὲ ὡς ἀπολιπόντες τὴν τάξιν κατέβαινον ἐνταῦθα, καὶ πλησίον ἐς δέος τε ὑπὸ θεοῦ καθίσταντο καὶ ἀπειρίας, καὶ οὕτω ἐποίουν· φεύγοντες γὰρ ᾤχοντο. καὶ οἱ παρὰ τούτους αὖθις | |
20 | τεταγμένοι, οὐκ εἰδότες, ὅ τι ξυμβαίνει χαλεπόν, ᾤχοντο φεύγον‐ τες. καὶ οὕτω πάντες ἀπολιπόντες τὸ τεῖχος ἔφευγον οὐδενὶ κόσμῳ. οὗτοι δ’ οἱ Τοῦρκοι ἐπεισπεσόντες ταύτῃ τε, ᾗ ἑάλω ὑπὸ | |
τοῦ νεήλυδος, καὶ τῇ ἄλλῃ, ᾗ κατέβαλλον διορύσσοντες, καὶ διὰ | 116 in vol. 2.1 | |
2.117 | τῶν πυλῶν εἰσεχέοντο καὶ ἔτρεχον. καὶ οἱ μὲν ἐπὶ τὸ στρατό‐ πεδον τῶν Ἑλλήνων τραπόμενοι διήρπαζον τὰ τῶν Ἑλλήνων ἔπιπλα, ἐσθῆτάς τε καὶ τὴν ἄλλην εὐδαιμονίαν· οἱ δὲ ἐπὶ τοὺς ἄνδρας τραπόμενοι τοὺς μὲν αὐτῶν ἔφθειρον τοὺς δὲ καὶ ἐζώ‐ | |
5 | γρουν, ἐς ἀνδραπόδων μοῖραν τιθέμενοι. καὶ φόνος τε ἦν πολὺς τῶν φευγόντων. Περὶ δὲ τοὺς τῶν Ἑλλήνων ἡγεμόνας τοιάδε ἐγένετο. ὡς γὰρ ἑώρων φεύγοντας τοὺς Ἕλληνας ἀνὰ κράτος καὶ οὐδενὶ κόσμῳ, ἐπειρῶντο μὲν πρώτιστα κατέχειν, ὡς δ’ οὐκ ἠδύναντο, | |
10 | καὶ αὐτοὶ φεύγοντες ᾤχοντο, ἐπὶ μὲν τὴν Κόρινθον οὐκέτι (ᾔδεσαν γάρ, ὡς πολιορκησόμενοι ἁλώσοιντο ἐνταῦθα, τῆς τε τροφῆς ἱκανῆς οὐκ οὔσης ἐν αὐτῇ καὶ ἄλλης παρασκευῆς), ἐπὶ δὲ τὴν μεσόγαιον ἐπειγόμενοι ἔφθασαν γενόμενοι ἐπὶ τὴν ἄκραν Λακωνικὴν τῆς Πελοποννήσου, καραδοκήσαντες, ᾗ μέλλει χωρή‐ | |
15 | σειν ὁ βασιλεύς. αὐτοί τε γὰρ ἐς τὴν θάλασσαν διενοοῦντο ἐς τὸ πρόσω πίπτειν, ὡς ἢν ἐπίῃ ἐλαύνων, ἐς τὴν θάλασσαν ἀφιξό‐ μενοι καὶ ὑπεκστησόμενοι τῆς χώρας αὐτῷ. ᾔδεσαν γάρ, ὡς τῷ Ἰσθμῷ τὰ Πελοποννήσου πράγματα διεφθάρη ὑπὸ τοῦ βασιλέως, καὶ ὅπλα καὶ ἄνδρες καὶ οὐδὲν ὅ τι ἄξιον λόγου ὑπελείφθη | |
20 | ἐν ταῖς πόλεσιν ἢ ἀκροπόλεσι καὶ οὐκέτι ἤλπιζον περιέσεσθαι σφίσι τὴν ἀρχὴν τοῦ λοιποῦ, ἀλλ’ οἴχεσθαι σφίσι τὰ πράγματα ἀπολλύμενα. Ἀμουράτης δὲ ὡς κατέσχε τὸν Ἰσθμόν, καὶ ἐπεὶ ἐγένετο ἐντὸς τῆς Πελοποννήσου, πρῶτα μὲν ἐς τριακοσίους τῶν αἰχ‐ | |
25 | μαλώτων, οὓς ἀποφυγόντας τῆς νυκτὸς ταύτης ἐς τὸ ὄρος τὸ | 117 in vol. 2.1 |
2.118 | ὑπὲρ τὰς Κεγχρέας, ὀξὺ δὲ καλούμενον, κυκλωσάμενοι εἷλον ἀπάτῃ πάντας, εἰς ἕνα χῶρον ἀπαγαγὼν κατέσφαξε· μετὰ δὲ ὠνησάμενος ἀνδράποδα ἐς ἑξακόσια θυσίαν ἀνῆγε τῷ ἑαυτοῦ πατρί, ἐξιλεούμενος τῷ φόνῳ τῶν ἀνδρῶν τούτων. ἐντεῦθεν δὲ | |
5 | ἐπιδιελόμενος τὸ στράτευμα, καὶ τὸ μὲν παραδοὺς Τουραχάνῃ τῷ Θετταλίας ὑπάρχῳ ὡς ἐμπείρῳ τε ὄντι καὶ μάλιστα δὴ Τούρκων ὡμιληκότι τῇ Πελοποννήσῳ, καὶ τῶν νεηλύδων ἀμφὶ τοὺς χιλίους, ὡς διὰ τὴν μεσόγαιον ἐλαύνειν, αὐτὸς δὲ διὰ τῆς Σικυῶνος ἤλαυνεν εὐθὺ τῆς Ἀχαΐας. ἀφικόμενος ἐς Σικυῶνα, | |
10 | τὴν μὲν πόλιν, ἐν ᾗ ἡμέρᾳ ὁ Ἰσθμὸς ἑάλω, ἐπέδραμέ τε ὁ στρατὸς τοῦ βασιλέως, καὶ ἠνδραποδίσατο σύμπασαν ἄρδην τὴν πόλιν. ἀπόντων δὲ τῶν ἀνδρῶν ἐς τὸν Ἰσθμόν, καὶ οὐδὲν ἐν ὀχυρῷ ᾠκημένης τῆς πόλεως, ταύτην μὲν εὐθὺς τότε ἠνδραπο‐ δίσαντο, καὶ ἐπὶ πλεῖστον ἤλασαν τῆς Πελοποννήσου, τούς τε | |
15 | ἡγεμόνας διώκοντες καὶ τοὺς ἄλλους Ἕλληνας, ὡς ἄλλος ἄλλῃ ᾤχετο φεύγων. τὴν μὲν πόλιν κενήν τε κατέλαβε, καὶ τὴν ἀκρό‐ πολιν ἐπολιόρκει. ἐνῆσαν δ’ αὐτόθι Μουλγεριός τε Ἕλλην καὶ ἄλλοι μετ’ αὐτοῦ τινες Ἑλλήνων οὐ πολλοὶ σὺν γυναιξί τε ἅμα καὶ παισίν. ἐπεὶ δ’ ὑπορύξας ἔθει τὴν ἀκρόπολιν, ἐνταῦθα ἐς | |
20 | ὁμολογίαν ἀφικόμενος ὁ τῆς ἀκροπόλεως φύλαξ παρέδωκέ τε αὑτὸν καὶ τὴν ἄκραν. τούτους μὲν δὴ καὶ γυναῖκας καὶ παῖ‐ δας ἐς Αἴγιον πόλιν εὐδαίμονα ἀπέστελλε, τῆς δὲ πόλεως | |
ἐνεπίμπρα τε τὰς οἰκίας. καὶ πρόσω ἐχόμενος ἀφίκετο ἐπὶ | 118 in vol. 2.1 | |
2.119 | Πάτρας τῆς Ἀχαΐας πόλιν εὐδαίμονα. ταύτην μὲν οὖν ἐξέλιπον οἱ ἄνδρες ἐς τὴν καταντικρὺ ἤπειρον τῶν Οὐενετῶν, καὶ πλὴν τῶν ἐν τῇ ἀκροπόλει καὶ ἐν τοῖς βασιλείοις, οἳ ἐναπελείφθησαν ἀφροσύνῃ χρησάμενοι, οἱ δ’ ἄλλοι πάντες ᾤχοντο φεύγοντες. | |
5 | ἦσαν δ’ οἱ ἐναπολειφθέντες ἐς τετρακισχιλίους. τοὺς μὲν οὖν τῶν βασιλείων ἄνδρας τε καὶ γυναῖκας παρεστήσατο ὁμολογίᾳ, καὶ ἐς ἀνδράποδα διελόμενος τήν τε ἀκρόπολιν ἐπολιόρκει καὶ τούς τε νεήλυδας ἔπεμψεν ὡς ἑλοῦντας. καὶ οὗτοι προσέβαλλόν τε τῷ τείχει καὶ ὑπορυξάμενοι εἰσέπιπτον. οἱ δὲ Ἕλληνες ῥητίνην | |
10 | καὶ πίσσαν πυρὶ ἁψάμενοι κατὰ ὀπὴν τούς τε νεήλυδας ἐξεκρού‐ σαντο ἀμυνόμενοι καὶ ἐκράτυνον τὴν ἀκρόπολιν. Ἀμουράτης μὲν δή, ὡς Τουραχάνης ἐντεῦθεν ἀφικόμενος καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγόμενος παρεγένετο αὐτῷ, ἐνταῦθα ἐπαναζεύξας ἀπή‐ λαυνε. μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον σπονδάς τε ἐποιήσατο, | |
15 | καὶ ὑπόφορον ἔσχον τὴν Πελοπόννησον τὸ ἀπὸ τοῦδε οἱ Ἕλλη‐ νες, μέχρι τούτου τὸ πρὶν ἐλευθέραν οὖσαν. τὴν μὲν οὖν πόλιν τῶν Θηβῶν πειρώμενον ἐπιέναι βασιλέα ἐπὶ Πελοπόννησον ἐξέλιπόν τε, καὶ τοὺς ἄνδρας ἐξανιστάντες ᾤκισαν ἐν τῷ Ἰσθμῷ· οἵ τινες δὴ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ἡ δὲ ἐκτὸς χώρα τοῦ βασιλέως | |
20 | αὐτίκα μετὰ τὴν τοῦ Ἰσθμοῦ ἅλωσιν προσεχώρησε τῷ βασιλεῖ, τό τε Πίνδον καὶ ἡ ἄλλη χώρα τοῦ βασιλέως. | |
Ταῦτα μὲν οὖν ἐν τῇ Πελοποννήσῳ ἐς τοσοῦτον ἐγένετο. καὶ | 119 in vol. 2.1 | |
2.120 | βασιλεὺς τοῦ ἐπιγιγνομένου θέρους ἐστρατεύετο ἐπὶ Σκεντέρην τὸν Ἰβάνεω παῖδα, ὃς παῖς ὢν ἐς τὰς θύρας ἀφικόμενος τοῦ βασι‐ λέως καὶ παιδικὰ αὐτοῦ γενόμενος ἀπέδρα ἐς τὴν πατρῴαν αὐτοῦ χώραν, καὶ ἀγόμενος γυναῖκα θυγατέρα τοῦ Ἀριανίτου ἐκ τοῦ | |
5 | ἐμφανοῦς ἐπολέμουν τῷ βασιλεῖ, καὶ οὔτε φόρον ἐπήγαγον τῷ βασιλεῖ οὔτε αὐτοὶ ἐς τὰς θύρας ἴεντο οὔτε πείθεσθαι ἤθελον. διὰ ταῦτα συναγείρας ἅπαντα τόν τε Ἀσίας καὶ Εὐρώπης αὐτῷ στρατὸν ἤλαυνεν ἐπὶ τὴν Ἰβάνεω χώραν· καὶ ἐπεί τε ἐσέβαλεν ἐς τὴν χώραν, ἐδῄου τε τὰ στρατεύματα διαπέμπων, ὅπῃ παρεί‐ | |
10 | κοι καὶ ἐνεπίμπρα τάς τε κώμας καὶ τοὺς ἀγρούς, καὶ τὰ λήϊα ἐκαίοντο ὑπὸ τοῦ στρατοῦ, καὶ περιεφθείροντο τὰ ἐκεῖσε πάντα. Σκενδέρης μὲν οὖν ἐπὶ τὴν ἐς τὸν Ἰόνιον παράλιον χώραν τῶν Οὐενετῶν ὑπεξέθετο, αὐτός τε καὶ οἱ Ἀλβανῶν, τάς τε γυναῖκας καὶ παῖδας· αὐτοὶ δὲ περιιόντες ἄλλοτε ἄλλῃ τῆς χώρας διήρ‐ | |
15 | χοντο, εἴ του δέοιντο αἱ πόλεις αὐτῶν. καὶ οὗτοι μὲν ἀνὰ τὸ ὄρος τὸ ὑπὲρ τὴν χώραν αὐτῶν ἄχρι τοῦ Ἰονίου διατεῖνον διέ‐ τριβον, καραδοκοῦντες, ὅποι σφίσι τὰ πράγματα ἀποβήσεται· Ἀμου‐ ράτης δὲ ἐπελαύνων πρῶτα μὲν τὴν Σφετίαν πόλιν ἐπολιόρκει. καὶ λόγον μὲν προσέφερεν, ὡς παραδοῖέν τε αὐτὴν καὶ αὐτοὶ ἀπίοιεν | |
20 | ἐπὶ τὰ ἑαυτοῦ ἕκαστος· οἱ δὲ οὐκ ἐπείθοντο. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσι, καὶ εἷλε τὴν πόλιν κατὰ κράτος | |
καὶ ἐξηνδραποδίσατο, τούς τε ἄνδρας σύμπαντας διεχρήσατο. | 120 in vol. 2.1 | |
2.121 | μετὰ δὲ ἐπιὼν ἐπὶ τὴν Γετίην ὁμολογίᾳ τε παρεστήσατο, καὶ τοὺς ἐν τῇ πόλει ἀνδραποδισάμενος ἐπῆγε τὸν στρατὸν ἐπὶ τὴν Κρούην, πόλιν προέχουσαν τῶν ἐν τῇ Ἀλβανῶν χώρᾳ· ᾤκηται δὲ ἐν ὀχυρῷ πάνυ. ταύτην μὲν οὖν προσκαθεζόμενος ἐπολιόρκει, | |
5 | καὶ τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος, καὶ κατέβαλε μέρος οὐκ ὀλίγον. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσιν ὡς ἐξαιρή‐ σων τὴν πόλιν, καὶ ὡς οὐκ ἠδυνήθη ἑλεῖν, ἀπήγαγε τὸν στρα‐ τόν· ἤδη γὰρ ὀψὲ ἦν τοῦ ἐνιαυτοῦ, καὶ χειμὼν ἐπιγενόμενος ἐπίεζε τὸν στρατόν. | |
10 | Τὸν οὖν παῖδα αὐτοῦ ἄρτι ἡβάσκοντα Μεχμέτην περιῆγεν ἐν τῷ στρατῷ, ἐξ ὅτου ἀφείλετο αὐτὸν τὴν βασιλείαν. ἐγένετο δὲ οὕτως. ὡς ἐμάχετο τοῖς Παίοσιν ἐν τῇ Βάρνῃ καὶ τὰ στρα‐ τεύματα αὑτοῦ ἑώρα ἐν φυγῇ γενόμενα, ἐς δέος τε καθεστήκει μέγα πάνυ, οἰόμενος αὐτίκα πάντη ἀπολεῖσθαι, ὡς ἤδη ἀφίκετο | |
15 | ξυμφορᾶς, ηὔχετό τε ὡς ἢν αὑτῷ τὰ πράγματα μὴ διαφθαρῇ τότε ἐν τῷ θορύβῳ ἐκείνῳ, ἀπολιπεῖν τε τὴν ἀρχήν, καὶ τῷ παιδὶ ἐπιτρέψαντα αὐτὸν οἴχεσθαι ἐς τὴν Ἀσίαν διατρίψοντα σὺν τοῖς ἱερεῦσι καὶ τοῖς παρ’ αὐτοῖς καλουμένοις Ναζηραίοις, προσεχόμενον τῷ ἥρωϊ καὶ ἀνάγοντα θαμὰ τὴν θυσίαν. ὡς δὲ | |
20 | περιεγένετό τε Παιόνων καὶ τὸν Παιόνων βασιλέα ἐξελὼν ἐκομί‐ ζετο ἐπ’ οἴκου, τόν τε παῖδα αὐτοῦ τὸν νεώτερον Μεχμέτην μετεπέμπετο ἐπὶ τὴν ἀρχήν· ὁ γὰρ πρεσβύτερος αὐτοῦ Ἀλαδίνης | |
οὐκέτι περιῆν, ἄλλ’ ἐτετελευτήκει ὑπὸ ἵππου ἐκτραχηλισθείς, | 121 in vol. 2.1 | |
2.122 | κυνηγετοῦντος αὐτοῦ καὶ ἐπιθέοντος ἀνὰ κράτος ἐπὶ τὴν ἔλαφον. οὗτος μὲν οὖν οὕτως ἐτελεύτησε. Μεχμέτην δὲ τὸν νεώτερον παῖδα περιόντα, ὡς ἐλέγετό μοι, τότε ἐπὶ τὴν ἀρχὴν μετεπέμ‐ πετο. ὡς δὲ ἀφίκετο, ἐπιτρέψας αὐτῷ τὴν ἀρχὴν καὶ τὰς θύρας | |
5 | καὶ τοὺς νεήλυδας αὐτὸς ᾤχετο διαβὰς ἐπὶ τὴν Ἀσίαν, ἐς Προῦσαν, ᾗ τὰ τῆς Ἀσίας βασίλεια ἦν. τὴν μὲν οὖν ἀρχὴν ἀποθέμενος μετὰ ζιχίδων τῶν παρ’ αὐτοῖς Ναζηραίων καὶ σειτί‐ δων καὶ τῶν τοῦ γένους σοφῶν πολλὰ διέτριβεν· οὐ πολλῷ δὲ ὕστερον μετέμελέ τε αὐτῷ ἀπιόντι ἐκ τῆς ἀρχῆς καὶ ἰδιωτεύ‐ | |
10 | οντι. ὡς δὲ οὐκ ἠνέσχετο, ἔπρασσεν ὅπως ἐπανιὼν τὴν ἀρχὴν κατάσχοι καθ’ ἡσυχίαν, ὡς δὲ μὴ ἐς διαφορὰν ἀφικνουμένου αὐτῷ τοῦ παιδὸς κινδυνευομένῳ τὰ πράγματα καὶ αἰτίαν ἔχοι πρὸς τοῦ γένους, οἷα ποιεῖ. ἔπρασσε δὲ ὅπως ἐπανέλθοι μετὰ Χαλίλεω τοῦ Πραΐμεω, ἀνδρὸς συνήθους αὐτῷ ἐς τὰ μάλιστα | |
15 | καί οἱ ἑπιτηδείως ἔχοντος αἰεί. αὐτὸς μὲν οὖν ἔπεισε τὸν παῖδα ἐς ἄγρας φοιτῶντα γυμνάζεσθαι ὡς κάλλιστα ἐφ’ ἵππου· καὶ ἐπειδὴ ἔπειθε, κρύφα ἔπεμπε τῷ πατρὶ αὐτοῦ, μηδὲν δεδιότα, ἄφνω ἐς τὴν ῥητὴν αὐτῷ ἡμέραν ἀφικόμενον ἐς τὰ βασίλεια τῆς πόλεως χρηματίζειν τοῖς ἐν τῇ πόλει ὡς βασιλέα. ὁ μὲν | |
20 | οὖν, ὡς ὑπετίθετο, ἐς ἣν αὐτῷ συνέθετο ἡμέραν, παρεγένετό τε ἀπόντος αὐτῷ τοῦ παιδὸς ἐς τὴν ἄγραν καὶ κυνηγετοῦντος, παραγενόμενός τε κατέσχε τὴν βασιλείαν, χρηματίζων τοῖς ἐν | |
τῇ πόλει τῶν θυρῶν ὡς βασιλεύς. ὁ μέντοι παῖς αὐτῷ, ὡς | 122 in vol. 2.1 | |
2.123 | ᾔσθετο ἐπανιόντος τοῦ πατρὸς αὐτῷ ἄφνω, οὐκ ἔχων, ὅ τι χρήσαιτο τῷ πράγματι, προσῄει τε καὶ προσεκύνησε· καὶ τὸ ἀπὸ τοῦδε παρῆγεν αὐτῷ, ἐς ἣν ἂν στρατεύηται χώραν. τὸν μέν‐ τοι παῖδα οὐκ ἐλάνθανεν, ὡς αὐτῷ ταῦτα εἴη διαπεπραγμένος | |
5 | Χαλίλης ὁ Πραΐμεω, καὶ ἤχθετό τε ἀξίως, οὐ μέντοι γε ἀνεδή‐ λου αὐτῷ τὴν ὀργήν· ᾔδει γὰρ μέγα δυνάμενον παρὰ τῷ πατρί. Τότε μὲν οὖν ἐς τὴν Ἀμουράτεω ἐπάνοδον ἐπὶ τὴν βασιλείαν οὕτως ἐγένετο· ἐπεὶ δὲ ἀπήγαγε τὸν στρατὸν ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον Μακεδονίας τῆς τῶν Ἀλβανῶν χώρας, τοῦτο μὲν τὸ ἔτος | |
10 | διέτριβεν ἐν τοῖς Εὐρώπης βασιλείοις ἡσυχίαν ἄγων, τῷ δ’ ἐπιόντι ἐνιαυτῷ αὖθις, ἐπεὶ περιαγγέλλει τῷ στρατεύματι ἕπε‐ σθαι, ἐστρατεύετο αὖθις ἐπὶ Σκενδέρην τὸν Ἰβάνεω καὶ ἐπὶ τὴν ταύτῃ κατὰ τὸν Ἰόνιον Ἀλβανῶν χώραν, καὶ ἐπῄει πολλῷ θυμῷ ὡς ἐξελῶν τε τὴν Κρούην καὶ αὐτὸν Σκενδέρην ἐξαιτησόμενος | |
15 | τοὺς Οὐενετούς, καὶ ἢν μὴ ἀποδοῖεν αὐτόν, ὡς πολιορκήσων τὴν πόλιν, ἐς ἣν καταφυγὼν ἐσῄει. ἐπεὶ δὲ εἰσέβαλεν, ἐπο‐ ρεύετο ἰθὺ ἐπὶ τὴν Κρούην, καὶ τήν τε χώραν, ὅση ὑπελεί‐ πετο τὴν ἀρχὴν αὐτῷ ἀσινής, ἐπέδραμέ τε αὐτοῦ τὰ στρατεύ‐ ματα, καὶ ἐπέκαον πῦρ ἐνιέντες, ὅτῳ ἂν αὐτοῖς περιτύχοιεν. | |
20 | ἐπέδραμε δὲ καὶ ἄχρι τοῦ ποταμοῦ τοῦ .... τὰ στρατεύματα. τὴν δὲ ἐπέκεινα τοῦ ποταμοῦ χώραν οὐχ οἷά τε ἦν ληΐζεσθαι διὰ τὸ ἄβατον εἶναι πάντη τοῖς βασιλέως ἱπποδρόμοις. καὶ οὗτοι μέν, τάς τε γυναῖκας καὶ παῖδας ὑπεκθέμενοι ἐς τὰ ἐχυρὰ τῶν Οὐενετῶν, συνελέγοντο ἐς τὸ ὄρος τὸ ὑπὲρ τὴν Κρούην πόλιν | |
25 | αὐτῶν. ἐνταῦθα δὲ ὑπεξαγαγὼν τὰς γυναῖκας καὶ τὰ παιδία | 123 in vol. 2.1 |
2.124 | κατέθετο ἐς τὰς τῶν Οὐενετῶν πόλεις, τοὺς δὲ ἄνδρας κατέ‐ λιπεν ἐν τῇ πόλει ἀμυνουμένους καὶ τὰ τείχη φυλάξοντας, καὶ τούτους ἐπιλεξάμενος τοὺς ἐθέλοντας αὐτοὺς ὑποστῆναι τὸν ἀγῶνα. Ἀμουράτης μὲν οὖν τούς τε τηλεβόλους παρεσκευάζετο καθεζόμε‐ | |
5 | νος ὡς τὸ τεῖχος καθαιρήσων, καὶ παραμένων ἅμα σὺν τοῖς νεήλυσιν ἐς τὴν πόλιν· ἐπεὶ δὲ αὐτῷ τὰ πάντα παρεσκεύαστο, ἔτυπτε τὸ τεῖχος τηλεβόλοις καὶ κατέβαλε μέρος πολύ. Σκενδέ‐ ρης δὲ ἀπὸ τοῦ ὄρους πυρά τε ἔκαυσεν, ἐπιδεικνύμενος τοῖς ἐν τῇ πόλει, καὶ ἐπειδὰν χρεία ᾖ, παρεσόμενος καὶ αὐτὸς ἐπιβοηθή‐ | |
10 | σων, καί τινων τῶν τοῦ βασιλέως ἀναβάντων ἐπὶ τὸ ὄρος προ‐ σέβαλέ τε καὶ ἐμάχετο, ἔργα ἀποδεικνύμενος ἄξια λόγου. ἐπεὶ δὲ τῷ βασιλεῖ ἤδη ἱκανῶς κατεβέβλητο τὸ τεῖχος, ἐς μάχην καθῆστο πανστρατιᾷ, καὶ ἐπειρῶντο οἱ νεήλυδες ἑλεῖν ταύτῃ, ᾗ ἔκειτο τὸ τεῖχος ἐπὶ γῆς· οὐ μέντοι ὑπερεβάλοντο τοὺς ἐν τῇ | |
15 | πόλει, παρ’ ἐλπίδα ἀγωνισαμένους. Ἐνταῦθα ὡς ἐπενόει λιμῷ ἐκπολιορκήσειν, καὶ αὖθις τὸ δεύτερον προσβαλὼν κατὰ τὸ καρτερόν, ἀφικνεῖται ἀγγελίη παρὰ Γεωργίου τοῦ Τριβαλλῶν ἡγεμόνος ὡς Ἰωάννης συναθροίσας τοὺς Παίονας τόν τε Ἴστρον διαβαίνει καὶ συμπαραλαβὼν στρα‐ | |
20 | τεύοιτο ἐπ’ αὐτόν, ταῦτα ὡς ἐπύθετο, τὴν ταχίστην συσκευασά‐ μενος ἀπῄει ἐνταῦθα, ᾗ ἐπιόντα ἐπυνθάνετο καὶ κήρυκα ἔπεμπε πρὸς τὴν Εὐρώπην περιαγγέλλοντα παρεῖναι αὐτῷ ὡς ξύμπαντας τῶν Τούρκων. οὗτοι μὲν οὖν παρεγένοντο αὐτῷ ὡς ἔτυχεν ἕκαστος | |
ἐκποδὼν γενόμενος, ὡς ἐν ὥρᾳ παραγένοιτο ἕκαστος καθιστὰς | 124 in vol. 2.1 | |
2.125 | αὐτῷ ἐς μάχην. ἐλαύνων δὲ παντὶ τῷ στρατῷ πρός τινος τῆς Μυσίας αὐτοῦ χώρας κατὰ τὴν Τριβαλλῶν αὐτῶν χώραν (ἔστι δὲ αὕτη ἡ χώρα, παρ’ ἣν ἀμείβει Μοράβας ποταμὸς καὶ ἐκδι‐ δοῖ ἐς τὸν Ἴστρον· παρήκει δὲ ἡ χώρα τοῦ βασιλέως ἐντεῦθεν | |
5 | ἐπὶ σταδίους ὀκτακοσίους ἔστε ἐπὶ Νήσιον, πόλιν τοῦ βασιλέως ἐπὶ δεξιὰ ἰόντι, ἐς τὸ πρόσω Νοβόπυργον πόλιν ἐπὶ ὄρους μεγάλου τοῦ Τριβαλλῶν ἡγεμόνος ᾤκηται) ἐνταῦθα ἀφικόμενος Ἀμουράτης εὗρεν ἐπεξελαύνοντα Ἰωάννην τὸν Χωνιάτην σὺν τῷ Παιόνων στρατῷ. ἦσαν δὲ Παίονες καὶ Δακοὶ συναμφότεροι ἐς τετρα‐ | |
10 | κισμυρίους καὶ ἑπτακισχιλίους ἱππέας, καὶ ἁμάξας ἐφέροντο, ἐν αἷς ἦν αὐτοῖς τὰ ἐπιτήδεια καὶ τὰ ὅπλα, ἀμφὶ τὰς δισχιλίας. ἐφ’ ἑκάστης δὲ ἁμάξης δύο ἤστην ἄνδρε πεζώ, πελταστής τε ἅμα καὶ τηλεβολιστής. ἐφέροντο δὲ καὶ ἐπὶ τῶν ἁμαξῶν τηλε‐ βόλους ζαροβοτάνας καλουμένας, πολὺ τὸ πλῆθος. οὗτοι μὲν | |
15 | οὖν οὕτω παρασκευασάμενοι [ἐς] τὸν Ἴστρον διέβησαν. προὐκα‐ λοῦντο δὲ σφίσι καὶ τῶν Τριβαλλῶν ἡγεμόνα ἐς τὸν πόλεμον· ὁ δὲ ἔφησεν οὐχ ὁρᾶν ἀξίαν τὴν παρασκευὴν τῆς κατὰ Ἀμουράτεω στρατιᾶς, ὥστε περιγενέσθαι αὐτοὺς τῆς βασιλέως δυνάμεως Ἀμουράτεω, καὶ δεδιέναι μᾶλλον ἐκεῖνον ἢ τοὺς Παίονας, οὓς καὶ | |
20 | ἀλλοφύλους τε ὄντας καὶ μέγιστα κακῶν ἐργασαμένους αὐτόν, | |
καὶ ἱμείρεσθαι μὲν τίσασθαι Ἀμουράτην τοὺς υἱοὺς αὐτοῦ ἐκτυ‐ | 125 in vol. 2.1 | |
2.126 | φλώσαντα, ἀδύνατα δὲ ὁρῶντα τῇ παρούσῃ παρασκευῇ ὑπερβαλέ‐ σθαι τῆς τῶν πολεμίων δυνάμεως οὐκ ἄν ποτε ἑκόντα εἶναι χωρήσειν ἐς τόνδε τὸν πόλεμον. ταῦτα ἀποκριναμένου ἐπαπειλή‐ σαντα τὸν Ἰωάννην ἐλαύνειν ἐς τὸ πρόσω, ἐσβαλόντα δὲ ἐς τὴν | |
5 | βασιλέως χώραν, ἄχρι[ς] Πριστίνου ἀφικόμενον, στρατοπεδεύεσθαι αὐτοῦ ἐν Κοσόβῳ πεδίῳ, ἐν ᾧ Ἀμουράτης ὁ Ὀρχάνεω μαχεσά‐ μενος πρὸς Ἐλεάζαρον μάχην αὐτός τε αὐτοῦ ταύτῃ ἐτελεύτησεν ὑπὸ Τριβαλλοῦ καὶ τόν γε Ἐλεάζαρον ἀνεῖλεν ἐν τῇ μάχῃ. ἐπεὶ δὲ ὥρμητο Ἰωάννης στρατεύεσθαι ἐπὶ Ἀμουράτην δι’ αἰτίαν τήνδε. | |
10 | ὡς γὰρ ἐν τῇ 〈ἐν〉 Βάρνῃ μάχῃ ἑώρα τοὺς Τούρκους φεύγοντας καὶ ἑαυτῷ ἐς χεῖρας ἐλθόντας καὶ ἐνδιδόντας, αὐτίκα ἐνόμισεν εὐπετῆ μὲν καὶ τότε ὄντα τὰ πράγματα αὐτῷ χειρωθῆναι, εἰ μὴ διὰ τὴν βασιλέως Λαδισλάου ἀφροσύνην, καὶ ἐσαῦθις δὲ χαλεπὰ οὐκέτι ἔσεσθαι κατεργάσασθαι. ἔφερε δὲ αὐτοῦ ἡ γνώμη καὶ | |
15 | πλείονα στρατὸν συναγείραντα ἐξελαύνειν. ὥστε καὶ τῷ πλείονι καταπληττομένων αἱρήσει τὸν Ἀμουράτην οὕτω δή τοι εὐπετῶς, ὥστε μηδ’ ὁπωσοῦν ἐνδοιάζειν. πρεσβευσάμενος δὲ ἐπὶ Σκενδέρην τε καὶ Ἀριανίτην, ἐν νῷ ἔχων αὐτοὺς προσιόντας ἐς τὸ πρόσω τῆς Εὐρώπης συμμῖξαι· οὕτω γὰρ προείρητο καὶ τοῖσδε. ἐπεὶ | |
20 | δὲ ἐς Κόσοβον τὸ πεδίον Ἀμουράτης ὁ Μεχμέτεω ἀφίκετο, ὡς | |
εὗρε τοὺς πολεμίους ἐλαύνοντας, ἐστρατοπεδεύετο. λέγεται δὲ | 126 in vol. 2.1 | |
2.127 | γενέσθαι αὐτῷ τὸν στρατὸν ἐς πεντεκαίδεκα μυριάδας. καὶ τῇ ὑστεραίᾳ αὐτίκα παρετάσσετο ὡς ἐς μάχην. παρετάσσετο δὲ καὶ τὰ τάγματα. καὶ ἐς μὲν τὸ δεξιὸν αὐτοῦ κέρας τὸ τῆς Ἀσίας ἐτάσσετο στράτευμα, στρατηγὸν ἔχον Σκοῦραν, ἐς δὲ τὸ εὐώνυ‐ | |
5 | μον ὁ τῆς Εὐρώπης στρατηγὸς Καραζίης, ἔχων τὸ τῆς Εὐρώπης στράτευμα. τοὺς μέντοι ἱπποδρόμους ἕκαστος τῶν ὑπάρχων ἔχων παρετάσσετο. ἐν μέσῳ δὲ τούτοις ἵδρυτο αὐτὸς βασιλεύς, ἔνθα αὐτῷ νομίζεται στρατοπεδεύεσθαι, χάρακα προβαλλόμενον, μετὰ δὲ ταῦτα τὰς καμήλους στησάμενον αὐτοῦ ταύτῃ, μετὰ δὲ ταῦτα | |
10 | τοὺς θυρεοὺς πηξάμενον. ἐπὶ τούτοις τοὺς νεήλυδας ἐτάξατο σὺν τοῖς τηλεβόλοις τε ἅμα καὶ τηλεβολίσκοις καὶ τοῖς ἄλλοις. ἐπεὶ δὲ ἐτάξατο, ἀντεπῄει καὶ Ἰωάννης ὁ Χωνιάτης συνταξάμε‐ νος ὧδε. τὸ μὲν δεξιὸν αὐτοῦ εἶχον οἱ Παιόνων ἄρχοντες καὶ ἀδελφιδοῦς αὐτοῦ (Σεκούλης δὲ ἦν τοὔνομα αὐτῷ) καὶ Εἰλόκης | |
15 | καὶ δὴ Ταλούσης, ἐν μέσῳ δ’ αὐτὸς ἐτάσσετο Χωνιάτης, ἔχων τούς τε βιτέζιδας καλουμένους καὶ τὸν Ἀρδελίου στρατόν. τὸ δὲ εὐώνυμον Δᾶνος εἶχεν αὐτῷ ἐπιτήδειος ὤν, ὃν καταγαγὼν ἐς τὴν Δακίαν χώραν διὰ τὸ πρὸς τὸν Δρακούλην αὐτοῦ ἔχθος ἐκεῖνόν τε τῆς ἀρχῆς ἐξήλασε, καὶ τὴν χώραν ὑφ’ αὑτῷ ποιη‐ | |
20 | σάμενος τόν γε Δᾶνον ἐπέστησεν ἄρχειν αὐτῆς· ἦσαν δ’ αὐτῷ Δᾶκες ἀμφὶ τοὺς ὀκτακισχιλίους παραγενόμενοι ἐς τόνδε τὸν πόλεμον. Ἐπεὶ δὲ ἄμφω συνταξάμενοι προῄεσαν ὡς συμβολὴν ποιησό‐ μενοι, ἐνταῦθα βιτέζης, τῶν τοῦ Χωνιάτου στρατιωτῶν εἷς, ἐν | |
25 | μέσῳ ἀμφοῖν προελαύνων τῷ ἵππῳ προὐκαλεῖτο αὐτοῦ τὸν ἀπὸ | 127 in vol. 2.1 |
2.128 | τῶν Τούρκων μονομαχήσοντά τινα, πρὶν ἢ τὰ στρατεύματα συνιέ‐ ναι ἐς ταὐτό. ὡς δὲ ἔγνωσαν οἱ Τοῦρκοι αὐτὸν μονομαχήσοντά τινι προεληλυθέναι, ἑστήκεσαν καὶ αὐτοί. καὶ ἐνταῦθα ἐξελαύνει ἀπὸ τοῦ στρατοῦ τοῦ ἑτέρου Ἐλιέζης ὁ Βαρισάταγα παῖς, τῶν | |
5 | ἐν τῇ Ἀσίᾳ ὑπάρχων ἑνός, ἀνδρὸς ἀγαθοῦ γενομένου τὰ πολέμια καὶ πρότερον τῶν νεηλύδων ἄρχοντος ἐν ταῖς βασιλέως θύραις. οὗτος δὴ ἐπεὶ ἐς τὸ μέσον προῄει, ὁμόσε τῷ Παίονι ἴετο. καὶ τοῖς δόρασιν αὐτίκα ἐπιόντες ἀλλήλοις τά τε δόρατα κατέαξαν, καὶ ὁ μὲν βιτέζης ἔπεσεν αὐτοῦ σὺν τῷ ἵππῳ ἐς τὴν γῆν, | |
10 | Ἐλιέζης δὲ ἐκκοπέντος τοῦ ἐπιστήθου καὶ ζώνης σὺν τῷ ἐφιπ‐ πίῳ ἐπὶ τοῖς ἐσχάτοις τοῦ ἵππου ἐγεγόνει ἱππεύων· ὁ γὰρ ἵππος ἀμείνων πολλῷ τούτου ἦν. καὶ οὐκ εἶχε μέν, ὅπως τὸν Παίονα διαχρήσαιτο πεσόντα σὺν τῷ ἵππῳ, ἅτε καὶ αὐτὸς χαλεπῶς καὶ μόγις ἱππεύων· πεσόντος μέντοι τοῦ Παίονος ἀλάλαξαν μέγα τὸ | |
15 | τῶν Τούρκων στράτευμα, οἰωνὸν ποιησάμενοι. ἐπεὶ δ’ ἀμφότεροι ἤλασαν ἐς τὸ ἑαυτῶν ἑκάτερος στρατόπεδον, ἐνταῦθα Ἀμουρά‐ της ὁ βασιλεὺς μεταπεμψάμενος Ἐλιέζην εἰς ὄψιν τὴν ἑαυτοῦ ἔλεγε τοιάδε. «ὦ παῖ, πόθεν δὴ οὕτω ἐγένου ἀγαθὸς τὰ πολέ‐ μια, οὔπω πρότερον ἄλλῃ πῃ μαχεσάμενος, οὔτε παραγενόμενος | |
20 | στρατῷ μαχομένῳ, ὥστε ἐκμαθεῖν, πῶς δέοι συμβαλεῖν;» τοῦ δὲ εἰπόντος «ὦ βασιλεῦ, ἀπὸ λαγὼ ταύτην ἔμαθον τὴν ἀνδραγαθίαν» ἐν θαύματι ποιησάμενον τὸν βασιλέα ἐρέσθαι αὐτὸν λέγεται «καὶ πῶς ἂν δή, ὦ νεανίσκε, ἀπὸ λαγὼ γένοιτο ἄν τις ἀγαθὸς τὰ πολέμια;» τὸν δὲ φάναι «ἐγὼ τοίνυν, ὦ βασιλεῦ, ἐν τῇ | |
25 | Ἀσίᾳ διατρίβων, καθ’ ἣν ἡμᾶς ἐπέστησας χώραν καὶ τόν γε | 128 in vol. 2.1 |
2.129 | πατέρα ἐμὸν ὕπαρχον ἀπέδειξας, ἐφοίτων ἐς ἄγραν, καί ποτε λαγὼν ἐν κοίτῃ εὑράμενος ᾠήθην ἀσφαλέστερον εἶναί μοι, ὥστε τὸν λαγὼν μὴ διαφυγεῖν, ὀϊιστῷ βαλόντα ἀνελέσθαι· κράτιστοι γὰρ πάντων, ὧν ἡμεῖς ἴσμεν, λαγωῶν οἱ ἐν τῇ Ἀτταλίᾳ θεῖν | |
5 | εἰσι, καὶ οἱ κράτιστοι τῆς Εὐρώπης 〈κύνες οὐχ〉 αἱροῖεν. ἐπῆν δέ μοι ταῦτα ἐπιλεγομένῳ φαρέτρη καὶ ὀϊστοὶ τετταράκοντα. ὡς δὲ ἐπιβάλλων τῷ τόξῳ τὸν ὀϊστὸν οὐκ ἐτύγχανον, δεύ‐ τερον ἐπὶ τοῦτον ἐτόξευον. ὡς δὲ καὶ οὕτω λαγὼς μὲν ἐκά‐ θευδε, καὶ δεινὸν ἐποιούμην, εἰ οὐκ ἐπιτυγχάνοιμι, ἐνταῦθα δὲ | |
10 | πάντας τοὺς ὀϊστοὺς ἐξετόξευον. ἐπεὶ δὲ τὰ βέλη πάντα ἠφίετο καὶ λοιπὸν ἦν βέλος ἐμοὶ οὐδέν, αὐτίκα ἐπεγειρόμενος ἀφ’ ὕπνου ὁ λαγὼς ᾤχετο φεύγων, ὡς ᾔσθετο τοῦ θορύβου, καὶ οἱ κύνες μὲν ἐς βραχὺ ἐπεδίωξαν, οὐ μέντοι εἷλον. τότε δὴ ἐπέγνων, ὡς τὰ βέλη μοι κενὰ ἐγεγόνει, ὅτι εἱμαρμένον ἔτι ἦν τῷ λαγῷ | |
15 | ἐκείνῳ ἐπιζῆσαι. καὶ τὸ ἐντεῦθεν ἐπιλεξάμενος ψῆφον ἐμαυτῷ, ὦ βασιλεῦ, ἐθέμην μήτε ξίφος, μήτ’ αὖ δόρυ, μήτε ὀϊστὸν δεδιέ‐ ναι, ὡς ἢν ἐμοὶ πεπρωμένον εἴη ἐπιζῆσαι, οὐδ’ ἂν τὸ δόρυ ἀφέλοιτο τὴν ζωήν. διὰ τοῦτο δὴ ἤϊα θαρρῶν, ὦ βασιλεῦ, ἐπὶ τὸν Παίονα, ἐπιστάμενος, ὡς εἰ πεπρωμένον μοι εἴη ἐπιβιῶναι, | |
20 | οὐδέν μοι χαλεπὸν ἔσοιτο ὑπὸ τοῦ Παίονος.» ἀκούσαντα δὲ τὸν βασιλέα, καὶ ἀγασθέντα τὸν νεανίαν τοῦ λογισμοῦ, ἐσθῆτι μὲν αὐτίκα τότε ἐδωρήσατο σηρικῇ χρυσοπάστῳ, μετὰ δὲ ταῦτα ἐπιστῆσαι ἄρχοντα τῆς πατρῴας αὐτοῦ χώρας· ἐπιτελευτῆσαι γὰρ | |
ἤδη ὁ πατὴρ αὐτοῦ, καὶ τὴν χώραν ἄλλος ἐπετρόπευεν ὑπὸ | 129 in vol. 2.1 | |
2.130 | βασιλέως ταχθείς. δαιμονίως δὲ τὸ γένος τοῦτο τίθεσθαι τῇ δόξῃ τῆς εἱμαρμένης, σχεδὸν καὶ οἱ ἄλλοι, ὅσοι πρὸς τὴν τοῦ Μεχμέ‐ τεω θρησκείαν εἰσὶ τετραμμένοι. Ταῦτα μὲν οὖν ἐς τὴν μονομαχίαν ἐγένετο· ἐπεὶ δὲ τοῦ | |
5 | βασιλέως ἱδρυμένου κατὰ χώραν τὰ στρατεύματα συνιόντα ἐμά‐ χετο, τὸ μὲν Ἀσιανὸν στράτευμα ἡσυχίαν ἦγε, δεδιότος τοῦ βασιλέως, μὴ πρῶτα συμβολὴν ποιησαμένου ἐς τροπὴν γένοιτο, καὶ κινδυνεύσῃ αὐτῷ τὰ στρατεύματα διαφθαρῆναι αὐτίκα, καὶ ὑπερδειλιάσαντα οἴχεσθαι, ἀλλὰ τὸ μὲν Ἀσιανὸν στράτευμα | |
10 | εἱστήκει, τὸ δὲ Εὐρώπης διελόμενος ἐς μοίρας, ὅσας δὴ ἑώρα τοὺς Παίονας παραταξαμένους ἐλαύνειν, καθίστατο ἐς τὴν μάχην. καὶ οὕτω δὴ συμβάλλοντα τὰ τῆς Εὐρώπης στρατεύματα ἐμάχετο. πολὺ δὲ παρ’ ἐλπίδα ἀγωνισάμενοι ἐμάχοντο ἀξίως λόγου. γενό‐ μενοι γὰρ κατ’ ὀλίγα ὡς οἱ Παίονες ἐπελαύνειν, ἔφευγον ἀνὰ | |
15 | κράτος, ὡς τοὺς Παιόνων ἵππους ἐπιδιώκοντας κάμνειν τε ἰσχυ‐ ρῶς καὶ ἀπαγορεύειν. καὶ ἐνταῦθα δή, ὡς οἱ Τοῦρκοι αὐτάρκως ἔχοιεν τῆς φυγῆς, διαστάντες τούς τε ἵππους ἐτόξευον καὶ ὄπι‐ σθεν ἐπιόντες κατέκαινον τοὺς Παίονας· ἅτε γὰρ οἱ πλείους καὶ ἐφ’ ἵππων πολὺ βελτιόνων φερόμενοι, καὶ τέχνῃ τὰ πολλὰ τὴν | |
20 | μάχην συνδιαχειρίζοντες, ἄμεινον ἐφέροντο τῶν Παιόνων. καὶ τὴν μὲν πρώτην ἡμέραν πολλοὶ μὲν Παιόνων ἔπιπτον ἐν τῇ μάχῃ, πολλοὶ δὲ Τούρκων ἀπόλλυντο ὑπὸ Παιόνων. καὶ ταύτην | |
μὲν τὴν ἡμέραν ὅλην ἐμαχέσαντο ἀμφότεροι καὶ ἰσοπαλεῖς | 130 in vol. 2.1 | |
2.131 | ἐγένοντο· ἐπεὶ δὲ ὀψὲ ἦν, διέστησάν τε ἀπ’ ἀλλήλων, καὶ ἐπὶ τῶν στρατοπέδων ἀναχωρήσαντες ἑκάτεροι ἀνεπαύοντο. Παίονες μὲν οὖν οἰόμενοι τοὺς Τούρκους νυκτὸς οἰχήσεσθαι ἀπιόντας καὶ οὐ μενοῦντας ἐν τῇ τάξει. καὶ ἱπποδρόμων μὲν | |
5 | οὐκ ὀλίγοι ἀπῄεσαν· ἐπεὶ δὲ τοὺς Τριβαλλοὺς εὕρισκον ἐν τοῖς στενοῖς ἐπιμένοντας, αὖθις ἐπανῄεσαν ἐπὶ τὸ στρατόπεδον. καὶ Παίονες μὲν οὖν οὕτω ἐνόμιζον τῇ ὑστεραίᾳ βραχεῖ τινι μορίῳ τοῦ στρατοῦ ἀντιτάξασθαι ὡς τῶν ἄλλων οἰχησομένων καὶ οὐ μενούντων, καὶ οὕτω δὴ περιγενομένους αἱρήσειν αὐτίκα τὰς | |
10 | βασιλέως θύρας· βασιλεὺς δὲ καὶ οἱ Τοῦρκοι ἀναθαρσήσαντες οὐκ ἐν ὁμοίῳ ἔτι δέει ἐγίγνοντο ἀμφὶ τοὺς Παίονας, θαρσα‐ λεώτεροι δ’ ὄντες παρεσκευάζοντο ὡς ἐς τὴν ὑστεραίαν μαχό‐ μενοι τρέψασθαι τοὺς Παίονας. Τὴν μὲν οὖν ἡμέραν ταύτην ἐς τοσοῦτον ἐγένετο· τῇ δὲ | |
15 | νυκτὶ ταύτῃ Παίονες βουλευόμενοι, ὅπως τῇ ὑστεραίᾳ τὴν μάχην ποιήσωνται, γνώμην ἀπεφαίνετο ἕκαστος, ὡς ἐδόκει αὐτῷ τὴν μάχην ποιεῖσθαι, καὶ λόγος ἐγίγνετο πολύς. ἐνταῦθα βουλευο‐ μένων αὐτῶν, Ταούτης ὁ Σαούζεω, υἱιδοῦς τοῦ Ἀμουράτεω, γένος ὢν τῶν Ὀτουμανίδων, παρελθὼν ἐς μέσον ἔλεξε τοιάδε. | |
20 | «Ἡμῖν μὲν ἱκανὰ συμβέβληται ἔστε τὴν Ἀσίαν καὶ ἐς τὴν Εὐρώπην, οὐδὲ δὴ ταῦτα προσέχοντας ἐς τὰ Ἀμουράτεω πρά‐ γματα τὴν μάχην ποιεῖσθαι, ἀνήνυτα ἐργαζομένους· οὐ γὰρ ἂν παρεχομένων σφᾶς κτείνειν τῶν ἀνδρῶν τούτων δυναίμεθα | |
οὕτω γε εὐπετῶς χειρώσασθαι. ἀλλ’ ἐμοὶ δοκεῖ ὁ μαχόμενος τῷ | 131 in vol. 2.1 | |
2.132 | πολεμίῳ, ἢν μὲν βάλῃ καιρίαν πληγήν, κατέβαλέ τε τὸν πολέ‐ μιον καὶ ἔχει καλῶς χρῆσθαι τῷ στρατεύματι. ποῦ δ’ ἂν βάλοι καιριωτέραν ἢ ἐν τῇ κεφαλῇ; τό τε γὰρ σῶμα ἄγειν πᾶν, καὶ ἐν τούτῳ ἡ πόλις. ἢν δὲ μὴ καιρίαν βάλῃ, ἐπίπονα ἔσται καὶ | |
5 | χαλεπὰ κατεργασθῆναι τὰ τῶν πολεμίων. καὶ νῦν δὲ οὕτω δοκεῖ. ὁρᾶτε γάρ, ὡς αἱ θύραι τοῦ βασιλέως ἑστήκεισαν οὐδαμῇ ὡρ‐ μημέναι ἐπὶ τὴν μάχην, οὐδὲ ἀνακινδυνεύειν ἐθέλουσιν, ὡς τὸ πᾶν φέρουσαι τὰ τοῦ βασιλέως ὑγιῆ τε εἶναι, καὶ ἐς ἀνάγκην ἐπειδὰν περιστῇ, μάχεσθαι. φέρε οὖν, ταύτην κινήσωμεν τὴν | |
10 | βασιλέως σύνταξιν, καὶ οἰχομένης ταύτης ἡμῖν οὐδεὶς τῶν ἄλλων μένειν ἐθέλῃ. δοκεῖ οὖν ἐμοὶ κινῆσαι τὸ στρατόπεδον ἡμῖν ἅπαν, καὶ ταῖς ἁμάξαις, ἐφ’ αἷς οἱ τηλεβόλοι καὶ τηλεβολίσκοι ἡμῖν τυγχάνουσιν ὄντες, ὑπὸ ταύτην τὴν νύκτα ἰέναι ὁμόσε ἐπὶ τὰς θύρας αὐτίκα, καὶ μὴ διαμέλλειν. καὶ ἢν ἐπίωμεν τηλεβόλοις | |
15 | τε καὶ τοῖς ἄλλοις βέλεσι βάλλοντες τὰς βασιλέως θύρας καὶ δεδιττόμενοι, οἴομαι μὴ ἐπιμένειν ἕως ἡμέρας, ἀλλ’ ὡς ἔχει ἡ νύξ, οὕτως αὐτοὺς ἰόντας ἀπαλλάττεσθαι ἀσμένως. καὶ τούτων ἀπωσάμενοι τὰ πράγματα ἔχοιμεν τὰ ἐκείνων.» Ταῦτα λέγων ὁ Ταούτης ἔπειθέ τε, καὶ ἐποίουν οὕτω. καὶ | |
20 | αὐτίκα σὺν ταῖς ἁμάξαις ἐπῄεσαν ἐς τὸ βασιλέως στρατόπεδον, περὶ πρώτην φυλακὴν τῆς νυκτός. ὡς δὲ ἀγχοῦ ἐγένοντο τῶν βασιλέως | |
θυρῶν, ἐνταῦθα ἐδεδίττοντο τηλεβόλοις τε καὶ τηλεβολίσκοις τοὺς | 132 in vol. 2.1 | |
2.133 | νεήλυδας, καὶ ἔβαλλον τὸ τοῦ βασιλέως στρατόπεδον· καὶ ἐμάχοντο μεγάλως πρὸς τὸ μέρος, ἠώς τε διέφαινεν. οἵτε γὰρ νεήλυδες τούς τε τηλεβόλους παρασκευασάμενοι καὶ τηλεβολίσκους ὑφίεσαν ἐπὶ τοὺς Παίονας. καὶ ἔπιπτον ἀμφοτέρων οὐκ ὀλίγοι τῇ νυκτὶ ταύτῃ, | |
5 | ὑπὸ τηλεβόλων τὰ πλείω φθειρόμενοι. ἐπεὶ δὲ ἡμέρα ἀγχοῦ ἐγένετο καὶ ἑώρων τὸ βασιλέως στρατόπεδον ἱδρυμένον κατὰ χώραν ἀγω‐ νίζεσθαι ἀξίως λόγου, ἐδόκει ἀναζεύξαντας ἀπελαύνειν ἐς τὸν χῶρον ἐκεῖνον, ἐν ᾧ ἐστρατοπεδεύοντο, καὶ μὴ ἀναμένειν συλλε‐ γομένους κυκλοῦσθαι σφᾶς ἐγγὺς τῶν θυρῶν γενομένους. ὡς δὲ | |
10 | ἐδόκει, καὶ ἐποίουν ταῦτα. ἀνεχώρουν ἐς τὴν χώραν αὐτῶν, καθ’ ἣν ἵδρυντο πρότερον. Ἐπεὶ δὲ ἡμέρα ἐγένετο, παρετάσσετο δεύτερα ἐς τὴν μάχην, πειρασόμενος, ᾗ ἂν ἀποβαίη αὐτῷ τὰ πράγματα. καθιστὰς δὲ ἐν μάχῃ, ἐμβαλὼν ἐς τὸ τῆς Ἀσίας στράτευμα συμβολὴν ἐποι‐ | |
15 | εῖτο. ἐνταῦθα ὡς συνέβαλε, πέμπει ὁ τῆς Εὐρώπης στρατηγὸς Τουραχάνην τὸν Θετταλίας ὕπαρχον σὺν τῷ αὐτοῦ στρατεύματι κατὰ νώτου γενόμενον τοῖς Παίοσι συμβαλεῖν ὡς δύναιτο ἰσχυ‐ ρότατα. ἐνταῦθα Τουραχάνης κατὰ νώτου γενόμενος τοῖς Παίοσι πολλοὺς αὐτῶν κατέβαλεν ἐν τῇ μάχῃ ταύτῃ. οἱ μὲν γὰρ ἐδί‐ | |
20 | ωκον τοὺς Ἀσιανούς, καὶ ὡς ἐπικέοιντο διώκοντες, οἱ μὲν ἔφευ‐ γον ἀνὰ κράτος. πλὴν δὴ τῶν ὑπάρχων θεράποντες Εὐρώπειοι ὄντες, καὶ διαστάντες ὡς φεύγοιεν, ἐμάχοντο, οἷα τοῖς Τούρκοις νομίζεται πρὸς τοὺς Παίονας. πρὸς δὲ τοὺς ἀπὸ τῆς Εὐρώπης | |
κατὰ νώτου σφίσιν ἐπικειμένους συστραφέντες συστάδην ἐμάχοντο, | 133 in vol. 2.1 | |
2.134 | ἄλλοτε ἄλλῃ τοῦ πεδίου, ὡς περιτύχοιεν ἑκάτεροι ἀλλήλοις ἐπι‐ κείμενοι. Δᾶκες δὲ ὡς ἑώρων τοὺς Τούρκους πολὺ παρ’ ἐλπίδα ἀγω‐ νιζομένους, καὶ σφίσι τὰ χαλεπώτατα ἐπηρτῆσθαι, ἀπαλλαγὴν | |
5 | δὲ μόλις ἔσεσθαι τοῦ κακοῦ, καὶ ἢν σῶες ἀφίκοιντο, ἐπὶ ὅρκου μηδεμίαν εἶναι μηχανὴν μὴ οὐ δίδοσθαι αὐτοὺς δίκας τῷ βα‐ σιλεῖ, ὧν εἰργάσαντο αὐτῷ πολεμοῦντες καὶ ὅτι τοῖς Παίοσι συ‐ νεμάχουν, ἐδόκει αὐτοῖς ἐν τῷ μεγάλῳ τούτῳ θορύβῳ ἄγγελον πέμψαντας παρὰ βασιλέα Ἀμουράτην διαλλάττεσθαι, καὶ τὰ | |
10 | ὅπλα παραδιδόντας ξένους τε καὶ φίλους εἶναι τῷ βασιλεῖ. ὡς δὲ ἐδόκει, καὶ ἐποίουν ταῦτα. ὁ δὲ ἄγγελος ἀφικόμενος ἐπὶ τὰς θύρας ἔλεγε τοιάδε. «Ὦ βασιλεῦ, ἐμὲ Δᾶκες ἔπεμψαν ἐς ὄψιν ἀφικέσθαι τὴν σὴν καὶ σπονδὰς αἰτεῖσθαι αὐτοῖς συγγνώμην παραιτουμένοις, ἐφ’ οἷς | |
15 | πεπλημμελημένα ἐστὶν ἐς τὴν σὴν ἀρχὴν καὶ ἐς τὰ σὰ πράγματα. καὶ διαμαρτύρονται σφᾶς ἀφ’ ἑαυτῶν μηδὲν νεώτερον βουλεῦσαι περὶ τὰ σὰ πράγματα, ἂν μὴ οἱ Παίονες ἀνάγκην ἐπιθέντες, κελεύ‐ οντες σφίσιν ἅπτεσθαι, προσβιάζοιντο ἡμᾶς. νῦν οὖν δέονταί σε πεί‐ θεσθαι καὶ αὐτοῖς σπονδὰς ποιεῖσθαι, καὶ αὐτόν σοι τὸν πόλεμον | |
20 | παραστήσασθαι τοῦ λοιποῦ, ὥστε σοι ἐπιτήδειον εἶναι.» Ταῦτα εἰπόντος τοῦ ἀγγέλου, Χαλίλης ὁ πρύτανις τοῦ οἴκου τοῦ βασιλέως ὑπολαβὼν ἔλεγε τοιάδε. «ἀλλ’ ὑμεῖς, ὦ ἄνδρες Δᾶκες, ἐπίστασθέ που ὡς βασιλεὺς ἐπιτήδειός τε ἦν δυνάμει καὶ | |
πρόξενος ἐξ ἀρχῆς· καὶ νῦν ἐπεὶ ἐν δέοντι παραγίγνεσθε, σπονδάς | 134 in vol. 2.1 | |
2.135 | τε ποιεῖτε ὑμεῖς ἄνευ τε δόλου καὶ ἀπάτης, φίλοι τε εἶναι ὑμεῖς τοῦ λοιποῦ. καὶ ἤν τι, ὧν ὑμεῖς λέγετε, ἐξειργασμένον τῷ βασιλεῖ χάριν θείητε, ἴστε ὡς οὐχ ὑπερβαλούμενοι αὐτὸν εὐεργετοῦντες. τὰ μέντοι ὅπλα ἴτε δεῦρο ὅτι τάχιστα παραδώσοντες.» | |
5 | Ταῦτα Χαλίλης ὁ Πραΐμεω φάμενος γνώμῃ τοῦ βασιλέως λέγειν ἀπέπεμψε. καὶ οἱ Δᾶκες, ὡς ἐπανῆκεν αὐτοῖς ὁ ἄγγελος λέγων, ἃ ἐνετέλλετο αὐτῷ Χαλίλης ὁ Πραΐμεω γνώμῃ τοῦ βασι‐ λέως, αὐτίκα διέστησάν τε ἀπὸ Παιόνων χωρὶς γενόμενοι, καὶ προϊόντες ἀφίκοντο ἀγχοῦ τῶν θυρῶν τοῦ βασιλέως, καὶ ταύτῃ | |
10 | ἑστηκότες ἐνόμιζον αὐτῷ τοιάνδε χάριν καταθέσθαι τῷ βασιλεῖ, ὑπουργοῦντες αὐτῷ ἐς τὴν παροῦσαν ἀνάγκην, 〈ὥστε〉 οἴσεσθαι δῶρά τε καὶ ἐσθῆτας πρὸς τοῦ βασιλέως. βασιλεὺς δέ, ὡς παρ’ αὐτῷ εἱστήκεισαν, νομίσας μή τινι δόλῳ ταῦτα [συνθέμενοι] προϊ‐ σχόμενοι αὐτῷ κακόν τι διανοοῖντο ἐργάζεσθαι, συνθέμενοι τοῖς | |
15 | Παίοσι, μεταπέμπεται τὸν τῆς Εὐρώπης στρατηγὸν ἔχοντα ἀμφὶ τοὺς δισμυρίους· καὶ ὡς παρῆν αὐτῷ, ᾗ ἐνετέλλετο, ἐκέλευε περι‐ στάντας τοὺς Δᾶκας κατακαίνειν ἅπαντας, μηδενὸς φειδόμενον. καὶ οὕτω πρὸς ἀλκὴν ἐτράποντο τὰ ὅπλα ἔχοντες· οὐ γὰρ ἠξίου ὁ βασιλεὺς παραδόντας τὰ ὅπλα κατακαίνειν, ἀλλὰ ταῦτα ἔχοντας | |
20 | δίκην διδόναι, ὧν ἐποίουν αὐτόν. καὶ οὕτω μὲν δὴ ταύτῃ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο. Παίονες μὲν δὴ πρῶτα τοὺς Δᾶκας διισταμένους ἰδόντες | |
ἐθαύμαζον, ὅ τι βούλοιντο· ὡς δὲ ἔγνωσαν διαλλαττομένους τῷ | 135 in vol. 2.1 | |
2.136 | βασιλεῖ, ἐχαλέπαινόν τε αὐτοῖς καὶ ἤχθοντο καταπροδεδωκόσι τοὺς φίλους, ἐπεὶ δ’ ὀλίγον ὕστερον κατεῖδον αὐτοὺς ξύμπαντας πρὸς τοῦ βασιλέως οὐδενὶ λόγῳ ἀπολλυμένους, ἐν θαύματι εἴ‐ χοντο, τήν τε γνώμην ἐννοοῦντες τοῦ βασιλέως, ὡς οὐδέν τι | |
5 | συμμάχων τοιούτων ἐδεῖτο, μέγα τε ἐποιοῦντο ἀπαλλάττεσθαι τὴν ταχίστην. Ἰωάννης μὲν οὖν, ὡς ἀπὸ τῆς μάχης ἐγένετο ἐπὶ τῶν ἁμαξῶν, διελέγετο τοῖς ἡγεμόσιν, ὡς αὐτὸς μὲν σὺν τοῖς ἀμφ’ αὑτὸν ἴοι ἀπὸ τοῦ λόχου, ᾗ ἑστήκει αὐτὸς βασιλεύς, ὡς ἐς τὰς θύρας ἐμβαλῶν, αὐτοὺς δέ, ἐπειδὰν ἄγγελον πέμψας | |
10 | διασημήνῃ, ἐλαύνειν ὁμοῦ πάντας ὁμόσε ἐπὶ τὰς θύρας. καὶ ταῦτα λέγων (ἦν δὲ ἀμφὶ τὴν ἐσχάτην φυλακὴν) ἐπιλεξάμενος τούς τε ἄμεινον ἐς τὸν πόλεμον παρεσκευασμένους καὶ οὓς ὡς ἐπιτηδείως ἔχοντας ἠπίστατο, τοῖς δὲ ἐν ταῖς ἁμάξαις παραγγεί‐ λας, ἐπειδὰν σημήνῃ, κατὰ ταῦτα προϊέναι ἐπὶ τὰς θύρας, αὐτός | |
15 | τε μὲν ἴετο συντεταγμένῳ τῷ στρατεύματι τὰ ἔμπαλιν γενόμενος ἐπὶ τὸν Ἴστρον καὶ ἐλαύνων. ὡς δὲ ἡμέρα τάχιστα ἐγεγόνει, οὗτος μὲν οὐκέτι ἑωρᾶτο οὔτε πρὸς τῶν ἐναπολειφθέντων ἐν ταῖς ἁμάξαις Παιόνων οὔτε πρὸς τοῦ βασιλέως. ὡς δὲ οἱ ἀμφὶ βα‐ σιλέα ὁρῶντες τὸ στρατόπεδον τῶν Παιόνων κενόν τε εἶναι καὶ | |
20 | ὀλίγους ἐντὸς τῶν ἁμαξῶν ἐναπολειφθῆναι, ἐν θαύματι μὲν ἐποιοῦντο, ἀγγέλλει δέ τις αὐτῷ δρόμῳ ἀφικόμενος ὡς Παίονες πεφευγότες εἶεν ἐπὶ τὸν Ἴστρον ἀμφὶ τὴν ἐσχάτην φυλακήν. ἐνταῦθα οἱ νεήλυδες ἀναλαβόντες τὰ ὅπλα δρόμῳ ἔθεον ἐπὶ | |
τοὺς ἐν ταῖς ἁμάξαις Παίονας. οὗτοι μὲν οὖν ὡς ᾔσθοντο ὑπὸ | 136 in vol. 2.1 | |
2.137 | τῶν σφετέρων προδεδομένοι, ἐμάχοντο πρὸς τοὺς νεήλυδας ἀξίως λόγου. μετ’ οὐ πολὺ δ’ οἱ νεήλυδες ἀνέβησαν ἐπὶ τὰς ἁμάξας, ὑπερέβησαν δὲ τοὺς Παίονας πάντας ὁμοῦ κατακαίνοντες. οὗτοι ἕωθεν δὲ μαχόμενοι περὶ πλήθουσαν ἀγορὰν ἄνδρες γενόμενοι | |
5 | ἀγαθοὶ ἐτελεύτησαν. βασιλεὺς δὲ ὥρμητο μὲν διώκειν τοὺς Παίονας, προσφερόντων αὐτῷ λόγους τῶν στρατηγῶν· οὐ μέντοι προσίετο τοὺς λόγους, ἀναμιμνησκόμενος, οἷα ἐπεπόνθει πρὸς τοῦ Χωνιάτου Χασίμης ὁ Μαζάμεω ἐν τῇ διώξει, ἠγάπα τε τῇ παρούσῃ τύχῃ αὐτῷ ἐς τὸ βέλτιον καταστῆσαι. ἀπέθανον δὲ | |
10 | ἐν τῇ μάχῃ ταύτῃ, ὡς ἐπυθόμην (ἠριθμήθη γὰρ ὕστερον ἀμφο‐ τέρων ὑπὸ τοῦ Τριβαλλῶν ἡγεμόνος), Παιόνων μὲν καὶ Δακῶν συναμφοτέρων ἑπτακισχίλιοι καὶ μύριοι, Τούρκων δὲ ἐς τοὺς τετρακισχιλίους. τὴν γὰρ διάγνωσιν ῥᾳδίως ποιοῦνται καὶ τὰ αἰτήματα αὐτῶν ἀπό τε τῶν αἰδοίων περιτεμνομένων τῶν Τούρ‐ | |
15 | κων, καὶ τὸ μὲν τοὺς Παίονας κομᾶν ἐπιεικῶς πάνυ, οἱ δὲ Τοῦρκοι ξυρῶνται τὰς κεφαλὰς σὺν τρίχαις τισὶ τῶν ἐν τοῖς κροτάφοις. βασιλεὺς δὲ ὡς ἀπὸ τῆς μάχης ἐγένετο, τά τε σώ‐ ματα ἀνελομένους ἐκέλευε θάπτειν τοὺς Τούρκους ἐς τὸν πο‐ ταμὸν τὸν Μοράβαν καλούμενον παρὰ τὸ χεῖλος, καὶ αὐτὸς | |
20 | συσκευασάμενος ἀπήλαυνεν ἐπ’ οἴκου. Ὁ δὲ Ἰωάννης ὡς φεύγων ἀπεχώρει ἐπὶ τὸν Ἴστρον, καὶ ἑσπέρα ἦν ἀφικομένῳ ἐπὶ τὸ Σβετζάνιον τοῦ βασιλέως πόλιν, | |
διηπόρει, ὡς ἀσφαλέστερον κομιζόμενος πρός τε τῶν Μυσῶν μὴ | 137 in vol. 2.1 | |
2.138 | κατάδηλος γένοιτο, καὶ κινδυνεύσῃ πρὸς τοῦ Τριβαλλῶν ἡγεμό‐ νος ἁλῶναι· εἶδε γὰρ τὸν Γεώργιον, ὡς περιποιήσαιτο ἑλεῖν αὐτὸν πολέμιον ὄντα καὶ διάφορον ἐς τὰ μάλιστα ἐπεὶ δὲ δι‐ ασκοπούμενος ἐλογίζετο, ἐδόκει αὐτῷ χωρισθέντα τοῦ στρατοῦ | |
5 | ἐλαύνειν σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εὐθὺ ἐπὶ Μπελογράδην. ὡς δὲ ἐδόκει αὐτῷ, περὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἐπιλεξάμενος τοὺς ἰδίους αὐτῷ ἐπορεύετο ἄλλην ὁδόν. πορευομένῳ δὲ αὖθις ἐδόκει οἱ καὶ ταύτῃ ἔτι μᾶλλον κατάδηλος ἔσεσθαι. πρὶν δὴ ἡμέραν γενέσθαι, νόῳ λαβών, ὡς μόνος αὐτῶν ἄμεινον σώζοιτο | |
10 | ἐς τὸν Ἴστρον, χωρὶς γενόμενος παρ’ ἑαυτῷ ἰδίᾳ ἐπορεύετο αὐτὸς πορείαν. ὡς δὲ ἡμέρα ἐγένετο, καταβαίνει τε ἀπὸ τοῦ ἵππου, καὶ πεζῇ πορευόμενος ἀφικνεῖται ἐπὶ λόφον τινά, καὶ θεασά‐ μενος Τοῦρκον ταύτῃ που ἐξελαύνοντα καταφεύγει ἐπὶ τὸ ἕλος ὕδατος πλῆρες καὶ ἐπὶ πολὺ διῆκον. ἐπεὶ δὲ προῆλθεν, ἀφι‐ | |
15 | κνεῖται πρὸς τὴν τοῦ Γεωργίου χώραν, καὶ περιτυχὼν Τριβαλλοῖς ἐζήτει γενέσθαι οἱ τῆς ὁδοῦ ὁδηγούς, καὶ μισθὸν αὐτοῖς τῆς ὁδοῦ παρέχεσθαι. οἱ δέ, ὡς ὑπέσχοντο ἐξηγεῖσθαι αὐτῷ τὴν ὁδόν, ἐπεβούλευον ἀνελεῖν. ἐνταῦθα, ὡς ἐδόκει αὐτοῖς, συλλαμ‐ βάνουσι τε αὐτὸν ὡς ἀποκτενοῦντες. ὁ δὲ ὡς ᾔσθετο, σπασά‐ | |
20 | μενος τὸ ξίφος τοῦ Τριβαλλοῦ, ὥς οἱ ἐν καιρῷ ἦν, παίει μὲν τὸν ἕνα κατὰ τὸν ὦμον καὶ καταβάλλει· ὁ δὲ ἕτερος φεύγων ᾤχετο. ἐν δὲ τούτῳ πυνθανόμενος ὁ Τριβαλλῶν ἡγεμών, ὡς ὁ Χωνιάτης ἡττηθεὶς πρὸς τοῦ βασιλέως ἀπελαύνει, ἔπεμπε κή‐ | |
ρυκα περιαγγέλλοντα τοῖς ἑαυτοῦ, ὡς μηδενὶ Παιόνων ἐπιτρέ‐ | 138 in vol. 2.1 | |
2.139 | πειν διαβαίνειν τὴν χώραν, πρὶν δὴ πυνθάνοιντο [καὶ ἐς ὄψιν ἄγειν αὐτόν], ὅστις τε εἴη καὶ ποῖ πορεύοιτο, καὶ τοὺς μὲν ἄλλους ἐᾶν διιέναι, τὸν δὲ Χωνιάτην συλλαβόντας ἄγειν παρ’ ἑαυτόν. οὗτος μὲν ταῦτα περιήγγελλεν, οἱ δὲ ἄρχοντες τοῖς ἐν | |
5 | τῇ χώρᾳ προαγορεύοντες, ὅντινα ἂν λάβοιεν τῶν Παιόνων, ἄγειν παρ’ ἑαυτοὺς ἐπιδεικνύντας, καὶ ὅστις ἄλλῃ ποι ἰὼν ἁλώσοιτο, ὡς κακίστῳ θανάτῳ ἀπολούμενος. ἐνταῦθα ὁ Χωνιάτης, ὡς ὑπὸ λιμοῦ ἀπαγορεύων διηπόρει, ὅποι τραπόμενος γένοιτο, ἀφικνεῖται ἐπί τινα χώραν τῶν Τριβαλλῶν. καὶ ἐνταῦθα ὡς ἑωράκει Τρι‐ | |
10 | βαλλοὺς τὴν γῆν ἐργαζομένους, ἤϊεν ἐπὶ τούτους δεησόμενος ἐπιδοθῆναί οἱ ἄρτον. ὡς δὲ εἶδον ἄνδρα Παίονα ἐπιστάντα σφίσι ζητεῖν ἄρτον, ἔφασαν «ἀλλ’ ὦ ξένε, ἄρτος μέντοι ὅδε σοι ἕτοι‐ μος, χρεὼν δέ ἐστιν ἐπὶ τὸν τῆς πόλεως ἄρχοντα ἄγοντας δὴ ἡμᾶς ἐπιδεικνύναι, καὶ ἐπειδὰν θεάσηται, ἀποπέμψει δὴ πάλιν | |
15 | οὗτος ἐπὶ τὴν σαυτοῦ χώραν. οὐ γὰρ κακόν τι πρὸς αὐτοῦ πείσῃ ἂν οὐδ’ ὁτιοῦν, ἀλλὰ Ἰωάννου τοῦ Χωνιάτου ζήτησις, οἶμαι, γίγνεται· τοὺς δ’ ἄλλους τῶν Παιόνων, ὅσοι διεξελαύνουσιν ἐντεῦθεν, ἐν οὐδενὶ λόγῳ ποιοῦνται.» ταῦτα λέγοντες ὡς οὐ μεθίεντο αὐτοῦ, ἀλλ’ ἰσχυρῶς τε ἥπτοντο, ἀναγκάζεται τῷ πρεσβυ‐ | |
20 | τέρῳ μηνῦσαί τε ἑαυτόν, ὡς εἴη ὁ Χωνιάτης. καὶ ἐπηγγέλλετο μεγάλα δοῦναι αὐτῷ ξένιά τε καὶ χρήματα καὶ χώραν, εἰ | |
ἐπὶ Μπελογράδην ἀγάγοι σῶον, ὑπὸ μηδενὸς τῶν Τριβαλλῶν | 139 in vol. 2.1 | |
2.140 | ὀφθέντα. ὁ μὲν οὖν πρεσβύτερος ἔγνω τε αὐτόν, καὶ ὑπεδέξατο ἀσινῆ ἐς τὴν χώραν ἀπάξειν, τοῖς τε ἀδελφοῖς αὐτοῦ ἐξειπών, ὅστις εἴη, προηγόρευε μηδαμῇ ἰόντας ὁμολογῆσαι τὸν ἄνδρα. ἑσπέρας δὲ γενομένης ἀπήγαγον ἐς τὸ οἴκημα, ἐν ᾧ ἄχυρά τε | |
5 | ἦν σφίσι καὶ ὑποζύγια, καὶ ἐνέμενον τῇ ὑστεραίᾳ συσκευασά‐ μενοι ἀπάγειν ἐπὶ Μπελογράδην. τῇ δὲ ἡμέρᾳ ταύτῃ ἐν διαφορᾷ γενομένων τῶν ἀδελφῶν ἐξαγορεύει τις τούτων τῷ τῆς πόλεως ἄρχοντι, καὶ λαβὼν τοὺς θεράποντας ἄγει ἐπὶ τὸ οἴκημα, ἐν ᾧ ἦν ὁ Χωνιάτης ἐν τοῖς τῶν ἀχύρων οἰκήμασι. καὶ λαβόντες | |
10 | ἀπήγαγον παρὰ τὸν τῆς πόλεως ἄρχοντα. ὁ δὲ ἔπεμπε δέσμιον ἀγόμενον παρὰ τὸν ἡγεμόνα, καὶ ἤγγειλεν, ὡς ἑάλω ἐν χόρτῳ κεκρυμμένος. ὁ μὲν οὖν ἡγεμών, ὡς ἤχθη παρ’ ἑαυτὸν ὁ Ἰωάν‐ νης, εἰς φυλακὴν ποιησάμενος αὐτὸν εἶχεν ἐπί τινα χρόνον ἐν τῇ ἀκροπόλει. ὁ δὲ πείθει τόν τε ἄρχοντα τῆς ἀκροπόλεως καὶ | |
15 | τὴν φρουρὰν ἐπιθέσθαι ἅμα αὐτῷ τῷ ἡγεμόνι καὶ καταλαβεῖν τὴν πόλιν. ἐξενεγκόντος δέ τινος τῶν συνειδότων τὴν ἐπιβουλήν, καταφανῆ ἐγένετο τὰ τῶν ἐν τῇ φρουρᾷ, καὶ οἱ μὲν ἀπώλοντο, Ἰωάννης δὲ ἐπιγαμίαν αὐτῷ ποιησάμενος, καὶ ἁρμοσάμενος τὸν παῖδα αὐτοῦ, ἀπέπεμψεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ ἐς Μπούδην. | |
20 | Καὶ περὶ μὲν τὴν τῶν Παιόνων ἐκστρατείαν ἡγουμένου τοῦ Χωνιάτου τοσαῦτα ἐγένετο καὶ ἐν τέλει τούτῳ ἔσχετο· Ἀμου‐ ράτης δὲ ὡς ἐπανήκει ἐς τὰ βασίλεια, οὐ πολλῷ ὕστερον ὥρ‐ μητο μὲν ἐπὶ Βυζάντιον στρατεύεσθαι, τελευτήσαντος δὲ τοῦ Ἑλλήνων βασιλέως Ἰωάννου, καὶ ἐπὶ Κωνσταντῖνον τὸν ἀδελφὸν | |
25 | αὐτοῦ ὡς ἐχώρησεν ἡ βασιλεία. ἐπεί τε γὰρ ἐτελεύτησεν, ὥρ‐ | |
μητο μὲν ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐπὶ τὴν βασιλείαν, διε‐ | 140 in vol. 2.1 | |
2.141 | κωλύθη δὲ ὑπὸ τῶν ἐν τῇ πόλει καὶ τῆς μητρὸς καὶ μεσιτῶν καὶ τοῦ δήμου καὶ τῶν μεσαζόντων, Καντακουζηνοῦ τε καὶ Νοταρᾶ, δεδιότων μὴ ἀφικομένου ἐπὶ τὴν βασιλείαν τούτου ἐπαγάγῃ ὁ Κωνσταντῖνος στρατὸν ἐπήλυδα, καὶ σφίσιν ἀπόλοιτο | |
5 | ἡ ἀρχή τε καὶ τὰ πράγματα. ἀνέμενον δὴ διὰ ταῦτα ἐλθεῖν τὸν Κωνσταντῖνον, καὶ οὐκ ἐπέτρεπον τῷ Δημητρίῳ παριέναι ἐς τὴν βασιλείαν. ἔτυχε δὲ τότε προπαραγενόμενος ἐς Βυζάντιον καὶ Θωμᾶς ὁ νεώτερος ἀδελφός, περιόντα ἔτι οἰόμενος καταλήψεσθαι τὸν βασιλέα, καὶ χρηματίσων περὶ ἐνίων, ὧν προσεδεῖτο τοῦ βασι‐ | |
10 | λέως. οὗτος μὲν οὖν ἐτελεύτα, καὶ οὐκέτι ζῶντα κατέλαβεν, εὗρε δὲ τὰ πράγματα καταστάντα ἐς διαφορὰν Δημητρίῳ τῷ ἀδελφῷ περὶ τῆς βασιλείας. ἀφικομένου δὲ αὐτοῦ ἐς Βυζάντιον οὐ πολλῷ ὕστερον τοῦ Κωνσταντίνου, διείλοντο σφίσι τὴν Πελοπόννησον, καὶ ὅρκια ἐπὶ τῇ νομῇ ταύτῃ πρὸς ἀλλήλους ἐτάμοντο, ἐμπε‐ | |
15 | δοῦντες τὴν διανομήν. ὁ μέντοι νεώτερος ἀδελφὸς πρότερος ἀφι‐ κόμενος νηῒ ἐπὶ Πελοπόννησον ἀφίστα τε τὰς ἐν Πελοποννήσῳ πόλεις πρὸς ἑαυτὸν παρὰ τοὺς ὅρκους, καὶ προσλαβόμενος τοὺς Πελοποννησίους τοὺς συναφεστῶτας ἐπολέμει πρὸς Δημήτριον τὸν ἀδελφόν. ὁ δὲ ἐπαγόμενος τοῦ βασιλέως στρατόν, ἐπιδια‐ | |
20 | πραξαμένου τοῦ τῆς γυναικὸς ἀδελφοῦ Ἀσάνεω, τόν τε ἀδελ‐ φὸν ἠνάγκασεν ἐς ὁμολογίαν αὐτῷ γενέσθαι, καὶ ἐπετράποντο διαιτητῇ σφῶν τῷ ἀδελφῷ Βυζαντίου βασιλεῖ, περί τε τῆς χώρας ὁμήρους δόντες ἀλλήλοις καὶ πιστά. | |
Ἐν ᾧ δὴ ταῦτα ἐγένετο, Ἀμουράτης ὁ Μεχμέτεω παῖς | 141 in vol. 2.1 | |
2.142 | τελευτᾷ ἐν συμποσίῳ, ὑπὸ οἴνου γενόμενος ἀπόπληκτος. ἐβασίλευε δὲ ἔτη δύο καὶ τριάκοντα. κατέλιπε δὲ βασιλέα Μεχμέτην τὸν παῖδα αὐτοῦ, καὶ παῖδα ἕτερον ἐκ τῆς γυναικὸς αὐτοῦ, τῆς Σπενδέρεω θυγατρός, ἀνὴρ ἐπιεικής τε γενόμενος καὶ τὴν | |
5 | τύχην οὐκ ἀδόκιμος. ἀμυνόμενος δὲ ἐπολέμει, οὐχ ὑπάρχων ἀδικίας, ἀλλ’ ἐς τὸν ὑπάρξαντα αὐτίκα ἐπιὼν ἐστρατεύετο, καὶ ὁπότε μή τις αὐτὸν προὐκαλεῖτο ἐπὶ πόλεμον, οὐ πάνυ τι προὐ‐ θυμεῖτο στρατεύεσθαι, οὐκ ἐς τοῦτο ὄκνου ἥκων, ἀλλ’ ἀμυνό‐ μενος μὲν ἐδικαίου καὶ χειμῶνος καὶ ἐς τὰ χαλεπώτατα προϊ‐ | |
10 | έναι καὶ μηδένα ὑπολογίζεσθαι μήτε πόνον μήτε αὖ κίνδυνον. Ἐπεὶ δὲ ἐτελεύτησε, κατέστη ἐς τὴν βασιλείαν Μεχμέτης. καὶ αὐτίκα μὲν ἐν τῇ Ἀμουράτεω τελευτῇ οἱ ἐν τῇ Ἀδριανοῦ πόλει νεήλυδες συνίσταντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθησόμενοι, καὶ ἐκτός τε τῆς πόλεως συναθροισθέντες ἐβουλεύοντο, ὅποι τῆς | |
15 | πόλεως ἐπιθοῖντο καὶ σφίσι χρήματα πορίσαιντο ἀπὸ τούτου. ἐνταῦθα δὴ Χαλίλης ὁ Πραΐμεω τῶν θυρῶν τοὺς λοιποὺς ἐξο‐ πλισάμενος, καὶ ἀπειλήσας, ἂν μὴ τὰ ὅπλα κατάθοιντο, μέγα τι κακὸν αὐτοῖς ἔσεσθαι ἀπὸ τούτου, ἐπειδὴ δὲ κατέθεντο τὰ ὅπλα, καὶ διέλυσε τὸν σύλλογον, ἐπ’ οὐδενὶ ἀγαθῷ φάμενος | |
20 | ταῦτα ποιεῖν τούτους. μετ’ οὐ πολὺ δὲ ἀφικόμενος ἀπὸ τῆς Ἀσίας Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν βασιλείαν καθίστη τε τὰ ἐν τῇ ἀρχῇ, ᾗ αὐτῷ ἐδόκει πρὸς τὰ παρόντα ξύμφορα ἔσε‐ σθαι, καὶ τοῖς τε Ἕλλησι σπονδὰς ἐποιεῖτο καὶ δέδωκε τὴν τῆς | |
Ἀσίας παράλιον. καὶ δὴ καὶ τῷ Τριβαλλῶν ἡγεμόνι εἰρήνην | 142 in vol. 2.1 | |
2.143 | ἐποιεῖτο, καὶ τὴν θυγατέρα αὐτοῦ, γυναῖκα τοῦ Ἀμουράτεω μητρυιὰν δὲ αὐτοῦ, αὐτίκα ἔπεμπε τῷ πατρὶ χαριζόμενος, καὶ χώραν ἐπεδίδου, ὅσην ἐκτήσατο. τὸν δὲ ἀδελφὸν αὐτοῦ ἐπὶ τὴν βασιλείαν παριὼν ἀνεῖλεν, ὕδατι ἐπιστομώσας αὐτοῦ τὴν ἐμ‐ | |
5 | πνοήν. ἀνεῖλε δὲ τοῦτον σαραπτάρης οἰνοχόος αὐτοῦ, ὄνομα δὲ ἦν τούτῳ ..., ὃς οὐ πολλῷ ὕστερον ἐτελεύτησε. τοῦτον μὲν οὖν τὸν ἀδελφὸν αὐτοῦ ταύτῃ διεχρήσατο· τὴν δὲ ἑτέραν τοῦ Ἀμου‐ ράτεω γυναῖκα, Σπενδέρεω θυγατέρα, ἡρμόσατο ἀνδρὶ μέγιστον δυναμένῳ ἐν ταῖς θύραις, τοὔνομα Ἰσάκῳ, ὃν στρατηγὸν ἀπέ‐ | |
10 | δειξε τῆς Ἀσίας καὶ ἐφιλοφρονεῖτο αὐτὸν ἐς τὰ μάλιστα. καὶ τοῖς τε ἀπὸ Πελοποννήσου πρέσβεσι σπονδὰς ἐποιήσατο. Τελευτήσαντος δὴ Ἀμουράτεω Καραμᾶνος ὁ Ἀλισούριος καὶ πρότερον μὲν αἰεὶ ταράσσων, ὅπως τὰ ἐν τῇ Ἀσίᾳ ἀφιστά‐ μενα συσταίη τε ἐπὶ τοὺς Ὀτουμανίδας καὶ αὐτὸς διὰ τοῦτο | |
15 | ἐπὶ μέγα χωρήσει δυνάμεως, ἐταράσσετο μεγάλως τὰ ἐν τῇ Ἀσίᾳ πράγματα· καὶ στρατὸν ἀγόμενος ἐπὶ τὴν βασιλέως χώραν ἐληΐζετο τὴν χώραν καὶ ὑποζύγια. Μεχμέτης δὲ ὡς ἐπύθετο Καραμᾶνον ληΐζεσθαι τὴν χώραν αὐτοῦ, οὐκ ἠνέσχετο καὶ εὐθὺς ἐστρατεύετο. καταλιπὼν δὲ Σαραζίην τῶν θυρῶν πρυτανέα, ἐπι‐ | |
20 | τήδειόν τε αὐτῷ ὄντα, καὶ ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυνεν ἐπὶ Καραμᾶνον καὶ ἐπὶ τὴν χώραν αὐτοῦ. ὁ δὲ ἐξέλιπε μὲν τὴν | |
χώραν ἐπὶ τὰ ἄκρα τῶν ὀρέων, ὡς καὶ πρότερον εἰώθει ἀπιέναι, | 143 in vol. 2.1 | |
2.144 | ἐπρεσβεύσατο δὲ συμβουλεύσαντος Χαλίλεω τοῦ Πραΐμεω, καὶ ἐς ὁμολογίαν ἀφικόμενος ὑπουργεῖν αὐτῷ, ὧν ἂν δέοιτο καὶ τὸ Κανδυλόρον ἀποδιδόναι ἔφη ἕτοιμος εἶναι. ὁ δὲ ἐπείθετο τε καὶ ἐποιεῖτο τὰς σπονδάς. | |
5 | Καὶ ὑποστρέφων, ὡς ἐν τῇ Καλλιουπόλει ἐγένετο, ἀριθμόν τε ἐζήτει τῶν νεηλύδων, ὅσοι ἀπῆσαν καὶ οὐ παρεγένοντο ἐς τὴν ἐξέλευσιν ταύτην, καὶ τὸν μὲν ἄρχοντα αὐτῶν Ἀγιάπασαν καλούμενον λυμηνάμενος μάστιξιν ἐξέβαλεν ἐκ τῆς τιμῆς, [τοὺς δὲ δεκαδάρχας καὶ εὐνούχους καὶ πεντηκοντάρχας, ὧν ἀπῆ‐ | |
10 | σαν οἱ νεήλυδες, πρῶτον μὲν μαστιγώσας ἐξέβαλεν ἐκ τῆς τιμῆς]. ταῦτα δὲ ἐποίει, ὅτι αὐτῷ οὐκ ἐδήλωσε στρατευομένῳ ἐπὶ τοὺς πολεμίους, ὅστις τε παρείη καὶ ὅστις τε ἀπὼν τυγχάνοι. ἱερακοφόρους μὲν τοῦ πατρὸς ἑπτακισχιλίους ἔπαυσεν αὐτοῦ τῆς τάξεως, καὶ προσετίθει ἐς τὸν στρατὸν παραγίγνεσθαι αὐτῷ ἐξε‐ | |
15 | λαύνοντι. καὶ τούς τε αὖ κυνῶν ἐπιστάτας καὶ τούτους ἐξήλασεν ἐκ τῆς τάξεως, φάμενος πλὴν ἑκατὸν τοιούτων καὶ ἱερακοφόρων πεντακοσίων μὴ προσδεῖσθαι αὐτὸν ἐπὶ πλέον, οὐδὲ ἐς τοῦτο ἀφροσύνης ἥκειν, ὥστε ἀργοὺς τούτους τρέφειν ἐπὶ ματαίῳ καὶ καινοπρεπεῖ πράγματι. | |
20 | Τῷ μὲν οὖν Πελοποννησίων ἡγεμόνι τῷ Δημητρίῳ συνεμάχει πρὸς τὸν ἀδελφὸν ἔτι διαφερόμενον, καὶ οὐκ ἐπέτρεπε τὴν χώ‐ | |
ραν τῷ ἀδελφῷ. καὶ τὸν Τουραχάνην ἔπεμπε συμμαχοῦντά τε | 144 in vol. 2.1 | |
2.145 | αὐτῷ καὶ τὸν Ἰσθμὸν τέλεον καθαιρήσοντα. Θωμᾶς μὲν οὖν ξυνέβη τῷ ἀδελφῷ, ἐφ’ ᾧ τοῦ λοιποῦ ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις, καὶ Καλαμάταν πόλιν παρεχόμενος ἀντὶ τῆς τῶν Σκορτῶν χώρας, ἣν τὸν ἀδελφὸν αὐτοῦ ἀφελόμενος εἶχε. | |
5 | Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο, καὶ Τζανισᾷ τῷ Καραϊσούφεω παιδὶ πρεσβείαν ἐς αὐτὸν πέμψαντι, καὶ αἰτουμένῳ, ὥστε μὴ τὴν περὶ Σεβάστειαν χώραν ληΐζεσθαι, βουτύρου τε χιλίας καμήλους, καὶ ...... ἐμέλησε μὲν πόλεμον αὐτῷ προειπόντα ἐλαύνειν. Τζανισᾶς δὲ οὗτος, ὡς καὶ πρότερόν μοι ἐδηλοῦτο, τελῶν ἐς | |
10 | τοὺς μέλανας Μαυροπροβατάντας οὕτω καλουμένους, τοὺς Κα‐ ραϊσούφεω παῖδας τήν τε Ταβρέζην ἀφελόμενος συνέλασέ τε αὐτοὺ ἐπὶ Σαμαχίην πόλιν. ὥρμητο δὲ ἀπὸ Παγδατίης τῆς Βα‐ βυλῶνος, καὶ ἐπολιόρκει, καὶ τὴν Ἀρμενίων χώραν ὑφ’ ἑαυτῷ ποιησάμενος, ἐς τὴν Ἐρτζιγγάνην τὰ τῶν Ἀρμενίων βασίλεια ἐπε‐ | |
15 | λαύνων παρεστήσατο, ἔχων στρατὸν ἀμφὶ τὰς ὀκτὼ μυριάδας ἱππέας. καὶ ἐπελαύνων οὗτος ἐς τὴν κατὰ τὴν Ἀσίαν χώραν τοῦ Μεχμέτεω ἐληΐζετο. οἱ μὲν οὖν περὶ Σεβάστειαν, ὥστε σφῶν τὴν χώραν μὴ φέρειν αὐτόν, βουτύρου τε ἱκανὰ φορτία ἐφέροντο καὶ ἀσινῆ τὴν χώραν ἐνέμοντο. ὑπὸ τούτου μὲν οὖν τὴν χώραν | |
20 | τοῦ Καραϊσούφεω παιδὸς Τζοκίης τῶν Τεμήρεω ἀπογόνων ὡρ‐ | 145 in vol. 2.1 |
2.146 | μημένος ἀπὸ Σαμαρχάνδης κατεστρέφετο, καὶ τήν τε Παγδατίην πόλιν τῆς Βαβυλῶνος ἐπολιόρκει, ὡς ἐν τοῖς ἔμπροσθέν μοι ἐλέγετο, καὶ Χασάνην τὸν μακρὸν καλούμενον ἐς τὴν κάτω Ἀσίαν καὶ ἐπὶ Ἀρμενίαν πέμπων τὰ ἐς τήνδε τὴν χώραν ὑπο‐ | |
5 | χείρια ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο. | 146 in vol. 2.1 |
2.147(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Η. | |
1 | Τοῦ δ’ ἐπιγιγνομένου θέρους Μεχμέτης ὁ Ἀμουράτεω, παρασκευασάμενος ἄσβεστον ἐν τῇ Ἀσίᾳ ὡς πλεῖστον, ᾠκοδόμει τὴν ἐν τῇ Εὐρώπῃ κατὰ τὴν Προποντίδα ἐν τῷ Βοσπόρῳ, ᾗ στενώτατόν ἐστι διαβῆναι ἀπὸ Ἀσίας, πολίχνην Λαιμοκοπίην | |
5 | καλουμένην. καὶ σύμπαντας μὲν συνήθροισεν ἐνταῦθα τούς τε ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ, καὶ ἐπιδιελόμενος ἐς μοίρας τὴν πολίχνην ταύτην τοῖς τε στρατηγοῖς καὶ ὑπάρχοις ᾠκοδόμει. τοῦτο δὲ ἐποίει ὥστε ἀσφαλῆ αὐτῷ εἶναι τὴν ἐς τὴν Ἀσίαν διάβασιν, καὶ μὴ τοὺς ἑσπερίους δύνασθαι ἐπιόντας τριήρεσι | |
10 | διακωλύειν αὐτῷ τὴν διάβασιν καὶ καινοτομεῖσθαι τὰ ἐν τῇ Ἀσίᾳ αὐτῷ πράγματα. μέγα δὲ προφέρειν αὐτῷ ἔμελλε καὶ ἐς τὴν Βυζαντίου πολιορκίαν. ᾠκοδόμει δὲ πύργους τρεῖς μεγίστους πάντων, ὧν ἴσμεν, δύο μὲν κατὰ τὴν ἤπειρον, ὥστε ὡρμημένους ἀπὸ τούτων ἀμύνειν τῷ ἐπὶ τῇ θαλάττῃ ἐρχομένῳ, τοῦτον δὲ | |
15 | μέγιστον ἐπῳκοδόμει, καὶ μολίβδῳ τοὺς πύργους ἐστέγετο. τὸ δὲ πλάτος τοῦ τείχους πόδας δύο καὶ εἴκοσι, τῶν δὲ πύργων καὶ πλέον τούτων, τριάκοντα. ὡς δ’ ἐπιτετείχιστο ἐς τρεῖς μῆνας, ἐπέδραμέ τε αὐτίκα τὴν Βυζαντίου χώραν, πόλεμον αὐτῷ | |
ἐξενεγκών. | 147 in vol. 2.2 | |
2.148 | Τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Τουραχάνην ἔπεμπεν ἐπὶ Πελοπόννησον, πολεμῶν ἅμα καὶ τοῖς βασιλέως Ἑλλήνων ἀδελ‐ φοῖς. οὗτος μὲν οὖν λαβὼν τὸ Θετταλίας τε καὶ Εὐρώπης στρά‐ τευμα, ὅσον ἐπὶ Φερρῶν ἐς τὴν τοῦ Εὐρώπης στρατηγοῦ τάτ‐ | |
5 | τεται μοῖραν, ἐστρατεύετο ἐπὶ Πελοπόννησον, τούς τε παῖδας αὐτοῦ ἅμα ἀγόμενος καὶ ἄρχοντας τῶν Θετταλίας καὶ Μακεδο‐ νίας πόλεων. καὶ ἐσβαλὼν ἐπορεύετο τὴν μεσόγαιον, Ἀρκαδίαν τὸ παλαιὸν καλουμένην, καὶ διὰ Τεγέης καὶ Μαντινείας ἐλαύνων κατῄει ἐπὶ τὴν Ἰθώμην καὶ Μεσηνίαν χώραν, καὶ ληϊσάμενος | |
10 | ἐπὶ ἡμέρας συχνὰς τὰ τῇδε ὑποζύγια Νεοπολίχνην παρεστήσατο. καὶ Σιδηροπολίχνην πολιορκῶν, ὡς οὐκ ἠδύνατο ἑλεῖν, ἀπήγαγε τὸν στρατόν, ἐξελαύνων διὰ τῆς ὁδοῦ. ἐνταῦθα ἐξελαύνοντος αὐτοῦ ὁ νεώτερος Ἀχμάτης ἑάλω ὑπὸ Ἀσάνεω τοῦ ἡγεμόνος γυναικὸς ἀδελφοῦ, ἐνεδρεύσαντος ταύτῃ περὶ Μυκήνης χώραν, | |
15 | ᾗ ἔμελλεν ἐξελαύνων διεξιέναι. τοῦτον μὲν οὖν ἀπαγαγόντες ἐς Σπάρτην παρὰ τὸν ἡγεμόνα εἶχον ἐν φυλακῇ, ἐς ὃ δὴ ἀπέ‐ δωκαν. Τοῦ δ’ ἐπιγιγνομένου θέρους ἅμα ἦρι εὐθὺς καθισταμένῳ ἐστρατεύετο Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν Βυζαντίου πόλιν, | |
20 | καὶ πρότερον μὲν εὐθὺς διανοούμενος, ἐπεί τε ἐτετείχιστο αὐτῷ τὴν ἐν τῇ Προποντίδι Λαιμοκοπίην καλουμένην πόλιν. καὶ χει‐ μῶνος τὸ τῇδε εὐθὺς ἔτι ἐπηρτημένου περιαγγέλλων ἁπανταχῇ | |
τῆς τε Ἀσίας καὶ Εὐρώπης ἐς τὴν πάραλλον ναυπηγεῖσθαι, πλοῖά | 148 in vol. 2.2 | |
2.149 | τε καὶ τριήρεις παρεσκευάζετο, τηλεβόλους ποιούμενος μεγίστους δή, ὧν ἡμεῖς ἐς ἐκεῖνον ἴσμεν τὸν χρόνον ἄλλῃ πῃ γεγονέναι. ὡς δὲ ἐδόκει αὐτῷ ἤδη ὥρα εἶναι ἐξελαύνειν, ἔπεμπε μὲν πρῶτα τὸν τῆς Εὐρώπης στρατηγὸν Σαρατζίαν παραλαβόντα τε τὸν τῆς | |
5 | Εὐρώπης στρατόν, τούς τε τηλεβόλους ἄγειν ἐς Βυζάντιον ἄλλας τε μηχανὰς καὶ δὴ καὶ τηλεβόλον μέγαν. εἶναι δὲ τοῦτον τὸν τηλεβόλον ὡς ζεύγη βοῶν ἕλκειν ἑβδομήκοντα καὶ ἄνδρας ἐς δισχιλίους. ἀφικόμενος μὲν οὖν οὗτος καὶ πρότερον τοὺς ἐν τῇ Βυζαντίου χώρᾳ πύργους, ἐς οὓς διεσώζοντο οἱ περὶ τὰ ἔργα | |
10 | ἀγροῖκοι ἄνδρες, τοὺς μὲν ἐξεπολιόρκησε λιμῷ, τοὺς δὲ καὶ ἑλὼν κατὰ κράτος τοὺς ἄνδρας ἀπαγαγὼν κατέσφαξε. καὶ τότε δὴ ὡς ἀφίκετο ἐπιών, ἐπέδραμε τὴν Βυζαντίου χώραν. οὐ πολλῷ δὲ ὕστερον ἐπελαύνων καὶ αὐτὸς βασιλεὺς ἐστρατοπεδεύετο ἀπὸ θαλάττης εἰς θάλατταν. καὶ τὸν μὲν ἐπὶ δεξιᾷ χῶρον τοῦ βασι‐ | |
15 | λέως ἐς τὰς χρυσέας καλουμένας πύλας ἐστρατοπεδεύετο τὸ τῆς Ἀσίας ἅπαν στράτευμα, ἐς δὲ τὸ εὐώνυμον χωρίον κατὰ τὴν ξυλίνην καλουμένην πύλην ὁ τῆς Εὐρώπης στρατός· ἐν μέσῳ δ’ αὐτὸς ἵδρυτο βασιλεύς, ἔχων τε τοὺς νεήλυδας καὶ τῶν θυρῶν, ὅσοι εἰώθασι περὶ βασιλέα σκηνοῦν. Ζάγανος δὲ ὁ τοῦ βασι‐ | |
20 | λέως κηδεστὴς ἐστρατοπεδεύετο ἐς τὸν καταντικρὺ χῶρον ὑπὲρ τὴν Γαλατίην πόλιν. λέγεται δὲ γενέσθαι ξύμπαντα τὸν στρατὸν ἀμφὶ τὰς τεσσαράκοντα μυριάδας. τῶν δὲ ὑποζυγίων διπλασίω ἂν τούτων ἀριθμὸν ξυμβαίνει γενέσθαι ἐς τὸ τοῦ βασιλέως στρα‐ τόπεδον· ὑποζύγια γὰρ νομίζεται ἐς τὸ στρατόπεδον περιάγεσθαι | |
25 | πολλαπλάσια τῶν ἀνθρώπων, ὥστε σιτία ἐπιφέρεσθαι ἱκανὰ σφίσι | 149 in vol. 2.2 |
2.150 | τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἵπποις τε καὶ ἀνδράσι. μόνοι δὲ οὗτοι ἀνθρώπων, ὧν ἡμεῖς ἴσμεν, ἀσφαλιζόμενοι σφίσι τὰ ἐπιτήδεια, ὅποι ἂν στρατεύωνται, ὥστε αὐτάρκη εἶναι αὐτοῖς, καὶ καμή‐ λους καὶ ἡμιόνους ὡς πλείστας περιάγονται ἐς τὰ ἐπιτήδεια καὶ | |
5 | ἡμιόνους ἐς τὴν ἄλλην αὐτῶν εὐδαιμονίαν, αὐτός τις ἕκαστος ἵππους τε καὶ καμήλους καὶ ἡμιόνους τοὺς καλλίους ἑαυτῷ ἐπειγόμενος ἐνδείκνυσθαι. παραγενομένῳ δὲ βασιλεῖ οὐ πολλῷ ὕστερον παρῆν καὶ ὁ στόλος αὐτῷ διὰ θαλάσσης, τριήρεις μὲν ὡς τριάκοντα, πλοῖα δὲ μικρὰ ἀμφὶ τὰ διακόσια. | |
10 | Ἕλληνες μὲν οὖν ὡς ἐπύθοντο ἐπιέναι σφίσι τὸν βασιλέως στόλον, διὰ θαλάσσης πέδας σιδηρᾶς διατείνοντες ἀπὸ τῆς καταντικρὺ πόλεως ἐς τὸ τεῖχος τοῦ Βυζαντίου, παρὰ τὴν ἀκρό‐ πολιν καλουμένην, καὶ τάς τε ναῦς, ὅσαι ἔτυχον παραγενόμε‐ ναι αὐτοῦ, αἱ μὲν μετὰ ξυμμαχιῶν αἱ δὲ καὶ ἐμπορίας χάριν, | |
15 | φέροντες καθίστασαν ἐς τὰς πέδας. καὶ οὕτω διενοοῦντο διακω‐ λύειν τὸν βασιλέως στόλον μὴ παριέναι εἴσω ἐς τὸν Βυζαντίου λιμένα. διήκει γὰρ ἐντὸς ἐπὶ σταδίους κατὰ μὲν τὴν πόλιν ὀγδοήκοντα, ἐπὶ δὲ τὴν ἄλλην ἤπειρον τῆς χώρας ἐπὶ ἑκατὸν καὶ πεντήκοντα. τὸ μὲν οὖν τεῖχος ταύτης τῆς πόλεως οὐ πάνυ τι | |
20 | ὀχυρὸν ὂν οὔτε ῥεύματα ἔχει μεγάλα, ὥστε τὰ πλοῖα παραπλέ‐ οντα πράγματα ἔχειν. κατ’ ἤπειρον δέ ἐστον δύω τείχεε τῆς πόλεως, τὸ μὲν μέγα τε καὶ ἄξιον λόγου, τὸ δὲ ἔλαττον, ἐκτὸς τὴν τάφρον ὑπερκείμενον. τάφρος δὲ ἔπεστιν ᾠκοδομημένη λίθοις, τὸ εὖρος πλεθριαία. τῷ μὲν οὖν βασιλεῖ καὶ τοῖς Ἕλλησι | |
25 | βουλευομένοις ἐδέδοκτο παρατασσομένοις ἐς τὸ ἐκτὸς τεῖχος | 150 in vol. 2.2 |
2.151 | ἀμύνεσθαι, οἷα τῇ τάφρῳ ὑπερκείμενον, κατὰ τὰ πρὶν δεδογμένα σφίσιν ἐπὶ Ἀμουράτεω, ὅτε ἐπολιόρκει τὴν πόλιν. Βασιλεὺς μὲν οὖν αὐτίκα τάς τε μηχανὰς καὶ ἄλλας ἄλλῃ τῆς πόλεως προσέφερε, καὶ τούς τε τηλεβόλους δύο ἱδρυσάμενος | |
5 | ἔτυπτε τὸ τεῖχος. ἵδρυτο δὲ ὁ μὲν τῶν τηλεβόλων κατὰ τὰ ἐκεί‐ νων βασίλεια, ὁ δὲ κατὰ τὴν τοῦ Ῥωμανοῦ καλουμένην πύλην, ᾗ δὴ αὐτὸς ἐστρατοπεδεύετο βασιλεύς. ἵδρυντο μὲν καὶ ἄλλῃ πολλαχῇ τοῦ στρατοπέδου τηλεβόλοι, βάλλοντες ἐς τοὺς Ἕλλη‐ νας· οὗτοι δὲ δύο μέγιστοι λίθον ἕκαστος ἠφίεσαν διτάλαντον | |
10 | καὶ ἐπέκεινα. τοὺς δὲ λίθους μέλανας ὄντας λέγεται ἐνεγκεῖν, οἷς ἐπέτακτο, ἀπὸ Εὐξείνου πόντου ἐς τὸ βασιλέως στρατόπεδον. τηλεβολιστὴς δ’ ἦν τοῦ βασιλέως τοὔνομα Ὀρβανός, Δὰξ τὸ γένος, καὶ πρότερον παρ’ Ἕλλησι διατρίβων, καὶ τούς τε Ἕλληνας ἀπολιπὼν δεόμενος βίου, ἀφίκετο παρὰ τὰς θύρας | |
15 | τοῦ βασιλέως· ὃς τότε δὴ μεμισθωμένος πολλοῦ παρεσκευάσατο τοὺς τηλεβόλους. ἠφίεντο δὲ οὕτω. πρῶτα μὲν ἐλάττους τηλε‐ βόλοι δύο παρὰ τὰ πλάγια τοῦ μεγάλου ὄντες ἠφίεντο, λίθον ἐπαφιέντες ἡμιτάλαντον. καὶ οὗτοι μὲν οἱ δύο λίθοι φερόμενοι ἐδῄουν τὸ τεῖχος. μετὰ δὲ τοὺς δύο λίθους ἠφίετο καὶ ὁ μέγας | |
20 | λίθος, τρία τάλαντα ἐν σταθμῷ ἔχων, καὶ μέγα μέρος κατε‐ βάλλετο τοῦ τείχους· ὁ γὰρ λίθος δαιμονίᾳ φερόμενος ῥύμῃ καὶ φορᾷ ὑπερφυεῖ ἐλυμαίνετο ἀνηκέστως. λέγεται δὲ τὸν ψόφον αὐτοῦ ἀμήχανόν τινα ὄντα ἐπέχειν τὴν γῆν πέριξ ἐπὶ σταδίους | |
τεσσαράκοντα σειομένην. κατεβάλλετο μὲν τὸ ἐκτὸς τεῖχος καὶ | 151 in vol. 2.2 | |
2.152 | οἱ πύργοι ὑπὸ τῶν τηλεβόλων, καὶ τὸ ἐντὸς ἅμα ἐτύπτετο. ἠφίει δὲ τῆς ἡμέρας ὁ τηλεβόλος λίθους ἑπτά, καὶ ἕτερον τῆς νυκτός. κομισάμενος τῆς ἡμέρας τὸ σημεῖον, ᾗ ἔδει αὐτὸν ἀφιέναι. καὶ οὕτω τὴν ἀρχὴν ἔκπληξίς τε ἅμα καὶ δέος ἔσχε τοὺς Ἕλληνας. | |
5 | οἱ δὲ νεήλυδες καὶ ὁ ἄλλος στρατὸς ἀπὸ τοῦ στρατοπέδου στε‐ γάσματα πίλοις λευκοῖς τε καὶ ἐρυθροῖς παρασκευασάμενοι, ἀπὸ τοῦ στρατοπέδου ἐς τὸ τεῖχος φέροντες καὶ ἐς τὴν τάφρον τῆς πόλεως, καὶ τὸ ἐκτὸς τῆς τάφρου κατορύσσοντες, καὶ ὀπὰς ποι‐ ησάμενοι, ἔβαλλον τοὺς Ἕλληνας τηλεβόλοις καὶ ἐτόξευον, οὔτε | |
10 | ὁρώμενοι οὔτε ἄλλο ἀνήκεστον πάσχοντες ὁτιοῦν πρὸς τῶν Ἑλλήνων· οὐ γὰρ οἷά τε ἦν. ὠρύσσετο μέντοι καὶ ὀρύγματα τῷ βασιλεῖ ὑπὸ γῆν φέροντα ἐς τὸ τεῖχος. καὶ οἵ τε ὀρυκταὶ τοῦ βασιλέως πύργους καθίστασαν ἐπὶ ξύλων μετεώρους τέσσαρας καὶ ἐπιπύργια, ὡς αὐτίκα πῦρ ἐνήσοντες ᾗ αὐτά. οὐ μέντοι γε | |
15 | προεχώρησε τὰ ὀρύγματα· οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο τοὺς πολεμίους ὀρύσσοντας, ἔνδοθεν ὤρυσσον καὶ αὐτοί, καὶ προϊόντες εὗρον τοὺς βασιλέως ὀρυκτάς, καὶ ἐξέωσαν πῦρ ἐνιέντες, καὶ ἐπεκράτησαν τῶν ὀρυγμάτων. ἐπεποίητο μὲν καὶ πύργος ξύλινος ἐπιμήκης, καὶ κλίμακες ἐν αὐτῷ ὡς πλεῖστοι ἐς τὸ ἄνω τοῦ | |
20 | πύργου, ὡς διὰ τούτων πειρασομένων τοῦ τείχους καὶ ὑπερβαλ‐ λομένων. Ταῦτα μὲν οὖν κατ’ ἤπειρον παρεσκεύαστο τῷ βασιλεῖ ἐς τὴν πολιορκίαν· κατὰ δὲ τὴν θάλατταν, ὡς οὐκ ἠδύνατο παριέ‐ ναι εἴσω ἐς τὸν λιμένα, ὥστε πανταχῇ τῇ πόλει προσβάλλειν, | |
25 | ἐδόκει αὐτῷ ἄνω κατὰ τοῦ Ζαγάνου στρατόπεδον ἀνελκύσαντα | |
ὑπερείδειν τὰ πλοῖα ἐς τὸν λιμένα. καὶ ταύτῃ μὲν ἄνω διὰ τοῦ | 152 in vol. 2.2 | |
2.153 | ὄρους διέζευξε τὰ πλοῖα, παρεσκευασμένα ἱστίοις τε καὶ κώπαις ἑλκόμενα ἐς τὸν αἰγιαλὸν τοῦ λιμένος. διεβίβασε δὲ πλοῖα ἐς τὰ ἑβδομήκοντα, πεντηκοντόρους τε καὶ τριηκοντόρους, καὶ οὕτω παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ ἐπιπλευσούμενα ἐς τὸν λιμένα. | |
5 | καὶ ταύτῃ κατὰ τὸν αἰγιαλὸν οἱ τοῦ βασιλέως παρασκευασάμενοι τηλεβόλοις διενοοῦντο ἀμύνεσθαι, ἤν τις ἐπίῃ διακωλύσων τὰ πλοῖα καθέλκειν ἐς τὴν θάλασσαν. Ἕλληνες γὰρ ὡς ἑώρων τὰ πλοῖα ἕτοιμα κατὰ τὸν αἰγιαλὸν τοῦ λιμένος πληρώσαντες πλοῖα ὅσα ἐπῆν αὐτοῖς, καὶ ἐπιόντες κατακαῦσαι, ἢν δύνωνται, τὰ | |
10 | πλοῖα. καὶ ἐπεί τε ἔδοξεν, ἐποίουν οὕτω, καὶ πληρώσαντες πλοῖα καὶ ἐξοπλισάμενοι ἐπῄεσαν ὡς κατακαύσοντες, ὥσπερ ἔχουσιν ἀνειλκυσμένα τὰ πλοῖα. οἱ μέντοι Τοῦρκοι αἰσθανόμενοι αὐτοὺς ἐπιόντας, καὶ ἀφιέντες τοὺς τηλεβόλους, διέφθειραν τῶν πλοίων δύο τριηκοντόρους. καὶ τὰ μὲν πλοῖα εὐθὺς κατεδύετο, οἱ δὲ | |
15 | ἄνδρες, ὅσοι μὴ ἠπίσταντο νήχοντες, εὐθὺς ἀπώλοντο. τούτων δ’ αὖ, ὅσοι ἐξένευσαν ἐς τὸν αἰγιαλὸν παρὰ τοὺς Τούρκους, ἑάλωσαν· καὶ οἱ Τοῦρκοι, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, ἀπα‐ γαγόντες τούτους ἐς τὰς πύλας τῆς πόλεως διέφθειραν. Ἕλλη‐ νες δὲ—ἦσαν δὴ παρ’ αὐτοῖς Τούρκων τινές, οἳ ἑάλωσαν, | |
20 | δέσμιοι—ἀπαγαγόντες καὶ οὗτοι τούτους ἐς τὰς ἐπάλξεις ἐναντίον τοῦ στρατοπέδου κατεχρήσαντο, ἴσα πρὸς ἴσα σφίσι διαχειριζόμενοι γίγνεσθαι περὶ τοὺς αἰχμαλώτους. τὰ μέντοι πλοῖα τοῦ βασιλέως, ὡς οὐδεὶς ἔτι διεκώλυε καθειλκυσμένα, ἀπέπλει ἐς τὴν πόλιν. | |
25 | Καὶ ἐνταῦθα αὐτίκα βασιλεὺς γέφυραν ἐποιεῖτο ἀπὸ τῆς | |
καταντικρὺ ἠπείρου τῶν Κεραμαρείων καλουμένης χώρας, ἐς τὴν | 153 in vol. 2.2 | |
2.154 | πόλιν φέρουσαν, δυοῖν πίθοιν ξυλίνοιν ξυνηρμοσμένοιν καὶ συν‐ δεδεμένοιν ἀλλήλοις ἰσχυρῶς, ὥστε διαβαίνειν τὰ στρατεύματα ἀπὸ τοῦ Ζαγάνου στρατοπέδου ἐπὶ τὴν πόλιν. συνέβαινεν οὕτω ἁπανταχῇ πολιορκεῖσθαι τὴν πόλιν, καὶ τὰ τῆς πόλεως ταύτῃ | |
5 | πράγματα καὶ Ἑλλήνων ἀσθενῆ γίγνεσθαι. ἅτε γὰρ τῆς πόλεως ἐπὶ πολὺ διηκούσης (ἡ γὰρ περίοδος τῆς πόλεως μεγίστη αὕτη τῶν ἐφ’ ἡμῶν, καὶ ἐπὶ ἑκατὸν ἕνδεκά πῃ σταδίους γενομένη) διανεμομένων τῶν ἀνδρῶν τῆς πόλεως ἁπανταχῇ, οὐ πάνυ τι ὀχυρὰ ἐγένετο. καὶ ἐπὶ τεσσαράκοντα ἡμέρας τοῖς τηλεβόλοις | |
10 | ἔτυπτε τὸ τεῖχος ἰσχυρῶς, καὶ κατέβαλε μέγα μέρος, πύργους τέσσαρας καὶ ἐπιπύργια. ὡσαύτως καὶ ἐς τὸ μέγα τεῖχος τούς τε πύργους κατέβαλεν. οἱ δὲ Ἕλληνες τὴν ἀρχὴν μὲν καὶ οὗτοι τοὺς παρὰ σφίσι τηλεβόλους ἱδρυσάμενοι κατὰ 〈τὸ〉 τεῖχος ἠφίεσαν καὶ οὗτοι λίθον ἕλκοντα τρία ἡμιτάλαντα σταθμόν, καὶ ἔβαλον | |
15 | ἐς τὸν τοῦ βασιλέως τηλεβόλον. ἀλλ’ ἐσείετο μὲν τὰ τείχη καὶ ἐβλάπτετο σφίσιν, οὐ μέντοι ἤνυον οὐδέν. καὶ ὁ μὲν μείζων τηλεβόλος διερρήγνυτο αὐτίκα, ὅτε πρῶτον ἠφίετο. καὶ τὸν τηλε‐ βολιστὴν ἐν αἰτίαις εἶχον ὡς διεφθαρμένον ὑπὸ βασιλέως, καὶ ἀπῆγον θανάτου· οὐ μέντοι γε φανερὸν εἶχον σημεῖον, ὡς | |
20 | κολάζειν, καὶ ἀπέλυσαν. ἐς δὲ τὸ τεῖχος, ὃ κατεβάλλετο ὑπὸ τῶν βασιλέως τηλεβόλων, κλίμαξί τισι καὶ πίθοις ξυλίνοις φραξά‐ μενοι ἠμύνοντο, νυκτὸς ἐπιτελοῦντες ταῦτα διὰ σπουδῆς αὐτοί. | |
Ἐν δὲ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ ταῦτα ἐγίγνετο, ἠγγέλλετο | 154 in vol. 2.2 | |
2.155 | τῷ βασιλεῖ ὡς νῆες ἐπιπλέουσιν ἀπὸ τοῦ Αἰγαίου ἐπὶ τὸ Βυζάν‐ τιον, δύο φορτίδες, μία μὲν μείζων τῶν Ἰανυΐων, ἡ δὲ ἑτέρα τοῦ Ἑλλήνων βασιλέως, σῖτον ἐπιφέρουσαι. τοῦτο μὲν ὡς ἐπύ‐ θετο, τάχιστα ἐπλήρου τάς τε τριήρεις καὶ πλοῖα, καὶ ἔπεμπεν | |
5 | ἐπὶ τὰς ναῦς ἤδη ἐγγὺς οὔσας καὶ ἐπιφερομένας πνεύματι ἱκανῷ ἐς τὴν πόλιν. τὰ μὲν οὖν πλοῖα καὶ αἱ τριήρεις ἀνήγοντο ἐς τὰς ναῦς, καὶ ἐμβάλλουσι μὲν τῇ Ἑλληνικῇ νηῒ τὰ πρῶτα. καὶ παρὰ βραχὺ ἑάλω, εἰ μὴ ἡ Ἰανυΐων ναῦς ἐπιστραφεῖσα ἤμυνεν αὐτῇ· φέρουσα γὰρ ἐνέβαλεν ἐς τὰς τριήρεις. καὶ ὁ βασιλεὺς | |
10 | ἀπὸ τοῦ αἰγιαλοῦ ἐπεβόα διακελευόμενος τοῖς ἑαυτοῦ, ἐσβαίνων ἐς τὴν θάλατταν σὺν τῷ ἵππῳ. αἱ μέντοι νῆες οὕτω διαφυγοῦσαι κατέπλεον ἐς τὸν λιμένα. ἐνταῦθα τιτρώσκεται ὁ τοῦ βασιλέως ναύαρχος Παλτόγλης τὸν ὀφθαλμὸν ὑπὸ τῶν σφετέρων, ὡς αὐτὸς διεμαρτύρατο ἐς τὸν βασιλέα, καὶ εἰ μὴ ἐτρώθη, εἷλεν ἂν τὰς | |
15 | ναῦς, διισχυριζόμενος. οὕτω μέντοι διέφυγεν, ὥστε κακόν τι μὴ παθεῖν ὑπὸ βασιλέως. καὶ οὓς ἐν ὑποψίᾳ ἔσχε, συλλαβὼν ὁ βασι‐ λεὺς καθεῖρξεν ὡς ἀπολέσων. Ὡς μὲν οὖν ἱκανῶς ἤδη αὐτῷ τὸ τεῖχος κατεβέβλητο, ὥστε εἰσπεσόντας τοὺς νεήλυδας εἰσελθεῖν ἐς τὴν πόλιν, ἐκέλευσεν | |
20 | ἀνὰ τὸ στρατόπεδον ἁπανταχῇ πυρὰ καίειν τὰ νενομισμένα, καὶ τἄλλα ποιούμενος ὡς τῇ ἐπιούσῃ τῆς ὑστεραίας τὴν προσβολὴν ποιησόμενος, καὶ τήν τε διαρπαγὴν καὶ ἐξανδραποδισμὸν ἀνε‐ κήρυττεν ἐς τὰ στρατόπεδα. Λέγεται μὲν οὖν καὶ τόδε. ὡς τὸ τεῖχος ἐπεπτώκει ὑπὸ τῶν | |
25 | τηλεβόλων, ὁ Σκενδέρεω τοῦ Σινώπης ἄρχοντος παῖς, Ἰσμαΐλης | 155 in vol. 2.2 |
2.156 | τοὔνομα, προσέφερε λόγους τοῖς Ἕλλησι περὶ σπονδῶν, λέγων τοιάδε. «ἄνδρες Ἕλληνες, ἐπὶ ξυροῦ ἀκμῆς ὑμῖν, ὡς ὁρᾶτε, τὰ πράγματα ἕστηκε. τί οὐ πρέσβυν πέμπετε ὡς βασιλέα περὶ εἰρή‐ νης; ἢν γὰρ ἐμοὶ ἐθέλητε ἐπιτρέψαι, διαπράξομαι ὑμῖν σπον‐ | |
5 | δὰς γενέσθαι παρὰ βασιλέως, καὶ τὴν χάριν οὖν εὖ οἶδ’ ὅτι καταθήσεσθε τῷ διαπραξαμένῳ ὑμῖν. ἢν δὲ μὴ τοῦτο γένηται ὑμῖν, ἡ πόλις ἐξανδραποδιοῦνται, καὶ ὑμᾶς πασσυδὶ βασιλεὺς διαφθερεῖ, καὶ γυναῖκας καὶ παῖδας ὑμῶν ἐξανδραποδιούμεθα, καὶ συμφορᾷ κατασχεθήσεσθε ἀνηκέστῳ. ἀλλὰ πέμπετε ὡς | |
10 | τάχιστα ἄνδρα, ὃν ἂν ἐπὶ τὰς βασιλέως θύρας ἀγαγὼν ἐγὼ δια‐ πράξομαι ὑμῖν τὴν εἰρήνην.» ταῦτα ἔλεγε τοῖς Ἕλλησι βουλευο‐ μένοις. ἐδόκει δὲ πεμπτέα εἶναι ἄγγελον, ὅστις ἂν πύθηται τῆς βασιλέως γνώμης περὶ σφᾶς, ἧς ἐστι, καὶ οὕτω βουλεύσονται περὶ τοῦ συνοίσοντος σφίσιν, ὅ τι εἴη ἄμεινον πειρωμένοις. | |
15 | ἔπεμπον δὲ ἄνδρα οὐκ ἐπίσημον ὡς ἀποπειρασόμενον τῆς βασι‐ λέως γνώμης. ἐπεὶ δ’ ἀφίκετο ἐς τὰς θύρας οὗτος ἡγουμένου Ἰσμαήλεω, ἐκέλευε βασιλεὺς δέκα τελεῖν αὐτῷ μυριάδας τοῦ ἐνιαυτοῦ· εἰ δὲ μὴ τοῦτο οἷοί τε ὦσι ποιεῖσθαι, οἴχεσθαι ἀπο‐ λιπόντας τὴν πόλιν, ἀποφερομένους τὰ σφέτερα αὐτῶν, ἕκαστος | |
20 | ὅποι ἂν βούλοιτο ἀπελθεῖν· ταῦτα ὡς ἀνηνέχθη ἐς τοὺς Ἕλλη‐ νας, ἐβουλεύοντο μὲν καὶ ἐδόκει ἀμύνεσθαι ἀνακινδυνεύοντας μᾶλλον ἢ οὕτω ἀμαχητὶ ἐκλιπόντας τὴν πόλιν οἴχεσθαι ἀπο‐ πλέοντας. ἐμοὶ μὲν οὖν δοκεῖ βασιλέα ταῦτα προτεῖναι ἀποπει‐ | |
ρώμενον τῆς Ἑλλήνων γνώμης. καὶ τὰ ὀρύγματα μᾶλλον αὐτῶν | 156 in vol. 2.2 | |
2.157 | ἄπρακτα γενόμενα ἐπῆρε διαπειρᾶσθαι, ὅ τι γινώσκοιεν περὶ σφῶν οἱ Ἕλληνες, εἴτε ἐχυρὰ εἴη αὐτοῖς τὰ πράγματα. Οἱ μὲν οὖν Ἕλληνες ἐς τοσοῦτον ἐξεφέροντο, ἐς ὅσον μοι δεδήλωται· βασιλεὺς δέ, ὡς αὐτῷ τὰ ἐς τὴν προσβολὴν | |
5 | παρεσκεύαστο, συγκαλέσας τοὺς νεήλυδας ἔλεγε τοιάδε. «ἄνδρες νεήλυδες καὶ ἐμοὶ παῖδες, τὰ κάλλιστα ἀεί, ὅποι ἂν στρατεύω‐ μαι, ἀριστεύοντες, ἐφ’ ὑμῖν ἤδη ἐστὶν ἁλῶναι τήνδε τὴν πόλιν. ἴστε δὲ καὶ τόδε. ὁπότε ἐπειρώμην ὑμᾶς, ἐφάσκετε ἁλώσιμον εἶναι τὴν πόλιν, εἰ μόνον τὰ τείχη ὑμῖν καταβάλλοιμι. περιά‐ | |
10 | γων δὲ ὑμᾶς ἐπηρόμην, εἰ ἱκανῶς καταβέβληται ἤδη τοῦ τείχους· καὶ ἐς ὅσον ὑμῖν ἱκανῶς ἔχειν ἔδοξε, κατεβάλλετο. νῦν δὲ ἐπειδὴ ὥρα ἐστὶ τὴν προσβολὴν ποιεῖσθαι, τάδε προτίθεμαι. ὑμεῖς ἁπανταχῇ δόξαν παρὰ τοῖς προγόνοις καὶ ἐμοὶ εὐκλεῆ ἀνελόμε‐ νοι συγκατεργάζεσθε τὴν βασιλείαν ἐμοί. ἴστε δὴ οὖν. ὅσαι | |
15 | ὑπαρχίαι ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τυγχάνουσιν ὄντα, τούτων τὴν βελτίω δώσω τῷ πρώτῳ ἀναβάντι ἐπὶ τὸ διάφραγμα. τιμήσω δὲ τοῦτον, οἷα εἰκός, καὶ ἀμείψομαι, ἀρχὴν παρεχόμενος εὐδαίμονα, καὶ ἀποδείξω μακαριζόμενον ὑπὸ τῶν τοῦ ἡμετέρου γένους ἀνθρώπων. ὃν δ’ ἂν αἴσθωμαι ἐν σκηναῖς ἀναστρεφόμενον | |
20 | καὶ μὴ μαχόμενον ἐς τὸ τεῖχος, οὐδ’ ἂν εἰ πετόμενος κατὰ τὰ πτηνὰ ἀποδραίη, ἱκανῶς ἔσται αὐτῷ ἀποφυγεῖν, μὴ τὰ ἔσχατα παθόντι ἀποθανεῖν. ἴτε δὴ οὖν ἐπὶ τὸν ἀγῶνα τοῦτον, κάλλιστόν τε καὶ ὀλβιώτατον· ἀνδράποδά τε γὰρ ἔσται ὑμῖν πολλοῦ ἄξια καὶ γυναῖκες καὶ παῖδες, καὶ πλοῦτος ἐν τῇ πόλει πολύς.» ταῦτα | |
25 | εἰπόντι τῷ βασιλεῖ οἱ δεκαδάρχαι καὶ λοχαγοί, οἳ καὶ πρότερον, | 157 in vol. 2.2 |
2.158 | ὡς ἐπεδείκνυ τὸ τεῖχος αὐτοῖς ὁ βασιλεὺς περιάγων, εἰ ἱκανῶς ἔχει ἐσπεσεῖσθαι ἔσω ἐς τὴν πόλιν, [καὶ] ἐκέλευον καταβάλλειν, ἐς ὃ ἐδόκει αὐτοῖς ἱκανῶς ἔχειν, καὶ τότε δὴ θαρρεῖν τε αὐτὸν ἐκέλευον, ὡς ἐς τὴν πόλιν ἀμεταστρεπτὶ ἐσπεσοῦνται, ᾐτοῦντο δ’ | |
5 | αὐτὸν χάριν θέσθαι σφίσι τοὺς ἄνδρας, οὓς συνέλαβε διὰ τὸν ναύαρχον, ὅτι ἐν ὑπόπτῳ ἦσαν, ὡς ἔτρωσαν αὐτὸν ἐς τὸν ὀφθαλ‐ μόν, χαρίσαιτο αὐτοῖς. ὁ δὲ ἐπείθετο καὶ ἀπέλυσε τοὺς ἄνδρας, χαρισάμενος τοῖς νεήλυσι. Μετὰ δὲ ταῦτα, ὡς ἐδόκει αὐτῷ προσβαλεῖν, ἔπεμπεν ἐς τὸ | |
10 | στρατόπεδον περιαγγέλλων, ὡς ἕωθεν ἔσοιτο ἡ προσβολή, καὶ προηγόρευε δῶρα τῷ ἀριστεύοντι· τῷ μὴ μαχομένῳ δὲ θάνατος ἐπέκειτο ζημία. καὶ ζύχιδες δὴ ἐς τὰ στρατόπεδα περιιόντες ὑπεμίμνησκον τὴν νενομισμένην σφίσι τῇ τελευτῇ δόξαν, ὡς τοῖς τε μαχομένοις ὁ ἥρως ἐπαγγέλλεται εὐδαιμονίαν τοῖς | |
15 | τετελευτηκόσι, καὶ ἄλλα, οἷα δὴ νομίζεται παρ’ αὐτοῖς. οἱ μὲν οὖν Ἕλληνες ἄνδρα Ἰανύϊον ἀφικόμενον ἐς τιμωρίαν σφίσι σὺν νηΐ τε μεγίστῃ καὶ ὁπλίταις ὡς τριακοσίοις, ἐκέλευον ταύτῃ ἑστηκότα, ᾗ βασιλεὺς καὶ οἱ νεήλυδες ἔμελλον ἐπεισπεσόντες βιάζεσθαι, ὡς ἐνταῦθα σὺν τοῖς ὁπλίταις αὐτοῦ παρασκευάζοιτο | |
20 | ἀμύνεσθαι. καὶ αὐτός τε ἅμα βασιλεὺς Ἑλλήνων οὐ πολλῷ διίστατο σὺν τοῖς ἀμφ’ αὑτόν, ὥστε ἐπαμύνειν. καὶ καρδινάλιος ὁ Ἰσίδωρος Σαρματίας, οὗ πρότερον ἐμνήσθην, παρὼν τότε τοῖς Ἕλλησιν ἐτιμώρει πολεμουμένοις· παρεγένετο γὰρ ὡς ξύνοδόν | |
τε ποιησόμενος καὶ διαλλάξων τοὺς Ἕλληνας τῷ Ῥωμαίων | 158 in vol. 2.2 | |
2.159 | ἀρχιερεῖ. ταῦτα μὲν οὖν ὀλίγῳ πρότερον αὐτῷ ἐπεποίητο, καὶ οἱ Ἕλληνες ὀψὲ γοῦν ἐς διαλλαγὴν ἀφίκοντο τοῖς Ῥωμαίοις. βασιλεὺς δέ, ὡς ἐδόκει ὥρα εἶναι προσβάλλειν ἕωθεν, (Ἄρεος δ’ ἦν ἡμέρα), τά τε κύμβαλα ἐσημαίνετο, καὶ οἱ αὐληταὶ καὶ | |
5 | οἱ σαλπιγκταὶ ἐσήμαινον, ἕωθεν προσέβαλε, καὶ ἁπανταχῇ τῆς πόλεως καθίσταντο ἐς μάχην οἱ βάρβαροι, καὶ προσβαλόντες ἐμάχοντο ἰσχυρῶς. κατὰ μὲν τὸ ἐς λιμένα τεῖχος ἠμύνοντο οἱ Ἕλληνες κράτιστα, καὶ ἐξεώσαντο τοὺς Τούρκους, καί πῃ κατὰ 〈τὰσ〉 κλίμακας ἀναβάντων κεφαλὰς ἀπηνέγκαντο κρατύνοντες τὰ | |
10 | τείχη, ᾗ δ’ αὐτὸς προσέβαλε βασιλεύς, οἱ νεήλυδες ἐπεισπεσόν‐ τες ἐβιάζοντο τοὺς ὁπλίτας τῶν Ἰανυΐων. καὶ ὁ Λόγγος αὐτὸς τιτρώσκεται τηλεβολίσκῳ ἐς τὴν χεῖρα, καί τινες ἄλλοι τῶν ὁπλιτῶν ἐπετιτρώσκοντο, καὶ ἐκλιπόντες τὴν χώραν, ᾗ ἑστήκεσαν, αὐτίκα βιαζόμενοι εἰσέπιπτον, καὶ τούς τε ὁπλίτας τῶν Ἰανυΐων | |
15 | ἐτρέψαντο καὶ ἐπικείμενοι ἐφόνευον. ὁ μὲν οὖν Λόγγος ἀπεχώρει. εἵποντο αὐτῷ οἱ ὁπλῖται, ἐπιόντων σφίσι τῶν νεηλύδων. καὶ ὁ βασιλεὺς Ἑλλήνων ὡς ᾔσθετο ἐκλιπόντας τὴν χώραν αὐτοὺς καὶ ἐνδιδόντας, ἀνέδραμε μὲν αὐτίκα καὶ ἤρετο τὸν Λόγγον, εἴ ποι πορεύοιτο· τοῦ δ’ αὖ φαμένου, ὡς ταύτῃ θεὸς ὑφηγεῖται τοῖς | |
20 | Τούρκοις, αὐτὸς οὖν ὁ βασιλεὺς πρὸς Καντακουζηνὸν καί τινας ὀλίγους ἀμφ’ αὑτὸν ὄντας τραπόμενος ἔλεγεν «ἴωμεν, ἄνδρες, ἐπὶ τοὺς βαρβάρους τούσδε.» αὐτός τε ὁ Καντακουζηνὸς ἀνὴρ γενόμενος ἀγαθὸς ἐτελεύτησε. καὶ αὐτὸς ἐτράπετο, καὶ ἐπιόντες καὶ διώκοντες ἔτρωσαν βασιλέα Κωνσταντῖνον ἐς τὸν ὦμον, καὶ | |
25 | ἐτελεύτησεν. οἱ δὲ ἄλλοι Ἑλλήνων, ὡς εἶδον τοὺς νεήλυδας ἐπὶ | 159 in vol. 2.2 |
2.160 | τὸ μέγα τεῖχος δραμόντας καὶ ἄνωθεν βάλλοντας τοξεύμασί τε καὶ λίθοις, καὶ τοὺς ἀμφὶ τὸν Λόγγον φεύγοντας, ἐπικειμένων τῶν νεηλύδων ἐτράποντο ἐς φυγήν, ἐκτός τις ἕκαστος προκατα‐ βαίνειν βουλόμενος, ὥστε σώζεσθαι. ὡς δὲ ἐς τὴν πύλην ἀφί‐ | |
5 | κοντο τὴν τοῦ Ῥωμανοῦ καλουμένην, κατασχεθέντες ὑπ’ ἀλλή‐ λων αὐτοῦ ταύτῃ ἔκειντο, καὶ ἐπιόντες αὖθις ἔπιπτον ἐς αὐτούς, καὶ οὕτως ἐπαναβαίνοντας σπουδῇ ἐπειγομένους διαβαίνειν, σωρὸν μέγιστον ζῶντες κατὰ τὴν πύλην ἐπεποίηντο, ὥστε μηδενὶ βάσιμα εἶναι ἐντεῦθεν. καὶ οὗτοι μὲν οὕτως, ὡς πλεῖστοι ἐν | |
10 | οὐδενὶ λόγῳ ἀπώλοντο, ἐπειγόμενοι φθῆναι ἐς ἀλλήλους, ἔπιπτον ἐς ἐκεῖνο τὸ θέαμα, καὶ τὰς πύλας κεκλεῖσθαι σώμασι περιιόν‐ των ἐπὶ τῶν Ἑλλήνων. οἱ δὲ νεήλυδες ὑπερβάντες τὸ μέγα τεῖ‐ χος (κατέρριπτο γάρ τοι καὶ αὐτοῦ μέγα μέρος ὑπὸ τοῦ τηλε‐ βόλου) εἰσεχέοντο ταύτῃ ἐς τὴν πόλιν καὶ διήρπαζον τὴν πόλιν, | |
15 | τραπόμενοι, ὅποι ἑκάστῳ προχωροίη. Οἱ δὲ Ἕλληνες πρῶτον μέν, ὡς ἡ φήμη διέδραμεν, ὡς ἑάλω ἡ πόλις, οἱ μὲν φυγῇ ὥρμηντο ἐπὶ τὸν λιμένα ἐς τὰς ναῦς τῶν Οὐενετῶν καὶ Ἰανυΐων, καὶ πολλοὶ ἐς τὰ πλοιάρια ἐσβάλλοντες σπουδῇ καὶ ἀκόσμως ἀπώλοντο καταδυομένων τῶν πλοιαρίων. | |
20 | καὶ ἐγίγνετο, οἷα δὴ γίγνεσθαι εἰώθει ἐν τοῖς τοιούτοις θορύβοις, ἀτάκτως χωρούντων ἑκάστων ἐς τὸ διασώζεσθαι ἐν οὐδενὶ κόσμῳ καὶ οὗτοι μὲν ἔφθησαν ἀποφυγόντες τοὺς Τούρκους· οἱ δὲ πυλω‐ ροὶ τῆς πόλεως ἀγνωμοσύνῃ κακοδαίμονι χρησάμενοι, ὡς ἑώρων | |
τοὺς Ἕλληνας ἐπὶ τὰς ναῦς τραπομένους, φυγῇ ὡρμημένους | 160 in vol. 2.2 | |
2.161 | σώζεσθαι ἐς τὰς ναῦς, οἰόμενοι ὡς εἰ ἐπικλείσαιεν [ἐς] τὰς θύρας, ἀναγκασθεῖεν οἱ Ἕλληνες ἐπιστραφέντες ἀμύνεσθαι, καὶ κατά τινα χρησμὸν ᾀδόμενον ἐν τῇ πόλει, ὡς τῶν πολεμίων ἄχρι τοῦ Ταύρου χώρου τῆς πόλεως ἐπιγενομένων καὶ ἐπικειμένων τοὺς | |
5 | ἐν τῇ πόλει συστραφέντας ἀνάγκῃ ἀμυνομένους ἐκβαλεῖν τοὺς πολεμίους καὶ αὐτοὺς ἴσχειν τὴν πόλιν, ἐν ταύτῃ, οἶμαι, τιθέμε‐ νοι τῇ δόξῃ τὰς κλεῖς ἄνω ἀπὸ τοῦ τείχους ἔξω ἀπέρριψαν. οἱ δὲ ἄνδρες τε καὶ γυναῖκες, πλῆθος πολὺ γενόμενοι ἐνταῦθα ἐπιρρεόντων αἰεὶ συχνῶν, ἐτράποντο ἐπὶ τοῦ μεγίστου νεὼ τῆς | |
10 | πόλεως, τῆς ἁγίας Σοφίας καλουμένης, καὶ ἐνταῦθα συνελέγοντο ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες. οὐ πολλῷ μέντοι ὕστερον ἑάλωσαν ὑπὸ τῶν Τούρκων ἀμαχητί, καὶ ἀνδρῶν οὐκ ὀλίγοι ἐντὸς τοῦ νεὼ διεφθάρησαν ὑπὸ Τούρκων. ἄλλοι δ’ αὖ τῶν Ἑλλήνων ἄλλῃ τῆς πόλεως τραπόμενοι ἐν ἀπορίᾳ τε εἴχοντο, | |
15 | καὶ οὐ πολλῷ ὕστερον οἱ μὲν ἀπώλοντο, οἱ δὲ καὶ ἡλίσκοντο. καὶ πολλοὶ τῶν Ἑλλήνων ἄνδρες γενόμενοι ἀγαθοὶ ἐμαχέσαντο καὶ ἀπέθανον πρὸ τῆς πατρίδος, ὥστε μὴ ἐπιδεῖν τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας εἰς ἀνδραποδισμὸν γιγνομένας. ὅτε 〈καὶ〉 Θεόφιλος τοῦ Παλαιολόγων γένους ταύτῃ ἐτελεύτησεν, ἀνδρικῶς | |
20 | ἀγωνισάμενος θανάτου ἕνεκα. καὶ τῶν Παλαιολόγων οἱ μετοχι‐ ταῖοι, ὅ τε πατὴρ καὶ οἱ παῖδες αὐτοῦ, μαχόμενοι ἀπώλοντο. | |
καὶ συχνοὶ τῶν ἀμφὶ βασιλέα Ἑλλήνων εὖ γεγονότες ἀπέθανον, | 161 in vol. 2.2 | |
2.162 | μὴ ἀνεχόμενοι ἐπιδεῖν σφίσι τὴν πατρίδα δεδουλωμένην. ἦν τε τὰ τῆς πόλεως ἁπανταχῇ πλέω ἀπολλύντων καὶ ἀπολλυμένων καὶ διωκόντων τε καὶ φευγόντων. καὶ ἀμφὶ τὸν Νοταρᾶν τοῦ βασι‐ λέως ἁρμοστὴν καὶ Ὀρχάνην τὸν Μουσουλμάνεω υἱιδοῦν, ὡς | |
5 | αὐτοὶ ἔλεγον οἱ Ἕλληνες, τοιόνδε ἐγένετο. ὡς γὰρ ἐπυνθάνοντο ἑαλωκέναι τὴν πόλιν, ἐπέδρασαν ἐπὶ πύργον τινὰ τῆς πόλεως, ὡς ἐνταῦθα βουλευσόμενοι, ὅποι ἂν σφᾶς δέοι τραπέσθαι. καὶ ἐνταῦθα γενόμενοι, Ὀρχάνην μὲν ῥάκια ἀμφιεσάμενον Ναζηραίου τινὸς ἔβαλεν ἑαυτὸν κατὰ τοῦ πύργου καὶ ἀπέθανεν, οἱ δ’ ἀμφὶ | |
10 | τὸν Νοταρᾶν πολιορκηθέντες ἑάλωσαν περὶ πλήθουσαν ἀγοράν, αὐτός τε ἅμα καὶ οἱ παῖδες αὐτοῦ. Οἱ μὲν οὖν νεήλυδες αὐτίκα τὸ στρατόπεδον τοῦ βασιλέως ἐνέπλησαν [καὶ] γυναικῶν τε ἅμα καὶ παίδων τῶν περιφανεστάτων Ἑλλήνων, καὶ ὄλβον πολὺν ἀποφερόμενοι μέγα εὐδαίμονες ἐγέ‐ | |
15 | νοντο. καὶ ἦν ἰδεῖν τὸ στρατόπεδον ἁπανταχῇ πλέων ἀνδρῶν τε καὶ γυναικῶν ἀλλήλους ἐπιβοωμένων καὶ παίδων ἐκπεπληγμένων ταύτῃ τῇ συμφορᾷ. καὶ χρυσὸς μὲν πολὺς καὶ ἄργυρος ἐφορεῖτο τῆς πόλεως ἐς τὸ στρατόπεδον, καὶ λίθων εὐπορία ἦν, καὶ ἐσθή‐ των παντοδαπῶν πλέως ἡ χώρα, ὥστε μιᾷ ἡμέρᾳ μέγα δὴ ὄλβιον | |
20 | γενέσθαι τοῦτο τὸ στρατόπεδον ἀπό τε ἀνδρῶν περιφανῶν καὶ πλούτου καὶ τῆς ἄλλης εὐδαιμονίας, ὥστε πολλοὺς μὲν οὐκ | |
ἔχειν ὅ τι χρήσαιντο τῶν νεηλύδων τῇ παρούσῃ εὐδαιμονίᾳ. καὶ | 162 in vol. 2.2 | |
2.163 | λίθους μὲν ἐξωνησάμενοι ὀλίγης τιμῆς, ἅτε μὴ εἰδότων τῶν νεηλύδων, ὁπόσου αὐτὰ δέοι ἀποδόσθαι, μέγα ὄλβιοι ἐγένοντο, καὶ χρυσόν, ᾗ ἔστιν, ἀντὶ χαλκοῦ φαίνονται ἀποδόμενοι οἱ νεή‐ λυδες. | |
5 | Ἐνταῦθα ἑάλω καὶ Ἰσίδωρος καρδινάλιος Σαβίνων, καὶ ὡς ἤχθη, ἐς Γαλατίαν ἀπεδόθη, καὶ ἐσβὰς ἐς ναῦν ἀπέδρα ἐπὶ τὴν Πελοπόννησον. εἰ μὲν οὖν αὐτὸν ἔγνω βασιλεύς, ὡς εἴη καρδινάλιος Ἰσίδωρος, ἀνεῖλέ τε 〈ἂν〉 αὐτὸν καὶ οὐκ ἀνίει διαφυγεῖν· νῦν δὲ οἰόμενος αὐτὸν τεθνάναι οὐκ ἐποιεῖτο λόγον | |
10 | οὐδένα. τοῦ μέντοι βασιλέως Ἑλλήνων τὴν κεφαλὴν τῶν νεη‐ λύδων τις μετὰ ταῦτα παρὰ βασιλέα ἐνεγκάμενος δῶρά τε ἔλαβε καὶ ἀρχῇ ἐδωρήθη. ὅτῳ δὲ τρόπῳ ἀποθάνοι, οὐδεὶς ᾔσθετο τῶν νεηλύδων φράσαι. κατὰ γὰρ τὴν πύλην σὺν πολ‐ λοῖς ἄλλοις αὐτοῦ ὡς ὁ τυχὼν ἐτελεύτησε, βασιλεύσας ἔτη | |
15 | τρία καὶ μῆνας τρεῖς. ἑάλωσαν δὲ καὶ Οὐενετῶν ἄνδρες ἐπι‐ φανεῖς, οἳ αὐτοῦ τε παρῆσαν μετιόντες ἐμπορίαν, καὶ ἄλλοι συχνοί, οἳ σὺν ταῖς τριήρεσιν ἔτυχον ὁρμισάμενοι, κατέσχον δ’ αὐτοὺς οἱ Ἕλληνες κατὰ τὸ ξυμμαχικόν, ὥστε ἀμῦναι σφίσιν ἐς τὴν παροῦσαν ἀνάγκην. καὶ ὁ μὲν πρύτανις τῶν Οὐενετῶν, | |
20 | ὡς ἤχθη ἐς βασιλέα, ἀπέθανεν, οἱ δ’ ἄλλοι ἀπελύοντο μετὰ ταῦτα. ἐν ᾧ γὰρ ταῦτα ἐγένετο καὶ πάντες σχεδὸν ἐγένοντο τετραμμένοι ἐπὶ διαρπαγήν, καὶ οἱ τοῦ στόλου τοῦ βασιλέως, αἱ δὲ τῶν Οὐενετῶν τριήρεις λύσασαι ἐκομίζοντο διὰ τοῦ Ἑλλησπόντου, | |
καὶ τριταῖαι ἀφικνοῦνται ἐς Εὔβοιαν κεναὶ ἀνθρώπων· τοὺς γὰρ | 163 in vol. 2.2 | |
2.164 | πλείους ἀποβιβάσαντες οἱ Ἕλληνες ἐτάξαντο ἐς τὴν τῆς πόλεως φυλακὴν πρὸς τὰς ἐπάλξεις, καὶ ἑάλωσαν, οἱ δὲ καὶ ἀπέθανον. αἱ μὲν οὖν τριήρεις ἀφικόμεναι ἀγγέλλουσί τε τὴν Βυζαντίου συμφοράν, καὶ πάντες οὐδὲ ᾔδεσαν, ποῦ τράπωνται γενόμενοι· | |
5 | αὐτίκα γὰρ ἥξειν ἐς αὐτοὺς τὸ δεινὸν ἐνόμιζον. καὶ αἱ νῆσοι αἱ ἐν τῷ Αἰγαίῳ σχεδόν τι ξύμπασαι ὥρμηντο ἐς φυγήν, καὶ οἱ ἡγεμόνες τῶν Ἑλλήνων καὶ οἱ περὶ Πελοπόννησον συμφορᾷ πεπληγμένοι ὥρμηντο ἐπὶ τὴν θάλασσαν. δι’ ἃ δὴ ξυνέβη ὕστε‐ ρον γενέσθαι τὴν ἀπόστασιν τῶν ἐνοικούντων αὐτὴν Ἀλβανῶν. | |
10 | Βασιλεὺς μὲν δή, ὡς ἑάλω Βυζάντιον, αὐτίκα ἐκέλευε Ζάγανον τὸν κηδεστὴν αὐτοῦ τριήρεις πληρώσαντα ἰέναι τε ἐπὶ τὴν καταντικρὺ Βυζαντίου Γαλατίην πόλιν, καὶ διακωλύειν μὴ πλέειν ἐπὶ τὰς ναῦς, παραγγέλλειν τε τοῖς ἐν τῇ πόλει ἱδρῦσθαί τε ἕκαστον ἐν τῇ χώρᾳ καὶ μηδενὶ ἐπιτρέπειν ἐσβαίνειν ἐς τὰς | |
15 | ναῦς. ὁ γὰρ τῆς πόλεως ταύτης προεστώς, ὡς ᾔσθετο τὸ Βυζάντιον ἑαλωκέναι ὑπὸ βασιλέως, περιδεὴς γενόμενος, μὴ καὶ ἐς σφᾶς ὁρμώμενος ἐξανδραποδίσαιτο τὴν πόλιν, οἷα καὶ Βυζάντιον ἔδρασε, λαβὼν τὰς τῆς πόλεως κλεῖς καὶ ἀφικόμενος ἐς βασιλέα παρε‐ δίδου τὴν πόλιν, ὡς αὐτῷ τε ἐπιτρέπουσι σφᾶς, ἀξιοῦντες πεί‐ | |
20 | θεσθαι τοῦ λοιποῦ αὐτῷ ὅ τι ἂν κελεύοι. τότε μὲν οὖν τὸν Ζάγανον ἔπεμπε παραληψόμενόν τε τὴν πόλιν καὶ μηδενὶ ἐπι‐ τρέψοντα ἐσβαίνειν ἐς τὰς ναῦς. οἱ μὲν οὖν Γαλατιανοί, ὡς εἶδον τὰς τριήρεις ἐπὶ τὴν πόλιν σφῶν ὡρμημένας, ἐνταῦθα δὴ ἅπαν‐ τες πασσυδὶ ὥρμηντο ἐπὶ τὰς ναῦς· οἱ δὲ Τοῦρκοι ἐπεῖχον | |
25 | αὐτούς, καί τινας αὐτῶν διεχρήσαντο δεδιττόμενοι. ἐπεὶ δὲ | 164 in vol. 2.2 |
2.165 | ἀφίκετο Ζάγανος, εἰσιὼν ἐς τὴν πόλιν καθίστα τε τὰ ἐν τῇ πόλει, καὶ ἄρχοντα ἐπέστησε τοῦ βασιλέως, ὥστε μιᾷ ἡμέρᾳ δυοῖν πόλεων κύριος γενόμενος τὴν μὲν ἠνδραποδίσατο, τὴν δ’ αὖ παραλαβὼν τὰ κατὰ τὴν ἤπειρον τείχη καθαιρεῖν τοὺς | |
5 | ἐνοικοῦντας προσέταξεν. ἐποίει δὲ τοῦτο, ὡς ἂν μὴ νεῶν ἀπὸ Ἰταλίας ἀφικνουμένων ἀπόστασίν τε βουλεύοιντο, καθῃρημένων τῶν τειχῶν τῆς ἠπείρου, καὶ τῷ βασιλεῖ ἐσαῦθις ἢν ἐπίῃ πόλεμος, κατάσχῃ ἐσιὼν ἐς τὴν πόλιν. Ἑλλήνων μὲν οὖν ὅσοι μὴ ἀπώλοντο, τούτους ἀπαγαγόντες | |
10 | ἐς τὴν Γαλατίην, τοὺς ἐπιφανεῖς μάλιστα αὐτῶν. καὶ ἄλλοι μὲν οὕτως ἐλευθεροῦντο· Νοταρᾶν δὲ τὸν βασιλέως Ἑλλήνων πρύτα‐ νιν αὐτός τε ὁ βασιλεὺς ἐξωνησάμενος καὶ γυναῖκα καὶ παῖδας, καὶ χρηματίσας αὐτῷ, ἅττα ἠβούλετο συνιέναι τῶν ἑαυτοῦ, καὶ τὰ τῆς Ἰταλίας ὅσα ᾔδει προσδόκιμα, ἐτίμα τε καὶ συνεγένετο | |
15 | χρόνον τινά. καὶ Ἑλλήνων ὅσοι ἠλευθέρωντο, συνελέγοντο αὖθις ἐς τὴν Βυζαντίου πόλιν, τούς τε προσήκοντας αὐτῶν ἐλευθεροῦν‐ τες καὶ ἐπιτηδείους. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ βασιλέως ἀπώ‐ λοντο. ἐγένετο δὲ ὧδε. ὡς ἀνηνέχθη ἐς βασιλέα παῖδα εἶναι τοῦ Νοταρᾶ νήπιον δωδεκαετῆ, ἔπεμψε τῶν οἰνοχόων αὐτοῦ ἕνα, | |
20 | αἰτούμενος τὸν παῖδα. ὁ δὲ ὡς ἐπύθετο τὰ παρὰ τοῦ οἰνοχόου, χαλεπῶς τε ἔφερε καὶ ἐποιεῖτο δεινόν, λέγων «ὦ οἰνοχόε, ταῦτα οὐκ ἀνασχετά ἐστι, βασιλέα ἀφαιρεῖσθαι τοὺς παῖδας ἡμῶν, οὐδὲν ἔχων, ὅ τι ἂν ἡμῖν ἐν τῷ παρόντι ἐπιμέμψασθαι, ἐπεί τε συνέγνω ἡμῖν τὴν ἁμαρτίαν ἐξωνησάμενος. εἰ δὲ ταῦτα οὕτω | |
25 | ἡμᾶς ποιοίη, τί οὐ κελεύει ἠμᾶς αὐτοὺς κακίστῳ ὀλέθρῳ παρα‐ | |
δοῦναι;» ταῦτά τε ἔλεγε, καὶ οὐκ ἔφη ἑκὼν εἶναί ποτε τὸν | 165 in vol. 2.2 | |
2.166 | παῖδα ἀναίτιος ὢν ἐκδώσειν. ἐπιπλήττοντι δὲ τῷ οἰνοχόῳ καὶ παραινοῦντι μήτε λέγειν μήτε ποιεῖν οὕτω ἐς βασιλέα, ὡς αὐτίκα ἀπολούμενον, οὐκ ἔπειθεν. ἐπεὶ δὲ ὑποστρέφων ἀπήγγειλε τῷ βασιλεῖ τὰ παρὰ τῶν Ἑλλήνων, αὐτίκα ἐκέλευσεν αὐτόν τε | |
5 | ἅμα καὶ τοὺς παῖδας, καὶ ὅσοι αὐτῷ συμπαρῆσαν, ἀπαγαγόντα κατασφάξαι. οἱ μὲν οὖν ὡς ἀφίκοντο ἐς αὐτὸν οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐδεῖτο αὐτῶν τοὺς παῖδας ἐναντίον αὐτοῦ ἀνελεῖν τὰ πρῶτα, μετὰ δὲ ταῦτα ἑαυτὸν καταχρήσασθαι. καὶ οἱ μὲν παῖδες αὐτοῦ καταδείσαντες τὸν θάνατον ἐδέοντο τοῦ πατρός, | |
10 | καὶ ὅσα ἐνῆν σφίσι χρήματα ἐν τῇ Ἰταλίᾳ, παραδόντας περι‐ ποιῆσαι σφᾶς, ὥστε μὴ ἀποθανεῖν. ὁ δὲ οὐκ εἴα, ἀλλ’ ἐκέλευε θαρροῦντας ἰέναι ἐπὶ τὸν θάνατον. καὶ τούτους μὲν πρῶτα ἀνεῖλον, μετὰ δὲ ἑαυτὸν παρείχετο διαχρήσασθαι. ὡς δὲ τοῦτόν τε καὶ τοὺς περὶ αὐτὸν ἀνεῖλεν ὁ βασιλεύς, αὐτίκα ἐκέλευσε | |
15 | καὶ τῶν Ἑλλήνων τοὺς ἄλλους, ὅσοι παρῆσαν ἐν Βυζαντίῳ ἐλευθερωμένοι, ἀπαγαγόντες καὶ τούτους ἀπέσφαξαν. καὶ οὕτω μὲν οὗτοι ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· βασιλεὺς δὲ ἐπὶ τοῦτον τὸν φόνον ἐλάσας, ἐνάγοντος τῶν Ἑλλήνων τῶν ἐπιδήμων ἑνός, οὗ τὴν θυγατέρα βασιλεὺς συγγενόμενος ἤρα τε ἐπιμαινόμενος | |
20 | τῇ γυναικί, τούς τε προσήκοντας αὐτῇ ἐφιλοφρονεῖτο, ὑπὸ ἔρω‐ τος ὡς μάλιστα φερόμενος. καὶ τούτῳ φασὶ πειθόμενον διαχρή‐ σασθαι τοὺς Ἕλληνας. Περὶ μὲν τοὺς τοῦ Βυζαντίου Ἕλληνας τοσαῦτα ἐγένετο· δοκεῖ δὲ ἡ ξυμφορὰ αὕτη μεγίστη τῶν κατὰ τὴν οἰκουμένην | |
25 | γενομένων ὑπερβαλέσθαι τῷ πάθει, καὶ τῇ τῶν Ἰλίου παρα‐ | 166 in vol. 2.2 |
2.167 | πλησίαν γεγονέναι, δίκην γενέσθαι τοῦ Ἰλίου ὑπὸ τῶν βαρ‐ βάρων τοῖς Ἕλλησι 〈πασσυδὶ〉 ἀπολουμένοις, καὶ οὕτω τοὺς Ῥωμαίους οἴεσθαι ξυμβῆναι, τὴν τίσιν ἀφῖχθαι τοῖς Ἕλλησι τῆς πάλαι ποτὲ γενομένης Ἰλίου ξυμφορᾶς. | |
5 | Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο· Χαλίλην δὲ ἐνταῦθα τὸν Μπραΐμεω παῖδα, τὸν τοῦ οἴκου αὐτῷ ἡγεμόνα, συλλαμβάνει, βουληθεὶς μὲν καὶ πρότερον ἀπολέσαι αὐτόν, καταστάντων δὲ οὐκέτι αὐτῷ [ἔτι] τῶν πραγμάτων βεβαίως δεδοικὼς οὐκ ἐποιεῖτο τὴν σύλληψιν. καὶ αὐτὸν μὲν ἐν πέδαις ἔχων ἀπέπεμψεν ἐπὶ | |
10 | ἁμάξης ἐπὶ Ἀδριανούπολιν καθεῖρξαι, καὶ οὐ πολλῷ ὕστερον τήν τε οὐσίαν ἀφείλετο, χρυσόν τε καὶ ἄργυρον, ὅσος ἐνῆν αὐτῷ, ἰσχυρότατα δὲ χρημάτων κτῆσιν ποιησάμενον τοῦτον τὸν ἄνδρα, καὶ μέγα ὄλβιον ἐν τῷ τῶν βασιλέων τῶνδε οἴκῳ συμπάντων γενομένων. ταῦτα δὲ ἐγένετο ἐπικρατοῦντος τότε καὶ τὸ κράτος | |
15 | ἔχοντος παρὰ βασιλεῖ Ζαγάνου τοῦ κηδεστοῦ βασιλέως, οὗ τὴν θυγατέρα ἐγγυημένην Μαχουμέτῃ τῷ Μιχαήλου παιδί, ὡς ὀψόμε‐ νος ᾔει παρ’ αὐτὸν ἅμα τῷ βασιλεῖ, καὶ ἐρασθεὶς ὡς ἐθεάσατο τὴν γυναῖκα, ἠγάγετο μὲν αὐτὸς ταύτην, τὴν δὲ ἑτέραν ἐγγυήσατο αὐτῷ Μαχουμέτῃ ὁ Ζάγανος. τὸν μὲν οὖν Χαλίλην εὐθὺς τότε | |
20 | κατεχρήσατο, καὶ τοὺς θεράποντας αὐτοῦ Ἰαγούπην καὶ Μεχμέ‐ την, καὶ συλλαβὼν τὰ χρήματα ἀφείλετο ὑπὲρ τὰς ιβʹ μυριάδας χρυσοῦ. ἐνταῦθα μὲν ὥρμηντο τῶν θεραπόντων αὐτοῦ οἱ πλεῖστοι | |
μελανοφορεῖν καὶ τῶν ἐπιτηδείων, ἅτε ἀνδρὸς ἀρίστου γενομένου. | 167 in vol. 2.2 | |
2.168 | καὶ ὡς τοῦτο ἀνήχθη ἐς βασιλέα, κήρυγμα ἐποιεῖτο, ὃς ἂν ἐσθῆτα μέλαιναν φοροίη, ἐς τὴν ὑστεραίαν παρεῖναι ἐς τὰς βασιλέως θύρας. καὶ οὐδεὶς ἐφάνη οὕτως ἔχων ἀνὰ τὴν πόλιν. ἀνεδήλου μὲν τῷ ἀνδρὶ τῷδε καὶ πρότερον βασιλεύς, ὡς ἄχθοιτο | |
5 | μὲν αὐτῷ ἐπιεικῶς πάνυ δυσμενεῖ περὶ ἑαυτόν, καὶ ἡ φήμη οὕτως εἶχε, θειοτέρα οὖσα ὡς τὰ πολλά. καί ποτε ἀλώπεκος δεδεμένης ἐν ταῖς βασιλέως θύραις αὐτὸς βασιλεὺς ἤρετο «ὦ ταλαίπωρε, τί οὐ χρήμασι διεπράξω παρὰ Χαλίλῃ τῷ ἡμετέρῳ πρυτάνει διαφυγεῖν, ἀλλ’ οὕτω κακῶς πράττεις;» ἔθραξε μέντοι | |
10 | καὶ αὐτὸν Χαλίλην ἡ φήμη, καὶ ὥρμητο ὡς εἰς τὸν Μεχμέτεω τάφον πορείαν ἔκδημον ποιησόμενος. ὥστε ἀνεῖναι τοῦ θυμοῦ τὸν βασιλέα ἐς αὐτόν. ἀλλ’ ἐξηπάτει αὐτὸν χρήμασι θεραπεύων, καί ποτε ὡς εἶδε τεταραγμένον τῇ φήμῃ, χρήματα ἐπιπέμψας ἐκέλευε θαρρεῖν καὶ μὴ πείθεσθαι τοῖς χαλεπόν τι ὑποθεμένοις | |
15 | αὐτῷ, ἥδεσθαι τε ἐκέλευε. καὶ οὕτω ἐξαπατώμενος ἔπεμπε λέγων τῷ βασιλεῖ «ὦ βασιλεῦ, καὶ ἀχθεσθῆναι ἡμᾶς καὶ ἥδεσθαι ἐπὶ σοί ἐστιν. ἢν οὖν κελεύῃς ἄχθεσθαι ἡμᾶς, ἀνάγκη οὕτω ἔχειν ἡμᾶς· εἰ δὲ καὶ αὖ ἥδεσθαι ἐπιτάττεις, καθησόμεθα πάνυ θαρροῦντες.» | |
20 | Οὗτος μὲν οὖν οὕτως ἐτελεύτησεν· βασιλεὺς δὲ εἰ εἵπετο μετὰ τὴν Βυζαντίου αἵρεσιν τῇ ἀμφ’ αὑτὸν δόξῃ ἐπιὼν ἁπανταχῇ, μέγα | |
ἂν κατειργάζετο ἑαυτῷ χώραν προσανακτώμενος. μετὰ δὲ τὴν | 168 in vol. 2.2 | |
2.169 | Βυζαντίου αἵρεσιν σπονδὰς μὲν ἐποιεῖτο τοῖς βασιλέως Βυζαντίου ἀδελφοῖς. θαυμάζω δέ, εἰ μὴ τοὺς χρησμοὺς τῆς Σιβύλλης οὐκ οἴονταί τινες ἀληθεῖς γεγονέναι, ὁπότε τὴν ἐν Βυζαντίῳ χώραν τὴν τῶν βασιλέων γραφήν, ὑπὸ Λέοντος τοῦ σοφοῦ, ὥς φασι, | |
5 | βασιλέως, ἐς τοῦτον τὸν βασιλέα ἐτελεύτα ἡ γραφή, καὶ ἐς τὸν ἀρχιερέα τὸν ἐν Φλωρεντίᾳ τῇ Τυρρηνῶν τελευτήσαντα. τὸν γὰρ δὴ Κωνσταντῖνον βασιλέα, ἅτε ἀπολλύμενον ὑπὸ τῶν βαρβάρων καὶ οὐ τελευτῶντα ἐν τῇ βασιλείᾳ, οὔτε τὸν Γρηγόριον τὸν ἐπὶ Ἰταλίας οἰχόμενον ἐχώρει ὁ πίναξ ἐκεῖνος. χῶροι δὲ ἐνετέτμηντο ἐν τῷ | |
10 | βιβλίῳ τῶν μεθ’ ἑαυτὸν βασιλέων ἐς τὴν τελευτὴν τοῦδε τοῦ βασιλέως καὶ τοῦ ἀρχιερέως αὖ, εἴτε πλειόνων εἴτε δὴ καὶ ἐλαττόνων, ὅσοι ἐχώρησαν ἐπὶ τὴν ἀρχιερωσύνην τῆς πόλεως. λέγεται μὲν καὶ πολλὰ τοῦ βασιλέως τοῦδε ἔργα θαύματος ἄξια, ἅτε δὴ ἀστέρων καὶ ψυχῶν ἐμπείρου γενομένου καὶ ὡμιληκότος | |
15 | τῇ ἐκείνων δυνάμει, δύο δὲ καὶ τρία, ὧν ἄξιον ἐπιμνησθῆναι. Μέτειμι δὲ ἐφ’ οὗ ἤια λέξων ἐφεξῆς λόγου. ὡς οἱ ἀπὸ Πελοποννήσου ἡγεμόνες ὥρμηντο μὲν φεύγειν ἐπὶ Ἰταλίας, καὶ Ἑλλήνων ὅσοι ἐνῴκουν τὴν νῆσον οἱ ἐπιφανέστεροι, ὡς δὲ σφίσι σπονδὰς ὁ βασιλεὺς ἐποιήσατο, οὐκέτι διενοοῦντο ἀπιέναι, ἀλλ’ | |
20 | ἐμμένοντες περιέπεσον ξυμφορᾷ οὐ σμικρᾷ τινι οὐδὲ ἐπιτυχούσῃ. ὡς γὰρ ἑώρων αὐτοὺς οἱ Ἀλβανοὶ παρασκευαζομένους ἀπαίρειν, οὐκέτι ἤθελον πείθεσθαι, ἀλλὰ συνίσταντο μὲν πρὸς ἀλλήλους | |
καὶ συνώμνυντο ὡς ἐπιθησόμενοι τῇ Πελοποννήσῳ. ἔπραττον δὲ | 169 in vol. 2.2 | |
2.170 | ταῦτα ἐνάγοντος Πέτρου τοῦ χωλοῦ, ἀνδρὸς τὸν τρόπον οὐκ ἀγαθοῦ, δεξιοῦ δὲ ἄλλως καὶ καθηγουμένου τοῖς Ἀλβανοῖς τὴν ἐσήγησιν ταύτης τῆς ἀποστάσεως. ἐνῆγε δὲ ἐπικείμενος, ὥστε ἀφίστασθαι ἀπὸ Ἑλλήνων καὶ σφίσιν ἡγεμόνα ἑλέσθαι, ὃν ἂν | |
5 | αὐτοὶ ἕλωνται. καὶ ὥρμηντο μὲν ὡς ξυμβήσοντες τοῖς ἡγεμόσι, μετὰ δὲ διεκωλύθησαν. καὶ ἐπεκαλοῦντο μὲν καὶ Ἑλλήνων ἄλλον ἐς τὴν ἐσήγησιν ταύτην, ἐπιστάτην ἀξιοῦντες γενέσθαι· τελευτῶν‐ τες δὲ ἐστήσαντο Ἐμμανουῆλον τοῦ Καντακουζηναίων γένους ἡγεμόνα τε σφίσι, καὶ τὰ τῶν Ἑλλήνων ἦγον καὶ ἔφερον, καὶ | |
10 | ὑποζύγια μὲν καὶ ζῷα, ὅσα εἶχον οἱ Ἕλληνες, ἐληΐζοντο στρα‐ τευόμενοι. εἰσὶ δὲ τὸ γένος τοῦτο νομάδες ἅπαντες, καὶ οὐδαμῇ σφίσι χρονίαν τὴν διατριβὴν ποιούμενοι. ταύτῃ δὴ ὁρμώμενοι τῶν πόλεών τε ἔστιν ἃς ὑπηγάγοντο, καὶ ἐπελαύνοντες τὰς μὲν ἐπολιόρκουν, τὰς δὲ καὶ ἐδῄουν. καὶ τούς τε Ἕλληνας ἐν ἀνδρα‐ | |
15 | πόδων λόγῳ ποιούμενοι, ἔπρασσον ἐς τὰς θύρας τοῦ βασιλέως ἐπιτραπῆναι σφίσι τὴν Πελοπόννησον, καὶ ἐπηγγέλλοντο καὶ στρατὸν καὶ πόλεις αὐτῷ ἐν τῇ Πελοποννήσῳ, καὶ φόρον ἐπέτειον πολὺν ἀπάγειν τῷ βασιλεῖ. καὶ ξυνεβάλλοντο δὴ αὐτοῖς καὶ Κεντηρίων Ζαχαρίας, ὁ τῆς γυναικὸς ἀδελφὸς τοῦ βασιλέως | |
20 | ἀδελφοῦ, καὶ Λουκάνης, οὓς καθείρξας εἰς πόλιν καλουμένην Χλουμουτζίην ἐν τῇ ἀκροπόλει εἰς φυλακὴν ἐποιεῖτο καὶ ἐν πέδαις συνετήρει. τὸν γὰρ τῆς πόλεως ἄρχοντα πείσαντες συναφεστάναι τε σφίσι καὶ ἀγαγέσθαι τοῦ Κεντηρίωνος θυγατέρα, ἀπέστη τε, | |
καὶ τούς τε ἄνδρας ἠλευθέρου, καὶ ἐπολέμουν τοῖς Ἕλλησι. | 170 in vol. 2.2 | |
2.171 | καὶ ηὔξετο μὲν τοῖς Ἀλβανοῖς τὰ πράγματα, καὶ ἐς μέγα ἐχώρει. τὸν μὲν οὖν Κεντηρίωνα Θωμᾶς ὁ βασιλέως ἀδελφὸς ὧδε αἰτιασάμενος συνέλαβεν, ὅτε Ἀμουράτης ὁ Μεχμέτεω τὸν Ἰσθμὸν καθελὼν ἤλαυνεν ἐντὸς Πελοποννήσου εὐθὺ Ἀχαΐας. | |
5 | ὥρμηντο δὲ αὐτός τε ἅμα καὶ Μπόχαλις ὁ Λεοντάρης ἄρχων ἀφίστασθαι. καὶ ὁ μὲν Μπόχαλις ἀπέστη ἐκ τοῦ φανεροῦ καὶ ἐπολέμει, καὶ συμβαλὼν στρατηγῷ Ῥαοὺλ τοῦ ἡγεμόνος ἑάλω καὶ ἐξεκόπη τὼ ὀφθαλμὼ 〈ὑπὸ〉 τοῦ ἡγεμόνος. τούτους μὲν οὕτω αἰτιασάμενος, ἐπελαύνοντος Ἀμουράτεω, Λουκάνην δὲ καὶ | |
10 | νεωτερίζοντά τε περὶ τὰ αὐτοῦ πράγματα καὶ ξυνιστάμενον τοῖς τῶν Ἑλλήνων καινοτομεῖν βουλομένοις συνέλαβέ τε καὶ καθείρξας εἶχεν ἐν τῇ ἀκροπόλει. ἐνῆγε μὲν οὗτος καὶ πρότερον ἐπὶ ξυνω‐ μοσίᾳ, δύναμιν ἀξιόχρεω περιποιούμενος, τούς τε Ἑλλήνων περι‐ φανεῖς καὶ μετὰ ταῦτα Ἀλβανῶν τοὺς δυνατωτάτους. τοῦτον δὴ | |
15 | γένους ὄντα οὐ φλαύρου, πρὸς δὲ μάλιστα ἀφανοῦς Θεόδωρος ὁ νεώτερος τῆς Σπάρτης ἡγεμών, φύσεως εὖ ἔχειν δοκοῦντα καὶ ἐς τὰ ἄλλα οὐκ ἀξύνετον, ἐς τοὺς παρ’ ἑαυτῷ πρωτεύοντας ταξάμενος χρήμασί τε ἐθεράπευσεν. ὁρμώμενος δὲ ἀπὸ ταύτης τῆς τοῦ ἡγεμόνος εὐεργεσίας, ἐρίζων πρὸς τοὺς τῶν Ἑλλήνων | |
20 | ἐπιφανεῖς. ἔπρασσε τὰ Πελοποννησίων πρὸς τὸν ἡγεμόνα δημα‐ γωγῶν. ἐτράπετο δὲ ἐπὶ τούτους ὡς διενεχθέντας μὲν τῇ γνώμῃ | |
πρὸς τοὺς Βυζαντίου Ἕλληνας, καὶ δεδιότας περὶ σφίσι τε | 171 in vol. 2.2 | |
2.172 | αὐτοῖς καὶ τῇ χώρᾳ καὶ Τούρκους, ὡς ἢν ἐπικρατήσωσι τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἐπιτρέψουσι σφίσι τῇ παρούσῃ ἐμμένειν εὐδαιμονίᾳ. καὶ ἐδόκει μὲν τὸ μέγα δύνασθαι αὐτίκα παρ’ ὅτῳ συσταθείη τῶν ἡγεμόνων, ὑγιὲς δὲ αὐτοῦ οὐδὲν ἔτι | |
5 | ἦν ἐν τοῖς πράγμασι. τούτων μὲν οὖν τῶν ἀνδρῶν αὕτη ἡ ἀπαλλαγὴ ἐγένετο ἀπὸ τῆς εἱρκτῆς· στρατὸν δὲ ἐπάγοντες τῇ τε Κλίνῃ αἴσχιστα ἀπηλλάττοντο ἡττηθέντες, καὶ ἐς Πάτρας τῆς Ἀχαΐας στρατευσάμενοι καὶ ἐς τὸν ἡγεμόνα τὸν νεώτερον κακῶς ἔπραξαν, πολλοὺς ἀποβαλόντες τῶν σφετέρων ἐνταῦθα. | |
10 | Καὶ ἐδόκει μὲν οὖν ὡς τὰ Πελοποννήσου πράγματα χωρῆσαι ἐπὶ τοὺς Ἀλβανούς, εἰ μὴ διαπραξαμένου τοῦ Ἀσάνεω ἐν ταῖς βασιλέως θύραις, ὥστε στρατὸν σφίσιν ἐπιδοθῆναι· στρατόν τε ἐπηγάγοντο τοῦ βασιλέως, ἡγουμένου τοῦ Τουραχάνεω, ὃς ἀφικό‐ μενος σὺν τῷ στρατῷ ἐπὶ τὴν Πελοπόννησον, καὶ συγγενόμενος | |
15 | τοῖς ἡγεμόσιν, ἐφ’ ᾧ βουλεύσασθαι, ὅπως ποιήσονται τὸν πόλε‐ μον, πρὸς αὐτοὺς ἔλεγε τοιάδε. «ὦ βασιλέως Ἑλλήνων παῖδες, ἀνάγκη μέντοι καὶ ὑμῶν τινα αὐτοῦ παρεῖναι ἐς τὸν πόλεμον. καὶ γὰρ ἂν ὁρῶντες ὑμᾶς οἱ πολέμιοι θᾶττον ἂν προσχωροῖεν, ἰδόντες οὐδέν τι σφίσιν ἀνήκεστον ἐσόμενον ὑφ’ ὑμῶν. ὑμῶν | |
20 | δὲ διαφόρων τε ὄντων καὶ δεδιότων, οὐκ ἂν πάνυ τι ῥᾳδίως ἐθέλοιεν προσχωρεῖν οἷα δειμαίνοντες, καὶ οὔτε ῥᾳδίως ἂν | |
κατορθοῖτο ὑμῖν τὰ πράγματα ἐς τὸ παρόν. τόδε μέντοι παραινῶ | 172 in vol. 2.2 | |
2.173 | ὑμῖν, ὡς μηκέτι τοῦ λοιποῦ διαίτῃ διαχρῆσθαι τῇ αὐτῇ ἐς τοὺς ὑπηκόους ὑμῶν, ἀλλὰ τοὺς ἀγαθοὺς μέντοι ἀμείβεσθαι κατὰ τὸ δυνατόν, τοὺς δὲ κακοὺς τιμωρεῖσθαι κατὰ δύναμιν, ὡς σὺν τοῖς ἀγαθοῖς, εὖ ἴστε, εὐπετῶς δυνήσεσθε κολάζειν τοὺς φαύλους, | |
5 | καὶ μηδὲ ἀνά〈παλιν〉 ἐπιτρέποντες τὸ πᾶν ἐθέλητε συγχωρεῖν. τί ἂν αὐτόματον ἀποβαίη; δῆλα γὰρ ὡς τοῦ κακοῦ ἐς τὴν βελτίονα μοῖραν ἱδρυμένου, καὶ ταύτῃ ῥᾳδίως ἂν τρέποιντο ἅπαντες κακοὶ περὶ ὑμᾶς γενόμενοι, καὶ οὕτω ἐπιτριβόμενοι κάκιστα ἂν ἀπόλοισθε. χρὴ δὲ καὶ ἐκ τῶν παρῳχημένων | |
10 | τεκμαίρεσθαι τὸ μέλλον ἔσεσθαι ὑμῖν ἐπιτήδειον. ὑμῖν γὰρ οὕτως ἔχουσι, καὶ θεραπεύουσι τοὺς μὴ ὑγιῶς ὑμῖν διακει‐ μένους, εἰς τοὐναντίον ἕκαστα περιέστη· καὶ εἰ μὴ ὁ βασι‐ λεὺς νῦν εὖ ποιῶν ὑμᾶς τὴν χώραν αὖθις ἀποδώσοι γε, εὖ οἶδ’ ὅτι οἴχοιτ’ ἂν ὑμῖν τὰ πράγματα διαφθειρόμενα. ὡς οὖν | |
15 | ταύτῃ οὐκ ἐπιτηδείως πολιτευομένων, δέοι ἂν ὑμᾶς ἐπὶ τὴν ἐναντίαν τραπέσθαι. κἀκεῖνο δὲ αὖ παραινῶ ὑμῖν, μὴ οἴκοι διατρίβοντας ἐᾶν ὑμῖν φέρεσθαι τὰ πράγματα, ὅποι χωροίη ὑμῖν, ἀλλ’ ἐπιόντας αὐτούς, ἤν τινα αἰσθάνησθε, τιμωρεῖσθαι αὐτίκα, μηδὲν μαλακὸν ἐνδιδόντας. δύο γὰρ ταῦτα καὶ Τούρκους | |
20 | ἐποίησε μέγα δύνασθαι, σπουδῇ τε ἅμα τὸ παρεῖναι ἁπανταχῇ καταλαμβάνοντας, ὅτου ἂν δέοιντο, καὶ τοὺς ἀγαθοὺς ἀμείβεσθαι ἐς τὰ μάλιστα, καὶ ἤν τι ἐς τὸ παρὸν μὴ ἐπιτρέπῃ τιμωρεῖσθαι | |
τοὺς φαύλους, εἴκειν μὲν συγχωροῦντας, ὅτου ἂν δέοι, αὐτίκα | 173 in vol. 2.2 | |
2.174 | δέ, ἐπειδὰν κατασταίη τὰ πράγματα, μηκέτι ἐπιτρέπειν αὐτῷ κακῷ ὄντι ἐξυβρίζειν, ἀλλ’ εὐθὺ ἐπιόντα ἀμύνεσθαι.» Ταῦτά τε ἔλεγε, καὶ ἐπὶ τοὺς Ἀλβανοὺς παρεκάλει τὸν ὕστερον αὐτῷ ἕπεσθαι. καὶ πρῶτα μὲν Δημήτριος ἐλαύνων ἅμα | |
5 | τοῖς Τούρκοις ἐπὶ Βορδονίαν χώραν ἐρυμνήν, ἐς ἣν καταθέ‐ μενοι παῖδάς τε καὶ γυναῖκας οἱ Ἀλβανοὶ ἐπὶ τῷ στόματι τεῖχός τε ἐπῳκοδόμησαν καὶ πυργίον, ἐνταῦθα ἀφικόμενοι ἐπο‐ λιόρκουν ἅμα ἄμφω τὼ ἡγεμόνε, καὶ Ἕλληνες τε ἅμα καὶ Τοῦρκοι προσέβαλλον ὑπορύσσοντες καὶ ἐπειρῶντο ἑλεῖν. ἡ μέν‐ | |
10 | τοι νὺξ ἐπιγενομένη διεκώλυσεν αὐτοὺς οὕτω ἑλεῖν. ὑπὸ δὲ τὴν νύκτα διὰ φάραγγος, ἐς ἣν καθήκει τὸ ὄρος, ὥρμηντο ἐς φυγήν. οἱ μὲν οὖν Τοῦρκοι αἰσθόμενοι ὡρμημένους ἐς φυγήν, αὐτίκα ἐπεισπεσόντες ἠνδραποδίσαντο ἄνδρας τε καὶ γυναῖκας ἀμφὶ τοὺς μυρίους γενομένους. μετὰ δὲ ταῦτα ἐξελαύνοντες ἀφίκοντο | |
15 | ἐς τὴν Ἰθώμην, ἐναλλὰξ ἑπομένου Θωμᾶ τοῦ νεωτέρου ἀδελφοῦ τῷ στρατῷ, καὶ ἐπὶ πολίχνην Ἀετὸν καλουμένην, προσχωρήσα‐ σαν Κεντηρίωνι ὀλίγῳ πρόσθεν. καὶ παρεστήσαντο μέντοι τὴν πόλιν, ἐφ’ ᾧ χίλια ἀνδράποδα τῷ στρατεύματι καὶ τὰ ὅπλα καὶ ὑποζύγια παραδιδόναι. προσεχώρησαν μὲν οὖν αὐτίκα καὶ οἱ | |
20 | λοιποὶ τῶν Ἀλβανῶν τοῖς ἡγεμόσι διαπρεσβευόμενοι, ἐφ’ ᾧ ἔχειν αὐτούς, ἅττα δὴ ὑπηγάγοντο, καὶ ἵππους καὶ ὑποζύγια, ὅσα ἐληΐ‐ σαντο, μὴ ἀποδιδόναι. ξυνέβησαν μὲν ἐπὶ τούτοις τῷ ἡγεμόνι | |
αὐτοῦ ἕκαστος. | 174 in vol. 2.2 | |
2.175 | Τουραχάνης μὲν ἐβούλετο ἀσθενῆ ποιεῖν τὰ Ἀλβανῶν πρά‐ γματα, ὥστε τοῦ λοιποῦ χρῆσθαι αὐτοῖς ἐπιτηδείως σφίσιν ἐπὶ τὸ ξυνοίσειν αὐτοῖς δοκοῦν. ἐπεί τε δὴ ἔμελλεν ἀπελαύνειν, ἀφικόμενος αὖθις ἐς λόγους ἀμφοτέροις τοῖς ἡγεμόσιν ἔλεγε | |
5 | τοιάδε. «ὦ βασιλεῖς Ἑλλήνων, ἐμοὶ μὲν καὶ πρότερον τῇδε συγγενομένῳ εἴρηται ἱκανῶς ἐς ὑμᾶς, ἃ φρονῶν τυγχάνω περὶ τὰ ὑμέτερα πράγματα. καὶ νῦν δὲ τοσόνδε ἂν λέγοιτο, ὡς ὁμο‐ νοοῦσι μὲν πρῶτα ὑμῖν ἔσται ἄφθονα τἀγαθά, διενεχθεῖσι δὲ καὶ δίχα γενομένοις τἀναντία τούτων, ἔπειτα δὲ καὶ μὴ ἐπι‐ | |
10 | τρέπουσι καθ’ ἡσυχίαν ἐξυβρίζειν τοὺς ὑπηκόους ἐς ὑμᾶς, ἀλλὰ ἀφειδέστερον κολάζειν, μηδέποτε ἡσυχίαν ἄγειν. ὡς κακοῦ μὲν ἡ ἀρχή, καὶ ἢν φαυλοτάτη οὖσα τυγχάνῃ, προϊοῦσα ἐπὶ μέγα χωρεῖ αὐτίκα ὕβρεως, καὶ πολλαπλασίων γιγνομένη αὐτὴ ἑαυτῆς οὐκέτι κατασχετὴ γίγνεται. ὡς δὲ μὴ ἀγαθά· φίλα γάρ, ἐφ’ ὅ | |
15 | τι ἂν τρέποιτό τις κινούμενος, τοῦτο ὡς τὰ πολλὰ αὔξειν καὶ μέγα ἀποδείκνυσθαι, τί ἂν ἐπιτηδεύων τυγχάνει.» ταῦτα εἰπὼν καὶ δεξιωσάμενος τοὺς ἡγεμόνας ἀπήλαυνε. Καὶ τούτοις μὲν ἐς τοὐναντίον κατέστη ἅπαντα· εἰς γὰρ τὸ θεραπεύειν τετραμμένοι ἑκάτεροι, πρὸς ἀλλήλους τε γνώμῃ | |
20 | τὰ σφέτερα αὐτῶν διενεχθέντες, ἐρίζοντες ἀλλήλοις ἐτύγχανον, ὁπότερος ἂν μάλιστα εὖ ποιῶν φαίνοιτο, ὥστε δοκεῖν αὐτοὺς χαρίζεσθαι. καί τινες τῶν παρ’ αὐτοῖς τὰ πρῶτα φερομένων, | |
ἐναγόντων τε καὶ ἐπὶ ξυνωμοσίαν προκαλουμένων τοὺς ἄλλους, | 175 in vol. 2.2 | |
2.176 | ὥστε ὁμοφρονεῖν, οὕτω κωλύειν διενοοῦντο. αὐτοί τε σφίσι κακο‐ δαιμονοῦντες ἐπέτρεπον τὰ πράγματα σφίσιν αὐτοῖς φθείρεσθαι. Λουκάνης τε ὁ Πελοποννήσιος, καί τινας τῶν Βυζαντίου ἐπαγό‐ μενος, συνίστα τε τοὺς Πελοποννησίους τε ἅμα καὶ Ἀλβανούς, | |
5 | ἐφ’ ᾧ σφίσι τε αὐτοῖς, ὧν ἔχει ἐπιτηδείους, καλῶς πολιτεύεσθαι. καὶ ὥρμηντο μὲν ἐπὶ Ἀσάνην, μέγα δυνάμενόν τε ἐν Πελοπον‐ νήσῳ καὶ Κόρινθον καὶ μοῖραν οὐκ ἐλαχίστην τῆς Πελοποννή‐ σου ἐπιτροπεύοντα. καὶ οὐ προσίετο μὲν οὗτος, οὐδὲ συγχωρῶν. ἔνθα δὴ οὔτε, ὃν ἐτάξαντο φόρον, ξυμφερομένων, οὔτε τῶν Πελο‐ | |
10 | ποννησίων οὔτε τῶν Ἀλβανῶν, οὐκ εἶχον ἀπάγειν τῷ βασιλεῖ. ἦν δὲ αὐτοῖς ὁ ἐπέτειος φόρος μύριοι καὶ δισχίλιοι χρυσίου στατῆρες. Οἱ μὲν Ἕλληνες οὕτω ἐν οὐδενὶ λόγῳ ὑπὸ σφῶν αὐτῶν ἐπιτριβόμενοι κατὰ βραχὺ ἀπώλλυντο. τόν τε γὰρ φόρον αὐτοί | |
15 | τε οἱ Ἀλβανοὶ καὶ οἱ Πελοποννήσιοι οὐκ ἔφασαν ἀποδιδόναι, ἂν μή τις αὐτοῖς ἐπιδιελόμενος τὴν χώραν ἐπὶ τοῖς ἴσοις τε καὶ ὁμοίοις ξυμβαίη. ἀλλ’ ἐχρῆν μὲν ταῦτα, τύχῃ οὐκ ἀγαθῇ φερόμενα, ταῦτ’ ἄρα ἴσχειν σφίσι τὴν τελευτήν, καὶ οὕτω ἀποβή‐ σεσθαι ἐς τὸ μηδὲν εἶναι γενόμενα. | |
20 | Βασιλεὺς δὲ ὁ Μεχμέτης τὴν δευτέραν ἔτι μετὰ τὴν Βυζαν‐ τίου αἵρεσιν ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ Νοβόπυργον πόλιν | |
ἐντὸς τοῦ βασιλέως χώρας παρὰ ποταμὸν Μοράβαν καλούμενον, | 176 in vol. 2.2 | |
2.177 | ὃς καὶ πρότερόν μοι δεδήλωται ῥέων ἀπὸ Πριστίνου τῆς βασι‐ λέως χώρας, καὶ ἐκδιδοῖ ἐς τὸν Ἴστρον. ἐνταῦθα γενόμενος, τὰ στρατεύματα μὲν αὐτῷ ξύμπαντα ἐπέδραμον τὴν Τριβαλλῶν χώραν, καὶ ἀφιππάσαντο τὴν χώραν ληϊσάμενοι, αὐτὸς δὲ ἐπο‐ | |
5 | λιόρκει τὴν πόλιν, τηλεβόλοις ὑπτίοις βάλλων τὰ ἐντὸς τῆς πόλεως. ἐξεύρητο δὲ τῷ βασιλεῖ τούτῳ αὕτη ἡ τῶν τηλεβόλων ὑπτίων κατασκευή. καὶ ἐπαφίασι μὲν ἄνω ἐς τὸν ἀέρα τὸν λίθον, καταβαίνων δὲ βάλλει, ἐς ὅ τι ἂν ἰθύνοι αὐτὸν ὁ τηλε‐ βολιστής, σημεῖον κομιζόμενος, καὶ δαιμονίως τυγχάνει τοῦ | |
10 | σκοποῦ ἐς τὸν μετεωρισμὸν τοῦ λίθου. οὕτω μὲν οὖν τὴν πόλιν τύπτων ἐπὶ ἡμέρας ἱκανὰς ἠνάγκασε τοὺς ἐνοικοῦντας προσχωρῆ‐ σαι αὐτῷ. ἐπεί τε δὴ προσεχώρησαν, τὰ ἔπιπλα καὶ τὰ πλείστου ἄξια ἀφελόμενος, καὶ μοῖράν τινα ἀπαγαγὼν ἐς ἀνδραποδισμόν, τοὺς ἄλλους ᾤκισεν αὐτοῦ καταλιπὼν διὰ τὴν μετάλλου ἐργασίαν, | |
15 | ἣν μάλιστα δὴ τῶν ταύτῃ χωρίων ἐπιστάμενοι ἐτύγχανον. πρόσο‐ δος δὲ αὕτη οὐκ ἐλαχίστη τοῦ βασιλέως ἀπὸ τῶν ἐνταῦθα αὐτοῦ μετάλλων τῆς πόλεως ταύτης. ὁ δὲ Τριβαλλῶν ἡγεμών, ὡς ᾔσθετο ἐπ’ αὐτὸν ἐπιόντα βασιλέα Μεχμέτην, ᾤχετο μὲν διαβὰς ἐπὶ Παίονας καὶ ἐπὶ Χωνιάτην, δεδιὼς μὴ ἐς τὴν | |
20 | Σπενδερόβην ἀφικόμενον πολιορκοῖτο καταστάς, καὶ ἐδεῖτο μὲν αὐτοῦ ἐπαμύνειν προσήκοντί τε καὶ ξυγγενεῖ ὄντι. καὶ ἐδόκει | |
μὲν κἀκείνῳ τιμωρεῖν, ἐπὶ δὲ Σπενδερόβην ἔπρασσε πρὸς βασιλέα | 177 in vol. 2.2 | |
2.178 | γενέσθαι οἱ εἰρήνην. οὗτος μὲν ἐπεβίω οὐ πολλῷ ὕστερον, καὶ ἀπέθανεν, ἐχώρει δὲ ἡ ἀρχὴ πρὸς Ἐλεάζαρον τὸν νεώτερον αὐτοῦ παῖδα. οἱ δὲ τυφλοὶ αὐτίκα ἐπὶ τῇ τελευτῇ τοῦ ἡγεμόνος χρήματα ὑφελόμενοι, ὅσα ἐνεχώρει, ἀφίκοντο παρὰ βασιλέα, καὶ | |
5 | χώραν παρεχομένου τοῦ βασιλέως ἱκανὴν τὴν δίαιταν ἐποιοῦντο. βασιλεὺς μὲν οὖν τούτῳ ἐπάγοντι φόρον ἱκανόν, ἐς δισμυρίους χρυσίου στατῆρας, σπονδάς τε ἐποιήσατο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἐστρατεύετο ἐπὶ Μπελογράδην τὴν πόλιν Παιόνων. αὕτη δὲ ἡ πόλις ᾠκεῖτο, ὡς πρότερόν μοι δεδήλωται ἐπὶ Ἀμουράτεω, | |
10 | παρὰ τὸν Ἴστρον ἀφ’ ἑνὸς πλαγίου, ἀπὸ δὲ ἑτέρου ἐπιρρέοντος Σάβα τοῦ ποταμοῦ καὶ ἐκδιδόντος ἐς τὸν Ἴστρον ἀμφίρρυτος γίγνεται ἡ πόλις ἀμφοῖν τοῖν ποταμοῖν παραρρεόντων. Ἐπὶ ταύτην δὲ τὴν Μπελογράδην ἐστρατεύετο Μεχμέτης ὁ Ἀμουράτεω, καὶ πρότερον ἐπὶ Ἰλλυριοὺς στρατεύματα ἐπιπέμψας | |
15 | ἡγουμένου Θερίζεω καὶ Ἁλίεω τοῦ Μιχάλεω. πρὸς δὲ καὶ ἐν τῇ Ἀσίᾳ συνῆπτο αὐτῷ πόλεμος πρὸς βασιλέα Κολχίδος τῆς Τραπεζοῦντος. καὶ τριήρεις ἐπιπέμψας ἐδῄου τε τὴν Κολχίδα κατ’ ἤπειρον καὶ κατὰ θάλατταν ἡγουμένου τοῦ Χιτήρεω τοῦ τῆς Ἀμασίας ὑπάρχου. ὡς μὲν οὖν κήρυκα ἔπεμπε περιαγγέλ‐ | |
20 | λοντα παρεῖναι αὐτῷ τὰ στρατεύματα ἐς Ἀδριανούπολιν, ἐξελαύ‐ νει αὐτὸς ἔχων τάς τε θύρας καὶ τοὺς νεήλυδας, καὶ χαλκὸν | |
μὲν παρὰ τοὺς τηλεβόλους ἔμπλεον φερόμενος διά τε νηῶν | 178 in vol. 2.2 | |
2.179 | αὐτῷ καὶ καμήλων ἤλαυνε διὰ τῆς Τριβαλλῶν χώρας. καὶ ἐξένιζε μὲν ὁ τῆς Σπενδερόβης ἡγεμὼν τόν τε βασιλέα καὶ τοὺς ἡγεμόνας, δῶρα πέμπων ὡς μέγιστα, παρεσκευάζετο μέντοι καὶ αὐτός, ἢν Μπελογράδη ἁλώσοιτο, αὐτίκα καὶ αὐτὸς πολιορκησό‐ | |
5 | μενος. ἐπελάσας δὲ ἐπολιόρκει τὴν πόλιν. ἔκειτο διὰ μέσου τοῖν ποταμοῖν ἰσθμός, ἑπτὰ στάδια μάλιστα τὸ εὖρος. ἔνθα δὴ καθιστὰς καὶ στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἄστυ, καὶ ἔπαιε μὲν τηλεβόλοις τὸ τεῖχος, καὶ οἱ νεήλυδες τοῖς στεγάσμα‐ σιν ἀγχοῦ γενόμενοι τοῦ τείχους ἐτόξευόν τε τοὺς Παίονας. | |
10 | στρατόπεδον δὲ καὶ τοῦτο μέγα βασιλέως ἐγένετο. ἐννοούμενος δὲ ὁ βασιλεύς, ὡς ἢν ἐπικρατήσῃ τοῦ ποταμοῦ καὶ μὴ δυνατοὶ ὦσιν ἔτι τοῦ λοιποῦ διαβαίνειν οἱ Παίονες ἐς τὴν πόλιν ἀπὸ τῆς ἀντιπέραν τοῦ ποταμοῦ ἐπαμύνειν, ῥᾷον αὐτῷ προσχωρήσειν τὴν πόλιν, ἁλώσεσθαί οἱ τὴν πόλιν, ἐπλήρου ναυτικὸν πολύ, ὃ | |
15 | κατὰ τὴν παρίστριον χώραν αὐτοῦ ἐξηρτύετο, καὶ παρεσκευά‐ ζετο ἀμφὶ τὰ διακόσια πλοῖα, ταῦτα πληρώσας τόν τε ποταμὸν κατασχήσων, διακωλύειν τὴν Παιόνων δύναμιν διαβαίνειν ἐς τὴν πόλιν, καὶ τούς γε ἐν τῇ πόλει ἀπολαβὼν ἐντὸς ταύτῃ ἐμπολιορκήσειν. τὰ μὲν οὖν πλοῖα ἀνήγετο ἐς τὸν ποταμὸν ἀπὸ | |
20 | Βιδίνης τῆς πόλεως, καὶ ἡμέρας τινὰς ἐκράτει τοῦτο κατὰ ταῦτα τὰ χωρία τοῦ ποταμοῦ. ὁ δὲ Παιόνων βασιλεὺς (ἐστρα‐ τοπεδεύετο γὰρ καὶ αὐτὸς ἐς τὴν καταντικρὺ χώραν τοῦ Μπελο‐ γράδη στρατεύματι πολλῷ) πληρώσας καὶ αὐτὸς πλοῖα τὰ κρά‐ | |
τιστα, ὅσα ἐπῆν αὐτῷ ἐν τῇ Μπούδῃ, κατέβη διὰ τοῦ ποταμοῦ | 179 in vol. 2.2 | |
2.180 | ὡς ναυμαχίαν ποιησόμενα μετὰ τῶν τοῦ βασιλέως πλοίων. ἀνῄει μὲν καὶ τὰ βασιλέως πλοῖα ἐπὶ πολὺ τοῦ ποταμοῦ κατὰ τὴν τῶν Παιόνων χώραν, καὶ δῃοῦντες ἔκαιον καὶ ἐληΐζοντο. μετ’ οὐ πολὺ δὲ καὶ ὁ τῶν Παιόνων στόλος κατῄει, καὶ ἐμβα‐ | |
5 | λόντα τοῖς πλοίοις τοῦ βασιλέως κατέδυσε μὲν ἔστιν ἅ, εἷλε δὲ καὶ ἀμφὶ τὰς εἴκοσι ναῦς. καὶ οἱ Παίονες διαχρησάμενοι τοὺς ἄνδρας, καὶ ἐς τὰς ναῦς κενὰς οὔσας τὰ σώματα καταθέμενοι τῶν φαρμακῶν, φορμηδὸν αὐτὰ ταξάμενοι, ἐνῆκαν φέρεσθαι ὑπὸ τοῦ ῥοῦ ἐς τὸ βασιλέως στρατόπεδον. καὶ οὗτοι μὲν οὕτω | |
10 | ἀπώλοντο, αἱ δὲ λοιπαὶ ἔφευγον σπουδῇ ἐπὶ τὸ τοῦ βασιλέως στρατόπεδον, καὶ ἐποκείλαντες τὰ πλοῖα ἐς τὸ στρατόπεδον ἀπέβησαν. ταῦτα μέντοι αὐτίκα 〈ὁ〉 βασιλεὺς ἐνέπρησεν, ὡς ἂν μὴ ἐπιπλέοντες αὐτὰ οἱ Παίονες ἕλωσι. τοῦ μὲν οὖν ποτα‐ μοῦ τὸ ἀπὸ τοῦδε ἐπεκράτουν οἱ Παίονες, καὶ ἐκομίζοντο ἐκ τῆς | |
15 | καταντιπέραν ἠπείρου ἐς τὴν πόλιν, ἐς φυλακὴν τοῦ ἄστεος, ἄλλοι τε καὶ δὴ Χωνιάτης σὺν τοῖς περὶ αὐτὸν καὶ Καπι‐ στράνος ὁ Ναζηραῖος, σοφός τε καὶ ἐς τὴν θρησκείαν ἀνὴρ παρὰ τοῖς πρὸς ἑσπέραν ἔθνεσι μέγα εὐδοκιμῶν. δι’ ἃ δὴ ἐπὶ τοὺς ἐν Βράγῃ τῇ μεγάλῃ τῶν Βοέμων πόλει ἐς τὴν τοῦ | |
20 | Ἀπόλλωνος τετραμμένους θρησκείαν ἐπεπόμφει αὐτὸν ὁ ἀρχιε‐ ρεὺς δεινόν τε ὄντα λέγειν ἐπὶ τὴν τοῦ Ἰησοῦ θρησκείαν. καὶ πολλοὺς μὲν αὐτοῦ ἐς τὴν τοῦ Ἰησοῦ μετέστησε δόξαν, πολλοὺς | |
δὲ καλῶν ἐπὶ τοὺς βαρβάρους πολεμίους ὄντας τῶν Ἰησοῦ, | 180 in vol. 2.2 | |
2.181 | Γερμανῶν τε καὶ Παιόνων καὶ Βοέμων, ἐπειδὴ ᾔει ἐς τὸν πόλεμον τοῦτον, ψιλοὺς δὲ ὄντας τοὺς πλείστους, ἦγε μεθ’ ἑαυτοῦ. οὗτοι μὲν οὖν, ὡς ἠγγέλλετο τὸ τεῖχος τοῦ ἄστεος ἐρρῖφθαι ἤδη πρὸς τῶν τηλεβόλων καὶ κινδυνεύειν τὴν πόλιν | |
5 | ἁλῶναι, οὗτοι μὲν οὖν, ὡς ἐπεκράτουν τοῦ πόρου, καθ’ ἡσυχίαν πολλὴν ἐκομίζοντο ἐς τὴν πόλιν, οὐ πάνυ καταφρονεῖν γιγνόμενοι τῷ βασιλέως στρατῷ. βασιλεὺς δέ, ὡς ἱκανῶς τὰ τείχη τοῦ ἄστεος καταβέβλητο καὶ ἤδη βάσιμα ἦν, παρεσκευάζετο ὡς προσβολὴν ποιησόμενος ἐπὶ ἀνδραποδισμῷ. καὶ τά τε πυρὰ τὰ | |
10 | νομιζόμενα ποιησάμενοι τῇ ὑστεραίᾳ παρεσκευάζοντο, τάς τε μηχανὰς προσφέροντες καὶ στεγάσματα, ὡς ἐξελοῦντες τὴν πόλιν. ἐνταῦθα ὁ τῆς Εὐρώπης στρατηγὸς Καραζίης, ἀνὴρ γενόμενος ἄριστος τῶν ἐν ταῖς βασιλέως θύραις, τελευτᾷ ὑπὸ τῶν ἀπὸ τῆς πόλεως τηλεβόλων. καὶ ὁ βασιλεὺς ξυμφορὰν ἐποιεῖτο τὴν | |
15 | Καραζίεω τελευτήν, καὶ ἐπένθει μεγάλως. ἐπεὶ δὲ ἐδόκει προσ‐ βάλλειν, ἕωθεν σημήνας τὴν προσβολὴν ταῖς τε σάλπιγξι καὶ κυμβάλοις καὶ αὐλοῖς, καὶ ἀγόμενος τοὺς νεήλυδας προσέβαλλε τῷ τείχει. καὶ αὐτίκα μὲν ὑπερέβησαν οἱ νεήλυδες, καὶ ἀπο‐ βάντες τοῦ τείχους εἰσεχέοντο ἐς τὴν πόλιν, καὶ εἰσπεσόντες | |
20 | ἐνόμιζον ἤδη κατειληφέναι τὴν πόλιν. οἱ δὲ ἐν τῇ πόλει καὶ οἱ | |
περὶ Χωνιάτην ὧδε παρασκευσάμενοι ἐπέμενον, ὥστε εἰσελθεῖν | 181 in vol. 2.2 | |
2.182 | τοὺς νεήλυδας. οἱ μὲν γὰρ ἐν τῇ ἀκροπόλει ἑστῶτες ξύνθημα ἔσχον, ἐπειδὰν ἡ σάλπιγξ σημήνοι, ἰέναι ὁμόσε ἐπὶ τοὺς νεήλυδας· οἱ δὲ περὶ τὰς ἐπάλξεις [καὶ] τοῦ τείχους ὑποχωρήσαντες, ἐπηγ‐ γέλλετο γὰρ σφίσιν οὕτω ὑπὸ τοῦ Χωνιάτου, ὥστε ἐν ἀδείᾳ | |
5 | τοὺς νεήλυδας εἰσιέναι ἐπὶ τὴν πόλιν, καὶ ὁπόταν σημήνοι ὁ σαλπιγκτὴς τῇ σάλπιγγι, καὶ αὐτοὺς ἰόντας δρόμῳ καταλαμβά‐ νειν τὴν ἑαυτοῦ χώραν ἕκαστος, καὶ ἀπειλημμένοις χρῆσθαι τοῖς νεήλυσιν, ὅ τι ἂν βούλωνται. οἱ μέντοι νεήλυδες ἕωθεν ὡς προσέβαλον, αὐτίκα ἐπεισπεσόντες, οὐδενὸς σφίσιν ἐμποδὼν ὄντος | |
10 | (ὑπεξεκεχωρήκεσαν ἤδη οἱ Παίονες, ὡς τὸ σύνθημα) καὶ νομί‐ σαντες πεφευγέναι εἰσεχέοντο, ὡς ἐδηλοῦτό μοι, ἐς τὴν πόλιν, καὶ τραπόμενοι ἄλλος ἄλλῃ διήρπαζον τὴν πόλιν. ἐπεὶ δὲ τὸ σύνθημα ἐδίδοτο καὶ ἡ σάλπιγξ ἐσήμαινεν, οἱ μὲν περὶ τὰ τείχη πρότερον ὄντες αὖθις ἔθεον ἐς τὰς ἐπάλξεις καὶ ἀπελάμβανον εἴσω τοὺς | |
15 | νεήλυδας, οἱ δὲ περὶ Χωνιάτην ἴεντο ὁμόσε ἐπὶ τοὺς νεήλυδας. οὗτοι μὲν οὖν ὡς κατεῖδον τοὺς ἀπὸ τῆς ἀκροπόλεως Παίονας σφίσιν ἐπιόντας, ἀνεχώρουν ἐπὶ τὸ τεῖχος· ἀναχωροῦσι δὲ αὐτοῖς οἱ Παίονες ἐπέκειντο χαλεπῶς καὶ διέφθειρον πολύ τι πλῆθος αὐτῶν. οἱ δὲ ἄλλοι, ὡς ἐς τὸ τεῖχος ὥρμηντο καὶ ἑώρων καὶ | |
20 | ἐνταῦθα τοὺς Παίονας ἐς τὰς ἐπάλξεις, ἐβιάζοντό τε τοὺς Παίονας καὶ ὑπερθέοντες ἤγοντο ἐς τὴν τάφρον. οὕτω μὲν οὖν τότε οἱ Παίονες ἐξεώσαντο τοὺς νεήλυδας καὶ ὑπερεβαίνοντο | |
τοὺς βαρβάρους· μετὰ δὲ ἔξοδον κοινὴν ποιησάμενοι οἱ περὶ | 182 in vol. 2.2 | |
2.183 | Καπιστρᾶνον καὶ οἱ ἄλλοι Παίονες πρὸς τοὺς ἐν τοῖς τηλεβόλοις τοῦ βασιλέως, καὶ μαχεσάμενοι ἐτρέψαντο αὐτοὺς καὶ ἐπεκράτουν τῶν τηλεβόλων. βασιλεὺς δὲ ὡς ἑώρα ὑπὸ τῶν Παιόνων ἐχομέ‐ νους τοὺς τηλεβόλους, δεινὸν ποιησάμενος συνέβαλε μὲν ταύτῃ | |
5 | καὶ ἐμαχέσατο ἰσχυρῶς, καὶ οὐδ’ ὣς ἠδυνήθη ἐξώσασθαι ἀπὸ τῶν τηλεβόλων τοὺς Παίονας, ἀλλ’ ἀπετράπετο. οἱ μὲν δὴ Παίονες ἐνταῦθα ἤδη ἐπηυλίζοντο, καὶ τούς τε τηλεβόλους τρεψάμενοι ἐς τὸ βασιλέως στρατόπεδον ἐπαφίεσαν. ἐπεὶ δὲ μεσημβρία ἦν τῆς ἡμέρας, καὶ τοὺς γιγνομένους τρόπους καὶ τὰ | |
10 | γιγνόμενα ἐπηγγέλλετο αὐτοῖς τοῖς καταντικρὺ Παίοσιν, ἐκομί‐ ζοντο ἤδη ἐνταῦθα ναῦται οὐκ ὀλίγοι αὐτῶν εἰς τὴν πόλιν μὲν οὐκέτι, ἀλλ’ ἐς τὸ στρατόπεδον. καὶ ἐπεξῆλθον μέντοι καὶ οἱ τοῦ ἄστεος καὶ ἑκατέρωθεν βάλλοντες μετὰ ἐπάρσεως ἐς τὸ τοῦ βασιλέως στρατόπεδον καὶ ἐμάχοντο, καὶ σκηνὰς ἔστιν ἃς | |
15 | κατέβαλλον τοῦ στρατοπέδου συχνάς, καὶ διήρπαζον οἱ ἀζάπιδες τὴν ἀγοράν. καὶ βασιλεὺς μέντοι ἐβόα, ὡς ὑπεξέλοιντο τὰς κόρας αὐτῶν, αὐτὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνέβαλε μέν, καὶ ἐτρέ‐ ψαντο τοὺς Παίονας. καὶ αὐτός τε ἄνδρα Παίονα ἀνελὼν τιτρώ‐ σκεται ἐς τὸν μηρόν, οὐ μέντοι γε ἐτράπετο. μετὰ δέ, ὡς ἐς | |
20 | τοὺς τηλεβόλους ἐπεξιὼν γένοιτο, αὖθις οἱ Παίονες συστραφέντες ἐπέκειντο τοῖς βαρβάροις, καὶ ἐτρέποντο τοὺς ἀμφὶ βασιλέως ἄχρι τοῦ στρατοπέδου. καὶ τούτου ἐς τρὶς γενομένου δεινὸν | |
ἐποιεῖτο ὁ βασιλεύς, οὔτε νεηλύδων παρόντων αὐτῷ ἐς τὴν | 183 in vol. 2.2 | |
2.184 | μάχην, καὶ τῶν ἄλλων τοῦ στρατοπέδου ἐπὶ τὰς νομὰς καὶ τὰ ἐπιτήδεια ἀφικομένων. καλέσας δὲ ἐν τῷ θορύβῳ τούτῳ τὸν ἄρχοντα τῶν νεηλύδων, Χασάνην τοὔνομα ἔχοντα, ἔλεγε τοιάδε «ὦ κάκιστε ἀνθρώπων, ποῦ δὴ ἡμῖν οἴχονται οἱ νεήλυδες; πῶς | |
5 | δέ σοι παρεγένοντο ἐς τὴν μάχην; ἢ οὐκ οἶσθα, οἷον ὄντα οἷον ἄρχοντα ἐποιησάμην; ἀλλ’ ἴθι, ὡς, εἰ μὴ ἀποθάνοιμι, εἰσόμενος τὴν δίκην ἐπιθήσω, ἣν ἂν φαῖεν ἅπαντες δικαιοτάτην γενέσθαι.» Χασάνης δὲ ὑπολαβὼν ἔλεξεν «ὦ βασιλεῦ, νεήλυδές εἰσι μὲν τετρωμένοι οἱ πολλοὶ αὐτῶν, οἱ δὲ ἄλλοι οὐκ ἐθέλουσιν ὑπακούειν. | |
10 | ἐγὼ δὲ τοὐμὸν παρεχόμενός σοι, ἀνθ’ ὧν ἄχθῃ μοι, ὄψει με ἐν μέσῳ τῶν Παιόνων μαχόμενον τελευτήσαντα ὑπὲρ τῶν σῶν πραγμάτων.» ταῦτ’ εἰπὼν καὶ ἐμβαλὼν ἐς μέσους τοὺς Παίονας, ἀνήρ τε ἀγαθὸς γενόμενος ἐναντίον τοῦ βασιλέως, ὑπὸ Παιόνων ἀπέθανε. καί τινες τῶν θεραπόντων αὐτοῦ ἐτελεύτησαν ἐνταῦθα. | |
15 | ὡς μὲν τῷ στρατοπέδῳ τρεψάμενοι τοὺς Τούρκους ἐπέκειντο οἱ Παίονες, πλέον ἔχοντες ἐν τῇ μάχῃ, παραγίνονται ἱπποδρόμοι τοῦ βασιλέως εἰς ἑξακισχιλίους, οὓς πρότερον ἐπεπόμφει ἐπὶ φυλακὴν τῆς παριστρίου αὐτοῦ χώρας, φυλάξοντάς τε οἷ σχή‐ σουσι σὺν ταῖς ναυσὶν οἱ Παίονες, καὶ διακωλύειν τε αὐτούς, | |
20 | ὥστε μὴ ἀποβαίνειν. παραγενόμενοι δὲ οὗτοι ἐς τὸν θόρυβον τοῦτον καὶ ἐς τὴν μάχην ἐν μέσῳ τε ἐποιήσαντο τοὺς Παίονας, καὶ συχνοὺς αὐτῶν ἐνταῦθα διέφθειραν, μετὰ δὲ τρεψάμενοι | |
ἐξεώσαντο τοὺς Παίονας ἀπὸ τοῦ στρατοπέδου ἐς τοὺς τηλε‐ | 184 in vol. 2.2 | |
2.185 | βόλους. καὶ οὕτω ἐνταῦθα ἡ μάχη ἐτελεύτα πρὸς ἑσπέραν ἤδη. βασιλεὺς δὲ ὡς αὐτῷ τὰ πράγματα ᾔδει πονηρῶς ἔχοντα, τούς τε νεήλυδας τετρωμένους καὶ ἐς φόβον καθισταμένους, τὰ στρα‐ τεύματα αὐτῷ δρασμῷ τε ἐπεχείρει. νυκτὸς δὲ γενομένης παραγ‐ | |
5 | γείλας ἐς τὰ στρατόπεδα συσκευάζεσθαι καὶ προϊέναι, ᾗ ἂν αὐτὸς ἐξηγοῖτο, ἀπεχώρει ὑπὸ τὴν νύκτα, καὶ ἐξελαύνων ἐδεδίει, μὴ οἱ Παίονες τῷ λοιπῷ στρατεύματι διαβάντες ἐπικέοιντο, καὶ σφίσι χαλεπὴ γένοιτο ἡ ἀπαλλαγὴ καὶ ἡ ἐπ’ οἴκου αὐτῶν κομιδή. καὶ δοκεῖ ἄν μοι καὶ τοὺς Παίονας κατὰ νώτου γενέσθαι τῷ | |
10 | βασιλέως στρατῷ, εἰ μὴ ὁ Χωνιάτης ἀποτρεπόμενος οὐκ εἴα ἐπιδιώκειν, ἐπιστάμενος τοὺς Τούρκους, ἐπειδὰν σφίσι κίνδυνος ἐπιστῇ, τότε πολλῷ τῷ μέσῳ σφῶν αὐτῶν γίγνεσθαι ἀμείνους αἰεὶ καὶ ἀνεχομένους γίγνεσθαι. δοκεῖ δὲ καὶ ὑπὸ τοῦ λοιμοῦ, ὃς ἐπεγένετο τοῖς Παίοσιν ἐς τὸ στρατόπεδον καὶ ἐπίεζεν αὐτοὺς | |
15 | πάνυ, ὥστε μηδὲ ἀναπνεῦσαι ἐπὶ συχνόν τινα χρόνον. Ἰωάννης δὲ αὐτός τε ἐτρώθη ἐνταῦθα, καὶ οὐ πολλῷ ὕστερον ἀπέθανε. δοκεῖ δέ μοι καὶ τοῦτο μάλιστα αἴτιον γενέσθαι τοῖς Παίοσι τοῦ μὴ ἐπιδιῶξαι τὸν βασιλέως στρατόν. Ἰωάννης μὲν ἀπελαύνοντος βασιλέως ἐπιβιοὺς οὐ πολύν | |
20 | τινα χρόνον μετὰ ταῦτα ἐτελεύτησεν, ἀνὴρ γενόμενος ἄριστος ἐς τὰ πάντα, καὶ ἀπὸ μικροῦ τινος ἐς μέγα δυνάμεως, μεγάλα τε ἀποδειξάμενος ἔργα πρός τε τοὺς Γερμανοὺς καὶ Βοέμους, καὶ ἐπὶ τὰ Παιόνων πράγματα ἀφικόμενος μέγα εὐδοκιμῶν | |
διεγένετο. πρὸς δὲ καὶ ἐς τοὺς Τούρκους οὐκ ὀλίγα ἀποδειξάμε‐ | 185 in vol. 2.2 | |
2.186 | νος ἔργα, εἰ μὴ διὰ τὸ πλῆθός τε καὶ ἀρετὴν αὐτῶν οὐκ ἐδόκει ἄν ποτε περιγενέσθαι τῆς βασιλέως δυνάμεως, καὶ αὐτὸς ἕῳ ἅμα ἐχειρώσατο τὰ τῶν Παιόνων στρατεύματα. ἀχθομένων δὲ αὐτῷ τῶν λοιπῶν τῆς Παιονίας δυνατῶν, καὶ οὐκ ἀξιούντων ὑπ’ | |
5 | αὐτοῦ ἄρχεσθαι, ὅμως ἐπεκράτει τε τῶν πραγμάτων, ξυνομολο‐ γούντων ἤδη κἀκείνων, καὶ οὐκ ἐχόντων, ὅπως μὴ συγχωρῶσιν ἀνδρὶ εὐδοκιμοῦντι τε ἁπανταχῇ, καὶ τήν τε ἀρχὴν ἐπὶ τὸ κράτι‐ στόν τε καὶ ἀσφαλέστερον διέποντι. δοκεῖ δὲ οὗτος ἀνὴρ σπουδῇ τὰ πάντα κατεργάζεσθαι, καὶ ἐν δέοντι χρῆσθαι τοῖς πράγμασιν | |
10 | αὐτίκα, ὅποι ἂν δέοι, παραγενόμενον. λέγεται δὲ καὶ ὑπὸ λοιμοῦ ἀπενεχθέντα ἀποθανεῖν. Περὶ δὲ Καπιστράνου τοσόνδε ἐπιστάμενος μνήμην ποιήσο‐ μαι, ὡς Βερναρδίνου τοῦ Κανιλίου γενόμενος ὀπαδός, μεγάλα ἐς τὴν τοῦ κυρίου Ἰησοῦ θρησκείαν διδάξαντος, καὶ αὐτὸς ἐπὶ | |
15 | μέγα δόξης τε καὶ κλέους ἐχώρησεν ἀνὰ πᾶσαν σχεδόν τι τὴν ἑσπέραν, ἐς τὰ πρῶτα ἀνήκων σοφίας τε ἅμα καὶ θεωρίας. καὶ τῷ μὲν δὴ Βερναρδίνῳ τελευτήσαντι οἱ περὶ τὴν Ἰταλίαν ἀνάγουσί τε τιμὰς ὡς ἥρωϊ καὶ ναοὺς ἀνοικοδομοῦσι, καὶ ἱερω‐ μένα ἐστὶν αὐτῷ οὐκ ὀλίγα ἀνὰ τὴν Ἰταλίαν ἀγάλματα ὡς ἀνδρὶ | |
20 | εὐαγεῖ τε καὶ δαιμονίῳ γενομένῳ. λέγεται δὲ καὶ θαύματος ἄξια τοῦ ἀνδρὸς τοῦδε ἀποδεδειγμένα. τούτου δὲ ὁ Καπιστρᾶνος Ἰωάννης γενόμενος ὀπαδός, ὡς εἴρηται, καὶ πολλὴν τὴν χώραν ἐπεληλυθὼς περιῄει δημοσίᾳ διδάσκων τῇ τε ἄλλῃ, ἀφίκετο δὴ | |
καὶ ἐς Βοέμους δοκοῦντας αἵρεσιν, τὴν τοῦ πυρὸς θρησκείαν τε | 186 in vol. 2.2 | |
2.187 | ἐς τὰ μάλιστα, καὶ μηδαμοῦ ἔτι συντίθεσθαι τῇ τῶν λοιπῶν ταύτῃ θρησκείᾳ, ἀλλ’ ἀλλοίως φρονοῦντάς τε καὶ μὴ πειθομένους τοῖς λοιποῖς ἀνὰ τὴν Βοεμίαν ἀδρανῆ. ἐπὶ τούτους ἀφικόμενος ὁ Καπιστρᾶνος ἐς τὸ τῶν λοιπῶν Βοέμων δόγμα κατέστησε. | |
5 | καὶ μέγα εὐδοκιμῶν ἐπὶ σοφίᾳ τε καὶ συνέσει ἐπιτηδείως τε ἔσχε τῶν Παιόνων βασιλέα, καὶ διὰ τοῦτο συνεπελάβετο καὶ τοῦ πρὸς τοὺς Τούρκους πολέμου, ὡς δὴ πρότερόν μοι δεδήλωται. Βασιλέα δὴ τοῦτον οἱ Παίονες ἐπηγάγοντο ἀπὸ Γερμανίας, ἀδελφιδοῦν γενόμενον τοῦ Σιγισμούνδου βασιλέως. τοῦτον γὰρ | |
10 | παῖδα ἔτι ὄντα μετὰ τὴν ἐν Βάρνῃ τελευτὴν τοῦ βασιλέως τοῦ Λαδισλάου, ἐπρεσβεύοντο πρὸς Ἀλβέρτον τὸν Σιγισμούνδου τοῦ βασιλέως ἀδελφόν, ὃς ἐπετρόπευε τοῦ παιδὸς καὶ περιάγων ἐς τὴν Ἰταλίαν εἶχε μεθ’ ἑαυτοῦ. καὶ γάρ τοι καὶ ὁ Ἀλβέρτος οὗτος βασιλεὺς τῆς Γερμανίας, ἀφικόμενος ἐπὶ τὸν Ῥωμαίων | |
15 | ἀρχιερέα αὐτοκράτωρ τε ἀπεδείχθη ὑπὸ Νικόλεω τοῦ ἀρχιερέως, καὶ ἀπιὼν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ ὥρμητο ἐπὶ Τούρκους στρα‐ τεύεσθαι. οὗτος δὲ μέγα ὄλβιος ὤν, ἅτε αὐτοκράτορα Ῥωμαίων γενόμενον ὑπεδέξαντο οἱ ἐν τῇ Ἰταλίᾳ καὶ μεγάλως ἐτίμησαν. παρὰ τούτῳ [ἐν] τῷ βασιλεῖ Βιέννης διατρίβοντα τὸν παῖδα | |
20 | ᾐτοῦντο οἱ Παίονες· καὶ ὡς ἔτι παῖδά τε ὄντα, καὶ δειμαίνων περὶ αὐτῷ, οὐκ ἐδίδου ὁ βασιλεύς. καὶ καταστάντες ἐπολέμουν αὐτῷ οἱ Παίονες ἐπὶ συχνόν τινα χρόνον, καὶ δὴ καὶ πρέσβεις ἐπὶ τὸν Ῥώμης ἀρχιερέα πέμποντες ἠξίουν σφίσι τὸν βασιλέα | |
ἀποδίδοσθαι· εἰ δὲ μή, ἐπιόντας μὴ ἀνεῖναι πολεμοῦντάς τε | 187 in vol. 2.2 | |
2.188 | καὶ δῃοῦντας τὴν χώραν, ἐς ὃ ἂν ὑπάγωνται σφίσιν ὑποχείριον. ἐνεδίδου μέντοι ὕστερον, καὶ τόν τε παῖδα ἀπέπεμψεν ἐπὶ τὴν βασιλείαν, ὃς ἀφικόμενος ἐς Μπούδην, καὶ ἀπὸ Μπελογράδης τὸν βασιλέως στρατὸν ἀπωσάμενος διὰ τοῦ Χωνιάτου, μετὰ ταῦτα | |
5 | οὐ πολύν τινα χρόνον βιοὺς ἐτελεύτησε. λέγεται μέντοι καὶ ὑπό τινος Λαυρεντίου Χεδρεχαβάρεω τοῦ ἀντεπάρχου κώνειον ἐμπι‐ όντα ἀποθανεῖν. ἀγόμενος δὲ τοῦ Κελτῶν βασιλέως θυγατέρα οὐκ ἔφθη τὸν γάμον ποιήσασθαι· ἐτελεύτησε γὰρ πρὶν ἢ ἀφι‐ κέσθαι τὴν γυναῖκα αὐτῷ ἐς τὰ βασίλεια. τελευτήσαντος μὲν | |
10 | οὖν τούτου διηνέχθησαν οἱ Παιόνων πρῶτοι ἐς ἀλλήλους, καὶ ἐς διαφορὰν ἀφικομένων αὐτῶν ἐπεκράτησαν οἱ τοῦ Χωνιάτου παῖδες. Ὄρλιχον γὰρ ἡγεμόνα τῆς Παιόνων χώρας οὐ φαύλης, καὶ ἔχοντα ἀνωμάλως πρὸς τὸν Χωνιάτην ἔτι περιόντα, ὡς ἐτελεύτησεν, ἠξίου, ὡς ἀνδρὶ γενομένῳ σφίσιν αἰτίῳ μεγάλων | |
15 | συμφορῶν ἐς τοὺς Τούρκους, μήτε τοὺς παῖδας διὰ τιμῆς κεκτῆσθαι ἐν τῇ συγκλήτῳ, ἐκεῖνον τε ἀνοσιώτατον ἡγουμένους τοὺς παῖδας ἐξελαύνειν ἐκ τῆς ἀρχῆς. ἐνταῦθα τοὺς Χωνιάτου παῖδας ἐν τῇ συγκλήτῳ ἐπιπηδήσαντας τῷ Ὀρλίχῳ καὶ ἀποτα‐ μόντας τὴν κεφαλὴν αὐτῷ οἴχεσθαι. τοῦτο χαλεπώτατα μὲν δὴ | |
20 | ἐνεγκόντες οἱ Παίονες τόν τε παῖδα τοῦ Χωνιάτου καθεῖρξαν ἐς τὴν Μπελογράδην· μετ’ οὐ πολὺ δὲ αὖθις διεπράξατο, καὶ ἐξελθὼν κατέστη ἐς τὴν βασιλείαν Παιόνων, βασιλεὺς δὲ ἀπε‐ δείχθη συναιρουμένων αὐτῷ τῶν τοῦ πατρὸς ἐπιτηδείων. δοκεῖ δὲ | |
καὶ χρήμασι πολλοῖς διαπραξάμενος καὶ ἀνακτώμενος, στρατόν | 188 in vol. 2.2 | |
2.189 | τε ὡς μέγιστον τῶν κατὰ τὴν Παιόνων χώραν τρέφων, ἐπὶ τὴν βασιλείαν Παιόνων χωρῆσαι. Ἰλόκης μὲν καὶ πρῶτα Χωνιάτῃ διαφερόμενος, καὶ ὕστερον τῷ παιδὶ αὐτοῦ ἐς τὴν βασιλείαν παρεληλυθότι διενεχθεὶς οὐκ ἐσακούειν οὐδὲ πείθεσθαι ἤθελε, | |
5 | μετὰ ταῦτα δὲ συνέβη αὐτῷ ἐπὶ ῥητοῖς καὶ ἐπείθετο. οὕτω δὴ ἐπὶ τὸν Χωνιάτου παῖδα, ἐς τὸν νεώτερον περιελήλυθεν ἡ Παιό‐ νων ἡγεμονία. καὶ πρὸς βασιλέα Ῥωμαίων Ἄλβερτον ἐπολέμει, μεγάλα ἀποδεικνύμενος ἔργα, καὶ Βράγαν τε καὶ Βοέμους ὑπη‐ γάγετο, ὥστε οἱ ἄμφω τὰς ἡγεμονίας ὑπηκόους γενέσθαι. | |
10 | Ὥρμητο δὴ οὖν, ὡς καὶ πρότερόν μοι δεδήλωται, ὁ αὐτο‐ κράτωρ οὗτος Ἄλβερτος ἐπὶ Τούρκους καὶ Μεχμέτην στρατεύε‐ σθαι, καὶ παρασκευασάμενος στρατὸν ἐπρεσβεύετο πρὸς τοὺς Παίονας, ὥστε δοθῆναί οἱ δίοδον διὰ τῆς χώρας αὐτῶν, καὶ ἀγορὰν παρέχεσθαι αὐτῷ τοὺς Παίονας προαγορεύων. οἱ δὲ | |
15 | ἐπιλεγόμενοι ἐν σφίσιν αὐτοῖς, ὡς, ἢν ἐπικρατήσωσι τῆς Θρᾴκης καὶ ἐπὶ μέγα χωρήσῃ δυνάμεως, ἐπανιὼν καταστρέψεται σφᾶς, οὐκ ἔφασαν διδόναι αὐτῷ ἑκόντες εἶναι διεξιέναι διὰ τῆς χώρας. οἱ μὲν δὴ οὕτω λέγουσι γενέσθαι· οἱ δὲ αὖ λέγουσι τοὺς Παίονας ἀποκρίνασθαι τῇ μὲν πρεσβείᾳ λόγους ἐπιεικεῖς, ὑπο‐ | |
20 | στρεφόντων δὲ τῶν πρέσβεων ὑπείσαντες ἄνδρας κατὰ τὴν ὁδόν, ᾗ ἔμελλον διεξιέναι, ἀνελεῖν αὐτοὺς ἅπαντας, καὶ οὕτω τραπο‐ μένου τοῦ αὐτοκράτορος Ῥωμαίων ἐς τὴν τῶν πρέσβεων ἔρευναν | |
αὖθις ἐς πόλεμον καταστάντας φέρειν ἀλλήλους. ταῦτα μὲν δὴ | 189 in vol. 2.2 | |
2.190 | οὕτω γενέσθαι λέγεται ἀπὸ τῶν Παιόνων ἐς τοὺς Γερμανούς τε καὶ αὐτὸν βασιλέα Ἄλβερτον. Ταῦτα μὲν ἐν ἔτεσι πάνυ ὀλίγοις ἐγένετο. διὰ δὴ ταύτην τὴν διαφορὰν γενέσθαι τὴν ἐν Μαντύῃ τοῦ Ῥωμαίων ἀρχιερέως | |
5 | δίαιταν προσκαλεσαμένου τούς τε Ἰβήρων καὶ Κελτῶν βασιλέων καὶ ἡγεμόνων καὶ Γερμανῶν καὶ Παιόνων καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἡγεμονιῶν καὶ πολιτειῶν. καὶ ἐπεξελθὼν ἀπὸ τῆς Ῥώμης ἐς Μαντύην τὴν σύνοδον ἐποιεῖτο, ᾗ δὴ συνελέγοντο ἅπαντες οἱ τῶν ἑσπερίων βασιλέων τε καὶ ἡγεμόνων πρέσβεις. | |
10 | προέθετο περὶ τῆς Μεχμέτεω βασιλέως Τούρκων καθαιρέσεως, καὶ ἐκέλευε γνώμην ἀποφαίνεσθαι ἕνα ἕκαστον τῶν παρόντων πρέσβεων ὑπὸ τῶν σφετέρων βασιλέων τε καὶ ἡγεμόνων. καὶ ὑπέσχοντο δὴ ἐνταῦθα οἱ μὲν αὐτῶν χρήματα οἱ δὲ καὶ ἄνδρας συμβαλέσθαι ἐς τὸν πόλεμον τόνδε. ἔνθα δὴ τὴν δεκάτην τῶν | |
15 | προσόδων ἐδέδοκτο κοινῇ ἐξελέσθαι πάντων τῶν εἰς τὴν ἱερατείαν τελούντων, καὶ ἅττα δ’ ἂν τῶν χρημάτων συναθροισθῇ, ἐς τὸν πόλεμον τοῦτον ἀποτάττεσθαι, καὶ οὕτω ἄνδρας ἐς τὰ τοιαῦτα ἐτάξαντο. μετὰ δὲ ἐδόκει τοὺς Γερμανοὺς τοῖς Παίοσι διαλλάξαι, καὶ ἐπιπέμποντες ἄνδρα τῶν παρὰ σφίσιν ἐλλογίμων τὰ πρῶτα | |
20 | φερόμενον, Βησσαρίωνα καρδινάλιον τὸν ἀπὸ Τραπεζοῦντος, ἐπρεσβεύοντο παρ’ ἀμφοτέρους, ὥστε διαλλάξαι τούτους ἀλλήλοις καὶ τὰς διαφορὰς καταλύειν. καὶ ἄλλους ἄλλῃ διέπεμπον ἐπὶ τοῖς παροῦσι πράγμασι, παρακαλοῦντες συμβαλέσθαι ἐς τὸν ἐπὶ | |
τοὺς βαρβάρους πόλεμον. | 190 in vol. 2.2 | |
2.191 | Ταῦτα μέντοι τῷ Πίῳ ἀρχιερεῖ ἐπεποίητο ἁμιλλωμένῳ ἐς τοὺς προτέρους αὐτοῦ ἀρχιερεῖς. καὶ γάρ τοι καὶ ὁ Νικόλεως ἁλούσης τῆς Βυζαντίου πόλεως σύνοδον ἐποιεῖτο, προτρεπόμενος τοὺς πρὸς ἑσπέραν ἡγεμόνας ἐπὶ τὸν βάρβαρον, καὶ λόγον | |
5 | συχνὸν ποιούμενος παρεκάλει. οὐ πολλῷ δὲ ὕστερον ἐτελεύτησεν, ἀτελῆ καταλιπὼν ταύτην αὐτῷ τὴν ἀπόδειξιν. τοῦ δὲ Εὐσεβίου ἀρχιερέως μετὰ Νικόλεω τὴν ἡγεμονίαν παραλαβόντος, ὅρκον ποιήσασθαι ἰσχυρότατον, καὶ ἐν γραφῇ παραδιδόντα, ἀρτύεσθαι μὲν ναυτικὸν ἀπὸ Νεαπόλεως. τὸν γάρ τοι Ἀλφόνσον στρατηγὸν | |
10 | ἑλέσθαι ἐς τὸν ἐπὶ τοὺς βαρβάρους πόλεμον. καὶ ταύτην ἀνελο‐ μένου τοῦ Παρθενόπης βασιλέως, ἐκπέμψαι τριήρεις δέκα ἐπὶ τὴν τῶν βαρβάρων χώραν, ὥς τε ἀρχὴν ποιούμενος τῆς ἐξόδου. ταύτας μέντοι τὰς ναῦς, καὶ οὐδὲν ὕστερον πλείους, ξυνέβη ἀφικέσθαι ἐς Ῥόδον, καὶ ταύτῃ ὁρμισαμένας ἐντεῦθεν ὡρμῆσθαι | |
15 | ἐπὶ τὴν βασιλέως χώραν, τὴν τῆς Ἀσίας παράλιον, καὶ δῃῶσαι μὲν ὀλίγα ἄττα τῆς βασιλέως χώρας, ἐπιπλέοντας δὲ καταστρέψα‐ σθαι τὴν Λῆμνον, ἔχοντος ταύτην τοῦ βασιλέως, μετὰ δὲ ταῦτα Ἴμβρον καὶ τὰς λοιπὰς τῶν ταύτῃ νήσων ἐν τῷ Αἰγαίῳ· τὴν γάρ τοι Σκῦρον καὶ Σκόπελον καὶ τὰς ἄλλας, ὡς ἑάλω Βυζάν‐ | |
20 | τιον ὑπὸ βασιλέως, ἐπὶ Οὐενετοὺς ἐτράποντο, καὶ ἔσχον ταύτας. | |
ἐνιαυτὸν δὲ περιπλέοντες τὸ Αἰγαῖον αὗται αἱ τριήρεις οὐδέν τι | 191 in vol. 2.2 | |
2.192 | ἄξιον λόγου ἀπεδείκνυντο. καὶ ὡς οὐδὲν ἔτι ἐπέπλει ἀπὸ Ἰταλίας, αὖθις ἐπέπλεον ἐπὶ Ἰταλίας, σκεδασθέντες ταύτῃ ἀνὰ τὰς πόλεις. Καὶ Εὐσεβίῳ μὲν τῷ ἀρχιερεῖ ἐς τόδε ἐτελεύτα ἡ παρασκευή· μετὰ δὲ Πίος ὁ ἀρχιερεὺς ὡς ἐπὶ τὴν ἡγεμονίαν ἀφίκετο, τὴν | |
5 | ἐν Μαντύῃ δίαιταν ἐποιήσατο ἅτε δὴ κατάστασίν τε καὶ σύλ‐ λογον περὶ τῶν καθηκόντων αὐτῷ πραγμάτων ἐς τὸν ἐπὶ βασιλέα Μεχμέτην πόλεμον. Βησσαρίων μὲν δὴ ἐπὶ Παίονας ἀφικόμενος καὶ ἐς Γερμανοὺς τά τε ἄλλα διελέχθη, καὶ τὴν πρὸς ἀλλήλους διαφορὰν καταλύειν πειρώμενος, οὐχ οἷός τε ἐγένετο ἐς ταὐτὸ | |
10 | ἄμφω ξυναγαγὼν διαλλάξαι. ἀλλὰ ἄπρακτος μὲν ἀπεχώρει, ἐδό‐ κει δ’ αὐτοῖς ἀπὸ Ἰταλίας ὡρμημένοις τόνδε σφᾶς ἄρασθαι τὸν πόλεμον ἀπὸ τῆς ἠπείρου. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο κατὰ τὴν ἐν Μαντύῃ δίαιταν· εἶμι δὲ ἐπ’ ἐκεῖνο τοῦ λόγου, ὅθεν ἐπὶ τοσοῦτον ἐτραπόμην, ἐς | |
15 | τοσοῦτον διεξιὼν τὸν λόγον. τοῦ γάρ τοι ἐπιγινομένου θέρους ἀπέχρη μὲν τῷ βασιλεῖ Μεχμέτῃ, κακῶς πράξαντι ἐς τὴν ἐπὶ Παίονας ἔλευσιν, ἡσυχίαν ἄγειν, στρατεύματα δὲ ἔπεμπεν ἄλλῃ τε καὶ ἐπὶ Σκενδέρην τὸν Ἰβάνεω παῖδα, ἐφ’ ὃν δὴ καὶ ὁ πατὴρ στρατευσάμενος καταστρέψασθαι οὐχ οἷός τε ἐγένετο. Ἰησοῦν | |
20 | δὲ τὸν Βρενέζεω παῖδα ἀπέδειξε στρατηγόν, παραδοὺς τό τε ἀπὸ Φερρῶν στράτευμα καὶ τὸ παρὰ Ἀξιὸν καὶ τὸ ἀπὸ Θετταλίας. | |
ἡγουμένου δὲ Ἰησοῦ τοῦ Βρενέζεω ἐσέβαλλε πρὸς τὸν Ἰόνιον | 192 in vol. 2.2 | |
2.193 | τῆς Μακεδονίας χῶρον, καὶ ἐδῄου τὰ πολλὰ αὐτῆς. Σκενδέρης δὲ οὗτος διαπρεσβευσάμενος πρὸς τὸν Ῥώμης τε ἀρχιερέα καὶ πρὸς βασιλέα Ἀλφόνσον τὸν Παρθενόπης (ἐπιτηδείως τε ἔσχε καὶ συνήθως τῷ βασιλεῖ τούτῳ), δι’ ἃ δὴ καὶ τὸν πρὸς βασιλέα | |
5 | πόλεμον τήν τε Κρούην παρέδωκε τούτῳ τῷ βασιλεῖ καὶ ἠξίου αὐτῷ ὑπήκοον εἶναι. ἔνθα δὴ καὶ στρατὸν πεζὸν ἱκανὸν δια‐ πορθμεύσας ὁ Παρθενόπης οὗτος βασιλεὺς ἀπὸ Ἰαπυγίας ἐς Ἐπίδαμνον καὶ ἄρχοντα τῶν παρ’ ἑαυτῷ ἐλλογίμων ἕνα στρατη‐ γὸν ἐπὶ τὴν βασιλέως ἐληΐζοντο χώραν. μετὰ δὲ καταστάντες | |
10 | ἐπολιόρκουν πολίχνην Σφετίην καλουμένην, ἐξελεῖν βουλόμενοι. ἐνταῦθα πυθόμενος παρὰ τῶν σφετέρων Ἰησοῦς ὁ Βρενέζεω, καὶ παραλαβὼν τοὺς ἐς τὸν Ἀξιὸν ἱπποδρόμους καὶ Περραιβῶν στρατόν, καὶ τὴν ταχίστην ἐπειγόμενος ἄλλην ἢ αὐτοὶ ἐφύλαττον οἱ Ἰταλοί, καὶ ἐπεισπεσὼν ἄφνω διέφθειρε σύμπαντας τοὺς | |
15 | Ἰταλούς· Σκενδέρης μέντοι (ἔτυχε γὰρ ἀπὼν τότε) οὐδ’ ὁτιοῦν παθὼν δεινόν. ὕστερον μέντοι οὐ πολλῷ Σκενδέρης διαβὰς ἐς Ἰταλίαν ἀφίκετο ἐς τὸν Παρθενόπης βασιλέα. καὶ αὐτὸν ὑπο‐ δεξάμενος τά τε ἄλλα ἐτίμησε, καὶ ἐς τὸν Ῥώμης ἀρχιερέα ἀπέπεμψε φιλοφρονησάμενος. μετὰ δὲ ταῦτα χρήματα ἱκανὰ | |
20 | παρεχόμενος αὐτῷ ἀπέπεμπεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ. οὗτος μέντοι ἐπανιὼν ἐπὶ τῆς χώρας αὐτοῦ ἐπέμενεν ἐπιόντα τὸν βασιλέως στρατόν, καὶ ἐρυμνὴν οὖσαν τὴν χώραν κατεῖχεν, ἔχων τε στρα‐ τὸν μεθ’ ἑαυτοῦ τὸν ἀπὸ τῆς χώρας διῄει διὰ τῶν ὀρέων περιιὼν | |
τῷ στρατῷ, καὶ τάς τε γυναῖκας καὶ παῖδας ἐς τὰ ἐρυμνὰ | 193 in vol. 2.2 | |
2.194 | εἰσενεγκάμενος αὐτὸς περιῄει, ἔχων περὶ τὴν φυλακὴν τῆς χώρας, ὅποι δέοι, παραγενόμενος. καὶ ὁ μὲν στρατὸς καὶ οἱ ἱπποδρόμοι ἐπέδραμον τὴν χώραν· καὶ ὑποζύγια ληϊσάμενος καὶ χρόνον τινὰ συχνὸν διατρίψας ἐπῄει πᾶσαν τὴν χώραν ἐμπιπρῶν | |
5 | καὶ διαφθείρων. ὡς δὲ ἱκανῶς εἶχεν αὐτῷ ἐς τὴν τῆς χώρας διαφθοράν, ὁ στρατὸς ἀπήλαυνεν, οὐδέν τι πλέον διαπραξάμενος. ὁ μὲν οὖν Σκενδέρης οὗτος ἄκραν τὴν ἐς τὸν Ἰόνιον περὶ Ἐπίδαμνον ᾠκοδόμει· χερρόνησος δ’ ἐστί, καὶ ἰσθμὸς βραχὺς ἀμφὶ τρία στάδια. τοῦτον τειχίσας ἐσῴκιζεν ἐς τὴν χώραν | |
10 | ταύτην οὐκ ὀλίγους τῶν Ἀλβανῶν, καὶ ἐκράτυνε τὴν πόλιν, ὡς ἄν τι νεώτερον καταλαμβάνῃ αὐτὸν ἀπὸ τῶν βασιλέως στρατῶν, ὡς ἐπιὼν πολιορκοῖτο ἐν ταύτῃ τῇ χώρᾳ, ἐπειδὰν δὲ μὴ ἀντέχειν οἷος τ’ ᾖ, ἐσβησόμενος ἐς τὴν θάλασσαν καὶ ἀποπλευσούμενος, ᾗ δὴ προχωροίη. ὁ μὲν οὖν στρατὸς ἀφικόμενος ἐς τὸν χῶρον | |
15 | τοῦτον καὶ πειρασάμενος, ὡς οὐδὲν σφίσι προεχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπήλαυνεν ἐπ’ οἴκου, καὶ τῷ ἔτει τούτῳ οὐδέν τι πλέον ἐγένετο βασιλέα Μεχμέτην ἐς ἐκστρατείαν φέρον. Τοῦ δ’ ἐπιγενομένου θέρους ἐπεπόμφει μὲν καὶ τῶν θυρῶν αὐτοῦ ἄνδρας ἐπιλέκτους ἐπὶ τοὺς ὑποτελεῖς αὐτοῦ ἡγεμόνας τε | |
20 | καὶ βασιλεῖς, ἐπικαλούμενος ἐς τὴν τῶν παίδων αὐτοῦ κάθαρσιν, μετεπέμπετο δὲ καὶ τοὺς τῆς ἀρχῆς αὐτοῦ ἄρχοντας τῶν πόλεων καὶ ὑπάρχους καὶ τούς τε στρατηγοὺς καὶ στρατιώτας, ὅσοι ἐπὶ μισθῷ στρατεύονται ἅμα τῷ βασιλεῖ. ὡς δὲ παρῆν αὐτῷ | |
τὰ στρατεύματα ἐς Ἀδριανούπολιν, τήν τε περιτομήν, ἣν δὴ | 194 in vol. 2.2 | |
2.195 | νομίζουσι κάθαρσιν, ἐποιεῖτο τῶν παίδων αὐτοῦ, καὶ δῶρα προσῄει αὐτῷ μεγάλα ὑπό τε τῶν ἀρχόντων καὶ τῶν ἡγεμόνων. ὁ μέντοι σύλλογος ἐγεγόνει ἐκτὸς τῆς πόλεως ἐν τῷ πεδίῳ κατὰ τὴν νῆσον, ὑπαίθριοι δὲ διετέλουν πλὴν βασιλέως τε καὶ ἡγεμό‐ | |
5 | νων. ὁ δὲ γάμος οὗτος νομίζεται μὲν κράτιστος τῶν ἐς τὸν βίον σφίσι περιηκόντων, καὶ παιδιὰν καθιστᾶσιν ἐν τούτῳ κατὰ δύναμιν ἕκαστος. καθίσταντο δὲ καὶ ἐς τὴν τῶν βασιλέως παίδων περιτομὴν καὶ γάμον τόνδε παιδιάν, ἄλλα τε οὐκ ὀλίγα καὶ δὴ καὶ ἄνδρες ὀρθοὶ ἐπὶ ἵππων, ἀνὰ κράτος ἐλαύνοντες ἐς τὸν δρό‐ | |
10 | μον τοὺς ἵππους καὶ οὐδαμῶς ἐπίσχοντες, ἐπειδὰν θέωσιν. ἐκεῖνο μέντοι παρήσω τῶν σχοινοβατῶν, ὡς ὑπὲρ τὰ ἄλλα γένη Τοῦρ‐ κοι δεινοί εἰσι τὴν τέχνην ταύτην, ὥστε καὶ πεπεδημένους πορεύεσθαι ἐπὶ τῶν σχοινίων, καὶ τοὺς ὀφθαλμοὺς ὑποδήσαντας θεῖν ἐπὶ τούτων ὡς ἂν δύνωνται ἰσχυρότατα, καὶ ἐπὶ τούτων | |
15 | μυρία ἐργαζομένους θαύματος ἄξια, ἐπὶ ξιφῶν διιόντας τε καὶ ὑποστρεφομένους. ταῦτα μέντοι καθ’ ἑκάστην ἐς τὴν Τακταλκαλῆ ἀγορὰν καλουμένην ἴδοι ἄν τις γιγνόμενα, καὶ τοὺς σχοινοβάτας (γένος δέ ἐστι τοῦτο παρ’ αὐτοῖς καλούμενον Τζάμπαζιν) μετιόντας τὴν τέχνην ταύτην. καὶ παραπλήσια τούτοις ἴδοι ἄν τις καὶ | |
20 | ἄλλους ἐργαζομένους ἐς ταύτην τὴν ἀγοράν, ἔνθα τὰ γυμνάσια νομίζεται ταύτης τῆς πόλεως. τὸ δὲ ὑπὸ γῆν θάπτειν τὸν παῖδα, | |
ἐκ τοῦ κἀκεῖθεν διαλεγομένους, συνιέναι τε ἄν, ὅ τι ἔροιτο αὐτὸν | 195 in vol. 2.2 | |
2.196 | καὶ ἀποκρίνασθαι, πῶς οὐκ ἐν θαύματι ποιοῖτο ἄν τις τοιαῦτα καθορῶν; ἀλλὰ τὰ μὲν ἄλλα ὑπὸ δυνάμεώς τινος μείζονος ἀποτελούμενα ἐλάσσω ἐστὶ τῶν διιόντων δρόμῳ ἐπὶ τῶν σχοινίων. ἐγένοντο μέντοι καὶ ἄλλαι παιδιαὶ κατὰ τὴν περιτομὴν ταύτην, | |
5 | ἐν ᾗ Μαχμούτης ὁ τοῦ οἴκου ἡγεμὼν καὶ ἅμα τῆς Εὐρώπης στρατηγὸς τοῖς δώροις ὑπερβάλλεσθαι πάντας, τούς τε βασιλεῖς ἅμα καὶ ἡγεμόνας τῶν θυρῶν. οὗτος δὲ ὁ Μαχμούτης παῖς Μιχαήλου γενόμενος, Τριβαλλὸς μέν ἐστι τὰ μητρόθεν, Ἕλλην δὲ τὰ πατρόθεν. καὶ παῖδα ἔτι ὄντα, σὺν τῇ μητρὶ ἰόντα ἀπὸ | |
10 | Νοβοπύργου ἐς Σπενδερόβην, οἱ ἱπποδρόμοι τοῦ βασιλέως κατα‐ λαβόντες ἐν τῇ ὁδῷ ... ἡγουμένου ἀπήγαγον πανοικὶ τούτους παρὰ βασιλέα. λαβὼν δὲ τὸν παῖδα ἐς τὸν κοιτῶνα αὐτοῦ βασι‐ λεὺς μέγαν τε ἀπέδειξεν ἐν ἀκαρεῖ, καὶ ἱπποκόμον ἐν βραχεῖ ποιησάμενος μετὰ ταῦτα ἡγεμόνα τῶν θυρῶν ἀπέδειξεν. ἐπεί τε | |
15 | μὲν οὖν Ζάγανον τὸν ἑαυτοῦ κηδεστὴν ἐξήλασεν ἐκ τῆς τιμῆς, τὰ πάντα οὗτος ἐγένετο, ἐγεγόνει δὲ οἷος οὐδείς πω πρότερον ἐς τόνδε τῶν ἐπὶ ταῖς Ὀτουμανίδων θύραις ἡγεμόνων μεγάλων λεγομένων γενέσθαι. λέγεται μὲν γὰρ καὶ Χαραϊτήνην καὶ Ἁλίην τὸν παῖδα μεγάλους γενέσθαι ἔν τε ταῖς Ἀμουράτεω τοῦ Ὀρχά‐ | |
20 | νεω καὶ Παιαζήτεω τοῦ παιδὸς αὐτοῦ θύραις· ἀλλ’ οὐδείς πω ἐς τήνδε τὴν δύναμιν καὶ τὴν χώραν τούτου ἀφίκετο. οὗτος μὲν οὖν τὰ | |
πρῶτα τῶν ἡγεμόνων φερόμενος ἐς τὰς βασιλέως θύρας, στρατόν τε | 196 in vol. 2.2 | |
2.197 | οἰκεῖον τρέφειν ἱκανώτατον καὶ θεράποντας ἔχειν ἐπὶ μέγα δυνά‐ μεως ἥκοντας. Ἑλληνικοὶ μὲν παῖδες ἀπὸ Βυζαντίου, 〈οὓσ〉 εἶχεν παρ’ ἑαυτῷ βασιλεύς, ἐς μέγα ἐχώρησαν δυνάμεως. τούτων δὲ Μουράτης τοῦ Παλαιολόγων γένους τῶν Ἑλλήνων περιφανοῦς, | |
5 | καὶ Μεχμέτης ὁ Μανδρομηνοῦ παῖς μετά γε τοῦτον, ὃς ὕπαρχος πρῶτα μὲν Ἀγκύρας, 〈ἔπειτα δὲ〉 τῆς Πισιδίας ἀπεδείχθη. βού‐ λεται δὲ Μουράτης ἐπιθυμίαν, Ἁλίης δὲ τὸν Ἠλίαν Ἑλληνιστὶ λέγοιτ’ ἄν, καὶ Ἐσὲς τὸν Ἰησοῦν καὶ Ἐμπραΐμης τὸν Ἀβραὰμ καὶ Σουλαϊμάνης τὸν Σολομῶντα καὶ Ἰαγούπης 〈τὸν Ἰάκωβον | |
10 | καὶ Ἰουσούφησ〉 τὸν Ἰωσήφ, Σκενδέρην δὲ Ἀλέξανδρον βούλονται λέγειν. καὶ ταῦτα μὲν δὴ Ἑλληνικῶς λέγοιτ’ ἂν οὕτω. οὕτως καὶ Ἐλεέζην τὸν Δημήτριον καὶ Χιτήρην τὸν Γεώργιον λέγουσι. τὰ δὲ λοιπὰ τῶν ὀνομάτων ἀπό τε τῶν ὀρνέων καὶ Σκυθῶν τὰ τέσσαρα ταῦτα φαίνονται εἶναι, οἷον Παιαζήτης, Ὀρχάνης, Ὀρθογρούλης | |
15 | καὶ Τζυμισκής, καὶ τὰ παραπλήσια. ἔχουσι μὲν καὶ τόδε, ὡς τοῖς ὀνόμασι χρῶνται ποῖ μὲν ἐλάττοσι, ποῖ δὲ καὶ τιμιωτέροις, ὡς τὸν Μουσταφᾶν Μουσπλαχασίτην, Χιτήρην Χαραϊτήνην. παραπλη‐ σίως δ’ ἂν λέγοιτο καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ἐς τοῦτον τὸν τρόπον. | |
20 | Ὕπαρχοι δὲ τυγχάνουσιν ὄντες κατὰ μὲν τὴν Εὐρώπην | |
τριάκοντα καὶ ἕξ. τούτων δ’ οἱ μείζους ἔχουσι πρόσοδον ὑπὸ | 197 in vol. 2.2 | |
2.198 | τοῦ βασιλέως χρυσίου στατῆρας ἐς δισμυρίους, οἱ δ’ ἐλάττους τούτων ἐς μυρίους, ἐπὶ μεῖζόν τε τούτων καὶ ἐπ’ ἔλαττον, ἀνὰ δὲ τὴν Ἀσίαν σημαῖαί τε αὐτῷ τυγχάνουσιν οὖσαι, καὶ ὕπαρχοι ἐφ’ ἑκάστης τεσσαράκοντα. παρὰ τούτους δέ εἰσι τῶν πόλεων | |
5 | ἄρχοντες μεγάλων, οἵα ἡ Θέρμη, ἡ τῶν Σκοπίων πόλις, ἡ Φιλιππόπολις, καὶ αἱ παραπλήσιαι, οὗτοι ἐς σημαίας τελοῦσιν οἱ ἄρχοντες ἐς τὸν τῆς Εὐρώπης στρατηγὸν τὸν μέγαν, ὡς οἱ τῆς Ἀσίας πρὸς τὸν τῆς Ἀσίας στρατηγὸν ὑποτετάχαται ἄρχον‐ τές τε καὶ ἡγεμόνες, καὶ ᾗ ἂν ὑφηγῶνται οὗτοι, ἕπονται οἱ τῆς | |
10 | Εὐρώπης τε καὶ Ἀσίας ὕπαρχοι. ὑπάρχῳ δ’ ἑκάστῳ προάγοντι καὶ ἐξηγουμένῳ ἐπί τινα πόλεμον οἱ τῶν πόλεων ἄρχοντες ἕπονται κατὰ τὰ ἐπεσταλμένα σφίσιν ὑπὸ τοῦ ὑπάρχου. τὸ δὲ κράτος ἔχουσι πᾶν οἱ μέγιστοι στρατηγοὶ τοῦ βασιλέως. ἔστι δὲ πρόσο‐ δος τούτων ὑπὸ βασιλέως μεγίστη, καὶ ταχὺ μέγα ὄλβιοι γενό‐ | |
15 | μενοι ὑπό τε τῶν ὑπάρχων καὶ τῶν ἀρχόντων τῶν ἐπὶ ταῖς πόλεσιν. ἐπὶ δὲ τῶν θυρῶν οἱ ἡγεμόνες ἔχουσι τὸ κράτος, ἀγγελιαφόροι τε ὄντες καὶ ἐφεστῶτες τῷ βασιλεῖ καὶ σύμβουλοι ἐς τὰ πράγματα τῆς ἀρχῆς· ἐς τούτους γὰρ ἡ διοίκησις τῶν προσόδων, καὶ λογίζονταί γε καὶ τοὺς θησαυροὺς τοῦ βασιλέως | |
20 | σφραγῖδι τῇ οἰκείᾳ ἐπισκέπτονται. μετὰ τούτους μέντοι ἐστὶν ὁ γραμματεύς, ἀγχοτάτω ἱδρυμένος ἐς τούτους, καὶ τοὺς λογισμοὺς | |
ὑποδεχόμενος ὑπὸ τῶν ἐς τὰς προσόδους καὶ εἰσπράξεις τεταγ‐ | 198 in vol. 2.2 | |
2.199 | μένων, καὶ τοῦ φόρου. καὶ οὗτος μὲν ἀπολογίζεταί τε προσόδους καὶ ἐς τοὺς ἡγεμόνας τε καὶ αὐτὸν βασιλέα ἀναφέρει· ἄλλοι δὲ γραμματεῖς ἐς τὰς γραφάς τε καὶ ἐπιτάγματα τοῦ βασιλέως. ἔστι δ’ ὁ φόρος αὐτῷ προσιὼν μὲν ἀπὸ τῆς Εὐρώπης ἐς ἐνενή‐ | |
5 | κοντα μυριάδας στατήρων. τὸν δὲ φόρον τοῦτον εἰσπράττεται μὲν οὐκ ἀπὸ τοῦ γένους τῶν Τούρκων, ἀλλ’ ἀπὸ τῶν ἀλλοφύλων σφίσιν· οὐ γὰρ νομίζεται τοὺς ὁμοφύλους χρήματα εἰσπράσσειν, ἀλλ’ αὐτοὺς σὺν τῷ βασιλεῖ παρὰ σφίσι νομίζεται στρατεύεσθαι ἐς τοὺς πολέμους, σὺν τοῖς ὅπλοις τε καὶ ἵπποις αὐτῶν ἑπομένους | |
10 | ἐς τοὺς πολέμους. τὴν δεκάτην δὲ τῶν ἔργων οἱ μὲν πρὸ τοῦ βασιλέως τοῦδε οὐδέν τι εἰσέπρασσον τοὺς Τούρκους, ὅτι μὴ τοὺς ἀλλοφύλους· οὗτος δ’ ὁ βασιλεὺς τὴν δεκάτην τε εἰσπράττει καὶ ἄγει, ὅποι ἂν στρατεύηται. τὴν μὲν οὖν δεκάτην καὶ παρὰ τὸν φόρον, βοστίναν οὕτω καλουμένην, ἀποφέροντες οἱ τῶν πόλεων | |
15 | ἄρχοντές τε καὶ ὕπαρχοι καὶ στρατιῶται τόνδε φόρον ἐς τὰς θύρας. νομίζεται καὶ προβάτων τὴν νομήν, ὅσην ἀποδίδονται, ἐς τὰς βασιλέως θύρας ἀπάγεσθαι. ταῦτα μέντοι ταύτῃ τέτακται ἐς τὰς προσόδους τῶν τε ἀρχόντων καὶ τοῦ βασιλέως. παρὰ δὲ τὸν φόρον δασμοί εἰσιν ἀνὰ τὴν Εὐρώπην τε καὶ Ἀσίαν | |
20 | ἀποτεταγμένοι τῷ βασιλεῖ οὐκ ὀλίγοι, ἀπό τε τῶν ἵππων καὶ καμήλων καὶ ἡμιόνων καὶ βοῶν· καὶ ἔστιν αὕτη πρόσοδος ἀμφὶ τὰς τριάκοντα μυριάδας. ἐπὶ τούτοις δὲ ἡ τῶν ἐνοίκων πρόσοδος | |
μεγάλη τυγχάνει οὖσα τῷ βασιλεῖ, ἐν πέντε καὶ εἴκοσι μυριά‐ | 199 in vol. 2.2 | |
2.200 | σιν. ἀπὸ δὲ τῶν τοῦ βασιλέως φορβῶν τε καὶ καμήλων καὶ ἡμιόνων, ἁπανταχῇ τῆς χώρας ἐπινεμομένων αὐτοῖς, εἰσὶν ἀμφὶ τὰς πέντε μυριάδας. ἀπό τε τῆς τῶν ἄλλων προσόδου προσίοι ἂν αὐτῷ ἐς εἴκοσι μυριάδας. καὶ ἀπὸ τῶν ἐμπορίων καὶ τοῦ | |
5 | πορθμοῦ καὶ μετάλλων καὶ ὀρύζης καὶ χαλκοῦ καὶ στυπτηριῶν καὶ πενταμοιρίας τῶν ἀνδραπόδων μεγίστη ἂν λογιζομένοις εὑρίσκοιτο ἡ πρόσοδος. ἀπὸ μέντοι τοῦ πορθμοῦ καὶ ἀπὸ διόδου ἐς εἴκοσι μυριάδας εὑρίσκω ἀναπυνθανόμενος. τῶν δὲ μετάλλων οὐκ ὀλίγη αὐτῷ ἐπιγίνεται πρόσοδος ἐς δέκα μυριάδας. ἀπὸ δὲ | |
10 | ὀρύζης καὶ τῶν ἄλλων τῶν ἐς τὰς θύρας τεταγμένων προσόδων τοῦ βασιλέως, ἃς δὴ χάσια ποιοῦνται οἱ τῶν θυρῶν, ἐς εἴκοσι μυριάδας λογιζόμενος οὐκ ἀποτυγχάνοιμ’ ἂν τοῦ εἰκότος· χάσια γὰρ ἀνὰ τὴν Ἀσίαν τε καὶ Εὐρώπην αὐτῷ ὡς πλεῖστά τε καὶ ἄριστα. τούτοις δ’ ἔπεστιν αὐτῷ ὁ τῶν ἡγεμόνων τε καὶ βασι‐ | |
15 | λέων φόρος τῶν τε ὁμοφύλων καὶ ἀλλοφύλων σφίσιν, ἐπιγενόμε‐ νος ἐς δέκα μυριάδας. οὕτω δὲ γένοιτ’ ἂν ἡ πρόσοδος τῷ βασιλεῖ, ὅση παραγίνεται αὐτῷ ἐς τὰς θύρας καὶ ἐς τὸν χασνὰν καλούμε‐ νον τοῦ βασιλέως, ἀμφὶ τὰς τετρακοσίας μυριάδας χρυσίου στα‐ τήρων. ἔστι δὲ παρὰ ταύτας πρόσοδος ἄλλη βασιλέως ἀπὸ τῶν | |
20 | ἀρχόντων, ἔαρος ἐπιγινομένου, ἐπειδὰν ἐξελαύνῃ βασιλεὺς στρα‐ τηλατῶν ὑπό τε τῶν ὑπάρχων τε καὶ στρατηγῶν καὶ ἡγεμόνων καὶ ἀρχόντων δῶρα νομιζόμενα κατὰ τὴν ἑκάστου πρόσοδον τῷ | |
βασιλεῖ ἐς τὴν ἐξέλασιν. καὶ ἔστι μὲν τοιαύτη πρόσοδος οὐ | 200 in vol. 2.2 | |
2.201 | τεταγμένη, ἀλλὰ στοχαζομένοις ἐς εἴκοσι μυριάδας γένοιτ’ ἂν αὐτῷ χρήματα. ταῦτα μέντοι ἐς τὸν χασνὰν τοῦ βασιλέως χρή‐ ματα παραγίνεται, ἀφ’ ὧν μισθοῦται τούς τε νεήλυδας καὶ τοὺς τῶν θυρῶν καρίπιδας, σιλικτάριδας, ἀλοφατζίδας τε καὶ σπαχίδας | |
5 | καλουμένους, καὶ ἐς τοὺς λοιπούς, ὅσοι τῶν θυρῶν ὄντες τριμη‐ ναῖον λαμβάνουσι τὸν μισθόν. ἄνευ δὲ ταύτης τοῦ βασιλέως προσόδου, οἱ ἀνὰ τὴν ἀρχὴν ὕπαρχοι τε καὶ ἄρχοντες καὶ στρα‐ τηγοὶ καὶ τιμαράτοι καλούμενοι μεγίστην ἀποφέρουσι τὴν πρόσο‐ δον ἀπὸ τῆς βασιλέως χώρας. καὶ λογίζεσθαι μὲν οὐ πάνυ | |
10 | ῥᾴδιον, πλὴν τῶν τοῦ βασιλέως γραμματιστῶν, ᾗ δὴ ἐπυθόμην· γένοιτο δ’ ἂν σύμπασα αὕτη ἡ πρόσοδος τῶν ἀνδρῶν, ὅσοι μισθὸν λαμβάνουσιν ἀπὸ τῆς τοῦ βασιλέως χώρας, ἐς ἐννακοσίας μυριά‐ δας χρυσίου. ἑνουμένη δὲ αὕτη ἡ πρόσοδος τῇ προτέρᾳ, ἥτις ἐς τὰς βασιλέως παραγίνεται θύρας, γένοιτ’ ἂν σύμπασα ἡ τῆς | |
15 | βασιλέως χώρας πρόσοδος, ὅση ἐς τοὺς ἄρχοντας αὐτοῦ ἀφικνεῖται καὶ ὅση ἐς τὰς θύρας, ἐς χιλίας τε καὶ τετρακοσίας μυριάδας χρυσίου, στατῆρας τῶν Οὐενετῶν. αὕτη μὲν πρόσοδος, ὅσα γε ἐς | |
ἡμᾶς εἰδέναι, παραγίνεται τῷ βασιλεῖ καὶ τοῖς ὑπηκόοις αὐτοῦ. | 201 in vol. 2.2 | |
2.202(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Θ. | |
1 | Ὡς δὲ ἐπὶ Πελοπόννησον πέμπων ἄνδρας τῶν θυρῶν Μεχ‐ μέτης ὁ Ἀμουράτεω ἠξίου τὸν φόρον οἱ ἀποδίδοσθαι, φοιτῶντες δὲ τοῦ βασιλέως ἄνδρες οὐδὲν ὑγιὲς εὕρισκον τῶν Ἑλλήνων, καὶ οὔτε τοὺς Ἀλβανοὺς κελεύοντας εἰσφέρεσθαι ἐς τὸν φόρον | |
5 | οὔτε τοὺς Πελοποννησίους, καὶ αὐτοὺς δὲ ἰδίᾳ τοὺς ἡγεμόνας διαφερομένους σφίσιν ἐς τὰ πράγματα κακοδαιμονᾶν, συνεχώρει μὲν τὸν ἐπίτριτον φόρον ἀπάγοντας ἴσχειν αὐτῷ εἰρήνην, ὡς δὲ καὶ ἠμέλουν ἀγνωμοσύνῃ χρώμενοι καὶ σκαιότητι, ὥρμητο ἐπὶ Πελοπόννησον στρατεύεσθαι. καὶ Μαχμούτην μὲν τὸν Μιχαήλου | |
10 | παῖδα, ἡγεμόνα τε ἅμα τῶν θυρῶν καὶ στρατηγὸν τῆς Εὐρώπης, ἔπεμψεν ἐπὶ τὸν Ἴστρον, ὡς ἄν, εἴ τι νεώτερον ἀπὸ Παιόνων καταλαμβάνῃ, ὑποσταίη τε ἀντιωσόμενος καὶ διακωλύῃ τούτους τὴν χώραν βλάπτειν τὴν ἑαυτοῦ ἐπιόντας. οὗτος μὲν παραλαβὼν τὸ τῆς Εὐρώπης στράτευμα, ἐς ὀκτὼ μυριάδας, ἤλαυνεν ἐπὶ | |
15 | Τριβαλλοὺς τοὺς παρὰ τὸν Ἴστρον χώραν νεμομένους. ὁρμώμε‐ νος δὲ ἐντεῦθεν ὡς οὐδὲν ἐπυνθάνετο νεώτερον ἀπὸ Παιόνων, κατεστρέφετο τὴν Ἰλλυριῶν χώραν, καὶ πολίσματα μὲν ἔστιν ἃ ἑλὼν κατὰ κράτος ἠνδραποδίσατο. μετὰ δὲ ὡς ἐπέδραμε τὴν | |
Ἰλλυριῶν χώραν, διέτριβεν αὐτοῦ ταύτῃ παρὰ τὸν Ἴστρον ἔχων | 202 in vol. 2.2 | |
2.203 | ἀμφὶ τῇ φυλακῇ τῶν πόλεων. οὗτος μὲν οὖν ἀμφὶ ταῦτα ἔχων διεγένετο· βασιλεὺς δὲ παραλαβὼν τό τε Ἀσιανὸν στράτευμα καὶ ἑῷον καὶ Εὐρώπης τὸ ἀπὸ Θετταλίας τε καὶ Μακεδονίας, καὶ ἔχων καὶ τὰς θύρας, ἐστρατεύετο ἐπὶ Πελοπόννησον. ὡς δὲ | |
5 | εἰσέβαλε καὶ ἐντὸς τοῦ Ἰσθμοῦ ἐγένετο, ἐπελαύνων αὐτίκα τὴν Κόρινθον ἐπολιόρκει. περιιὼν δὲ ἐπεσκόπει ὡς ἂν τὸ τεῖχος καθελὼν τηλεβόλοις ἐσπεσεῖται ἐς τὴν πόλιν ἅμα τῷ στρατῷ. καὶ τηλεβόλους μὲν αὐτοῦ ποιεῖσθαι κατέλιπε, καὶ τὸν ἑῷον στρατὸν περικαθήμενον τὴν πόλιν πολιορκεῖν (ἐδόκει γὰρ αὐτῷ | |
10 | τοὺς τηλεβόλους αὐτοῦ ἐνταῦθα ποιεῖσθαι, καὶ τὴν πόλιν ἅμα ἐκπολιορκηθήσεσθαι λιμῷ), αὐτὸς δὲ ἐντὸς τῆς Πελοποννήσου γενόμενος διὰ Φλιοῦντος ἐπορεύετο. ἐς δὲ τὴν Κόρινθον οἱ Ἕλληνες οὔτε ἐσεκομίσαντο τὸν σῖτον ὅτι μὴ ὀλίγον (Λουκάνης γὰρ ἦν ἁρμοστὴς ὁ Λακεδαιμόνιος ἀπόντος τοῦ Ἀσάνεω) οὔτε | |
15 | ἐς τὴν φυλακὴν τῆς πόλεως διέθεντο ἱκανῶς, ὥστε ἀντέχειν ἐπὶ χρόνον τῷ βασιλέως στρατῷ. Ἀσάνης μὲν οὖν οὐ πολλῷ ὕστερον, ὡς ἐπυνθάνετο τὴν πόλιν πολιορκεῖσθαι ὑπὸ τοῦ Ἀσια‐ νοῦ στρατοπέδου, ἔχων περὶ αὑτὸν ἄνδρας ἱκανούς, ὁρμώμενος ἀπὸ Ναυπλίου τῆς Οὐενετῶν πόλεως, καὶ διὰ θαλάσσης ἐπὶ | |
20 | τὸν Κεγχρεῶν λιμένα ἀφικόμενος νυκτός, λαθὼν τὸν στρατὸν τοῦ βασιλέως ἐσῆλθεν ἐς τὴν πόλιν αὐτός τε καὶ οἱ ἀμφ’ αὐτόν, καί τινα βραχὺν σῖτον εἰσεκομίσαντο. βασιλεὺς μὲν οὖν ἐς | |
Φλιοῦντα ἀφικόμενος Ταρσόν τε τὴν πολίχνην ἐπολιόρκει· Δοξίης | 203 in vol. 2.2 | |
2.204 | δὲ ὁ τῆς Φλιοῦντος τῶν Ἀλβανῶν προεστώς, τούς τε ὑπ’ αὐτῷ ὄντας καὶ τοὺς τῆς Φλιοῦντος ἄνδρας εἰσενεγκάμενος ἔς τι ἐρυμνὸν ἐς τὰ μάλιστα χωρίον, παρεσκευάζετο ὡς ἀμυνούμενος. τὸν γάρ τοι Ταρσὸν ὁ βασιλεὺς παρεστήσατο ὁμολογίᾳ, καὶ | |
5 | παῖδας λαβὼν ὡς τριακοσίους καὶ ἄρχοντα ἐπιστήσας τοῖς ἐν τῇ πόλει προῄει διὰ τῆς μεσογαίου. πορευόμενος δὲ τρέπεται ἐπὶ τὴν πόλιν, ἣ κεῖται ἐπὶ ὄρους ὑψηλοῦ τε καὶ ἐρυμνοῦ, ἐς ἣν πολλοί τε τῶν Ἑλλήνων ἅμα καὶ Ἀλβανῶν συλλεγόμενοι παρεσκευάζοντο ὡς πολιορκησόμενοι. καὶ ὕδατι μὲν οὐκ ἐχρῆτο | |
10 | ἀφθόνῳ ἡ πόλις, ὅτι μὴ ἐκτὸς τῆς πόλεως, ἀφ’ οὗ ὑδρεύεσθαι ᾤοντο καὶ μὴ ἀφαιρεθήσεσθαι ὑπὸ τῶν πολεμίων, συμβαλλομένου τοῦ χωρίου ἐς τὸ ἀμύνασθαι ἰσχυρότατα ἐντεῦθεν. ὁ μὲν οὖν βασιλεὺς ἀπελάσας σὺν τοῖς νεήλυσι τοῦ τε ὕδατος ἐπεκράτησε, καὶ ἐξεπολιόρκει τὴν πόλιν. λέγεται δὲ ἐνταῦθα τοὺς ἐν τῇ | |
15 | πόλει κτείνοντας τὰ ὑποζύγια τῷ αἵματι φύρειν τε τὰ ἄλφιτα καὶ ἕψειν τὸν ἄρτον. ὡς δὲ δίψει συσχεθέντες ἐν ἀπόρῳ ἐγίγ‐ νοντο, ἐτράποντο μὲν ἐπὶ ὁμολογίαν καὶ πρέσβεις ἔπεμπον ἐπὶ ὁμολογίᾳ. ἐνταῦθα ὀλιγωρούντων τῶν ἐν τῇ πόλει περὶ τῶν φυλα‐ κῶν τῆς πόλεως διὰ τοὺς πρέσβεις, κελεύοντες οἱ νεήλυδες | |
20 | εἰσέπεσον καὶ εἰσεχέοντο ἐς τὴν πόλιν καὶ κατέσχον καὶ τήν τε πόλιν κατὰ κράτος ἐξελόντες ἐξηνδραποδίσαντο. μετὰ δὲ ταῦτα ἀφικόμενοι ἐπὶ Ἀκωβὴν πόλιν, καὶ ταύτῃ ὑποστάντων τῶν ἐν τῇ πόλει καὶ οὐκ ἐκλιπόντων, ἐπελθόντες οἱ νεήλυδες ἐπέβησάν | |
τε τοῦ τείχους καὶ εἷλον, ἑλόντες δὲ ἠνδραποδίσαντο καὶ ταύτην. | 204 in vol. 2.2 | |
2.205 | μετὰ δὲ ταῦτα ἐλαύνων ἀφίκετο ἐς Ῥουπέλην τῆς Φλιασίας πολίχνην, ἐς ἣν Ἀλβανοί τε καὶ Ἕλληνες καταφυγόντες διεσώ‐ ζοντο αὐτοί τε ἅμα καὶ αἱ γυναῖκες. προσέβαλλε μὲν ἐνταῦθα καὶ τῇ προτεραίᾳ καὶ τῇ ὑστεραίᾳ, καὶ ὡς οὐκ ἠδύνατο ἑλεῖν, | |
5 | πεσόντων ἐνταῦθα οὐκ ὀλίγων τῶν βασιλέως, καὶ συχνῶν τῶν τοῦ στρατοπέδου τετρωμένων, ἀπήγαγε τὸν στρατὸν ὡς ἀπιών. ἐπεὶ δὲ συνεσκευάζετο ὡς ἀπιών, ἐνταῦθα προσέφερον λόγους τῷ βασιλεῖ, ξυμβῆναί τε ἐθέλοντες καὶ παραδιδόναι τὴν πόλιν. ὁ δὲ ὡς παρέ‐ λαβε τὴν πολίχνην, οὔτε ἀνδραποδισάμενος οὔτε ἄλλο ἀεικὲς | |
10 | ἐργασάμενος, σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐς Βυζάντιον κατέπεμψε κατοικήσοντας. τῶν τε Ἀλβανῶν τῶν ἐν τῷ Ταρσῷ παραδεδωκότων σφᾶς καὶ ἐνταῦθα δεύτερον αὖθις ἀποφυγόντων, ξυντυχίᾳ τινὶ χρησαμένων οὐκ ἀγαθῇ, λαβὼν τούτους τούς τε πόδας καὶ χεῖρας ἔκλασε, καὶ οὕτω ἀνεῖλε κακίστῳ ὀλέθρῳ | |
15 | παραδοὺς ἀμφὶ τοὺς εἴκοσιν. ἐντεῦθεν ἐλαύνων διὰ Μαντινείας χώρας ἀφίκετο ἐπὶ Παζενίκην πόλιν, καὶ ἔπεμπε Καντακουζηνόν, ὅν ποτε οἱ Ἀλβανοὶ ἡγεμόνα ἑλόμενοι ἐστρατεύοντο ἐπὶ τοὺς Ἕλληνας· παρῆν γὰρ τότε ἐν τῷ στρατοπέδῳ μετάπεμπτος ὑπὸ βασιλέως, ὥστε ἐπιλαβέσθαι αὐτῷ ἐς τοὺς ἐν τῇ Πελοποννήσῳ | |
20 | Ἀλβανούς, μετιόντα τε καὶ λόγους ἐπιπέμποντα περὶ προδοσίας. ὡς δὲ ἐνταῦθα πέμπων ἐκέλευε προσφέρειν τοῖς ἐν τῇ πόλει, ὥστε προσχωρῆσαι· παρῆσαν δὲ ἅμα αὐτῷ καί τινες τοῦ βασιλέως, αἰτιασάμενοι παρὰ βασιλεῖ, ὡς δι’ ἐκεῖνον σφίσι νεύματι χρησάμε‐ | |
νον οὐ παρέδωκαν σφᾶς, ἀχθεσθῆναί τε συνέβη τὸν βασιλέα, καὶ | 205 in vol. 2.2 | |
2.206 | προϊὼν ἀπιέναι ὅτι τάχιστα ἐκ τοῦ στρατοπέδου ἐξήλασεν. ὡς δὲ ἀδύνατα προσβαλεῖν τῷ ἐρύματι (ἐκλελοιπότες γὰρ οἱ ἐν τῇ πόλει ἔρυμα αὐτοῦ ταύτῃ, ὅτι ἐγγυτάτω ὄν, κατέλαβόν τε καὶ διεσώζοντο) συσκευασάμενος ἀπῄει ἐντεῦθεν, καὶ τῇ ὑστεραίᾳ | |
5 | ἐτέλεσεν ἐς τὸν Τεγεάτην χῶρον καὶ ἐπηυλίσατο. ἐνταῦθα ἐβου‐ λεύετο ἐπ’ ἀμφότερα, εἴ τε ἐς Σπάρτην ἐλαύνοι καὶ Ἐπίδαυρον. δεινὸς γὰρ αὐτὸν ἐσῄει πόθος, ἰδεῖν τε Ἐπίδαυρον καὶ παρα‐ στήσασθαι πόλιν ἐρυμνὴν πασῶν δὴ πόλεων, ὧν ἡμεῖς ἴσμεν, ἐς ταύτην καταφυγὼν ὁ ἕτερος τῶν ἡγεμόνων, τοῦ ἑτέρου ἐς τὴν | |
10 | Μαντίνειαν τῆς Λακωνικῆς πρὸς τῇ θαλάττῃ οὖσαν καταφυγόντος σὺν τῇ γυναικί. καὶ πυνθανόμενος τὴν χώραν τραχεῖάν τε οὖσαν καὶ χαλεπὴν διαπορεύεσθαι, ἐπέσχε μὲν ταύτην πορεύεσθαι, συστραφεὶς δὲ ἐτράπετο ἐπὶ Μουχλὴν τῆς Τεγέης πόλιν. προει‐ στήκει δὲ αὐτῆς Ἀσάνης ὁ Δημήτριος. ἐνταῦθα στρατοπεδευόμε‐ | |
15 | νος ἐν χώρῳ χαλεπῷ τε καὶ δυσβάτῳ (ἀνέχει γὰρ ἡ πόλις ἐπὶ ὀχυροῦ τε ὄρους καὶ ἐρυμνοῦ ᾠκημένη) παρεσκευάζετο μηχανάς τε καὶ κλίμακας ὡς τῇ πόλει προσοισόμενος, καὶ αὐτίκα μὲν τοῦ ὕδατος ἐπεκράτησεν, ὃ ἐκτὸς ἦν τῆς πόλεως, ἐπὶ χωρίου ἐρυμνοῦ πάνυ. καὶ ὡς οὐκ εἶχον οἱ τῆς πόλεως ὑδρεύσασθαι, | |
20 | χαλεπῶς ἤδη ἔφερον τὴν πολιορκίαν, μηδὲ ἀπὸ φρεάτων καὶ τῶν ἐν τῇ πόλει οὐκ ἐξεγένετο σφίσιν ἀφθόνῳ τῷ ὕδατι χρῆ‐ σθαι διὰ τὸ πλῆθος τῶν τε ἀνθρώπων ἅμα καὶ ὑποζυγίων. ἐπεὶ δὲ ἐπέλιπεν αὐτοὺς ἤδη τὸ ὕδωρ καὶ πρὶν ἢ προσβάλλειν τῷ τείχει, ἐπεκηρυκεύετο ὁ τῆς πόλεως ἄρχων, καὶ ξυνέβαινεν | |
25 | ἐφ’ ᾧ παραδιδόναι τὴν πόλιν καὶ αὐτοὺς 〈μηδὲν〉 παθεῖν. βασι‐ | 206 in vol. 2.2 |
2.207 | λεὺς μὲν ἐδωρήσατο Λεοδωρίκῃ τὸν παῖδα αὐτοῦ, καὶ ἐξελὼν αὐτὸν ἀπὸ τῆς πόλεως ἤλαυνεν ἐπὶ Κόρινθον καὶ ἐπὶ τὸ Ἀσιανὸν στρατόπεδον· ἤδη γὰρ τὰ ἐς τοὺς τηλεβόλους αὐτῷ παρεσκεύαστο καὶ λίθους τε ἀπὸ τῆς παλαιᾶς πόλεως τῆς Κορίνθου εὑράμενοι | |
5 | οἱ τοῦ βασιλέως ἐνετάμνοντο ἱκανούς. Ὡς δὲ ἐπελάσας ἐστρατοπεδεύετο, προσέφερε μὲν αὐτίκα λόγους τῷ Ἀσάνῃ ὁ βασιλεύς, καὶ πέμψας Ἰησοῦν τὸν τοῦ Βρενέζεω παῖδα, ἐλλόγιμον ὄντα ἐν τῷ στρατοπέδῳ καὶ ἑρμηνέα τε ἅμα αὐτῷ, ἐκέλευε παραδοῦναι τὴν πόλιν. Ἰησοῦς μὲν ἀφικό‐ | |
10 | μενος ἔλεγε τοιάδε· «Ἀσάνη καὶ οἱ παρόντες Ἕλληνες, βασιλεὺς τάδε πέμπων ἡμᾶς λέγει, ὡς σὺ ἐς τοὺς Ἕλληνας ἥκεις ἐς τὰ πρῶτα συνέσεως, καὶ Ἑλλήνων μάλιστα δὴ ἔμπειρος εἶ τῶν βασιλέως θυρῶν. οἶσθα δὲ καὶ σὺ μᾶλλον τῶν ἄλλων, οἷος ὢν ὁ βασιλεὺς οὗτος, καὶ τοῦ Ὀτουμανίδων γένους, καὶ ᾗ | |
15 | ἂν ἀφίκηται, οὐκ ἀπανίσταται, πρὶν ἂν ἐκπορθήσῃ τὴν πόλιν. παρέχει οὖν σοι ἐν τῷ τοιῷδε κάλλιστα καταλυσαμένῳ πρὸς βασιλέα τήν τε πόλιν τήνδε παραδιδόναι, καὶ χώραν, ἣν ἂν ὑμεῖς ἕλοισθε, λαβεῖν παρὰ βασιλέως ἀλλαξαμένους. καὶ ἢν τοῦτο ποιήσῃς, ἐπιτήδειόν τε δὴ νομιεῖ βασιλεύς, καὶ ξένον | |
20 | ποιεῖται δή, ὥστε ἐς ὕστερον καταθεῖσθαι χάριν αὐτῷ σοί τε καὶ τοῖς παισίν. ἢν δὲ μὴ παραδῷς, οἶσθα μὲν αὐτός, νὴ τὴν βασιλέως ψυχήν, ὡς τήν τε πόλιν ἐξανδραποδιεῖται καὶ δὴ τοὺς πέριξ κακίστῳ παραδώσει ὀλέθρῳ.» ταῦτα μὲν Ἰησοῦς ἔλεγε δι’ ἑρμηνέως, Ἀσάνης δὲ ὑπολαβὼν ἔφη «ὦ παῖ Βρενέζεω, | |
25 | ἀπάγγειλαι δὴ τῷ βασιλεῖ, ὡς τήν τε ψυχὴν αὐτοῦ ἴσμεν που | 207 in vol. 2.2 |
2.208 | γενναιοτάτην οὖσαν πάντων τῶν πρότερον γενομένων ἀπὸ τῶν Ὀτουμάνων βασιλέων, καὶ τήν τε δύναμιν μεγίστην τε οὖσαν τῶν ἐν τῇ οἰκουμένῃ, παντί που τῶν εὖ εἰδότων τὰ βασιλέως πράγματα κατάδηλον. καὶ ταῦτα μὲν ξυνομολογοῦμέν τε αὐτοὶ | |
5 | τῷ βασιλεῖ, ὡς μέγιστά τε εἶναι. καὶ ταύτην μὲν οὖν τὴν πόλιν ὁρᾶτε δή που ὡς ἐν ὀχυρῷ που ᾤκηται πασῶν δὴ μάλιστα πόλεων, ὧν ἡμεῖς ἴσμεν. καὶ αὐτοὶ οἱ ἀπὸ τοῦ Ὀτουμάνου βασιλεῖς, καὶ αὐτὸς δὲ βασιλεύς, ἐξ ὅτου γε ἐς τὴν βασιλείαν κατέστη, τοιάνδε πόλιν οὔτε πολιορκῶν ἐξεῖλε κατὰ κράτος, | |
10 | ἀλλ’ οὔτε ἐξεγένετο ἐπὶ τοιάνδε πόλιν ἐλαύνειν. ὁρᾶτε γάρ, ὡς κύκλῳ ἡ πόλις ἐρυμνή τε οὖσα ἐς τὰ μάλιστα ταύτῃ μόνον ποιεῖται τὴν εἴσοδον, τετειχισμένην τρισί τε ἅμα τείχεσιν ὀχυρω‐ τάτοις καὶ τρισὶ πύλαις. ἢν μὲν οὖν τὴν μίαν ἐξέλητε τηλεβόλοις, τήν τε ἑτέραν πῶς ἂν ὑπερβάλλοισθε; ἢν δὲ καὶ ταύτην ὑπερβάλ‐ | |
15 | λησθε, ὑπολείπεται αὖθις ἡ ἰσχυροτέρα τούτων. ὡς οὖν ταύτῃ διανοουμένων καὶ παρασκευαζομένων, εἰ δέοι ἀπολεῖσθαι, ὥστε ἀμύνεσθαι, οὕτω ἀπαγγείλατε τῷ βασιλεῖ, ὡς μάτην ἂν εἴημεν ὧδε ἐλθόντες ἐς φυλακὴν τῆς πόλεως, εἰ μηδ’ ὁτιοῦν χαλεπὸν ἐπιδόντες τὴν πόλιν παραδοίημεν.» | |
20 | Ταῦτα εἰπόντος τοῦ Ἀσάνεω, ὡς ὑποστρέψας Ἰησοῦς ἀπήγ‐ γειλε τῷ βασιλεῖ, αὐτίκα κατεβίβασε τοὺς τηλεβόλους ἐς τὰς πύλας τῆς πόλεως, ᾗ δὴ ἡ ἐς τὴν πόλιν εἴσοδος στενωτάτη γινομένη πρὸς αὐτήν τε ποιεῖται τὴν εἴσοδον, καὶ τείχη τρία | |
ἀλλήλων οὐ πολὺ διεστηκότα ἐς τὴν εἴσοδον ταύτῃ παρέχεται. | 208 in vol. 2.2 | |
2.209 | καὶ τὸ μὲν τελευταῖον τεῖχος ἀσθενὲς ὂν καὶ οὐ πάνυ ἐχυρὸν κατέσχεν Ἀσάνης, ὥστε τρίβειν τε τὸν τῆς πολιορκίας χρόνον καὶ τοὺς τηλεβόλους· ᾔδει μέντοι, ὡς τέλεον ἐνταῦθα οὐχ ὑπομενεῖ τὰ τείχη ὑπὸ τῶν τηλεβόλων, ἀλλὰ πεσεῖται αὐτίκα | |
5 | μάλα. ἐποίει δέ, ὡς τρίβειν τὸν πόλεμον. ἐπεὶ δὲ παίοντες οἱ τηλεβόλοι κατέβαλλον ἐπὶ ἡμέρας τινὰς τὸ ἐκτὸς τεῖχος, ἐν αἷς ἐξιόντες οἱ Ἕλληνες ἐμάχοντο τοῖς Τούρκοις καί τινας αὐτοῦ ταύτῃ διέφθειραν, ἀπολιπόντες, τὸ δεύτερον τεῖχος κατέ‐ χοντες, ἐχυρόν τε ὂν λίθοις μεγάλοις, ἐκράτουν τὸ τεῖχος ἐπὶ | |
10 | ἡμέρας ἱκανὰς ἀμυνόμενοι. οἱ μέντοι τηλεβόλοι καὶ τοῦτο τὸ τεῖχος ἐπὶ ἡμέρας ἱκανὰς ἔπαιον, καὶ κατέβαλλον μέρος οὐκ ὀλίγον. ἔνθα δὴ ἀποτυχὼν τοῦ τείχους ὁ λίθος φερόμενος ἔπεσεν ἐς τὸ ἀρτοκοπεῖον καὶ συνέτριψε. μεταπεσὼν δὲ ὁ λίθος ἐντεῦθεν, καὶ εὑράμενος ἄνθρωπόν τινα ἀπενέγκατο μετεωρίσας τὴν σάρκα | |
15 | τε καὶ τὰ ὀστᾶ, συνέτριψέ τε εἰς ἐλάχιστα μέρη μυρία καὶ οἷα πτεροῖς ὄρνιθος εἰκάσαι οὐδ’ αὐτὴν ἐπιγνῶναι τὴν σάρκα παρείχετο. τοιαύτη γὰρ ἡ φορὰ τοῦ λίθου καὶ δαιμονία τις οὖσα θαῦμα παρέχεται, ἐπεὶ καὶ ἀποτυχὼν τοῦ τείχους καὶ μετεωρισθεὶς καὶ διεξιὼν τὴν πόλιν ἐς τὸ ἐπίνειον τῆς Κορίν‐ | |
20 | θου ἐνεχθεὶς ἔπεσε, σταδίους μάλιστά που ἐς τεσσαρεσκαίδεκα παραμειψάμενος. εἷλκε δὲ ὁ λίθος ἑπτὰ τάλαντα. οὕτω μὲν οὖν τὴν πόλιν ἔτυπτεν ἐπὶ συχνὰς ἡμέρας. καὶ οἱ ἐν τῇ πόλει ἐπιλείποντος τοῦ σίτου χαλεπῶς ἔφερον, καὶ λόγους ἐδίδοσαν ἀλλήλοις, ἀφικόμενοι ἐς τὸν τῆς πόλεως ἀρχιερέα. Ἀσάνης | |
25 | μὲν οὖν κατεῖχε τὸ πλῆθος, ὥστε ἀνέχεσθαι, ἀρχιερεὺς δὲ τῆς | |
πόλεως ἄνδρα τῶν τῆς πόλεως ἀποστείλας ὡς βασιλέα ἐσήμαινέ | 209 in vol. 2.2 | |
2.210 | τε αὐτῷ τὴν ἔνδειαν, καὶ ὡς σιτία πάνυ ὀλίγα ὑπολείποιτο, ὥστε ἀντέχειν. ταῦτα πυθόμενος ὁ βασιλεὺς λόγους αὖθις προσέφερε, λέγων τοιάδε. «ἐμοὶ παρὰ τῶν ἐν τῇ πόλει εὐνοούντων ἀπαγ‐ γέλλεται ὀλίγων πάνυ ἡμερῶν ὑπολείπεσθαι ὑμῖν τὰ σιτία. τί | |
5 | οὖν κακοδαιμονᾶτε καὶ οὐ παραδίδοτε τὴν πόλιν;» ἐνταῦθα, ὡς πυνθανομένου Ἀσάνεω ἔλεγον οἱ τοῦ βασιλέως τὰ καθή‐ κοντα, ἐβουλεύοντο κοινῇ, εἴτε παραδώσοιεν τὴν πόλιν, εἴτε ἀνεχόμενοι ἀμύνοιντο. ὡς δὲ ἀπεστραμμένους ἑώρα τοὺς ἐν τῇ πόλει καὶ χαλεπῶς φέροντας, ὑπόσπονδοί τε ἐξῆλθον αὐτός τε | |
10 | Ἀσάνης καὶ ὁ Λακεδαιμόνιος Λουκάνης. ἀφικομένων δὲ ἐς λόγους τῷ βασιλεῖ, σπονδάς τε ἐφ’ ᾧ αἰτουμένων, ἔλεγεν αὐτοῖς τάδε. «ἀπαγγείλατε τῷ ὑμετέρῳ ἡγεμόνι, ὡς σπονδὰς ποιεῖσθαι ἕτοιμός εἰμι, ἐφ’ ᾧ τὴν χώραν, ὅσην ὁ στρατὸς παρεξῄει, ἐμήν τε εἶναι, καὶ φόρον ἀπάγειν διὰ τὴν λοιπὴν χώραν πεντα‐ | |
15 | κοσίους στατῆρας, τῷ δὲ ἡγεμόνι, ἐφ’ ᾧ τό τε Αἴγιον καὶ Πάτρας καὶ τὴν περίοικον παραδιδόναι ἡμῖν. εἰ δὲ μή, αὐτίκα ἅμα ἐπιόντα με γινωσκόντων.» ταῦτα ὡς ἐνετέλλετο αὐτοῖς, καὶ ἐς τοὺς ἡγεμόνας ἀφίκοντο περὶ τὸ Ταΰγετον τῆς Λακωνικῆς διατρίβοντας, ἀπήγγελλόν τε τὰ παρὰ βασιλέως. καὶ αὐτίκα | |
20 | ἐδόκει, ὥστε μὴ στέρεσθαι ἤδη ξυμπάσης τῆς χώρας, πρέσβεις τε πέμπειν καὶ ἐμπεδοῦν σφίσι τὰς σπονδάς, ἐφ’ οἷς προετείνετο βασιλεύς. πέμψαντες δὲ πρέσβεις τάς τε σπονδὰς ἐποιήσαντο, | |
καὶ τὴν χώραν ἀπέδωκε τῷ βασιλέως ὑπάρχῳ Ὀμάρῃ (τῆς | 210 in vol. 2.2 | |
2.211 | Θετταλίας ὕπαρχος ἦν), τό τε Αἴγιον Καλαβρίτην Πάτρας καὶ τὴν περίοικον ταύτῃ τῆς Ἀχαΐας χώρας. Ὡς δὲ παρέλαβε τὰς πόλεις καὶ νεήλυδας καθίστη ἐν ταῖς πόλεσι, τὰ μὲν στρατεύματα αὐτῷ διῆκεν ἐπ’ οἴκου κομίζεσθαι, | |
5 | αὐτὸς δὲ τραπόμενος ἐπὶ τῆς Ἀττικῆς καὶ ἐπὶ τῆς Ἀθηνῶν πόλεως περιῄει σκοπῶν τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας, ἀπεδέξατό τε τὴν Ὀμάρεω ἀνδραγαθίαν. τήν τε πόλιν ταύτην καὶ ἀκρόπολιν πυνθάνομαι βασιλεῖ μάλιστα τῶν ἐν τῇ χώρᾳ αὐτοῦ πόλεων ἐν γνώμῃ γενέσθαι, καὶ τήν τε παλαιὰν τῆς | |
10 | πόλεως μεγαλοπρέπειαν καὶ κατασκευὴν ἀγασθῆναι, ἐπειπόντα «πόση δὴ χάρις ὀφείλεται ἐν τῷ ἡμετέρῳ νόμῳ Ὀμάρῃ τῷ Τουραχάνεω.» τὴν γὰρ πόλιν ταύτην καὶ ἀκρόπολιν παρεστήσατο Ὀμάρης οὗτος τρόπῳ τοιῷδε. ὡς γὰρ Νέριος ἐτελεύτησε, κατέσχε τὴν τυραννίδα ἡ γυνὴ αὐτοῦ παῖδα ἔχουσα νήπιον, | |
15 | καὶ διαπρεσβευομένη ἐς βασιλέα χρήμασί τε ἐθεράπευε τὰς βασιλέως θύρας, καὶ αὐτὴ διέτριβε περὶ τὴν ἀρχήν. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον νεανίου τινὸς τῶν Οὐενετῶν ἐμπορίας ἕνεκα Ἀθήναζε ἀφικομένου, τῆς συγκλήτου δὲ ἀνδρός, ἠράσθη. καὶ ἐρασθεῖσα ἐς λόγους τε ἀφίκεται τῷ νεανίᾳ, ὡς ἐν παιδιαῖς τὰ | |
20 | πολλὰ συνδιατρίβων τῷ νεανίᾳ, ὡς αὐτῷ εἰς γυναῖκα χωρῆσαι ἅμα τὴ〈ν〉 ἀρχὴ〈ν〉 ἐπιτρέψαι τῆς πόλεως ἕτοιμος εἴη. ταῦτα δὲ εἶναι αὐτῷ, ἢν ἀποπεμψάμενος τὴν γυναῖκα αὐτοῦ τρόπῳ, οἵῳ δύνηται, ἐπανέλθῃ Ἀθήναζε. ἦν δὲ ὁ νεανίας Πριάμου παῖς, | |
τοῦ Ναύπλιον ἐπιτετραμμένου παρὰ Οὐενετῶν. ἀπιὼν δὲ ὁ νεα‐ | 211 in vol. 2.2 | |
2.212 | νίας καὶ κατασχεθεὶς τῷ ἔρωτι, καὶ ἐλπίσας τὴν τῆς πόλεως ἀρχὴν κατασχεῖν, διαφθείρας δὲ καὶ τὴν γυναῖκα αὐτοῦ, γένους οὖσαν καὶ αὐτὴν συγκλητικοῦ, διαφθείρας δὲ ταύτην, ὡς εἴρηται, ἐπανῆκεν Ἀθήναζε καὶ τὴν Νερίου γυναῖκα ἤγαγεν. ἀφικόμενος | |
5 | δὲ ἐς τὴν τῆς πόλεως ἀρχὴν διεβλήθη ὑπὸ Ἀθηναίων ἐν ταῖς θύραις τοῦ βασιλέως. ὕστερον μέντοι, ὡς ἤχθοντο αὐτῷ οἱ Ἀθηναῖοι, ἐπιτροπεύειν τε τοῦ παιδὸς ἔφασκε καὶ οὐ πολλῷ ὕστερον λαβὼν τὸν παῖδα ἀφίκετο παρὰ βασιλέα. ὁ γάρ τοι Φράγγος, Νερίου ἀδελφιδοῦς, ἀνεψιὸς δὲ τοῦ παιδός, διατρίβων | |
10 | ἐν ταῖς βασιλέως θύραις ἐπέμενε καιρὸν αὐτῷ παρὰ βασιλέως ἀφίξεσθαι ἐς τὴν τῶν Ἀθηνῶν πόλιν. βασιλεὺς δὲ ὡς ἐπυνθά‐ νετο τὰ ἀμφὶ τὸν ἔρωτα τῆς γυναικός, ἐπέτρεψε Φράγγῳ, τῷ Ἀντωνίου παιδί, τὴν πόλιν, καὶ πέμπων ἐκέλευε δέχεσθαι αὐτὸν τοὺς Ἀθηναίους· οἱ δὲ ἕτοιμοι ὄντες ἐδέξαντο. ὁ δ’ ὡς | |
15 | τυραννίδα ἀφίκετο τῆς πόλεως, τὴν μέντοι γυναῖκα συλλαβὼν καθεῖρξεν ἐν Μεγάροις, καὶ οὐ πολλῷ ὕστερον διὰ τὸν γάμον τοῦ νεανίου διέφθειρεν, ὅτῳ μὲν τρόπῳ, οὐδεὶς ᾔσθετο. δι’ ἃ δὴ ἐγκαλοῦντος ἐν ταῖς τοῦ βασιλέως θύραις τοῦ νεανίου, δεινόν τε ἐποιεῖτο τὴν ὕβριν τοῦ Φράγγου ὁ βασιλεύς, καὶ πέμπων Ὀμάρην | |
20 | τὸν Τουραχάνεω παῖδα σὺν στρατεύματι τῆς Θετταλίας ἐκέλευε 〈ἐπιέναι〉. παραλαβὼν δὲ τὸν τῆς Θετταλίας στρατὸν Ὀμάρης ὁ Τουραχάνεω καὶ ἐπελάσας ἴσχει μὲν αὐτίκα τὴν Ἀθηνῶν πόλιν, μετὰ δὲ τήν τε ἀκρόπολιν ἐπολιόρκει ἐπὶ συχνὸν χρόνον προσκαθεζόμενος. καὶ ἐπειρᾶτο μὲν διὰ τῶν προσηκόντων τῶν ἐν τῇ | |
25 | ἀκροπόλει ἀνδρῶν. ὡς δ’ οὐδὲν αὐτῷ προεχώρει, λόγους προσέφερε | 212 in vol. 2.2 |
2.213 | τοιούσδε· «ὧ παῖ Ἀντωνίου, σὺ οἶσθα τὸν βασιλέως οἶκον, ὡς τήνδε τὴν πόλιν ἐπέτρεψεν ἐπὶ ἱκανὸν χρόνον. καὶ ἐπεὶ βασιλεὺς αὖθις [παρα]κελεύει παραδιδόναι αὐτῷ τὴν πόλιν, οὐκ οἶδα ὅπως ἂν ταύτην ἄκοντος βασιλέως κατέχοις· οὐδὲ γὰρ πάνυ πολὺν | |
5 | διαμεῖναι. νῦν οὖν παρέχει σοι βασιλεὺς μάλιστα διηλλαγμένῳ οἱ χώραν τε τὴν Βοιωτίαν ἔχειν καὶ τὴν Θηβῶν πόλιν, ἀποφερόμενον δὲ τὸν τῆς ἀκροπόλεως ὄλβον καὶ τὰ σαυτοῦ ἀπιέναι, καταλι‐ πόντα τῷ βασιλεῖ τὴν ἀκρόπολιν.» ταῦτα ἀκούσας ὁ νεανίας ᾐτεῖτό τε πίστιν, ἐφ’ ᾧ ἐμπεδῶσαι αὐτῷ παρὰ βασιλέως τὴν | |
10 | Βοιωτίαν. διαπραξαμένου δὲ ἐν ταῖς θύραις τοῦ Ὀμάρεω οὕτω δὴ φρασάμενος ὑπεξῆλθε τῆς ἀκροπόλεως, καὶ τὴν Θηβῶν πόλιν σὺν τῇ λοιπῇ Βοιωτίᾳ κατέσχε δόντος αὐτῷ βασιλέως. οὕτω μὲν δὴ Ἀθῆναι ὑπὸ βασιλεῖ ἐγένοντο παραστησαμένου Ὀμάρεω. Τότε δὴ περιιὼν ὁ βασιλεὺς καὶ τήν τε ἀκρόπολιν θεώμενος | |
15 | ἐν θαύματι ἐποιεῖτο, καὶ τὴν Ἀττικὴν περιιὼν ἐσκόπει τε τοὺς λιμένας, ὡς εἴρηται. τοὺς μέντοι ὅρκους ἔπεμπε ἄνδρα τῶν θυρῶν αὐτοῦ παραληψόμενον τῶν τῆς Πελοποννήσου ἡγεμόνων, αἰτούμενος δὲ καὶ τὴν θυγατέρα τοῦ τῆς Σπάρτης ἡγεμόνος. τοὺς μέντοι ὅρκους ἐπεποίηντο οἱ ἡγεμόνες. Θωμᾷ δὲ τῷ νεω‐ | |
20 | τέρῳ ἀδελφῷ μετέμελε, καὶ ἀπόστασίν τε αὐτίκα ἐβουλεύετο ἀπὸ βασιλέως. καὶ πρέσβυν μὲν ἔπεμπεν ἐς τὰς βασιλέως θύρας, | |
ὅντινα δὴ ἁλῶναι συνέβη ἐν Πάτραις καὶ ἐς τὴν ἀκρόπολιν, ἣν | 213 in vol. 2.2 | |
2.214 | κατέχουσιν οἱ τοῦ βασιλέως νεήλυδες καὶ ἄλλοι περιφανεῖς τῶν Τούρκων. καὶ αὐτοὶ μετὰ ταῦτα ἐπολιορκοῦντο ὑπὸ τῶν τοῦ Θωμᾶ στρατιωτῶν. τὴν μέντοι ἀπόστασιν ἐβουλεύετο πειθόμενος ἅμα τῷ Λακεδαιμονίῳ Λουκάνῃ φαμένῳ ὡς ξυνθέμενος προ‐ | |
5 | δοσίαν τοῖς ἐν Κορίνθῳ, ἔχειν ἐλπίδα παραστήσεσθαί τε αὐτῷ τὴν πόλιν καὶ τἄλλα διαπράξεσθαι ὡς βέλτιστα οὗτος τὴν λοιπὴν χώραν. ἐπεὶ δὲ ἀπέστη τε ἐκ τοῦ φανεροῦ καὶ ἐπολέμει ταῖς βασιλέως ἀκροπόλεσι, πειρώμενος ἑλεῖν κατὰ κράτος, προεχώρει μὲν οὐδὲν αὐτῷ, ὧν ἐπενόει, συναφίστη μέντοι καὶ τοὺς λοιποὺς | |
10 | αὐτῶν Πελοποννησίους, Ἀλβανῶν τε ἅμα καὶ Ἑλλήνων, καὶ ἐπολέμει τε ἅμα τῷ ἀδελφῷ, παρακαλῶν ἐπὶ τὸν πόλεμον, καὶ ἐπολιόρκει μὲν καί τινα τῶν τοῦ ἀδελφοῦ πολισμάτων. ταύτην μὲν δὴ τὴν ἀπόστασιν Ὀμάρεω φασί τινες διαπράξασθαι. ἐπεί τε τάχιστα ἐπύθετο βασιλεύς, πέμψας ἐς Πελοπόννησον ἄρχοντα | |
15 | ὕπαρχον παυσόμενον Ὀμάρην τῆς ἀρχῆς καὶ αὐτὸν παραληψόμε‐ νον τὴν ἀρχὴν αὐτοῦ. καὶ διὰ ταύτην τὴν αἰτίαν ἀφελέσθαι βασιλέα Ὀμάρην τὴν Θετταλίας ἀρχήν. Βασιλεὺς δὲ ἐπὶ τὴν Σκοπίων ἀφικόμενος πόλιν διέτριβεν, ἤν τι νεώτερον ἀπὸ Παιόνων ἐπιγένηται. Παίονες γὰρ μετὰ τὴν | |
20 | Μαχουμούτεω διατριβὴν συλλεχθέντες καὶ τὸν Ἴστρον διαβάντες ἤλασαν ἐπὶ τὴν τοῦ Μαχουμούτεω φυλακήν, καὶ συμβαλόντες ἐτρέψαντο, καὶ ἔφθειραν οὐ πολλούς, ἑάλωσαν δέ τινες αὐτῶν καὶ ἀπήχθησαν παρὰ βασιλέα. βασιλεὺς μέντοι ὡς ἐπύθετο Θωμᾶν τὸν νεώτερον ἀδελφὸν παραβάντα τοὺς ὅρκους πολιορκεῖν | |
25 | ἐπιόντα τοὺς ἐν ταῖς ἀκροπόλεσι βασιλέως νεήλυδας, ἔπεμπε | 214 in vol. 2.2 |
2.215 | στράτευμα ἐπὶ Πελοπόννησον, τό τε Θετταλίας καὶ Αἰτωλίας, καὶ στρατηγὸν ἀπέδειξε Χαμουζᾶν, τὸν ἱερακοφόρον ἐπίκλην. καὶ ὃς λαβὼν Ἀχμάτην τὸν τῆς Πελοποννήσου ὕπαρχον καὶ Ὀμάρην τὸν Τουραχάνεω, καὶ γαμβρὸν γενόμενόν οἱ ἐπὶ τῇ | |
5 | θυγατρί, τούτους λαβὼν ἐσέβαλεν ἐς τὴν Πελοπόννησον, καὶ ἐς Πάτρας μέντοι τῆς Ἀχαΐας ἀφίκετο, καὶ τὴν ἀκρόπολιν ἠλευθέρωσεν. οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο τοῦ βασιλέως στρα‐ τὸν ἐπιόντα, ἐπανέστησάν τε ἐκ τῆς πολιορκίας, καὶ ἐς τὴν Μεγαλόπολιν, τὸ νῦν λεγόμενον Λεοντάριον, συνελέγοντο ἐπὶ τὸν | |
10 | ἡγεμόνα ὡς τὴν μάχην ποιησόμενοι. ὁ μὲν οὖν στρατὸς διῄει διὰ τῆς Ἤλιδος χώραν τὴν παραλίαν, καὶ ἐπὶ τὴν Ἰθώμην ἀφικόμενος ἀνῄει ἐς Λεοντάριον. ἐνταῦθα Θωμᾶς συναθροίσας τούς τε Ἀλβανοὺς καὶ Ἕλληνας τοὺς συναφεστῶτας παρετάσ‐ σετο ὡς εἰς μάχην. ἔνθα δὴ οἱ Τοῦρκοι ἐπελαύνοντες, ὡς εἶδον | |
15 | τὸ τῶν Ἑλλήνων στράτευμα παρατασσόμενον ἐπὶ τοῖς λόφοις τῆς πόλεως, ἐβουλεύοντο μέν, εἴτε στρατοπεδεύσωνται, εἴτε καὶ διελαύνωσιν ἅπαντες, ὡς ἔχουσιν, ἰθὺ τῆς Τεγέης ἐπὶ Μουχλήν. Ἰονούζης δὲ τῶν ἱπποδρόμων ἄρχων ἰδὼν τοὺς Ἕλληνας τὰς τάξεις ἐς βάθος πεποιημένους ἀνέκραγεν «ὦ φίλοι Τοῦρκοι, | |
20 | ἥττηνται οἱ Ἕλληνες· οὐ γὰρ οἷόν τε, ὡς συνετάξαντο, μαχέ‐ σασθαι αὐτούς, ἀλλὰ δώσειν αὐτίκα ἅμα πάντας, τῶν ὑστάτων | |
ἐς φυγὴν τρεπομένων. οὐ γὰρ κατὰ τοὺς δακτύλους ἀλλήλοις | 215 in vol. 2.2 | |
2.216 | ἐπιβοηθοῦντας παρετάξαντο, ἀλλ’ ἐς βάθος τὰς τάξεις ποιη‐ σάμενοι παρεσκευάζοντο ἀμύνεσθαι.» ταῦτά τε ἀνεβόησεν ὁ Ἰονούζης, καὶ λαβὼν τοὺς ἱπποδρόμους ἔθει ἐπὶ τοὺς Ἕλληνας. οἱ δὲ ὕστατοι ἐδέξαντο μὲν τοὺς πρώτους, μετὰ δέ, ὡς ἐπιγινομέ‐ | |
5 | νων τῶν Τούρκων ἀεὶ πλειόνων, ἐς φυγὴν ὥρμηντο. οἱ τελευταῖοι δὲ Ἑλλήνων φεύγοντες ἐς τοὺς σφετέρους ἀνέπιπτον καὶ τούτους ἅμα ἐς φυγὴν κατέστησαν· καὶ οὕτω αἱ τάξεις μιᾷ ῥοπῇ καιροῦ ἐτράποντο ἐς φυγήν, τῆς τελευταίας βιαζομένης· ἀνάγκη γὰρ ἦν ἡττημένης αὐτίκα μάλα καὶ τὰς ἄλλας τοῦτο πείσεσθαι | |
10 | τάξεις, ἀλλήλαις συμπιπτούσας. Ἕλληνες μὲν οὖν ἀνὰ κράτος ἔφευγον ἐς τὴν πόλιν, οἱ δὲ Τοῦρκοι ἐπιόντες κραυγῇ τε καὶ διακελευσμῷ διέφθειρον ἐς διακοσίους, καὶ ἐπελάσαντες ἐπολιόρ‐ κουν τόν τε ἡγεμόνα καὶ τὴν πόλιν ἐπὶ λιμῷ καὶ λοιμῷ· ἐπιέζετο γὰρ ὁ στρατός, ἐπεὶ ἐγένετο αὐτοῦ, ἀπὸ τῶν ἀνδραπόδων τῶν | |
15 | ἀπὸ τῆς Ἀχαΐας, καὶ ἀπήλαυνεν αὐτὰ ἐντεῦθεν ἐπὶ Μουχλήν. τὸν μέντοι Ἰονούζην κατέλιπον σὺν Δημητρίῳ τῷ ἡγεμόνι. Ὁ μὲν οὖν Θωμᾶς αὖθις, ὡς ἀπῄει ὁ στρατὸς ἐπελαύνων ἐπολιόρκει τοὺς τοῦ βασιλέως νεήλυδας ἐν ταῖς ἀκροπόλεσι· βασιλεὺς δὲ ἤλαυνε τὸ θέρος τοῦτο ἐπὶ Σπενδερόβην καὶ τὴν | |
20 | τῶν Τριβαλλῶν χώραν. τὴν δὲ ἔλασιν ἐποιεῖτο δι’ αἰτίαν τήνδε. ὡς γὰρ ἐτελεύτησεν Ἐλεάζαρος ὁ τοῦ Βούλκου παῖς, κατελέλειπτο ἡ γυνὴ αὐτοῦ ἐπὶ θυγατρὶ ἐς τὴν ἀρχήν. καὶ τὴν μὲν ἀκρόπολιν τῆς Σπενδερόβης κατεῖχεν αὕτη. καὶ ἐπιγαμίαν ποιουμένη ἐπὶ | |
τὸν Ἰλλυριῶν βασιλέως παῖδα [ἐπὶ] τῇ θυγατρὶ διενοεῖτο τὴν | 216 in vol. 2.2 | |
2.217 | ἀρχὴν αὐτὴ σχήσειν τῆς πόλεως. οἱ μὲν οὖν Τριβαλλοὶ ὥρμηντο ἐπὶ τὸν Μαχουμούτεω ἀδελφὸν τὸν Μιχαῆλον, ὃς παρὰ τῷ Τρι‐ βαλλῶν ἡγεμόνι διέτριβε, καὶ σφίσιν ἡγεμόνα ἑλόμενοι καθίστα‐ σάν τε αὐτὸν καὶ ἐπέτρεπον τὰ τῆς πόλεως πράγματα. ἥτε γυνὴ | |
5 | μεταπεμπομένη τοῦτον ἐς τὴν ἀκρόπολιν ἐπὶ ξενίσει συνέλαβέ τε αὐτὸν καὶ συνδήσας ἀπέπεμψεν ἐς τοὺς Παίονας. τὸν μέντοι Μιχαῆλον οἱ Παίονες λαβόντες καθεῖρξαν. καὶ οἱ Τριβαλλοὶ ὥρμηντο αὖθις ἐπὶ βασιλέα, καὶ μεταπεμπόμενοι ἅμα τῇ τοῦ ἡγεμόνος γυναικὶ ἔπρασσον τὴν τῆς πόλεως παράδοσιν. ὁ μὲν | |
10 | οὖν βασιλεύς, οὔπω καταστάντων ἐς τόδε αὐτῷ τῶν πραγμάτων, παρασκευασάμενος ἤλαυνεν ἐπὶ Σπενδερόβην ὡς ἐξελῶν κατὰ κράτος. οἱ δ’ ἐν τῇ πόλει Σπενδερόβῃ πυνθανόμενοι βασιλέα ἐπιόντα σφίσιν ὑπήντων αὐτῷ, τὰς κλεῖς φέροντες κατὰ τὴν ὁδόν. βασιλεὺς μὲν δὴ τούς τε Τριβαλλοὺς ἐθεράπευσε, χώραις | |
15 | δωρησάμενος καὶ χρήμασι τοὺς πολλούς, καὶ τὴν τοῦ Ἐλεαζάρου γυναῖκα ὑπόσπονδον ἀφῆκεν ἀποφέρεσθαι τὸν πλοῦτον αὐτῆς οἰχομένην, καὶ τήν τε φρουρὰν σὺν αὐτῷ παρέλαβε. Καὶ ὡς αὐτῷ προσεχώρησεν ἡ πόλις, ὥρμητο μὲν ἐς Πελο‐ πόννησον στρατεύεσθαι, μετὰ δὲ ἀφικόμενος ἐς Βυζάντιον καὶ | |
20 | ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυνεν ἐπὶ Ἄμαστριν τὴν Ἰανυΐων πόλιν, ἐπὶ τῷ Εὐξείνῳ πόντῳ. οἱ γὰρ Ἰανύϊοι πρέσβεις πέμψαντες ᾐτοῦντο τὴν Γαλατίην πόλιν οὖσαν σφῶν, οὐδὲν ἠδικηκότες, καὶ σπονδὰς ἐχόντων αὐτῷ. καὶ εἰ προσεχώρησε δὲ κατὰ τὴν | |
Βυζαντίου ἅλωσιν, ἠξίουν αὖθις σφίσιν ἀποδοθῆναι. βασιλεὺς | 217 in vol. 2.2 | |
2.218 | μὲν οὖν ἀπεκρίνατο, ὡς οὔτε αὐτὸς ἀδικοίη, οὔτε ἐλάσας ἕλοι τὴν πόλιν, ἀλλ’ οἱ τῆς πόλεως ἄρχοντες ἀφικόμενοι ὡς αὐτὸν παρέδωκάν τε σφᾶς, ἀξιοῦντες εὖ πάσχειν ὑπὸ βασιλέως, καὶ ταύτῃ παραλαβὼν τὴν πόλιν οὐδένα ἠδικηκὼς εἴη. διὰ ταῦτα | |
5 | δὴ τὸν πόλεμον ἀπαγγελλόντων τῶν Ἰανυΐων τότε, ἤλαυνεν ἐπὶ Ἄμαστριν πόλιν ἐπὶ τῷ Εὐξείνῳ πόντῳ. ἐλαύνων δὲ ἐφέρετο μὲν χαλκὸν ἄπλετον ἐπὶ τῶν καμήλων καὶ ὑποζυγίων, ἤγετο δὲ καὶ τὸν ἀπὸ τῆς Ἀσίας στρατόν. ὡς δὲ ἀφικόμενος ἐπολιόρκει τὴν πόλιν, προσεχώρησεν ἡ πόλις αὐτῷ καθ’ ὁμολογίαν. παρα‐ | |
10 | λαβὼν δὲ τὴν πόλιν, τὸ μὲν τρίτον μέρος αὐτοῦ καταλιπὼν ἐν τῇ πόλει, τὰς δύο μοίρας ἀγαγὼν τῆς πόλεως ἐς Βυζάντιον κατῴκισε, καί τινας τῶν παίδων αὐτοῦ τῆς πόλεως ἐξελόμενος ἑαυτῷ ἐκομίζετο ἐπ’ οἴκου. ἔνθα δὴ αὐτῷ ἠγγέλλετο τὰ Χασά‐ νεω πράγματα χωρεῖν ἐπὶ μέγα δυνάμεως καὶ Ἐρτζιγγάνην τὰ | |
15 | Ἀρμενίων βασίλεια. Ἀλλὰ ταῦτα μὲν ὕστερον τῷ ἔτει τούτῳ ἐγένετο· βασιλεῖ μέντοι ἐξελαύνοντι ἀπὸ Πελοποννήσου ἐς τὰς θύρας ἀφίκετο ὁ βασιλέως ἀδελφὸς Τραπεζοῦντος Δαβίδ, τόν τε φόρον ἀπάγων καὶ τὰς σπονδὰς ἐμπεδῶν. οἱ γὰρ Κολχίδος βασιλεῖς λέγονται | |
20 | μὲν γενέσθαι πρότερον Βυζαντίου βασιλεῖς, τῆς Κομνηνῶν οἰκίας, τούτους δ’ ὡς ἐκπεσεῖν τῆς βασιλείας, Ἰσαάκιον τὸν παῖδα τοῦ βασιλέως διαφυγόντα, τελευτήσαντος ὑπὸ δήμου τοῦ πατρὸς αὐτοῦ διὰ τὸ ἔχθος τὸ πρὸς αὐτόν, οἴχεσθαι ἐπὶ τὴν Κολχίδα | |
χώραν καὶ ἐπὶ τὴν Τραπεζοῦντα. ἀφικόμενον δὲ ἐνταῦθα κατα‐ | 218 in vol. 2.2 | |
2.219 | στῆναι ὑπὸ τῶν ἐπιχωρίων ἐπὶ τὴν τῆς Κολχίδος ἡγεμονίαν, καὶ τὴν βασιλείαν μετενεγκεῖν ἐπὶ τὴν Τραπεζοῦντα τῆς Κολχίδος. καὶ ἀπὸ τοῦδε βασιλεύειν ἐνταῦθα ἔστε ἐφ’ ἡμᾶς διαγενομένους, Ἕλληνάς τε ὄντας τὸ γένος, καὶ τὰ ἤθη τε ἅμα καὶ τὴν φωνὴν | |
5 | προϊεμένους Ἑλληνικήν. καὶ ἐπιγαμίας μὲν ποιεῖσθαι πρός τε τοὺς ὁμόρους βαρβάρους τοὺς λευκοὺς Ἀσπροπροβατάντας καλου‐ μένους καὶ δὴ καὶ πρὸς Τεμήρεω υἱιδοῦς τοὺς ἀπὸ Τζοκίη καὶ Καραϊσούφεω παῖδας, ὥστε μὴ πράγματα ἔχειν δῃουμένης τῆς χώρας ὑπὸ τούτων. καὶ πρός τε τοὺς Ἕλληνας Βυζαντίου | |
10 | ἐπιγαμίας ποιεῖσθαι, τά τε ἄλλα, καὶ τὴν θυγατέρα ἐκδεδωκότος Ἀλεξίου βασιλέως Κομνηνοῦ Ἰωάννῃ τῷ βασιλεῖ Βυζαντίου. [Μετὰ δὲ ταῦτα γεγονέναι τι καὶ τοιοῦτον. ὡς γὰρ ἐν ὑποψίᾳ γενομένῳ τῷ βασιλεῖ Ἰωάννῃ περὶ τῆς μητρὸς αὐτοῦ, ὡς τοῦ πρωτοβεστιαρίου συγγενομένου τῇ μητρὶ αὐτοῦ τῇ Καντακουζηνῇ, | |
15 | καὶ πάσχοντι κατὰ θυμὸν τούτου ἕνεκα, ἀπέκτεινέ τε τὸν πρω‐ τοβεστιάριον, καὶ τὸν πατέρα αὐτοῦ καὶ μητέρα ἀπέκλεισεν ἄμφω ἐν τῷ αὐτῷ κοιτῶνι, βουλόμενος ἀνελεῖν καὶ τὴν μητέρα. οἱ δὲ ἐν τῇ πόλει ἄρχοντες, ἱκετεύοντες τῷ Ἰωάννῃ, ἵνα μὴ τοῦτο γένηται, ἀπέπεμψαν τοῦτον εἰς τὰ μέρη τῆς Ἰβηρίας, δυσωπή‐ | |
20 | σαντες αὐτόν. τῇ κακίᾳ δὲ τοῦ Ἰωάννου πεποίηκεν ὁ βασιλεὺς Ἀλέξιος τὸν υἱὸν αὐτοῦ τὸν δεύτερον βασιλέα, τὸν Σκαντάριον λεγόμενον, καὶ ὑπάνδρευσεν αὐτὸν μετὰ τὴν θυγατέρα τοῦ ἡγεμό‐ νος Μυτιλήνης Γαταλιούζου, ὃν ἀπέπεμψεν αὐτοῦ ἐν τῇ Μυτιλήνῃ. ὁ δὲ βασιλεὺς Ἰωάννης ἀπελθὼν ἐν Ἰβηρίᾳ ἔσχε γυναῖκα τὴν τοῦ | |
25 | βασιλέως Ἀλεξάνδρου θυγατέρα. μετὰ δὲ ταῦτα ἀπῆλθεν ἐν τῷ | |
Καφᾷ, ἀναζητῶν ἐκεῖσέ τινα τὸν ἔχοντα καράβιον, καὶ ἐλθεῖν ἐν | 219 in vol. 2.2 | |
2.220 | τῷ Τραπεζοῦντι πολεμικῶς κατὰ τοῦ ἰδίου πατρὸς Ἀλεξίου. εὗρε δὲ ἐκεῖσε Ἰανυΐτην ἄνθρωπον ἔχοντα καράβιον μέγα, ὅπλα παντοῖα φέρον, τὸ λεγόμενον .... ὃν καὶ ἐχειροτονήσατο πρω‐ τοστράτορα. ἀρματώσαντες οὖν τὸ καράβιον καλῶς τε καὶ ὡς | |
5 | ἐχρῆν, ἦλθον ἐν Τραπεζοῦντι κατὰ βασιλέως Ἀλεξίου τοῦ πατρὸς αὐτοῦ. ἐξελθόντες οὖν ἔξω ἐν τῇ ξηρᾷ, ἐν τῇ τοποθεσίᾳ τοῦ ἁγίου Φωκᾶ. καὶ ἐν τῇ μονῇ αὐτοῦ ἐσκηνώσαντο αὐτόθι, σχόντες διὰ μέσου καὶ βοηθοὺς κρυφίως πως τοὺς Καβασιτάνας, οἵ τινες αὐτὸν προδεδώκασιν. ἔχοντες γὰρ οὗτοι τὴν φυλακὴν τοῦ βασι‐ | |
10 | λέως ἐς τοῦ Ἀχαντοῦ προαστείου, τοῦ βασιλέως Ἀλεξίου ἐκεῖσε καὶ αὐτοῦ σκηνώσαντος μετὰ ἁρμάτων τε καὶ πολεμικῶν, κατὰ τοῦ Ἰωάννου συνεκατέθεντο, παραχωρήσαντες τὴν κατὰ Ἀλεξίου ἔλευσιν, ὃν καὶ εὑρόντες οἱ τοῦ Ἰωάννου ἄρχοντες ἐν τῇ σκηνῇ ἀνυπόπτως, καὶ μετὰ βίας ἀπέκτειναν αὐτὸν ἐν ὥρᾳ μεσονυκτίου. | |
15 | ὁ γὰρ βασιλεὺς Ἰωάννης οὐκ εἶπεν ὅλως κτεῖναι τὸν πατέρα, ἀλλὰ μόνον ζωγρῆσαι καὶ εἰς αὐτὸν ἀγαγεῖν. ἐκεῖνοι τοῦτο μὴ φυλάξαντες, ἀλλ’ ἀποκτείναντες μᾶλλον τῷ βασιλεῖ Ἰωάννῃ τὰ πρὸς χάριν πεποιήκασι δοκοῦντες ἴσως. οὓς ὁ βασιλεὺς Ἰωάννης ὕστερον τὸν μὲν ἐτύφλωσε τὸν δὲ ἐχειροκόπησε, μὴ θέλων τοῦτο | |
20 | οὕτω ποιῆσαι, ἀλλὰ πρὸς αὐτὸν μόνον ἀγαγεῖν. ὁ Ἰωάννης τοίνυν καὶ ἀνεδέξατο. τὴν βασιλείαν, τιμήσας τὸν πατέρα αὐτοῦ ταῖς προσηκούσαις τιμαῖς, τῇ ταφῇ, ὃν καὶ κατέθετο ἐν τῇ τῆς θεοσκεπάστου μονῇ, εἰ καὶ ὕστερον ἔφερε τοῦτον ἐν τῇ μητρο‐ πόλει. | |
25 | Μετὰ δέ τινας χρόνους ἐστράτευσε καί τις ζύχης ὀνόματι Ἀρταβίλης κατὰ Τραπεζοῦντος, συνάξας ἁπανταχοῦ ἀπό τε ἀνα‐ | |
τολῆς καὶ μεσημβρίας στρατόν, ἀπό τε Σαμίου καὶ ἐξ ἄλλων | 220 in vol. 2.2 | |
2.221 | τινῶν πόλεων, καὶ ἦλθε κατ’ αὐτῆς βουλόμενος ἑλεῖν καὶ πορ‐ θῆσαι ταύτην. ὁ δὲ βασιλεὺς Ἰωάννης συνάξας καὶ αὐτὸς στρα‐ τὸν διά τε ξηρᾶς καὶ διὰ θαλάσσης ἅμα τῷ πανσεβάστῳ καὶ τοῖς αὐτοῦ ἦλθεν ἕως τοῦ ἁγίου Φωκᾶ τῇ μονῇ τῇ λεγομένῃ | |
5 | Κορδύλη. συνάξας τοίνυν ὁ πανσέβαστος τούς τε ἰδίους καὶ τοῦ βασιλέως, διήρχετο ἅμα τῇ τοῦ στρατοῦ βουλόμενος θαλάσσῃ εἰσβαλεῖν κατὰ τοῦ ζύχη, ὅποι ἂν εὕρηται τοῦτον· ὁ γὰρ ζύχης Ἀρταβίλης κατέσχε τὴν τοῦ Μελιάρη λεγομένην τοποθεσίαν, προλαβόμενος τὴν κλεισούραν ταύτην τοῦ Μελιάρη, τὸ Καπάνιον | |
10 | λεγόμενον. ἐλθόντες τοίνυν οἱ τοῦ πανσεβάστου καὶ αὐτοὶ εὗρον τὸν ζύχην προκατέχοντα τὴν κλεισούραν τοῦ Καπανίου. οἳ καὶ ὁρμήσαντες κατὰ τοῦ ζύχη ἐπ’ ἐλπίδι τοῦ ναυτικοῦ στρατοῦ ἅμα, ἐπειδὴ καὶ οὗτος ὁ ναυτικὸς στόλος ἦν παρεσκευασμένος μετὰ τοῦ πανσεβάστου δώσειν τῷ ζύχῃ, οὐκ ἔσχον καιρὸν | |
15 | ἔγκαιρον, ἀλλ’ ἀνέμου βιαίου πνεύσαντος ἐν τῇ θαλάσσῃ οὐκ ἐξῆλθον ἔξω οἱ ναυτικοὶ εἰς βοήθειαν τοῦ στρατοῦ, ἀλλ’ ἄλλο‐ θέν ποθεν σκληρίας γενομένης ἔσχον κώλυμα τοῦ ἐξελθεῖν τὸν ναυτικὸν στρατὸν [τὰ πλοῖα γενόμενα]. καὶ τότε δὴ ὁρμήσαντες οἱ τοῦ ζύχη κατὰ τοῦ πανσεβάστου καὶ τοῦ στρατοῦ διέφθειράν | |
20 | τε αὐτὸν πανσέβαστον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἑτέρους ὡσεὶ τριάκοντα. καὶ οἱ ἕτεροι πεφευγότες ἦλθον πρὸς τὸν βασιλέα Ἰωάννην, ὃς φυγὰς καὶ αὐτὸς γενόμενος μετὰ πλοίου ἦλθεν ἐν Τραπεζοῦντι σύναμα καὶ τοῖς ἑτέροις, οἱ μὲν διὰ ξηρᾶς, οἱ δὲ διὰ θαλάσσης πεφευγότες, κατασκηνώσαντος τοῦ ζύχη ἐν τῇ | |
25 | μονῇ τοῦ ἁγίου Φωκᾶ, εἰς ἣν ἦν κατεσκηνωμένος ὁ βασιλεὺς Ἰωάννης. ἐζώγρησε δὲ καὶ πολλοὺς ὁ ζύχης. οὕστινας φονεύσας ἐξ αὐτῶν, ἔχων καὶ τὸν Μαυροκώνσταν λεγόμενον ζῶντα, κελιώ‐ την ὄντα καὶ ἐξοδιαστὴν τοῦ βασιλέως, ὃν καὶ ἀπέκτεινεν ὁ ζύχης ἔμπροσθεν τῆς πόλεως. εἶτα ποιήσας ἐκεῖσε ἡμέρας τρεῖς | |
30 | ἀπῆλθεν ὡς πολεμήσων ἐν τῷ Μεσοχαλδίῳ, ὡς τοῦ πανσεβάστου τοῦτο ἔχοντος. συνέβη δὲ καὶ τοιοῦτον ἐν Τραπεζοῦντι ἀκμὴν | |
ὄντος τοῦ ζύχη, ἐν τῇ μονῇ τοῦ Κορδύλη. ἐν τῇ νυκτὶ ἐκείνῃ | 221 in vol. 2.2 | |
2.222 | ἦλθεν ὁ ζύχης· ἐν αὐτῇ γυνή τις τῶν Ἀρμενίων φοβηθεῖσα μήποτε ὁ ζύχης ἐπιλάβηται τὸ ἐξώκαστρον, μετῆρε τὸν βίον αὐτῆς ἐς τὸ μέγα κάστρον τῆς Τραπεζοῦντος ὡς φυλάξουσα ἐκεῖσε. τοίνυν ὁπόταν ἐλάμβανε τὸν βίον αὐτῆς καὶ ἐκόμιζε | |
5 | τοῦτον ἐν τῷ κάστρῳ νυκτὸς οὔσης. λεληθότως ἀνήψατο· πῦρ ἐν τοῖς κροκίοις αὐτῆς. αὕτη δ’ ἦν ἐν τῷ μεγάλῳ κάστρῳ, μὴ εἰδυῖα τὸ σύμπτωμα. ἀνῆψε τε μέγα ἐν τῷ ταύτης οἰκήματι, καὶ ἐξ ἐκείνου καὶ τὰ σύνεγγυς πάντα, ἐν ὥρᾳ μεσονυκτίου. οἱ δ’ ἐν τῇ πόλει νομίσαντες εἶναι προδοσίαν ἀπὸ τῶν ἐντός, τὰ | |
10 | πρὸς χάριν τοῦ ζύχη, ἔφευγον ἁπαξάπαντες, ἄρχοντές τε ὁμοῦ καὶ ἀρχόμενοι, ἐγκαταλειφθέντος μόνου τοῦ βασιλέως Ἰωάννου μετὰ καί τινων μερικῶν, ὡσεὶ πεντήκοντα. διήρχετο γοῦν ὁ βασιλεὺς διὰ πάσης τῆς νυκτὸς τὰ τείχη τῆς πόλεως καὶ τὰς πύλας αὐτῆς. ἦλθε τοίνυν ἐν τῷ πρωῒ καὶ ὁ ζύχης, ὡς εἴρηται, | |
15 | εἰς τὸ τάχα ἐπιλήψεσθαι τὴν Τραπεζοῦντα· ὃς καὶ ἀπῆλθεν ἄπρακτος, διερχόμενος ἐν τοῖς Μεσοχαλδίοις. ἔφυγον γοῦν ἁπαξά‐ παντες ἄρχοντες, οἱ μὲν διὰ πλοίων οἱ δὲ διὰ ξηρᾶς, ἐπ’ ἐλεύ‐ σει τῆς Ἰβηρίας· οἳ καὶ ἐλθόντες ὕστερον, διαβάντος τοῦ ζύχη, ἐν Τραπεζοῦντι ὠνειδίζοντο παρὰ τοῦ βασιλέως, γυναικωτοὺς | |
20 | ἀποκαλῶν αὐτοὺς καὶ ἀνάνδρους καὶ προδότας τῆς πατρίδος αὐτῶν.] Καὶ ταῦτα μὲν γέγονεν ἐν Τραπεζοῦντι· ὁ δὲ τῆς Ἀμασίας ὕπαρχος, Χιτήρης ὀνόματι, στρατευσάμενος καὶ ἄφνω ἐπεισπεσὼν ἐν Τραπεζοῦντι, τούς τε ἐν τῇ ἀγορᾷ καὶ ἐν χώραις, τοὺς ἐν | |
25 | τῇ πόλει οὐκ ὀλίγους συνέλαβεν, ἐς δισχιλίους τοὺς πάντας γενομένους. καὶ ἐρήμου ἤδη οὔσης τῆς πόλεως τῇ τοῦ λοιμοῦ βίᾳ καὶ προσδοκίμου ἁλώσεσθαι, διαπραξάμενος χρήμασιν ὁ τῆς πόλεως βασιλεὺς Ἰωάννης, ὥστε ὑπόφορον ἔχειν τὴν πόλιν Μεχμέτῃ τῷ βασιλεῖ τοῦ λοιποῦ, τούς τε αἰχμαλώτους, οὓς | |
30 | ἔλαβε Χιτιρμπέης, ἀποδοθῆναί οἱ, καὶ αὐτὸν ἡσυχίαν ἄγειν | 222 in vol. 2.2 |
2.223 | ἀπάγοντα τῷ βασιλεῖ φόρον, δισχιλίους χρυσίνους. ὕστερον μέν‐ τοι καὶ ὁ βασιλεὺς Ἰωάννης ἀπέστειλε τὸν αὐτὸν ἀδελφὸν Δαβὶδ δεσπότην ὡς τὸν βασιλέα, καὶ ἠξίου τε τοῦτον ἐμπεδοῦν τὰς σπονδάς, ὃ καὶ γέγονεν, ἐπὶ φόρον χρυσίνους τρισχιλίους. | |
5 | Ἡ δὲ Ἰβηρία προσεχής ἐστι τῇ τῆς Κολχίδος χώρᾳ, καὶ οἱ βασιλεῖς τούτων οὐκ ἀγενεῖς. διήκει δὲ ἡ χώρα ἀπὸ τοῦ Βαθὺ λεγομένου καὶ ἀπὸ Φάσιδος ποταμοῦ ἕως Χαλτζιχί, ἡ τοῦ Γοργούρου αὐθεντεία καὶ Κορίου καὶ Καχετίου καὶ Τυφλι‐ σίου, σύνεγγυς οὖσαι αἱ πόλεις αὗται τοῦ Σαμαχίου, Τούρκων | |
10 | οἰκούντων ἐν αὐτῷ καὶ ἐχόντων χωρὶς κάτωθεν τοῦ Καχετίου πόλεως τοῦ ἐν παραθαλασσίᾳ καὶ τῆς Σεβαστοπόλεως Μιγκρελίων τοῦ Δαδιάννου αὐθεντείᾳ καὶ Μαμία καὶ Σαμανταύλα καὶ Γουρίας καὶ τῶν ἄλλων τῶν παραθαλασσίων πόλεων. ἀπὸ γὰρ τῶν πόλεων τῆς ἄνωθεν Ἰβηρίας εἰσὶ καὶ οἱ Ἀλανοὶ ὅμοροι καὶ Οὗνοι καὶ | |
15 | Ἐμβοί. οἱ δὲ Ἀλανοὶ δοκοῦσιν εἶναι ὑπὸ τὸν Καύκασον παρα‐ τείνοντες. οὗτοι καὶ ἐς τὰ μάλιστα ἄνδρες νομιζόμενοι τὰ πολέμια κράτιστοι, ποιοῦντες λωρίκια ἐξαίρετα. πολιτεύονται δὲ οὗτοι ἐς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ θρησκείαν, διαχρῶνται δὲ φωνῇ ἰδίᾳ τὸ παράπαν, καὶ ὅπλα ἐπιτηδεύουσιν ἀπὸ χαλκοῦ, | |
20 | τὰ Ἀλανικὰ καλούμενα. Ἴβηρες δὲ καὶ αὐτοὶ ὅθεν μὲν ἐπὶ τὴν χώραν τήνδε ἀφίκοντο, εἴτε ἀπὸ Ἰβήρων τῶν πρὸς ἑσπέραν, οὐκ | |
ἔχω διασημῆναι· δοκοῦσι δὲ αὐτοὶ ἐπὶ μέγα χωρῆσαι δυνάμεως, | 223 in vol. 2.2 | |
2.224 | καὶ ὄλβον κτησάμενοι καὶ πίστιν ἐκ Κωνσταντίνου πόλεως παρὰ μιᾶς γυναικὸς ἐκεῖσε διαφοιτώσης πίστεως εὐσεβοῦς ἕνεκα τῆς εὐσεβεστάτης· ἥτις καὶ θαυματουργίαις τοὺς Ἴβηρας καταπλή‐ ξασα μετηλλάξατο τῆς ἀσεβοῦς αὐτῶν πίστεως, καὶ Χριστιανοὺς | |
5 | ἀπεφήνατο τῇ ὁμολογίᾳ αὐτῶν. μετὰ δὲ χρόνους πολλοὺς οἱ Σκύθαι οἱ ὅμοροι αὐτῶν πόλεμον ἤραντο κατ’ αὐτῶν, καὶ τὰς χώρας τῶν Ἰβήρων διερχόμενοι ἐδῄουν καὶ παντελῶς ἠφάνιζον, καὶ ἀνδραποδισάμενοι κατέσχον αὐτούς, καταφυγόντων τῶν βασι‐ λέων ἐς τὰ ἄκρα τῶν ὀρέων. ὕστερον δ’ οἰχομένων τῶν Σκυθῶν | |
10 | ἐπὶ τὰς σφετέρας διατριβὰς ἐπικαταβῆναί τε ἐς τὴν χώραν, καὶ δασμὸν φέροντας τῷ βασιλεῖ Σκυθῶν γενέσθαι ἐν αὐτῇ βασι‐ λεύοντας. μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον πρός τε τοὺς Ἀλα‐ νοὺς μαχεσάμενοι, Οὔνους καὶ Σάσους .... τοσόνδε ἐπιστάμενος ἐπιμνήσομαι περὶ αὐτῶν. | |
15 | Ὡς μὲν οὖν ἀφικομένου Ἀσάνεω παρὰ βασιλέως ἐπύθετο τὰ κατὰ τὴν Πελοπόννησον, ἐπυνθάνετο δὲ καὶ παρ’ Ἀχμάτεω τοῦ τῆς Πελοποννήσου ὑπάρχου [ἐν Κορίνθῳ διατρίβοντος, Δημήτριον τὸν ἡγεμόνα ἀφεστηκότα] ἑκόντως τοῦ ἀδελφοῦ αὐτοῦ κατὰ χώραν μένειν, πολεμούμενον καὶ αὐτὸν ὑπὸ τοῦ ἀδελφοῦ, ἐδωρήσατο μὲν | |
20 | αὐτίκα αὐτὸν ταῖς ἐν τῷ Αἰγαίῳ νήσοις, Λήμνῳ τε καὶ Ἴμβρῳ καὶ | |
Θάσῳ καὶ Σαμοθρᾴκῃ. ταύτας μέντοι πρότερον, μετὰ τὴν Βυζαν‐ | 224 in vol. 2.2 | |
2.225 | τίου αἵρεσιν, παρείχετο τῆς Λέσβου τῷ ἡγεμόνι καὶ Λῆμνον καὶ Αἶνον, τῷ Παλαμήδῃ δὲ τυράννῳ Ἴμβρον. ὡς δὲ εἷλέ τε τὴν Αἶνον, ἀποθανόντος τοῦ Παλαμήδου καὶ τοῦ παιδὸς αὐτοῦ Ντορίου τὴν πόλιν παραλαβόντος, ἐπελάσας ὁ βασιλεὺς εἷλέ τε τὴν | |
5 | Αἶνον, προσχωρησάντων αὐτῷ τῶν ἐν τῇ πόλει αὐτίκα. ἔπεμπέ τε Ἰονούζην τὸν τῆς Καλλιουπόλεως ὕπαρχον, παραληψόμενος τὰς νήσους. ἡ μὲν Ἴμβρος αὐτίκα προσεχώρησε καὶ ἡ Λῆμνος καὶ φρουρὰ βασιλέως ἀφίκετο ἐς τὰς νήσους. μετὰ δὲ πυθόμενοι οἱ Τοῦρκοι τὸν ἀπὸ τῆς Ἰταλίας στόλον ἅμα τῷ καρδινάλει | |
10 | ἀφικόμενον, προσδόκιμον δὲ καὶ ἄλλον ἀφίξεσθαι ἀπὸ Ἰταλίας, ἡ μὲν φρουρὰ ἀνεχώρησε, Τοῦρκοι δὲ ἄνδρες ἐπετρόπευον τὰς νήσους. Λῆμνος μέν, ὡς ἐπέπλευσε σφίσιν ὁ στόλος, προσεχώ‐ ρησε, καὶ ἡ Ἴμβρος ἐποίει παραπλησίως, καὶ ἡ Θάσος ἔτι καὶ Σαμοθρᾴκη. οὐ πολλῷ δὲ ὕστερον οἰχομένου τοῦ στόλου ἐς | |
15 | Ῥόδον, Ἰσμαήλης ὕπαρχος καταστὰς ὑπὸ βασιλέως ἄρτι, ἐπι‐ πλεύσας τήν τε Ἴμβρον καὶ Λῆμνον παρεστήσατο, καὶ τοὺς ἐν αὐτῇ ἄνδρας τῶν Ἰταλῶν συλλαβὼν ἀπέπεμψεν ὡς βασιλέα. οὗτοι μὲν οὖν ὡς ἀπήχθησαν, διεχρήσατο πάντας βασιλεύς, διατρίβων ἐν Φιλιπποπόλει· ὑπεξεχώρει γὰρ ἐκ τῶν βασιλείων | |
20 | διὰ τὸν λοιμὸν τότε ἐπιγινόμενον μέγαν. Θάσος δὲ καὶ Σαμο‐ θρᾴκη οὐ προσεχώρησαν, ἀγνωμοσύνῃ χρησάμεναι. καὶ ὡς οὐ πολλῷ ὕστερον Ζάγανος ἀπήλλαξέ τε Ἰσμαήλην καὶ κατέστη ἐς τὴν Καλλιουπόλεως ἀρχήν, ἐπιπλεύσας Σαμοθρᾴκην τε καὶ | |
Θάσον ἐξελὼν ἠνδραποδίσατο. καὶ τούτους μὲν κατῴκισε βασι‐ | 225 in vol. 2.2 | |
2.226 | λεὺς ἐς τὸ Βυζάντιον· τὰς δὲ νήσους, καὶ ὅσοι ἐς τὰ ἄκρα τῶν ὀρέων διέφυγον μὴ ἀνδραποδισθῶσι ..... Ἀσάνης δὲ λαβὼν τὸν στρατὸν ὡς ἐσέβαλεν ἐς τὴν Πελοπόν‐ νησον, καὶ Θωμᾶν περὶ Λεοντάριον ἐτρέψατό τε ὁ στρατός, καὶ | |
5 | συνελάσας ἐπολιόρκησε μὲν ἐπὶ βραχύ, πιεζόμενος δὲ ἀνεχώρει, αὖθις ἀνῄει παρὰ βασιλέα, ἐπικουρίας δεόμενος. ξυνηνέχθη δὲ καὶ μετὰ Ὀμάρεω τοῦ Θετταλίας ὑπάρχου, στασιάσαντος διὰ διαφοράν, ἀφικόμενον ἀναβῆναί τε παρὰ βασιλέα, καὶ οὐ πολλὰς ὕστερον ἡμέρας Ὀμάρην βασιλέα ἀφελόμενον τὴν ἀρχὴν ἐπιτρέψαι | |
10 | Ζαγάνῳ τῷ τότε Καλλιουπόλεως ὑπάρχῳ. Ζαγάνῳ δὲ τούτῳ, ἀνδρὶ εὐδοκιμήσαντι ἔν τε ἄλλοις καὶ Μορεζίνην, τὸν ἐς τὴν καθ’ ἡμᾶς θάλασσαν τὰ πρῶτα τῶν λῃστῶν φερόμενον, ἑλόντι αὐτόν τε καὶ τὴν τριήρη, ἐγένετο αὐτῷ οὐχ ἥκιστά τε ἐν τούτῳ [ἐν τῷδε] εὐδοκιμῆσαι. οὗτος μὲν οὖν ὡς παρέλαβε τὴν Θετ‐ | |
15 | ταλίαν καὶ Πελοπόννησον ὑπὸ βασιλέως, εἰσέβαλεν ἐς τὴν Ἀχαΐαν, καὶ ἀπανίστατο τὸ Ἑλληνικὸν στράτευμα ἐπιόντος τοῦ Ζαγάνου, ὡς ἐπολιόρκει τὴν ἀκρόπολιν. καὶ Ἰταλῶν δέ, οὓς μετεπέμψατο Θωμᾶς, παρῆσαν αὐτοῦ τιμωροῦντες τοῖς Ἕλλησιν, ἀπὸ Μεδιο‐ λάνου παραγενόμενοι ἐς συμμαχίαν τοῖς Ἕλλησιν. οἱ μὲν οὖν | |
20 | Ἕλληνες παρασκευάσαντες τηλεβόλον ἔπαιον τὴν ἀκρόπολιν, οὐδὲν μέντοι διεπράττοντο, οὔτε τηλεβολιστοῦ παρόντος σφίσιν ἀγαθοῦ οὔτε παρασκευῆς ἐς τὴν πολιορκίαν. οἱ μὲν οὖν Ἀχαιοὶ ἄραντες ἀπὸ τῆς πόλεως ἐς Ναύπακτον ἐνταῦθα διέτριβον, Θωμᾶς δ’ ὁ | |
ἡγεμὼν ἐπιὼν τὴν Λακωνικὴν κατεστρέφετο καὶ Καλαμάτην | 226 in vol. 2.2 | |
2.227 | πόλιν τὴν ἐν Μεσήνῃ. Μαντίνειαν ἐπολιόρκει, καὶ οὐδὲν αὐτῷ προεχώρει ἐς τὴν τῆς πόλεως αἵρεσιν, πρεσβείαν δὲ πέμπων ὡς βασιλέα ἐπειρᾶτο τῆς βασιλέως γνώμης, εἰ εἰρήνην αὐτῷ ποιή‐ σαιτο. ἔνθα δὴ βασιλεύς, ὡς ἀγγελία ἀφικνεῖτο αὐτῷ ἀπὸ τῆς | |
5 | Ἀσίας περὶ Χασάνεω τοῦ μακροῦ, ὥρμητο μὲν ἐς σπονδὰς τῷ ἡγεμόνι τούτῳ, ὥστε ἐπὶ Χασάνην στρατεύεσθαι καὶ ἐπὶ Ἰσμαήλην τὸν Σινώπης ἡγεμόνα, ἐπιτηδείως ἔχοντα πρὸς Χασάνην τὸν μακρόν, ἐπηγγέλλετο δὲ σπονδὰς ἐφ’ ᾧ ἀπάγειν τὸν στρατὸν ἀπὸ τῶν βασιλέως ἀκροπόλεων, καὶ ἀποδοῦναί οἱ, ὅσα ἀφείλετο | |
10 | τῶν πολισμάτων, φόρον δὲ ἀπάγειν αὐτίκα ἐς τρισχιλίους στατῆ‐ ρας, παρεῖναι δὲ ἐντὸς ἡμερῶν εἴκοσιν, ἐπὰν ἐς Κόρινθον παρα‐ γένηται τοῦ βασιλέως ὁ πρέσβυς. ταῦτα ὡς ἠγγέλθη τῷ ἡγεμόνι, παρεσκευάζετο ἰέναι ἐς τὰ παραγγελλόμενα ὑπὸ βασιλέως. ἐπειδὴ δὲ ἀγνωμοσύνῃ χρησαμένων τῶν ὑπηκόων οὐκ εἶχε τοὺς χρυσί‐ | |
15 | νους ἀπαγαγεῖν, ἦν τε ἐνταῦθα ὁ βασιλεὺς μεγάλως τεθυμωμέ‐ νος. τὴν μέντοι ἐς Ἀσίαν ἔλασιν ἐπὶ Χασάνην ἀνεβάλλετο ἐς τὸ ἐπιὸν ἔτος, αὐτὸς δὲ ἐστέλλετο ἐπὶ Πελοπόννησον. ἐπεὶ δὲ ἐς Κόρινθον παρεγένετο ἐσβαλών, παρῆν Ἀσάνης ἀπὸ Δημητρίου τοῦ ἡγεμόνος, ἐπὶ τοὺς πολεμίους ἀπάξων τὸν βασιλέως στρατόν. | |
20 | ὡς δὲ ἐς Τεγέαν ἀφίκετο, ἐνταῦθα τὸν μὲν Ἀσάνην ἐς φυλακὴν ἐποιήσατο, καὶ τοὺς τῶν Ἑλλήνων θεράποντας, καὶ ὅσοι αὐτῷ εἵποντο, δεσμίους ἔχοντες ἀπήλαυνον ἐπὶ Σπάρτην. πρῶτα μὲν Μαχουμούτης ἔχων τούς τε ἱπποδρόμους μεθ’ ἑαυτοῦ καὶ τὸ τῆς Εὐρώπης στράτευμα ἤλαυνε κατὰ κράτος ἐπὶ τὴν Σπάρτην. | |
25 | ἐνταῦθα ἀφικόμενος τήν τε πόλιν αὐτίκα πολιορκησάμενος ὑπέ‐ | 227 in vol. 2.2 |
2.228 | λαβεν ἐντὸς τὸν ἡγεμόνα. ὁ μὲν οὖν ἡγεμὼν ἀπὸ τῆς ἐς βασιλέα ἐλπίδος καταβληθεὶς ἐπολιορκεῖτο. καὶ ὥρμητο μὲν ὡς διὰ τὴν τῆς πόλεως ἀκρόπολιν ἀναβησόμενος· μετὰ δέ, ὡς ἐπύθετο ἐν φυλακῇ ὄντα τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην ὑπὸ βασιλέως, | |
5 | ὑπεχώρει τῆς πόλεως, καὶ ἐς τὸ στρατόπεδον ἀφικόμενος ἐς ὄψιν ἀφίκετο τῷ βασιλεῖ. καὶ αὐτόν τε μεγάλως ἐτίμησε βασι‐ λεύς, καὶ παρεμυθεῖτο ὡς οὐδὲν ἀηδὲς ἐσαῦθις ἔσοιτο διὰ ταῦτα, ἄλλην δὲ χώραν ἱκανὴν εὐδαίμονα ὑπέσχετο δώσειν αὐτῷ ἀντὶ τῆς Σπάρτης. οὐδὲν μέντοι ἧττον εἶχεν αὐτὸν ἐν φυλακῇ [ἐποιήσατο]. | |
10 | ἐπί τε μὲν οὖν τὴν Σπάρτην, ἐς τὴν ὑπώρειαν τοῦ Ταϋγέτου, ᾤκηται πόλις Ἑλληνικὴ εὐδαίμων, διέχει δὲ ἀπὸ τῆς παλαιᾶς πόλεως καὶ τοῦ Εὐρώτα σταδίους ὡσεὶ ὀκτωκαίδεκα. ταύτην μὲν οὖν ὁ βασιλεὺς προσπαρειλήφει, φρουράν τε ἔφαινεν ἐν τῇ μητροπόλει, καὶ ἄρχοντα ἐπέστησε Χαμουζᾶν τὸν Ζενεβίσαν, | |
15 | Μαχουμούτεω θεράποντα. αὐτὸς δὲ ἐλαύνων ἐπὶ Καστρίην πόλιν, διέχουσαν ἀμφὶ τὰ ὀγδοήκοντα στάδια ἀπὸ τῆς νῦν πόλεως, ἐπολιόρκει ταύτην· οἱ γὰρ ἄνδρες τε καὶ γυναῖκες φραξάμενοι ἐν ὀχυρῷ πάνυ, καὶ θαρροῦντες τῇ χαλεπότητι τοῦ χωρίου, παρεσκευάζοντο ἀμύνεσθαι τοὺς ἐπιόντας σφίσι πολεμεῖν, τὸν | |
20 | βασιλέως στρατόν. οἱ μὲν οὖν νεήλυδες, ὡς ἐσημαίνετο αὐτοῖς ἡ προσβολή, προσέβαλλόν τε αὐτίκα, καὶ τὸ ἐκτὸς τεῖχος ὑπερε‐ βάλλοντο καὶ τούς τε ἄνδρας καὶ γυναῖκας ἠνδραποδίσαντο, ἐξε‐ | |
λόντες τὸ χωρίον τοῦτο. ἑλόντες δὲ τὴν πόλιν ἀνῄεσαν ἐπὶ τὴν | 228 in vol. 2.2 | |
2.229 | ἀκρόπολιν, μετέωρόν τε οὖσαν καὶ ἀνέχουσαν ἐς ὕψος ὡσεὶ σταδίους τέσσαρας. ἡ δὲ ἄνοδος στενή τε ἦν καὶ χαλεπὴ ἀναβῆναι τῇ τε δυσχωρίᾳ καὶ προσάντης καὶ ἀνώμαλος ἐς τὰ μάλιστα, καὶ διακωλυόντων τῶν ἀνδρῶν χαλεπὰ ἦν ὑπερβῆναι | |
5 | καὶ ἐς τὴν ἀκρόπολιν ἀφικέσθαι. ἐνταῦθα ἐβίαζον τὴν ἄνοδον, ἀλλήλους ὑπερβαίνοντες. πολλοὶ δὲ ἐς τὴν ἄνοδον ταύτην φορᾷ ὑποφερόμενοι ὑπ’ ἀλλήλων βίᾳ ἐς τὸν κρημνὸν ἐγένοντο, καὶ ἀπώλοντο τῶν νεηλύδων ὡς πλεῖστοι. οἱ δὲ ἄλλοι ὑπερέβησαν καὶ ἐγένοντο ἐν τῇ ἀκροπόλει καὶ προσέβαλλον. οἱ δὲ Ἕλληνες | |
10 | χρόνον ἤδη πολὺν μαχόμενοι οὐκ ἠδύναντο οἱ ἀμύνεσθαι πρὸς ἄλλους καὶ ἄλλους τῶν βασιλέως. ἀπεῖπον δή, προσῴκησαν δὲ ἐς ὁμολογίαν τῷ βασιλεῖ. τούτους μὲν οὖν, ὡς τὴν ἀκρόπολιν παρέλαβε, πάντας ἀπαγαγὼν εἰς ἕνα χῶρον κατέσφαξε, γενομέ‐ νους τοὺς σύμπαντας ἐς τριακοσίους, καὶ τὸν ἄρχοντα αὐτῶν τῇ | |
15 | ὑστεραίᾳ χωρὶς ἔτεμε τὸ σῶμα ποιησόμενος. ἐντεῦθεν ἤλαυνε διὰ Λεονταρίου τῆς πόλεως, καὶ στρατοπεδευσάμενος, ὡς ἐπυν‐ θάνετο πάντας εἰσενεγκαμένους γυναῖκάς τε καὶ παῖδας καὶ αὐτοὺς ἐς ἐρυμνήν τινα πόλιν Γαρδικίην καλουμένην, αὐτίκα ἐπεισπεσὼν ἐστρατοπεδεύετο. καὶ τῇ ὑστεραίᾳ προσέβαλλε μὲν | |
20 | ἀπὸ τῆς ἀκροπόλεως καὶ ἐτειχομάχει σὺν τοῖς νεήλυσι, τοὺς δὲ ἀζάπιδας ἐκέλευε κατὰ τοῦτο τῆς πόλεως προσβάλλειν, ᾗ βάσιμα ἦν αὐτοῖς ὑπερβῆναι. καὶ οἱ μὲν ἀζάπιδες εἰσπεσόντες αὐτίκα ὑπερέβησαν τοὺς Ἕλληνας καὶ ἐτρέψαντο, φερόμενοι δὲ ἅμα | |
αὐτοῖς εἰσέβαλλον ἐς τὴν πόλιν, καὶ ἐφόνευον ἀφειδέστατα, | 229 in vol. 2.2 | |
2.230 | παραγγείλαντος, καὶ ἄνδρας καὶ γυναῖκας καὶ ὑποζύγια καὶ κτήνη, οὐδενὸς φειδόμενοι. αὐτίκα καὶ οἱ ἐν τῇ ἀκροπόλει παρέ‐ δωκαν σφᾶς, ἐς ὁμολογίαν χωρήσαντες. Μποχάλης δ’ ἦν ὁ τῆς πόλεως ἄρχων, καὶ οἱ προσήκοντες αὐτῷ. ἐνταῦθα κήρυγμα | |
5 | ποιησάμενος ὁ βασιλεὺς ἐς τὸ στρατόπεδον, ἀνδράποδον ὅστις ἀπήγετο, ἂν μὴ αὐτίκα ἥκῃ ἄγων, τὸ μὲν ἀνδράποδον κελεύσει ἀνελεῖν τὸν δεσπότην, μετὰ δὲ ἀναιρήσει καὶ τὸ ἀνδράποδον. μετὰ δὲ ταῦτα οὐδὲν σπανιώτερον ἦν ἐν τῷ στρατοπέδῳ ἀνδρα‐ πόδων τῶν τῆς πόλεως ταύτης· συναπήχθησαν γὰρ ἐς χιλίους | |
10 | μάλιστα καὶ διακοσίους. τούτους δὲ σύμπαντας ἀπάγων ἐς ἕνα χῶρον αὐτοῦ ταύτῃ διεχρήσατο, ὥστε μηδένα τῶν τῆς πόλεως Λεονταρίου προσόντων λειφθῆναι, μήτε ἄνδρα μήτε γυναῖκα. ἐπυθόμην δὲ μετὰ ταῦτα τῶν περιοίκων γενέσθαι τὰ σώματα ἀμφὶ τὰ ἑξακισχίλια, ὑποζύγια δὲ πολλαπλάσια. ταῦτα γενόμενα | |
15 | ὑπὸ βασιλέως ὡς ἐπυνθάνετο καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου, αὐτίκα προσεχώρησεν ὑπὸ δέους, πρέσβεις πέμποντα ὡς βασιλέα, ἄλλα τε καὶ Σαλβάριον καὶ Ἀρκαδία, ἐπίνειον τῆς ταύτῃ χώρας, πρὸς τῇ Πύλῳ ᾠκημένη, πόλις ἐχυρωτάτη. τούτους μὲν ὡς παρέλαβε βασιλεύς, τοῖν πολέοιν τοὺς ἄνδρας τε καὶ γυναῖκας, | |
20 | ἐς φυλακὴν ἐποιήσατο σύμπαντας, ἐς μυρίους μάλιστα συνα‐ θροισθέντας, καὶ ὥρμητο μὲν ὡς ἀποκτενῶν, μετὰ δὲ ἔπεμπεν ἐς τὴν Βυζαντίου χώραν ἐς τὰ προάστεια ὡς οἰκήσοντας. τὸν δὲ ἡγεμόνα Δημήτριον περιῆγεν ἐνταῦθα, ἄχρι προσόδου περιελαύ‐ νων. ἔπεμπε δέ, συναινοῦντος καὶ αὐτοῦ τοῦ ἡγεμόνος, Ἰησοῦν | |
25 | τὸν Ἰσαακίου παραληψόμενόν τε τὴν Ἐπίδαυρον καὶ ἄξοντα τήν | |
τε ἡγεμόνος γυναῖκα καὶ θυγατέρα, ἣν ἔφασκεν ἀγαγέσθαι ἐς | 230 in vol. 2.2 | |
2.231 | γυναῖκα ἑαυτῷ βασιλεύς. ἔπεμπέ τε καὶ ἄρχοντα τῶν ἑαυτοῦ ὁ ἡγεμὼν τῶν Ἑλλήνων, πείσοντα μὲν τοὺς ἐν τῇ Ἐπιδαύρῳ παραδιδόναι τὴν πόλιν, καὶ τὴν γυναῖκα αὐτοῦ ἀπάξοντα καὶ τὴν θυγατέρα. Ἰησοῦς μὲν παραλαβὼν τοὺς Ἕλληνας ἤλαυνεν | |
5 | ἐς Ἐπίδαυρον· ὡς δὲ ἀφίκετο ἐπὶ τὴν πόλιν, ἐνταῦθα ὁ τῆς πόλεως ἄρχων, ἐναγόντων ἅμα καὶ τῶν ἐν τῇ πόλει, ἀφίστη ἀπὸ τοῦ ἡγεμόνος, καὶ οὐκ ἔφη παρ’ αὐτῷ διδόναι τὴν πόλιν. τὴν μέντοι ἡγεμόνος Ἑλλήνων γυναῖκά τε ἅμα καὶ θυγατέρα ἐπέτρεψεν ἐξιέναι. καὶ ταύτας μέντοι, ὡς ἐξῆλθον τῆς πόλεως, | |
10 | παραλαβόντες ἤλαυνον ἐς τὸ στρατόπεδον. βασιλεὺς δὲ πυθόμε‐ νος ὡς ἕκαστα ἐγένετο τὰ περὶ Ἐπίδαυρον, τὴν μὲν γυναῖκα τοῦ ἡγεμόνος καὶ θυγατέρα ἐκ τῆς Πελοποννήσου εὐθὺ Βοιωτίας ὑπάγειν ἐκέλευσεν, ἐπιστήσας εὐνοῦχον τῇ θυγατρὶ τοῦ ἡγεμό‐ νος· μετὰ δὲ ταῦτα, οὐ πολλῷ ὕστερον, καὶ αὐτὸν τὸν ἡγεμόνα | |
15 | ὑπάγειν ἔξω Πελοποννήσου ἐπέταξε παρὰ τὴν γυναῖκα. αὐτὸς δὲ ἤλαυνε μὲν αὐτίκα, μετὰ τὴν Γαρδικίης αἵρεσιν, ἐπὶ τὰς Οὐενετῶν πόλεις, καὶ Κορώνην ἀφίκετο ὀψόμενος. καὶ ὁ μὲν ἀμφὶ ταῦτα εἶχε· Ζάγανος δὲ ὁ τῆς Πελοποννήσου ὕπαρχος, ὡς τήν τε Ἀχαΐαν ἐπετέτραπτο καταστρέφεσθαι καὶ Ἤλιδος | |
20 | τὴν πλείονα χώραν καὶ τὴν ταύτῃ μεσόγαιον, παραλαβὼν τὸ Θετταλίας στράτευμα καὶ ἱπποδρόμους τοῦ βασιλέως, τήν τε Καλαβρίτων πόλιν ὑπηγάγετο, παραδόντος Δοξίεω ἄρχοντος, τῶν ἐν τοῖς Ἀλβανοῖς ἐπιφανῶν τὰ πρῶτα φερομένου. καὶ αὐτὸς | |
μὲν αὐτίκα προσεχώρησαν καὶ οἱ προσήκοντες, τῷ Ζαγάνῳ | 231 in vol. 2.2 | |
2.232 | παραδόντες τὴν πόλιν· οὓς ξύμπαντας τούτους ὕστερον βασι‐ λέως ἐπιτάξαντος διεχρήσατο. ἐλαύνων δὲ ἐπὶ Γρεβενὸν ὀχυρὰν πόλιν, ταύτην μὲν προσέβαλλέ τε, καὶ ἐξεκρούσθη τῇ χαλεπότητι τοῦ χωρίου. ἀπόπειραν δὲ ποιούμενος τῶν ἄλλων χωρίων, Σαντα‐ | |
5 | μέριον πόλιν, ἐς ἣν ὡς πλεῖστοι τῶν ταύτῃ περιοίκων ὄλβιοι κατέθεντο τὸν πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν, ὡς αὐτὸν ἐνταῦθα ἀφικόμενοι διεσώζοντο, προσφέροντες λόγους τῷ Ζαγάνῳ περὶ ξυμβιβάσεως, σπονδάς τε ἐποιοῦντο καὶ τὴν ἀκρόπολιν παρεδίδοσαν. ταύτην δὲ ὡς παρέλαβε, δόλῳ ἐξαπατήσας, τῇ | |
10 | ὑστεραίᾳ μενόντων τῶν ἐν τῇ πόλει κατὰ χώραν ἐπαφεὶς τὸν στρατὸν ἠνδραποδίσατο, καὶ πολλοὺς αὐτοῦ ταύτῃ διέφθειρε. ταῦτα ὡς ἠγγέλλετο καὶ ἐς τὰς ἄλλας πόλεις, ὡς οὐδὲν σφίσιν ἔτι ἔμπεδον εἴη τῶν πρὸς βασιλέα πραγμάτων, ὥρμηντο ἀμύνε‐ σθαι ὡς ἕκαστοι ἐν ταῖς ἑαυτῶν πόλεσι, καὶ οὐδὲν ἔτι τῶν | |
15 | πολισμάτων ἤθελε προσχωρεῖν. καὶ ὁ μὲν Ζάγανος οὕτω πράξας τὰ μὲν τοῦ Σανταμερίου ἐδυστύχησεν οὐ πολλῷ ὕστερον καὶ ἀπέβαλε τὴν ἀρχήν. βασιλεὺς μὲν δὴ ἀπὸ Κορώνης ἐς Πύλον ἀφικόμενος ἐνταῦθα ἐστρατοπεδεύετο, ᾗπερ καὶ ὁ Θωμᾶς σὺν τῇ νηΐ· ἐς ἣν ἐμβὰς καὶ ἀναγόμενος ἐκαραδόκει, ᾗ χωρήσει | |
20 | τὰ Πελοποννήσου πράγματα. τούτῳ μὲν ἐπιπλέουσαι νῆες τῶν Οὐενετῶν προηγόρευον ἐντεῦθεν ἀπαλλάττεσθαι, μηδὲ ἐναντίον βασιλέως ἀνέχειν ἐπὶ τοῦ σφετέρου λιμένος. οὗτος μέν, ὡς βασιλεὺς ἐστρατοπεδεύετο, ἀπηλλάττετο ἀναγόμενος ἐς τὸ πέλα‐ γος· οἱ δὲ Οὐενετῶν πρέσβεις ἀφικόμενοι ἐνταῦθα παρὰ βασι‐ | |
25 | λέα τάς τε σπονδὰς ἐπεκύρουν σφίσι καὶ τὴν ξενίαν τε καὶ | 232 in vol. 2.2 |
2.233 | εὔνοιαν ἐνεδείκνυντο βασιλεῖ. οἱ μὲν οὖν ἱπποδρόμοι ὅμως ἐς τὴν Πύλον ἐπιδραμόντες τινὰς οὐκ ὀλίγους ἐνταῦθα τῶν ταύτῃ Ἀλβανῶν τῶν περιοίκων ἑλόντες διέφθειρον. ἐλάσαντος δὲ ἵππῳ τοῦ βασιλέως ἐπὶ Μεθώνην καὶ θεασαμένου, τινὲς τῶν τῆς | |
5 | πόλεως ἐπεξῆλθον ὡς ἐπὶ σπονδαῖς, καί τινες αὐτῶν διεφθάρη‐ σαν ὑπὸ τῶν βασιλέως. βασιλεὺς δὲ ἀπὸ Πύλου συσκευασάμενος τὸν μέντοι Ἑλλήνων ἡγεμόνα ἐκέλευε τὴν μεσόγαιον ὑπάγοντα εὐθὺ Βοιωτίας ἐλαύνειν, ὡς πρότερόν μοι δεδήλωται· αὐτὸς δὲ ἐπὶ Ἀχαΐδος γενόμενος, καὶ τὰ ταύτῃ χωρία παραλαβὼν παρα‐ | |
10 | δόντων τῶν ἀρχόντων, παρεγένετο ἐς Ἀχαΐαν, περιάγων καὶ Ἀσάνην τὸν τοῦ ἡγεμόνος γυναικὸς ἀδελφόν. ἐνταῦθα δὲ ἀφικό‐ μενος, ὡς ἐπύθετο τὰ περὶ Σανταμέριον γενόμενα, ἐχαλέπαινε τῷ Ζαγάνῳ καὶ ἤχθετο, ὅτι διὰ τὴν ἐκείνου παράβασιν ἐς τοὺς Ἕλληνας χαλεπῶς ἂν αὐτῷ προσχωρήσειε τὰ λοιπὰ τῶν | |
15 | πολισμάτων. κήρυγμα δὲ ἐποιεῖτο ἀνὰ τὸ στρατόπεδον, ὥστε ἀφιέναι τὰ ἀπὸ Σανταμερίου ἀνδράποδα. ἐνταῦθα, ὅσα ἦν, ἠλευθε‐ ροῦντο, τὰ μέντοι πλείω ἔφθησαν διαβάντα ἐς τὴν Αἰτωλίαν ἀπὸ τῆς Ἀχαΐας· Ζάγανος δὲ τὰ πλείω διεβίβασεν ἀπαγόμενος οἴκαδε. τὴν μὲν οὖν Γρεβενοῦ πόλιν πέμψας Ἰησοῦν τῶν Σκο‐ | |
20 | πίων ὕπαρχον παρεστήσατο· καὶ τούτων τὴν τρίτην μοῖραν ἀνδραποδισάμενος, καὶ ἐπιλεξάμενος εἴ τι καλὸν ἦν ἀνδράποδον ἐν τῇ πόλει, ἀφαιρεῖτο. καὶ πρότερον μὲν ὁ τῆς Πατρῶν πόλεως ἄρχων Ἰσακάλης τοὔνομα παρεστήσατο ἔνια τῶν περιοίκων αὐτοῦ πολισμάτων. οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο βασιλέα κατα‐ | |
25 | στρεψάμενον τὴν μεσόγαιον καὶ διαφθείραντα ἄνδρας ὡς πλεί‐ | 233 in vol. 2.2 |
2.234 | στους τῶν πόλεων, ὥρμηντο μὲν αὐτός τις ἕκαστος φθῆναι βουλόμενος παραδοῦναι σφᾶς, πρὶν ἢ ἀφικόμενον τὸν βασιλέα ἐξελεῖν σφᾶς, τὰ μὲν ἀνδραποδισάμενον, τὰ δὲ καὶ ἐπισφάξαντα. οἱ δὲ Τοῦρκοι παρελάμβανον μὲν τὰς πόλεις, ἀπροίκους μὲν οὖν, | |
5 | ἐπιλεγόμενοι δὲ τὰ κάλλιστα τῶν πόλεων ἀνδράποδα ἀφῃροῦντο. καὶ τὰ μὲν αὐτοὶ ἠνδραποδίζοντο, τὰ μικρὰ τῶν πολισμάτων, τὰ δὲ μεγάλα παρελάμβανον, ἐπιλεγόμενοι τὰ κάλλιστα τῶν πόλεων σφίσιν. ὡς δὲ λύκοι ἐπὶ πρόβατα νομέων ἔρημα ἐσβαλόντες αὐταρκῶς οὐδέποτε κορέννυνται τοῦ φόνου, ἐλεεινῶς δὲ πάσχου‐ | |
10 | σιν ἀπὸ τῶν θηρίων τούτων τῶν λύκων, οὕτω δὴ καὶ ἡ Πελο‐ πόννησος ἐν τῷ τοιῷδε κάκιστα ἀπώλλυτο, διαφθειρομένη ὑπὸ τῶν βασιλέως ἀνδρῶν, οἰκτρότατα ἄλλων ἄλλῃ ἀπολλυμένων. βασιλεὺς μὲν οὖν ἀφικόμενος ἐς Πάτρας τῆς Ἀχαΐας ἐστρατο‐ πεδεύετο, τό τε Καστριμένον πόλισμα προσεχώρησεν αὐτῷ. καὶ | |
15 | πρὸς Σαλμενίκην πέμπων κήρυκα ἐκέλευεν αὐτοὺς παραδοῦναι τὴν πόλιν. οἱ δὲ οὐκ ἔφασαν ἑκόντες εἶναι σφᾶς παραδοῦναι, εἰδότες ὡς ὅμοια πείσονται τοῖς ἄλλοις Ἕλλησι. ταῦτα μὲν ὡς ἀνήχθη ἐς βασιλέα, συσκευασάμενος τῇ ὑστεραίᾳ ἀφίκετο ἐπὶ τὴν Σαλμενίκην. ἔστι δὲ ἡ πόλις αὕτη ἐν ἄκρῃ, καθήκουσα | |
20 | ἀπὸ ὀρέων ὑψηλοτάτων, ἐρυμνὴ μὲν ἐς τὰ μάλιστα, ἀκρόπολις δ’ ἀνέχει ἐπὶ πολὺ τοῦ κρημνοῦ ἀνατείνουσα. ἐς ταύτην τῶν περιοίκων Ἑλλήνων τε καὶ Ἀλβανῶν οἱ πλεῖστοι διασώζοντες αὐτοί τε καὶ αἱ γυναῖκες καὶ τὰ παιδία. βασιλεὺς οὖν ὡς ἐπέλα‐ | |
σεν, ἐπολιόρκει τὴν πόλιν, τηλεβόλοις τε παίων τὸ τεῖχος τῆς | 234 in vol. 2.2 | |
2.235 | πόλεως, ἐρυμνὸν ὂν καὶ αὐτὸ πάνυ. καὶ οἱ νεήλυδες προσέβαλλον μὲν ἐγγύτατα τοῦ τείχους, καὶ ἐπειρῶντο καὶ ἄλλῃ, ᾗ προεχώρει· οὐ μέντοι προεχώρει αὐτοῖς οὔτε ἡ τῆς πόλεως αἵρεσις οὔτε τἄλλα ἀξίως τῆς παρασκευῆς. τηλεβολίσκοις μέντοι ἐτίτρωσκον | |
5 | οὐκ ὀλίγους τῶν ἐν τῇ πόλει. ἡμέρας δὲ ἑπτὰ πολιορκῶν, καὶ τὸ ὕδωρ τοῦ ποταμοῦ κατασχόντων τῶν νεηλύδων, οὐ πολλῷ ὕστερον οἱ ἐν τῇ πόλει ἐν ἀπόρῳ καθεστηκότες, ὡς δίψει συνεί‐ χοντο ἀπαύστῳ, παρέδωκαν σφᾶς τῷ βασιλεῖ. τούτους μέν, ἀμφὶ τοὺς ἑξακισχιλίους ὄντας, ἐς ἀνδράποδα διελόμενος τοῖς ἀρίστοις | |
10 | κατὰ τὸ στρατόπεδον, ἐπιλεξάμενος παῖδας ὡσεὶ ἐννακοσίους εἰς τοὺς νεήλυδας, τοὺς ἄλλους ἀπέδοτο ἐν τῇ ἀγορᾷ. ὁ μέντοι ἐν τῇ ἀκροπόλει τῶν Ἑλλήνων (Παλαιολόγος ἦν τοὔνομα) λόγους τε ἐποιεῖτο, ἐφ’ ᾧ παραδοίη τὴν ἀκρόπολιν, ἂν μέντοι συσκευασάμε‐ νος σταθμὸν ἕνα ἀπιὼν στρατοπεδεύοιτο. βασιλεὺς δὲ προσίετό | |
15 | τε τοὺς λόγους, καὶ ὁμήρους λαβὼν ἀπανέστη ἐντεῦθεν, κατιὼν δὲ ἐς τὸ Αἴγιον ἐστρατοπεδεύετο, καταλιπὼν αὐτοῦ Χαμουζᾶν τὸν Πελοποννήσου τε καὶ Θετταλίας ὕπαρχον· τοῦτον γὰρ ἐπι‐ στήσας ἀφείλετο τὴν ἀρχὴν Ζαγάνου διὰ τὴν Σανταμερίου ἀπο‐ τυχίαν. οὗτος μέντοι ὡς κατελέλειπτο αὐτοῦ, ἐφ’ ᾧ παραλαβεῖν | |
20 | τὴν πόλιν, διέτριβε τῇ ὑστεραίᾳ. καὶ οἱ μὲν Ἕλληνες ἀπόπειραν ποιούμενοι ἐξέλιπόν τινας τῶν ἐν τῇ ἀκροπόλει, ὥστε ἀπιέναι ἀποφερομένους τὰ ἔπιπλα σφῶν ἐς τὴν ἀντίπεραν τῆς Πελοπον‐ νήσου ἤπειρον, οἳ διενοοῦντο διαβῆναι ἐπὶ τοὺς Οὐενετούς· ἐς | |
τοῦτο γὰρ σφίσιν ἐπεποίηντο αἱ σπονδαί. τούτους μέντοι ἐξιόντας | 235 in vol. 2.2 | |
2.236 | ἐκ τῆς πόλεως καὶ παρασκευαζομένους ἀπιέναι συλλαμβάνει ὁ Χαμουζᾶς, καὶ εἰς ἀνδραπόδων λόγον ποιησάμενος ἐπέσχε τοὺς ἐν τῇ ἀκροπόλει παραδιδόναι τὴν ἀκρόπολιν. γράμματα δὲ πέμ‐ ποντες ὡς βασιλέα ἀπήγγελλον τὴν τοῦ ὑπάρχου ἀγνωμοσύνην, | |
5 | καὶ ὡς αὐτίκα παραβαίη τὰς βασιλέως σπονδάς. πυνθανόμενος δὲ ἕκαστα τὸν μέντοι Χαμουζᾶν ἐξέλασεν ἀπὸ τῆς ἀρχῆς, Ζάγανον δὲ αὖθις ἀπέδειξε Θετταλίας τε ἅμα καὶ Πελοποννήσου ἄρχοντά τε καὶ ὕπαρχον. ἐπιτρέψας δὲ αὐτῷ ἄμφω τὼ χώρα, αὐτὸς ἤλαυνε διὰ τοῦ Φενεοῦ. ἐνταῦθα οὖν ἀφικόμενος ἔπεμπε | |
10 | κήρυκα ἐς τὰ πολίσματα, ὡς βασιλεὺς αὐτοῖς τῶν παρεληλυθό‐ των συγγνώμην τε ἴσχοι, καὶ κελεύοι κατιόντας ἀπὸ τῶν πολισμά‐ των ἀγορὰν παρέχειν τῷ βασιλέως στρατῷ. οἱ μὲν οὖν τινες αὐτῶν ἐπείθοντο, καὶ κατιόντες ἐς τὸ στρατόπεδον συνέμισγον τοῖς Τούρκοις. βασιλεὺς δὲ συναγαγὼν τούς τε τῶν θυρῶν καὶ | |
15 | ἱπποδρόμων, ὅσοι παρῆσαν, ἠφίει ἐπὶ τοὺς Ἀλβανοὺς ὡς ἀναρ‐ πασομένους. οὗτοι μὲν οὖν ὅσοι ἐπείθοντο τῷ λόγῳ, ἐξαπατηθέν‐ τες οὕτω ἀπώλοντο. καὶ τά τε ὑποζύγια καὶ κτήνη τῆς χώρας ἐξελαύνοντες ἐκομίζοντο ἐπὶ Κόρινθον. ἐπὶ λόγῳ τοιῷδε ἐπέδραμε τὰ Φλιοῦντος χωρία. οἱ γὰρ ἐν τούτοις κατῳκημένοι τῶν Ἀλβα‐ | |
20 | νῶν, ἅτε ἐν ὀχυρῷ πάνυ ᾠκημένοι, ἦγον καὶ ἔφερον τὰ Ἑλλήνων πράγματα, καὶ τοὺς λοιποὺς τούσδε ἐς τὰ κάτω χωρία τῆς Πελοποννήσου εἶχον ἑπομένους σφίσιν, ᾗ ἂν οὗτοι ὑφηγήσαιντο ἐπὶ τὸν πόλεμον, ὥστε ἀσθενῆ ἔγνω ποιῆσαι δεῖν τὰ χωρία | |
ταῦτα, καὶ ὡρμημένους ἐντεῦθεν τοὺς Ἀλβανοὺς νεωτερίζειν ἐς | 236 in vol. 2.2 | |
2.237 | τὴν βασιλέως χώραν. καὶ τό γε πλέον τῆς ἀποβάσεως οὗτοι ἐλέγοντο ποιεῖσθαι, καὶ ἄγειν τοὺς λοιπούς, ὅποι ἂν ἐξηγήσαιντο. Ταῦτα μὲν ἐς τὴν Πελοποννήσου ἅλωσιν ἐς τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ Ἀθήναζε ἀφικόμενος περιιὼν ἐπεσκόπει τήν τε | |
5 | παλαιὰν πόλιν καὶ τοὺς λιμένας. ἐξηγουμένων δέ οἱ τῶν ἐν τῇ ἀκροπόλει νεηλύδων ὡς Ἀθηναίων τινὲς συνθέμενοι προδοσίαν Φράγκῳ τῆς Βοιωτίας ἄρχοντι, πρότερον γενομένῳ Ἀθηναίων τυράννῳ, ἐς κίνδυνον ἀφίκοντο αὐτοί τε καὶ ἡ πόλις, ἐνταῦθα ἀναπεισθεὶς βασιλεὺς συλλαμβάνει δέκα τῶν ἀστῶν, ἄνδρας | |
10 | τοὺς ὀλβιωτέρους, καὶ ἀπαγαγὼν τούτους κατῴκισεν ἐς Βυζάντιον. κομιζόμενος μέντοι ἐπ’ οἴκου καὶ πέμπων κήρυκας ἐκέλευε τὸν ἡγεμόνα Δημήτριον ὑπάγειν πρόσθεν σὺν τῇ γυναικί, καὶ αὐτὸς σχολῇ ἐπορεύετο. τῷ μέντοι ἡγεμόνι ἐπέτρεψεν Αἶνον πόλιν καὶ πρόσοδον ἀπὸ τῆς αὐτοῦ ταύτῃ ἁλικῆς καὶ ἀπὸ τῶν θυρῶν, ἐς | |
15 | ἑξήκοντα μυριάδας ἀργυρίου. τὸν μὲν οὖν Φράγκον τοῦ Ἀντωνίου παῖδα, παιδικά τε αὐτοῦ γενόμενον, ὡς λέγεται, καὶ παραδόντα τὴν Ἀθηναίων ἀκρόπολιν, πέμπων Ζαγάνῳ τῷ τῆς Πελοποννή‐ σου ὑπάρχῳ ἐκέλευεν ἀνελεῖν. Ζάγανος δὲ ἐς τὴν σκηνὴν συγκαλέσας αὐτὸν ἐς ὁμιλίαν καθίστατο ἄχρι νυκτός, μετὰ δέ, | |
20 | ὡς ἀπιὼν ὥρμητο ἐπὶ τὴν ἑαυτοῦ σκηνήν, κελεύσαντος δὴ αὐτοῦ ταύτῃ ἀπέκτειναν. τούτου μὲν ἡ τελευτὴ οὕτως ἔσχε. βασιλεὺς δὲ κομιζόμενος ἐπ’ οἴκου σχολῇ ἐπορεύετο, καὶ ἐπὶ Φερρὰς ἀφικόμενος ἡμέρας τε διέτριψεν αὐτοῦ· ἠγγέλλετο γὰρ ἀπὸ | |
Παιόνων στρατὸν ἐλαύνειν ἐπιόντα ἐπὶ τὸν Ἴστρον. ὡς δὲ | 237 in vol. 2.2 | |
2.238 | κατάδηλα ἐγένετο οὐδὲν ὄντα, παρῆν ἐς Ἀδριανούπολιν οὐ πολλῷ ὕστερον, ἅμα ἄγων καὶ τῶν Ἑλλήνων βασιλέως ἀδελφὸν Δημήτριον καὶ γυναῖκα. ἐς μὲν οὖν τὰ βασίλεια ἀφικόμενος, πέμψας τόν τε εὐνοῦχον ἀπήγαγεν ἀπὸ τῆς τοῦ ἡγεμόνος θυγα‐ | |
5 | τρός. Ζάγανος δὲ καταλειφθεὶς ἐν Πελοποννήσῳ, ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸ τῆς Θετταλίας στράτευμα ἄνευ τῶν ἱπποδρόμων, καθίστη περιιὼν τὰ τῆς Πελοποννήσου πράγματα, καὶ μεγάλα ἀπέφερε κέρδη, αὐτός τε καὶ οἱ τῆς Πελοποννήσου ἄρχοντες, ἀπό τε ἀνδραπόδων, ἃ κρύφα ἀποφερόμενοι διεβίβαζον ἐς Θετ‐ | |
10 | ταλίαν, καὶ δῶρα εἰσπραττόμενος τοὺς ἐν τῇ Πελοποννήσῳ. καὶ Σαλμενίκην ἐπελαύνων ἐπολιόρκει, λόγους τε προσφέρων ἐπιει‐ κεῖς εἰς τὴν παράδοσιν. οὗτοι μὲν οὐκ ἐπείθοντο, συνέβη δὲ ὕστερον ἀσινῆ ὑπεξελθεῖν ἐκ τῆς ἀκροπόλεως ταύτης Ἑλλήνων ἄρχοντα, ἐνιαυτὸν ἐπιμείναντα, γενναιότατα ὑποστάντα τὸν πρὸς | |
15 | βασιλέα πόλεμον, ὥστε Μαχουμούτην, τὸν τοῦ βασιλέως οἴκου ἡγεμόνα φάναι ἐπὶ τούτῳ τἀνδρί, ὡς ἐς Πελοπόννησον τοσαύτην χώραν ἀφικόμενος ἀνδράποδα μὲν πολλὰ εὕροιτο, ἄνδρα δὲ οὐδένα ὅτι μὴ τοῦτον. Βασιλεὺς μὲν τότε ἀμφὶ τοῖς βασιλείοις ἦν. Θωμᾶς δὲ | |
20 | ἐκβὰς ἐκ τῆς Πελοποννήσου, καὶ Ἐπίδαυρον παραλαβών, ἀφί‐ κετο ἐπὶ Κέρκυραν, καὶ ἐκβαλὼν γυναῖκάς τε καὶ παῖδας ἔπλει ἐπὶ Ἰταλίαν παρὰ τὸν Ῥωμαίων ἀρχιερέα, καὶ πρέσβυν ἀπὸ | |
Κερκύρας ὡς βασιλέα ἔπεμπε, πειρώμενος, εἰ καὶ αὐτῷ χώραν | 238 in vol. 2.2 | |
2.239 | ἐπιδῷ ὁποιανοῦν τῆς Εὐρώπης παράλιον, ὥστε τὴν Ἐπίδαυρον παραδοῦναι τῷ βασιλεῖ. τὸν μὲν οὖν πρέσβυν συλλαβὼν ἐν πέδαις τε ἐποιήσατο, καὶ οὐ πολλῷ ὕστερον ἀφῆκεν ἀβλαβῆ ἀπιέναι· ἀφικόμενος δὲ Θωμᾶς ὁ ἡγεμὼν παρὰ τὸν ἀρχιερέα τὴν δίαιταν | |
5 | εἶχεν ἐκ τούτου, ἑξακισχιλίους χρυσίου τοῦ ἔτους στατῆρας. Τοῦ δ’ ἐπιγιγνομένου θέρους, ὡς τὸ ἔαρ ἐπεγένετο, ἐστρα‐ τεύετο Μεχμέτης ἐπὶ τὸν Κασταμονίης τε καὶ Σινώπης ἡγεμόνα, αἰτιασάμενος, ὅτι Χασάνῃ τῷ μακρῷ ἐπιτήδειός τε ἦν, καὶ ἐδόκει ἂν μεταστῆναι μετ’ αὐτοῦ ἐπὶ τὴν Μεχμέτεω χώραν, | |
10 | ἐπιόντα ἅμα ἐκείνῳ στρατεύεσθαι. λέγεται μὲν δὴ καὶ ἄλλα, ὡς ὁ Ἀμάρλεω ἀδελφὸς διατρίβων ἐν ταῖς βασιλέως θύραις συνεβούλευε βασιλεῖ στρατεύεσθαι ἐπὶ τὸν ἀδελφόν. πληρώσας δὲ ναῦς, πλοῖά τε καὶ τριήρεις, ἀμφὶ τὰ πεντήκοντα καὶ ἑκατὸν κατὰ θάλασσαν, καὶ αὐτὸς διαβὰς ἐς τὴν Ἀσίαν, ἐκομίζετο | |
15 | πεζῇ διὰ τῆς ἠπείρου, καὶ ὁ στόλος αὐτῷ διὰ θαλάσσης ἐν χρῷ παραλαβὼν τὴν Ἀσίαν, ἐς ὃ ἀφίκετο ἐπὶ Σινώπην. καὶ ὁ βασιλεὺς στρατευσάμενος διὰ τῆς Κασταμόνης πόλεως διελαύ‐ νων ἀφίκετο ἐπὶ Σινώπην. ἔστι δ’ ἡ πόλις αὕτη προκειμένη περὶ τὸν Εὔξεινον πόντον, διατείνει δὲ χερρόνησος οὖσα ἐς τὴν | |
20 | θάλασσαν ἐπὶ σταδίους εἴκοσι καὶ ἑπτά, καὶ παρὰ τῷ ἰσθμῷ ᾤκηται ἡ πόλις, ἐφ’ ἑκάτερα ἔχουσα τὴν θάλασσαν καὶ λιμένα αὐτοφυῆ. ἡ δὲ ἐπέκεινα τῆς πόλεως ἔσω διατείνουσα χερρόνησος διήκει ἐπὶ σταδίους εἴκοσιν, ἔμπλεως δέ ἐστι παραδείσων τε | |
καὶ δένδρων παντοδαπῶν, ἡμέρων τε καὶ ἀγρίων, Πόρδαπας | 239 in vol. 2.2 | |
2.240 | ὀνομαζομένη, ἔχουσά τε ἐντὸς δορκάδια λαγωούς τε καὶ ἀλλ’ ἄττα κυνηγέσιμα. ἡ δὲ πόλις ἐρυμνὴ μέν ἐστιν ἐφ’ ἑκάτερα τῆς θαλάσσης ἐς τὰ μάλιστα, περικαλλεστάτη τε καὶ ὡραία· ἀπὸ δὲ τῆς ἠπείρου ἀνέχει μὲν ἡ πόλις ἐπὶ ἀκτήν τινα. ἡ δὲ ἀπὸ τῆς | |
5 | χερρονήσου χώρα τῆς πόλεως πεδεινή τε καὶ οἵα προσβάλλειν τῷ τείχει ὡς ῥᾷστα. Μαχουμούτης μὲν οὖν ἐλάσας ἐπὶ τὴν πόλιν, πρὶν ἢ βασιλέα ἀφικέσθαι ἐς τὸ στρατόπεδον, προσέφερε λόγους τῷ Ἰσμαήλῃ, λέγων τοιάδε. «ὦ παῖ Σκενδέρεω, σὺ μὲν γένους εἶ τῶν Τούρκων ἐπιφανοῦς, καὶ τόν γε βασιλέα οἶσθα ὡς τοῦ γένους | |
10 | τούτου ὢν πρός τε τοὺς πολεμίους τοῦ Μεχμέτεω ἥρωος οὐ παύε‐ ται διαπολεμῶν. τί οὖν οὐχ ἡσυχίαν ἄγων, καὶ τἀδελφῷ τῷ σῷ τὴν ἡμίσειαν ἀρχὴν ἐπιτρέπων, ἐς τὸ ἥμισυ βασιλεύειν ἐθέλεις, ἀλλ’ ἀφελόμενος τὸν ἀδελφὸν τὸν σὸν σύμπασαν ἤδη τὴν ἀρχὴν διέπεις, ἐναντία βασιλέως φερόμενος; νῦν οὖν, ὅπως τάδε ἐπὶ | |
15 | τὸ βέλτιον καταστῇ, ἴσθι, ἐξιὼν ἔλθε ὡς βασιλέα, σαυτὸν ἐπι‐ τρέψων τε ἅμα καὶ τὴν ἡγεμονίαν. καὶ οὕτω σαφῶς ἴσθι ὡς οὐδὲν ἄχαρι πεισόμενος πρὸς βασιλέως, οὐδὲ τὸ ὑπερβαλεῖν χάριν τοιάνδε αὐτῷ καταθέμενος. καὶ ἔσται σοι χώρα οὐκ ἐλάτ‐ των τῆσδε τῆς σῆς χώρας, καὶ ἅμα ἐν ἀσφαλείᾳ βιοτεύων | |
20 | εὐδαιμονίαν μὲν ἄλυπον ἕξεις, πράγματα δὲ οὔτε πρὸς τῶν πολεμίων ἡμῖν τε καὶ σοὶ ἔσται τοῦ λοιποῦ, οὔτε πρὸς τοῦ ἀδελφοῦ ἐπιτιθεμένου σοὶ ἀεὶ καὶ ἐς τὴν ἀρχὴν ἐπιβουλεύοντος. ἴθι οὖν, αὐτὸς ἐξηγοῦ, ὁποίαν σοι ἐν τῇ Εὐρώπῃ ἀρχὴν ζητεῖς | |
παρὰ βασιλέως, ὡς ἂν διαπράξωμαι περὶ αὐτῆς ἐς τὸν βασι‐ | 240 in vol. 2.2 | |
2.241 | λέα.» ταῦτα μὲν Μαχουμούτης ὁ Μιχαήλου ἡγεμὼν ἔλεγεν. Ἰσμαήλης δ’ ὑπολαβὼν ἔλεγεν· «ἀλλ’ ἐχρῆν μέν, ὦ Μαχου‐ μούτη, ἐς τοὺς ἥρωος πολεμίους στρατευόμενον τὸν βασιλέα ἐλαύνειν, καὶ οὐκ ἐπὶ τοὺς ὁμοφύλους καὶ ὁμοπίστους· οὐ γὰρ | |
5 | θέμις ἄνδρα ὁμόφυλον καὶ ὑπόσπονδον, μὴ ὑπάρξαντα ἀδικίας, πρότερον καταλύειν ἐλθόντα. ἡμεῖς δὲ οὔτε ἄδικόν τι ἐς βασι‐ λέα ἐπράξαμεν, οὔτε τὰς σπονδὰς παραβαίνομεν. εἰ δὲ ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐντεθύμηται βασιλεύς, πρὸς δὲ Χασάνην τὸν πόλεμον ταύτην οἱ τὴν χώραν ἐθέλει γενέσθαι, φέρε ἐπιδότω ἡμῖν | |
10 | Φιλιππόπολιν ἀντὶ τῆσδε τῆς χώρας, ὥστε μὴ ὑπόφορον ἔχειν, ἀλλ’ ἀτελῆ, καὶ χωρήσομεν ὡς βασιλέα, πιστεύοντες αὐτοῦ τῇ ἐπιεικείᾳ. ὁρᾶτε οὖν τὴν πόλιν, ὡς ἐν ὀχυρῷ πάνυ ᾠκημένη καὶ κεκοσμημένη ὅπλοις. τετρακοσίους μὲν τηλεβόλους, τηλεβολίσ‐ κους δὲ ἀμφὶ τοὺς δισχιλίους καὶ ἄνδρας ὑπὲρ τοὺς μυρίους | |
15 | παρέχει, ὡς ἀσφαλέστατα μὲν ἡμῖν τε αὐτοῖς ἀμύνεσθαι, καὶ τοῖς πολεμίοις ὡς ἐπιζήμια.» ταῦτα ἀκούσας ὁ Μαχουμούτης, καὶ ἡσθεὶς πάνυ τοῖς Ἰσμαήλεω λόγοις, προήλαυνεν ἐπὶ βασι‐ λέα ὡς ἐπὶ τῇ ξυμβάσει τῆς πόλεως συνησθησόμενος βασιλεῖ. βασιλεὺς μὲν ὡς ἐπύθετο ἕκαστα τὰ ἀπὸ Ἰσμαήλεω, ἕτοιμος | |
20 | ἦν σπένδεσθαι, ἐφ’ οἷς προΐσχετο Ἰσμαήλης αἰτῶν, καὶ τήν τε Φιλιππόπολιν παρείχετο. καὶ Ἰσμαήλης ξύμπαντα τὸν ὄλβον ἀποφερόμενος ὑπεξεχώρει ἐκ τῆς πόλεως, ἐς τὴν Εὐρώπην διακομιζόμενος ἐπὶ τὴν χώραν, ἣν αὐτῷ παρέσχε βασιλεύς. | |
ἐνταῦθα ὡς παρέλαβε τε τὴν πόλιν ὁ βασιλεύς, καὶ Ἰσμαήλην | 241 in vol. 2.2 | |
2.242 | τε ἔπεμπεν ἐς τὴν Εὐρώπην, τά τε ἄλλα, ὅσα ἐς τὴν ἀρχὴν αὐτοῦ διετέλει, προσεχώρησεν αὐτίκα τῷ βασιλεῖ, καὶ δὴ καὶ Κασταμώνη πόλις εὐδαίμων ἐρυμνή τε ἐς τὰ μάλιστα, ἐς ἣν γυναῖκά τε καὶ παῖδας ὑπεξέθετο καὶ αὐτὸς παρεσκευάζετο ἐν | |
5 | Σινώπῃ πολιορκησόμενος. Ἡ δὲ χώρα αὕτη τοῦ Ἰσμαήλεω ἄρχεται μὲν ἀπὸ τῆς ἐς τὸν Πόντον Ἡρακλείας πόλεως τοῦ βασιλέως, διατείνει δὲ διὰ τοῦ Πόντου ἐς τὴν Παφλαγόνων χώραν καὶ ἐπὶ τὴν Τουργούτεω χώραν, ὀλβιωτάτη δὲ οὖσα πρόσοδον ἔχει ἐς τὰς εἴκοσι μυριά‐ | |
10 | δας χρυσίου τοῦ ἔτους στατῆρας. χαλκὸν δέ, ὡς καὶ ἄλλοθι μοι τοῦ λόγου, φέρει ἡ χώρα αὕτη μόνη τῶν ἐν τῇ Ἀσίᾳ, χαλκὸν δὲ κάλλιστον μετά γε τὸν Ἰβηρίας χαλκόν, ἀφ’ οὗ δὴ προσῄει τῷ βασιλεῖ ἐπέτειος φόρος χρυσίου πέντε μυριάδες στατήρων. πλοῖα δὲ ἐπῆν ἐν τῷ λιμένι τῆς Σινώπης ἄλλα τε | |
15 | καὶ ναῦς στρογγύλη, ἣν ἐναυπηγήσατο Ἰσμαήλης, ἐνακοσίων πίθων. ταύτην μὲν οὖν ἐς Βυζάντιον 〈ἔπεμψε〉, ᾗ δὴ καὶ βασι‐ λεὺς ἐναυπηγεῖτο ναῦν μεγίστην δὴ τῶν πώποτε γενομένων νεῶν μετά γε τὴν Οὐενετῶν καὶ βασιλέως τοῦ Ταρακωνησίων Ἀλφόν‐ σου. Ἀλφόνσος γὰρ δὴ πρῶτος ναῦν ἐναυπηγήσατο πίθων ὡς | |
20 | τετρακισχιλίων· καὶ ὕστερόν τε ἡ Οὐενετῶν πόλις, ἐπείτε εἰρήνη ἐγένετο σφίσι πρὸς τὸν Λιγυρίας τύραννον καὶ Ταρακώνων, ἐναυπηγήσαντο καὶ αὐτοὶ ναῦς δύο, μεγίστας δὴ ἁπασῶν τῶν γενομένων νεῶν. αἱ μὲν δὴ τοῦ Ταρακώνων βασιλέως νῆες ὑπὸ | |
μεγέθους σφίσιν αὐταῖς ἐμπεσοῦσαι διεφθάρησαν ἐν τῷ λιμένι, | 242 in vol. 2.2 | |
2.243 | καὶ οὐκ ἔφθησαν ἐκπλεῦσαί ποι ἐς πέλαγος γενόμεναι. βασιλεὺς δὲ καὶ αὐτὸς πυνθανόμενος ταῦτα ἐναυπηγεῖτο ναῦν ὡς τρισχι‐ λίων πίθων· καὶ οὐ πολλῷ ὕστερον ὑπὸ μεγέθους τοῦ ἱστοῦ ἀπώλετο, ὅτε, καθότι ἐς τὴν ναῦν ἠνεῴχθη, καὶ ἄντλον ποιου‐ | |
5 | μένη πολὺν ἐπὶ συχνόν τινα χρόνον, ὡς ἐξέχυτο ὑπὸ τετρακοσίων τεταγμένων ἐς τοῦτο, μετὰ ταῦτα κατέδυ αὐτὴ ἐν τῷ λιμένι καὶ ἠφανίσθη ὑπὸ θαλάσσης. καὶ ὁ ναύκληρος τῆς νηὸς ἀπέδρα, δείσας βασιλέα Μεχμέτην. Ἀλλὰ τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δὲ βασιλεὺς παρα‐ | |
10 | λαβὼν τὴν Ἰσμαήλεω τοῦ Σκενδέρεω χώραν ἴετο ὁμόσε ἐπὶ Χασάνην τὸν μακρὸν καὶ ἐπὶ Κολχίδα, ὡς καθαιρήσων βασιλέα τῆς Τραπεζοῦντος, ὃς ἐπιτηδείως ἔχων τὸν Χασάνην καὶ συνή‐ θης γενόμενος, καὶ μᾶλλον ὁ ἀδελφὸς αὐτοῦ βασιλεὺς Ἰωάννης, καὶ αὐτὸς βασιλεὺς Δαβὶδ ἐξέδοτο ἐς γάμον θυγατέρα Ἰωάννου | |
15 | καὶ Δαβὶδ ἀνεψιὰν Χασάνῃ τῷ μακρῷ. καὶ προσεδεῖτο βασιλεὺς Δαβὶδ τὸν Χασάνην διαπράξασθαι [τὸν Χασάνην] ἐς τὸν βασιλέα Μεχμέτην τοῦ λοιποῦ μὴ ἀπάγειν τὸν φόρον τῆς Τραπεζοῦντος πρὸς αὐτόν, ἀλλὰ ζητῶν μᾶλλον ἀποχαρίσασθαι τῷ Χασάνῃ βασιλεὺς Μεχμέτης. οἱ μὲν οὖν Χασάνεω πρέσβεις ἐς βασιλέα | |
20 | ἀφικόμενοι διελέγοντο μὲν καὶ ἄλλα ὑπερηφανῆ, ἐν δὲ δὴ καὶ τόδε ἠξίουν, σφίσιν ἀφεθῆναι τὸν τῆς Κολχίδος χώρας φόρον. τούτους μὲν οὖν ἀπέπεμψε βασιλεὺς ἐπαπειλήσας, ὡς τοῦ λοιποῦ εἴσονται οὐκ εἰς μακράν, ὅτου δέοι τοῦ βασιλέως προσδεῖσθαι. | |
τότε δὴ οὖν τὰ τῆς Καππαδοκίας ἐλαύνων, καὶ διεξελαύνοντι ὅ τε | 243 in vol. 2.2 | |
2.244 | παῖς αὐτῷ προσῄει ὁ πρεσβύτερος, ὁ τὴν Ἀμασίαν διαιτώμενος, δῶρα τε μεγάλα ἔφερε τῷ πατρί, καὶ προσεκύνησεν αὐτὸν ἐπὶ γῆς, ὥς γε τούτοις νομίζεται. παρεγένετο δὲ τῷ βασιλεῖ καὶ ὁ πενθερὸς αὐτοῦ Τουργούτης, οὗ τὴν θυγατέρα ἀγόμενος ὅ τε βασιλεὺς | |
5 | καὶ ἀρεσκόμενος ταύτῃ ἐχρῆτό τε δεύτερον, μετά γε τὰς ἐν τῷ κοιτῶνι αὐτοῦ γυναῖκας, καὶ τόν γε ἀδελφὸν τῆς γυναικός, ἐς τὰς θύρας αὐτῷ παραγενόμενον καὶ διατρίβοντα ἐν ταῖς θύραις, περιάγειν, ὅπου ἂν στρατεύηται. τότε μὲν δὴ διελαύνοντι ὑπήντα τῷ βασιλεῖ δῶρα φέρων ὡς μέγιστα. ἐπεὶ δὲ παραμειψάμενος | |
10 | τὴν Σεβάστειαν ἐσέβαλεν ἐς τὴν Χασάνεω χώραν, πολίχνην μὲν .... τοὔνομα ἐπιὼν παρεστήσατο. μετὰ δὲ προϊόντι ἀφικνεῖ‐ ται ἐς αὐτὸν βασιλέα ἡ τοῦ Χασάνεω μήτηρ, φέρουσά τε δῶρα λαμπρὰ καὶ ὑπὲρ τοῦ παιδὸς διαπρεσβευομένη. ἐλθοῦσα δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἔλεγε τοιάδε. «ὦ βασιλεῦ Ὀτουμάνεω Ἀμουρά‐ | |
15 | τεω παῖ, ἐμὲ τήνδε ἀπέστειλε Χασάνης ὁ ἐμὸς παῖς, εὐνοῶν μὲν τοῖς σοῖς πράγμασι, καὶ οὔτε ἀχθόμενος τῇ εὐδαιμονίᾳ τῇ σῇ, οὔτε ἀπαγορεύων χαρίζεσθαί σοι, ἐφ’ ὅ τι ἂν αὐτῷ παραγ‐ γέλῃς. ἐγὼ δέ σοι ἀπ’ ἐμαυτοῦ τάδε· δαιμόνιε ἀνδρῶν, τί οὕτω προσφέρεις ἡμῖν τοῖς ὁμοφύλοις ὑπεναντίως πόλεμον; ἢ οὐκ | |
20 | οἶσθα, ὡς Παιαζήτην τὸν λαίλαπα, Ἀμουράτεω παῖδα, περὶ ταῦτα δὴ πλημμελοῦντα καὶ ἐξαμαρτόντα τὰ μέγιστα ἐς τοὺς | |
ὁμοφύλους, ἡ δίκη φέρουσα ἐπέβαλεν αὐτῷ τὴν χεῖρα καὶ | 244 in vol. 2.2 | |
2.245 | ἀπώλετο ὑπὸ βασιλέως Τεμήρεω; καὶ σοὶ μὲν ἐς τόδε ἠπίως προσφερομένῳ τοῖς ὁμοφύλοις, καὶ οὐδενὶ κακόν τι ἀνήκεστον ἐργασαμένῳ, πολλὴν μὲν καὶ ἄφθονον τὴν εὐδαιμονίαν παρέ‐ χεται ὁ θεός, διδόντος σοι ταῦτα τοῦ ἥρωος, πολλὴν δὲ καὶ | |
5 | εὐδαίμονα χώραν καὶ πόλεις καὶ βασιλεῖς παρέχεται ὑποχει‐ ρίους σοι γίγνεσθαι καὶ αἰχμαλώτους. καὶ ταῦτα δὴ σὺ ἐπί‐ στασαι, ὡς οὐκέτι δὴ ἐς τόδε ἐξυβρίσαντι ἐς τοὺς ἑαυτοῦ ἄνδρας παρέχεταί σοι καταστρέφεσθαι· ὡς ἔνιοι τὴν φύσιν τε καὶ ψυχὴν αὐθαδέστατοι καὶ ἀναιδεῖς οἴονται, ὡς δίκη οὐδαμοῦ | |
10 | γῆς ἀνθρώποις ἐπεξέρχεται, ἀλλ’ αὐτὰ εἰκῇ χωρεῖν πέφυκε σφίσι τὰ πράγματα. μή, ἐφ’ ὅ τι ἂν γένοιτο ἕκαστος τραπόμε‐ νος, τοῦτο αὐτῷ θεμιτὸν εἶναι καὶ δίκαιον, καὶ τῷ δυνατῷ τυράννῳ καὶ βασιλεῖ προχωρεῖ ἕκαστα σὺν δίκῃ ἐπιγενόμενα αὐτοῖς. ἀλλὰ θεὸς μὲν τὰς μοίρας διανειμάμενος, τήν τε φαύλην | |
15 | καὶ ἀγαθήν, ἐς ἄμφω ταύτας διακρίνει τοὺς τῇδε ἀνθρώπων παραγινομένους. οἷς δ’ ἂν διανέμηται ἀρίστην μοῖραν, καὶ μετὰ θάνατον οὕτω δεσμούμενος τιμωρεῖταί τε ἐς τὰ μάλιστα. πέφυκε δὲ ἄλλως τὸ θεῖον, ὅτῳ ἄν τις ξυνομολογῇ, τούτῳ συντίθεσθαι· ἢν δὲ παραβαίνῃ, ἐπιτρίβεσθαι τὸ παράπαν. σὺ δὲ ἐς μέγα | |
20 | ἥκεις εὐδαιμονίας τῶν γε νῦν ὄντων ἀνὰ τὴν οἰκουμένην βασι‐ | |
λέων διὰ τὸ πείθεσθαι τῷ ἥρωϊ καὶ μὴ παραβαίνειν τὰ νομιζό‐ | 245 in vol. 2.2 | |
2.246 | μενα, καὶ τοῦ γε λοιποῦ ἄρχειν ἁπάντων ἀνθρώπων. καὶ οἷς δ’ ἂν ξυντιθοῖτο ὁ ἄνθρωπος, εἴτε θεῷ εἴτε ἥρωϊ, ἐς ὃ ἂν τελευ‐ τήσῃ. πείθεσθαι ἀνάγκη. καὶ σὺ ἡμᾶς τούσδε ὁμοφύλους μὴ καλῶς ποιεῖς, δούλους ὄντας τοῦ ἥρωος, πρὸς ὃν τὰς συνθήκας | |
5 | ἡ μοῖρα ἐτάξατο· οὐ γὰρ περιόψεται ἡμᾶς ἐκ σοῦ περιυβριζομέ‐ νους καὶ ἠδικημένους περινοστεῖν.» ταῦτα ἔλεγε. καὶ ὑπολαβὼν ὁ βασιλεὺς ἔλεγε τοιάδε· «ὦ γῦναι, ἐν δίκῃ μέντοι εἴρηταί σοι ἕκαστα· εὖ μέντοι ἐπίστασο, ὡς καὶ τῷ βασιλεῖ πλέον τι χαρίζε‐ ται ἡ συνθήκη καὶ τῷ τυράννῳ. φέρειν δὲ τοῦτο τὰ πράγματα | |
10 | πέφυκεν. ἢν δὲ καὶ 〈κατὰ〉 τοὺς ὁμοφύλους ἐξαμαρτάνων τις φαίνηται, ἀνάγκῃ ἐπὶ μαρτυρίαν τοῦτο αὐτό τις ὁδεύεται, καὶ ἐπιόντα ἀμύνεσθαι. καὶ ἡμεῖς δὲ τοῦτο ποιησάμενοι, καὶ προειπόντες αὐτῷ μὴ παρέχειν τῇ ἡμετέρᾳ χώρᾳ, οὔτε ἀπείχετο τὸ παράπαν καὶ ἐπιὼν ἐνοχλεῖν οὐκ ἐπαύετο. ὅμως τάδε ἐπιτέλ‐ | |
15 | λοντες τῷ σῷ υἱῷ, ἀπεχόμεθα μὲν τοῦ λοιποῦ τῆς χώρας, ἐφ’ ᾧ μὴ ἐπιβῆναι ἐσαῦθις τῆς χώρας ἡμῶν καὶ μηδὲ τῷ βασιλεῖ Τραπεζοῦντος ἐπαμύνειν καὶ ὑπερμαχεῖν.» ταῦτα εἰπόντος τοῦ βασιλέως συνετίθετο αὐτίκα ἡ γυνὴ καὶ σπονδὰς ἐποιεῖτο. [Τὸ δὲ ἐντεῦθεν ἤδη ἐπορεύετο ἐπὶ Τραπεζοῦντα καὶ κατὰ | |
20 | βασιλέως Δαβίδ, ὃς τελευτήσαντος τοῦ βασιλέως τοῦ ἀδελφοῦ αὐτοῦ Ἰωάννου, καὶ καταλειφθέντος αὐτῷ ἐγγόνου ἑνός, ἐπαγό‐ μενος τοὺς Καβασιτάνους ἄρχοντας τῶν περὶ τὴν Τραπεζοῦντα Μεσοχαλδείων κατέσχε τὴν βασιλείαν καὶ ἐβασίλευεν, ἀδικήσας τὸν ἀνεψιὸν αὐτοῦ τετραετῆ ὄντα. ὁ μέντοι στόλος ἄρας ἀπὸ | |
25 | Σινώπης, ἐπεὶ ταύτην προεδουλώσαντο, ἐπορεύετο ἐν δεξιᾷ ἔχων | 246 in vol. 2.2 |
2.247 | τοὺς Καππάδοκας, καὶ ἀφικόμενος ἐς τὴν πόλιν Τραπεζοῦντα τά τε προάστεια ἐνέπρησε, καὶ ἐπολιόρκει τὴν πόλιν ἐπὶ ἡμέρας τριάκοντα δύο. μετὰ δὲ ταῦτα ἐπελαύνων ἐπῄει βασιλεύς. προ‐ ελαύνων δὲ Μαχουμούτης ἐς Τραπεζοῦντα, καὶ αὐτοῦ που σκη‐ | |
5 | νώσας ἐν τῇ λεγομένῃ Σκυλολίμνῃ, καὶ λόγους προσφέρων πρὸς τὸν αὐτοῦ ἐξάδελφον Γεώργιον πρωτοβεστιάριον, ἔλεγε πρὸς αὐτὸν εἰπεῖν τῷ βασιλεῖ Δαβὶδ τάδε· «βασιλεῖ Τραπεζοῦντος, γένους τοῦ Ἑλλήνων βασιλείου, βασιλεὺς μέγας τάδε λέγει, ὡς ὁρᾷς μὲν ὅσην χώραν διαπορευόμενος, ἐπειδὴ διεξῄει, ὥστε | |
10 | ἐνταῦθα γενέσθαι. ἢν οὖν αὐτίκα τὴν πόλιν παραδῷς τῷ βασι‐ λεῖ, καὶ χώραν μέν σοι παρέχεται, ὡς καὶ τῷ Ἑλλήνων ἡγεμόνι τῆς Πελοποννήσου Δημητρίῳ εὐδαιμονίαν τε ἐδωρήσατο καὶ νήσους καὶ Αἶνον πόλιν εὐδαίμονα, καὶ ἐν ἀσφαλεῖ ὢν κάθηται εὐδαιμονῶν. ἢν δὲ μὴ πειθόμενος ἀντέχειν ἐθέλῃς, ἴσθι τήν τε | |
15 | πόλιν ἐξανδραποδίσαι οὐ πολλῷ ὕστερον· οὐ γὰρ ἂν ἀπανα‐ στήσεται, μὴ ἐξελὼν πρότερον ὑμᾶς καὶ αἰσχίστῳ παραδοὺς θανάτῳ.» ταῦτα εἰπόντος τοῦ Μαχουμούτεω, ὑπολαβὼν ὁ βασι‐ λεὺς Κολχίδος ἔλεγε τοιάδε· «ἀλλ’ ἡμεῖς καὶ πρότερον τὰς βασιλέως σπονδὰς οὐ παραβαίνοντες, τόν τε ἀδελφὸν τοῦ βασι‐ | |
20 | λέως πέμψαντες ἕτοιμοι ἦμεν, ἐφ’ ὅ τι ἂν ἄρα κελεύοι βασιλεύς, ἴεσθαι αὐτίκα πειθόμενοι, καὶ νῦν τῷ ναυάρχῳ τοῦ βασιλέως τόδε ἐλέγομεν, ὡς ἂν μὴ τὴν χώραν κακῶς ποιοῦντες ληΐζωνται, ὡς, ἢν ἐπίῃ βασιλεύς, προσχωρήσειν αὐτῷ παρεσκευάσμεθα.» ταῦτά τε ἔλεγε, καὶ ἠξίου σπένδεσθαι αὐτῷ βασιλέα, ἐφ’ ᾧ | |
25 | τήν τε θυγατέρα αὐτοῦ βασιλέα ἄγεσθαι καὶ χώραν αὐτῷ παρέχεσθαι, ὅσῳ ἴσην τὴν πρόσοδον αὐτοῦ τῆς χώρας ἀποδοίη τε. ταῦτα λέγων ἠξίου σπένδεσθαι. Μαχουμούτης μέν, ὡς ἐς τὸ στρατόπεδον ἀπήλαυνε βασιλεύς, ὑπήντα ἀγγέλλων τὰ παρὰ τῆς πόλεως. ἐπαρθεὶς δὲ τοῖς λόγοις τοῖσδε ὥρμητο κατὰ κράτος | |
30 | ἐξελεῖν τὴν πόλιν καὶ ἀνδραποδίσασθαι· ἤχθετο γάρ, ὅτι ἡ γυνὴ τοῦ βασιλέως. πρὶν ἢ ἀφικέσθαι τὸν στόλον, ἀφίκετο παρὰ τὸν ἑαυτῆς γαμβρὸν τὸν Μαμίαν προεξιοῦσα. μετὰ δὲ ταῦτα βουλευομένῳ οἱ ἐδόκει ἐς τὴν ξύμβασιν τοὺς ὅρκους | |
ποιεῖσθαι, καὶ ἐγίνοντο οἱ ὅρκοι τοῦ βασιλέως, μετὰ δὲ καὶ | 247 in vol. 2.2 | |
2.248 | τὴν πόλιν παρελάμβανον Τραπεζοῦντα οἱ τοῦ βασιλέως νεήλυδες, ὡς ἐπέταξε βασιλεύς. τὸν δὲ βασιλέα Τραπεζοῦντος ἐμβάντα ἐς τὰς ναῦς ἅμα τοῖς παισὶν αὐτοῦ καὶ τῇ θυγατρὶ καὶ συγγένεσιν αὐτοῦ, ὅσοι παρῆσαν αὐτῷ, ἐκέλευσεν ἀποπλεῖν ἐς τὸ Βυζάντιον, | |
5 | ὡς αὐτίκα παρεσομένου καὶ αὐτοῦ βασιλέως διὰ τῆς ἠπείρου, τὴν μὲν οὖν πόλιν ἐπέτρεψε τῷ ναυάρχῳ, τῆς Καλλιουπόλεως ὑπάρχῳ, νεήλυδάς τε καθίστη ἐς τὴν ἀκρόπολιν καὶ ἀζάπιδας ἐς τὴν πόλιν. μετὰ δὲ ταῦτα πέμψας Χιτήρη τῆς Ἀμασίας ὕπαρ‐ χον, παρεστήσατο τὰ περὶ τὴν πόλιν χωρία καὶ τὰ περὶ τὸ | |
10 | Μεσοχάλδειον, Καβασιτάνων ὄντα τῶν ὑπάρχων, τοῦ τε παν‐ σεβάστου καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἕκαστα προσεχώρησεν. ὃς καὶ φυλακὴν ἐγκατέλιπεν, ἀναζεύξας διὰ τῆς ἠπείρου, καὶ ἀπή‐ λαυνε, καὶ διὰ τῆς τῶν Τζανίδων χώρας ἐκομίζετο, χώραν ἐρυμνήν τε καὶ ἄβατον ἐς τὰ μάλιστα. γενόμενος δὲ ἐπὶ Βυζαν‐ | |
15 | τίου, βασιλέα μὲν αὐτοῦ ἐπέταξεν ἀπάγειν ἐς Ἀδριανούπολιν, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ἐκομίζετο ἐπὶ Ἀδριανούπολιν. Τραπεζοῦς μὲν οὖν οὕτως ἑάλω, καὶ ἡ τῆς Κόλχων χώρα σύμπασα ὑπὸ βασιλεῖ ἐγένετο, ἡγεμονία καὶ αὕτη Ἑλλήνων οὖσα καὶ ἐς τὰ ἤθη τε καὶ δίαιταν τετραμμένη Ἑλλήνων, ὥστε | |
20 | ἀναστάτους γενέσθαι ὑπὸ τοῦδε τοῦ βασιλέως οὐ πολλῷ χρόνῳ τοὺς Ἕλληνάς τε καὶ Ἑλλήνων ἡγεμόνας, πρῶτα μὲν τὴν Βυζαν‐ τίου πόλιν, μετὰ δὲ ταῦτα Πελοπόννησόν τε καὶ Τραπεζοῦντος βασιλέα καὶ χώραν αὐτήν. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο· τὴν δὲ Τραπεζοῦντα ἐς | |
25 | μοίρας διελόμενος, τὸ μὲν παρ’ ἑαυτῷ κατεκράτησε, ποιήσας σιλικταρίους καὶ σπαχογλάνους ὕστερον ἐς τὰς θύρας αὐτοῦ, τούτους κρατήσας παρ’ ἑαυτὸν ὑπηρεσίας αὐτοῦ ἕνεκα καὶ ἐς τὰ παιδικά, τὸ δὲ κατῴκισεν ἐς Βυζάντιον, καὶ τὸ ἕτερον πεποίηκεν Ἰανιτζαρίους καὶ δουλευτὰς ἐν σκευαῖς, ἐπιλεξάμενος | |
30 | παῖδας ὀκτακοσίους, καὶ ἐς τὴν τῶν νεηλύδων τάξιν ἐτάξατο. τὴν μέντοι θυγατέρα τοῦ βασιλέως Δαβὶδ γυναῖκα μέντοι οὐκ | |
ἠγάγετο, μετ’ οὐ πολὺ δὲ ἐς τὸν κοιτῶνα μετεπέμψατο αὐτήν, | 248 in vol. 2.2 | |
2.249 | σφαγιασθέντος τοῦ βασιλέως Δαβίδ, καὶ τὸν παῖδα ἔγγονον τοῦ πρότερον βασιλέως νήπιον ὄντα εἶχε παρ’ ἑαυτῷ ⸤ὁ⸥ κρατῶν. ὁ μέντοι βασιλέως παῖς ὁ νεώτερος, Γεώργιος τοὔνομα, ὡς ἐς τὴν Ἀδριανούπολιν παρών, ἐτράπετο ἐπὶ τὴν τοῦ Μεχμέτεω | |
5 | θρησκείαν, καὶ ἐς τὰ ἤθη γενόμενος τὰ ἐκείνων οὐ πολλῷ ὕστερον συνελήφθη ἅμα τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ὑπὸ βασι‐ λέως. καὶ γὰρ ἔπεμψε γράμματα ἡ ἀνεψιὰ τοῦ βασιλέως, ἡ τοῦ Χασάνη γυνή, καὶ μετεκαλεῖτο ἢ τὸν τοῦ βασιλέως υἱὸν ἢ τὸν ἀνεψιὸν αὐτοῦ τὸν Ἀλέξιον τὸν ἐκ Μυτιλήνης, Κομνηνὸν ὄντα. | |
10 | καὶ τὰ μὲν γράμματα ἐνεχείρισαν τῷ βασιλεῖ, δηλοποιοῦντα, ὅπως εἷς ἐκ τῶν υἱῶν τοῦ βασιλέως ἢ ὁ ἀνεψιὸς αὐτοῦ, ὡς εἴρηται, ἀφίξηται πρὸς τὴν Δέσποιναν, τὴν γυναῖκα τοῦ Μακροῦ Χασάνη οὖσαν. ἐνεχείρισε δὲ ταῦτα τὰ γράμματα ὁ πρωτοβεστιάριος Γεώργιος ἐπὶ τρόπῳ τάχα ἀγαθῷ, ὅπως φανήσεται ὁ βασιλεὺς | |
15 | εἰς πίστωσιν ἴσως ἀγαθήν, καὶ ἄλλως ἵνα μὴ ἀκουσθῇ καὶ παρ’ ἄλλων, ὅπως ὁ πρωτοβεστιάριος ἔκρυψε τοῦτο, φοβούμενος τόν τε αὐθέντη τὸν μέγαν καὶ τὸν πάσιαν Μαχουμούτη, καὶ πάθῃ κακῶς ὁ πρωτοβεστιάριος παρὰ τοῦ μεγάλου αὐθέντου. καὶ διὰ τοῦτο δέδωκε καὶ τὸν χάρτην πρὸς τὸν μέγαν αὐθέντη. τὰ μὲν οὖν | |
20 | γράμματα δεξάμενος ὁ βασιλεὺς καὶ νόῳ λαβὼν καθίστατο ἐς ὑποψίαν, καὶ αὐτοὺς συλλαβὼν τόν τε Δαβὶδ βασιλέα καὶ τοὺς υἱοὺς αὐτοῦ σὺν τῷ ἀνεψιῷ καθεῖρξε. καὶ τὴν μὲν θυγατέρα ἐς κοιτῶνα αὐτῷ μετεπέμψατο, ἔχων δὲ αὐτοὺς ἐν πέδαις, οὐ πολλῷ ὕστερον ἀπαγαγὼν ἐς Βυζάντιον διεχρήσατο. τοὺς μέντοι | |
25 | παῖδας τοὺς ἀπὸ ἄστεως καὶ ἀπὸ τῶν περιοίκων χωρίων τοὺς μὲν νεήλυδας ταξάμενος κατέθετο ἐς τὸν ἑαυτοῦ κοιτῶνα, τοὺς δ’ ἄλλους ἐν τοῖς ἑαυτοῦ ἐπιτηδεύμασι, τοὺς δ’ ἑτέρους ἀπεχαρί‐ σατο τοῖς υἱοῖς αὑτοῦ καὶ τοῖς ἄρχουσι. τὰς δὲ κόρας τὰς μὲν ἐν τοῖς αὑτοῦ κοιτῶσι κατέθετο, τὰς δὲ ἀπεχαρίσατο, καί τινας | |
30 | ἐξ αὐτῶν τοῖς υἱοῖς αὑτοῦ ἀπεστέλλετο, ἐνίας δ’ ἔν τινι ὀλίγῳ | |
καιρῷ καὶ ὑπανδρεύσατο.] | 249 in vol. 2.2 | |
2.250 | Τοῦ μέντοι χειμῶνος τούτου βασιλεὺς διατρίβων ἐν τοῖς ἑαυτοῦ βασιλείοις μετεπέμπετο Βλάδον τὸν Δρακούλεω παῖδα, Δακίας ἡγεμόνα, ἔχων παρ’ ἑαυτῷ τὸν νεώτερον αὐτοῦ ἀδελ‐ φόν, παιδικά τε αὐτοῦ γενόμενον καὶ διαιτώμενον παρ’ αὐτῷ. | |
5 | ξυνηνέχθη δὲ καὶ αὐτῷ βασιλεῖ ξυγγενέσθαι τῷ παιδὶ τῷδε βουλομένῳ, ὅτε πρῶτον παριὼν ἐπὶ τὴν βασιλείαν ἐστέλλετο ἐπὶ Καραμᾶνον, ὀλίγου ὑπ’ αὐτοῦ ἀποθανεῖν. ὡς γὰρ ἐρῶν τοῦ παιδὸς ἐκάλει ἐς ὁμιλίας, καὶ φιλοτιμίαν αὐτῷ προπίνων ἐκάλει ἐπὶ τὸν κοιτῶνα. ὁ μέντοι παῖς οὐδέν τι τοιοῦτον δοκῶν πρὸς | |
10 | τοῦ βασιλέως πείσεσθαι, ἑώρα τὸν βασιλέα ἐπιφερόμενον αὐτῷ ἐς τοιοῦτόν τε πρᾶγμα, ἀπεμάχετό τε καὶ οὐ συνεγινώσκετο ἐς τὴν συνουσίαν βασιλέως. καὶ ἄκοντος ἐφίλει, σπασάμενος ὁ παῖς μάχαιραν παίει τὸν βασιλέα κατὰ τὸν μηρόν, καὶ οὕτω φεύγων αὐτίκα, ὅποι προεχώρει αὐτῷ, ᾤχετο. βασιλέως μέντοι | |
15 | οἱ ἰατροὶ ἰάσαντο τὸ τραῦμα. ὁ δὲ παῖς ἐπὶ δένδρον αὐτοῦ που ταύτῃ ἀναβὰς ἐκέκρυπτο. ὡς δὲ συσκευασάμενος ὁ βασιλεὺς ἀπῄει, ἐντεῦθεν καταβὰς ὁ παῖς ἀπὸ τοῦ δένδρου καὶ διαπορευό‐ μενος οὐ πολλῷ ὕστερον ἀφίκετο ἐπὶ τὰς θύρας, καὶ παιδικὰ ἐγένετο βασιλέως. χρῆσθαι δὲ νομίζει οὐχ ἧττον τοῖς ἐς τὴν | |
20 | ἑαυτοῦ δίαιταν τετραμμένοις· τούτοις μὲν γὰρ αἰεί τε συγγενό‐ μενος συνδιατρίβει νύκτωρ καὶ μεθ’ ἡμέραν, τοῖς δ’ ἀλλοφύλοις οὐ πάνυ τι χρῆσθαι νομίζεται βασιλέα, ἀλλ’ ἐπὶ βραχύ. τούτου δὲ τοῦ παιδὸς τῷ ἀδελφῷ Βλάδῳ ἐπέτρεψε βασιλεὺς τὴν Δακίας ἡγε‐ μονίαν, καὶ συμβαλλομένου βασιλέως ἐπήλασέ τε καὶ κατέσχε | |
25 | τὴν ἡγεμονίαν Βλάδος ὁ Δρακούλεω παῖς. ὡς δὲ ἐπὶ τὴν ἡγε‐ | 250 in vol. 2.2 |
2.251 | μονίαν ἀφίκετο, πρῶτα μὲν ἑαυτῷ δορυφόρους ἐποιεῖτο καὶ ὁμοδιαίτους, μετὰ δὲ μεταπεμπόμενος ἕνα ἕκαστον τῶν τῆς χώρας ἐπιφανῶν ἐς τὰς τῶν ἡγεμόνων μεταβολὰς δοκούντων μετεῖναι τῆς προδοσίας, πανοικὶ διέφθειρέ τε καὶ ἀνεσκολόπιζεν, | |
5 | αὐτόν τε ἅμα καὶ παῖδας καὶ γυναῖκα καὶ θεράποντας, ὥστε ἄνδρα τοῦτον ἕνα ἐπὶ μέγα δὴ φόνου ἀνδρῶν, ὧν ἡμεῖς ἴσμεν, ἐλάσαι ἐπυθόμεθα· ὥστε γάρ οἱ ἐμπεδῶσαι τὴν ἡγεμονίαν, ἀνελεῖν αὐτόν φασιν ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας ὀλίγον τινὰ χρόνον ἐς δισμυρίους, καθιστῶντα δὲ καλούς τινας αὐτῷ | |
10 | στρατιώτας καὶ δορυφόρους, τούτους ἐδωρεῖτο τοῖς τῶν ἀπογιγνο‐ μένων χρήμασί τε καὶ ὄλβῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ, ὥστε διὰ βραχέος ἐπὶ μέγα ἀφικέσθαι μεταβολῆς καὶ καινοτομηθῆναι πάνυ τὰ Δακίας πράγματα ὑπὸ τούτου τοῦ ἀνδρός. καὶ Παίονάς τε οὐκ ὀλίγους, οἷς μετεῖναι ἐδόκει ὁτῳοῦν τῶν πραγμάτων, καὶ | |
15 | τούτων οὐδενὸς φειδόμενος φόνον δὲ μέγιστον εἰργάζετο. ὡς μὲν οὖν αὐτῷ ἐδόκει ἀσφαλῶς ἔχειν τὰ Δακίας πράγματα, ἐβουλεύετο ἀπόστασιν ἀπὸ τοῦ βασιλέως. ἐτιμωρεῖτο μέντοι τοὺς ἄνδρας τούτους γνώμῃ τοῦ βασιλέως, ὡς ἂν αὐτῷ κρατύνοιτο τὴν ἀρχήν, καὶ μὴ μεταστάντων αὖθις τῶν τῆς Δακίας ἀνδρῶν πρωτευόντων | |
20 | πράγματα ἔχοι, ἐπαγομένων αὐτῶν τοὺς Παίονας συμμάχους τε καὶ ἐπικούρους. Ταῦτα μέντοι οὕτω διεπράττετο. τότε δὴ οὖν τοῦ χειμῶνος, ὡς ἠγγέλλετο βασιλεῖ τοῦτον νεωτερίσαι διανοούμενον ἀπόστασιν βουλεύεσθαι, ἐπὶ Παίονας τραπόμενον συντίθεσθαι ἐκείνοις καὶ | |
25 | συμμαχίαν ποιεῖσθαι, δεινόν τε ἐποιεῖτο, καὶ πέμπων ἄνδρα | 251 in vol. 2.2 |
2.252 | εὐδόκιμον τῶν θυρῶν αὐτοῦ, γραμματιστὴν Ἕλληνα, μετεπέμπετο ἐς τὰς θύρας, ὡς, ἢν ἀφίκηταί οἱ ἐπὶ τὰς θύρας, ἄχαρι μὲν οὐδὲν πρὸς βασιλέως πείσεται, ἀγαθὰ δὲ καὶ εὔνοιαν ἀνακτώμε‐ νος οὐχ ὑπερβαλεῖται αὐτὸν βασιλέα, εὐνοῶν ἐς τὰ τοῦ βασι‐ | |
5 | λέως πράγματα. ταῦτα μὲν ἐπιτείλας ἔπεμπεν ὡς τοῦτον Κατα‐ βολινὸν γραμματέα τῶν θυρῶν. Χαμουζᾷ δὲ τῷ ἱερακοφόρῳ λεγομένῳ, ὃς παρὰ τὸν Ἴστρον διέλαχε διοικεῖν χώραν οὐκ ὀλίγην καὶ Βιδίνης ὕπαρχον εἶναι, κρύφα ἐκέλευε πέμπων, δόλῳ εἰ δυνήσεται ἀγαγεῖν τὸν ἄνδρα, αὐτῷ χαριεῖσθαι μεγάλως, | |
10 | εἴτε δόλῳ εἴτε τρόπῳ ἄλλῳ, οἵῳ δυνήσεται συλλαβεῖν, οὗτος μὲν οὖν παραγγείλας τῷ γραμματιστῇ ἐς τὴν σύλληψιν τοῦ ἀνδρός, ἅττα ἐδόκει σφίσι βουλευομένοις πρόσφορα εἶναι, συμπροπέμποντι αὐτὸν τῷ Βλάδῳ ὑποίσειν ἐνέδρας προλοχίσαντα αὐτοῦ ταύτην τὴν χώραν, οὕτω ποιεῖσθαι τὴν σύλληψιν, σημαίνεσθαι δέ οἱ, | |
15 | ἐπὰν μέλλῃ ἀποχωρεῖν, τὸν γραμματιστήν. ταῦτα ποιοῦντος ἐκεί‐ νου, καὶ τὴν ὥραν ὑποσημαίνοντος, ἐν ᾗ ἀποχωροῦντα αὐτὸν ἔδει συμπροπέμψαι τὸν Βλάδον, προελόχισεν αὐτοῦ ταύτην τὴν χώραν ὁ Χαμουζᾶς. Βλάδος δὲ σὺν τοῖς περὶ αὐτὸν ὡπλισμένος, ὡς συμπροὔπεμπε τὸν θυρῶν τῆς αὐτῆς ἡγεμόνα καὶ τὸν γραμ‐ | |
20 | ματιστήν, ἐνέπεσέ τε ἐς τὰς ἐνέδρας, καὶ ὡς ἔγνω, τούτους μὲν αὐτίκα διακελευσάμενος συλλαμβάνει καὶ τοὺς θεράποντας, ὡς δὲ ἐπῄει ὁ Χαμουζᾶς, ἐμαχέσατό τε ἀξίως λόγου, καὶ τρεψάμε‐ νος αὐτόν τε ἐζώγρησε καὶ τῶν ἄλλων διαφυγόντων διέφθειρεν | |
οὐ πολλούς. τούτους 〈μὲν〉 ὡς ἐζώγρησε, σύμπαντας ἀπαγαγὼν | 252 in vol. 2.2 | |
2.253 | ἀνεσκολόπισεν, ἀκρωτηριασάμενος τοὺς ἄνδρας πρότερον, Χαμου‐ ζᾶν δὲ ἐπὶ ὑψηλοτέρου σκόλοπος ποιησάμενος, τήν τε θεραπείαν ἅμα τοῖς ἑαυτῶν δεσπόταις τὰ αὐτὰ ταῦτα ἔδρασε. μετὰ δὲ ταῦτα αὐτίκα στρατὸν παρασκευασάμενος, ᾗ δύναμις, μέγιστον, | |
5 | ἤλασέ τε αὐτίκα ἐπὶ τὸν Ἴστρον, καὶ διαβὰς ἐς τὰ ἐπὶ τάδε χωρία τοῦ Ἴστρου καὶ χώραν τοῦ βασιλέως πασσυδί τε ἅμα παισὶ καὶ γυναιξὶ διέφθειρε, καὶ οἰκίας ἐνεπίμπρα, πῦρ ἐνιείς, ὅποι προσῄει. καὶ μέγιστον ἐργασάμενος φόνον ἀπήλαυνεν ὀπίσω ἐπὶ Δακίας. | |
10 | Ταῦτα μὲν οὖν ὡς ἠγγέλλετο βασιλεῖ Μεχμέτῃ, τούς τε πρέσβεις αὐτοῦ διαφθαρῆναι ὑπὸ Βλάδου τοῦ Δακίας ἡγεμό‐ νος, καὶ Χαμουζᾶν ἄνδρα εὐδόκιμον τῶν βασιλέως θυρῶν οὕτω ἐν οὐδενὶ λόγῳ ἀποθανεῖν, ἤχθετο μέν, οἷα εἰκός, καὶ δεινότερα ἐποιεῖτο, εἰ ἄνδρας αὐτῷ τοιούτους περιόψεται οὕτω διαφθαρέν‐ | |
15 | τας, κἀκεῖνον εἰς τοῦτο ὕβρεως ἀφικόμενον, ὥστε καὶ τοὺς πρέσβεις αὐτῷ διαχρήσασθαι, μὴ τιμωρήσεται τὸν φόνον ἐκείνων τῶν αὐτῶν εἰσπραττόμενος τὸν τῆς Δακίας ἡγεμόνα. ἤχθετο μέντοι καὶ τόδε, ὅτι τὸν Ἴστρον διαβὰς σὺν χειρὶ πολλῇ καὶ ἐμπρήσας τὴν βασιλέως χώραν καὶ φόνον τῶν τε ὁμοφύλων αὐτῷ ἐργασά‐ | |
20 | μενος ὀπίσω ἐλαύνοι. πολλῷ δὲ τούτων δεινότερα ἐποιεῖτο, ταῦτα τοὺς ἑαυτοῦ πρέσβεις ἐργάσασθαι. ὅθεν δὴ ἁπανταχῇ περιαγ‐ γέλλων τοῖς τε ἀρίστοις καὶ τοῖς ἄλλοις κατὰ λόγον προηγόρευε καλλίστῳ κόσμῳ ἐλαύνοντας καὶ ἐξωπλισμένους παρεῖναι αὐτῷ τὰ στρατεύματα ἐξελαύνοντι. τὴν μὲν οὖν στρατιὰν οὕτω παρεσκευά‐ | |
25 | ζετο ἐπὶ τοὺς Δακούς. λέγεται δὲ καὶ τόδε, ὡς Μαχουμούτῃ τῷ | |
ἡγεμόνι, ὅτι τῆς ἀγγελίας πρότερον τούτων ἔτι ἀφικομένης περί | 253 in vol. 2.2 | |
2.254 | τε τοῦ φόνου τῶν πρέσβεων καὶ Χαμουζᾶ τοῦ ὑπάρχου καὶ τοῦ ἐμπρησμοῦ τῆς χώρας, οὔτε εὑρὼν παρὰ βασιλέα ἀπηγγέλλετο τὰ γενόμενα περὶ Δακῶν ἐς τοὺς βασιλέως ἄνδρας, καὶ χαλεπῶς ἤνεγκε. λέγεται δέ, ὡς καὶ πληγὰς ἐνέβαλε τῷ ἀνδρί. νομίζεται | |
5 | δὲ καὶ τοῦτο ἐς τὰς θύρας τοῦ βασιλέως οὐ πάνυ τι αἰσχρὸν εἶναι, τούτους οὓς ἀπὸ ἀνδραπόδων καὶ μὴ Τούρκων παῖδας αὐτῷ ἐς τὴν ἀρχὴν παραγενομένους. κήρυκας μέντοι πέμπων ἁπανταχῇ ἐκέλευεν αὐτῷ παρεῖναι τὴν στρατιὰν ἐξωπλισμένην καλῶς, καὶ τοὺς ἱπποδρόμους αὐτῷ ἕπεσθαι ξύμπαντας ἐς τήνδε | |
10 | τὴν στρατείαν. οἱ δὲ τοῦ βασιλέως κήρυκες οἱ τὰς ἀγγελίας φέροντες αὐτῷ ἐς τὴν χώραν καὶ οἱ ἄγγελοι, ἐπειδάν τι νεώτε‐ ρον ξυμβαίνοι, ἐπὶ τὰς θύρας ἀφικνούμενοι ταχίστῳ δρόμῳ ὀλί‐ γων πάνυ ἡμερῶν μεγίστους δρόμους διατελοῦσιν ὧδε. ἵππον, ὃν ἂν ἐν τῇ ὁδῷ διελαύνων θεάσηται, τὸν μὲν ἱππέα αὐτίκα ἀπὸ | |
15 | τοῦ ἵππου καταβιβάζει, αὐτὸς δὲ ἀναβὰς ἐλαύνει κατὰ κράτος, καὶ ὁ ἵππος ἐς τόδε διανύσαι οἷος τε ἦν. μετὰ δὲ ἄλλον εὑρά‐ μενος καταβιβάζει, τὸν δὲ ἵππον τὸν πρότερον παραδίδωσι τῷ ἀνθρώπῳ. καὶ οὕτω βραχὺ διαναπαυόμενοι μέγιστον διανύουσι δρόμον. ἐζώννυντο δὲ καὶ τὸ σῶμα ἅπαν, ὥστε μὴ ἄγαν πονεῖν | |
20 | ἢ κάμνειν σφίσι τὸ σῶμα, ἐπεὶ θέοιντο. καὶ ἀπὸ Πελοποννήσου ἐς Ἀδριανούπολιν κήρυκας ἴσμεν ἐν πέντε ἡμέραις ἀφικομένους, ὁδὸν πεντεκαίδεκα ἡμερῶν ἀνδρὶ ἱππεύοντι ἐς τὰ μάλιστα. | |
καλοῦνται δ’ οὗτοι οἱ κήρυκες οὐλάκιδες. | 254 in vol. 2.2 | |
2.255 | Ἐπεί τε δὴ τὰ στρατεύματα παρεσκεύαστο τῷ βασιλεῖ, ἐπὶ Δακίαν ἐστρατεύετο ἦρος εὐθὺς ἀρχομένου. μέγιστον δὲ τοῦτον στρατὸν γενέσθαι φασί, δεύτερον μετά γε τὴν ἐς τὸ Βυζάντιον ἐπέλασιν τοῦ βασιλέως τοῦδε. λέγεται δὲ τοῦτο τὸ στρατόπεδον | |
5 | κάλλιστον μὲν γενέσθαι τῶν ἄλλων στρατοπέδων, καὶ κόσμον πολὺν παρέχεσθαι ἔς τε τὰ ὅπλα σφίσι καὶ ἐς τὴν σκευήν, γενέσθαι δὲ ἀμφὶ τὰς πέντε καὶ εἴκοσι μυριάδας στρατοῦ. καὶ τοῦτο λογίζεσθαι ῥᾳδίως ἀπὸ τῶν τοῦ πόρου τοῦ Ἴστρου ἐμποριστῶν, ὣν ἐξωνησαμένων ἀπὸ βασιλέως τὸν πορθμὸν ἐς | |
10 | τριάκοντα μυριάδας χρυσίου στατῆρας, λέγεται χρήματα μεγάλα κερδᾶναι. κατὰ τὴν ἤπειρον ὁ στρατὸς ὁρμώμενος ἀπὸ Φιλιπ‐ ποπόλεως, κατὰ δὲ θάλατταν πληρώσας τριήρεις ἀμφὶ τὰς εἴκοσι καὶ πέντε καὶ πλοῖα εἰς ἑκατὸν καὶ πεντήκοντα, ἐπορεύετο εὐθὺ τοῦ Ἴστρου ὡς διαβησόμενος διὰ τῆς Βιδίνης πόλεως. | |
15 | ἐκέλευε δὲ πλέειν ταῦτα τὰ πλοῖα διὰ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ἴστρον. καὶ ὁ στόλος, ὡς ἐνετέλλετο βασιλεύς, διὰ τοῦ Πόντου ἐπέπλει ἐς τὸ τοῦ Ἴστρου στόμα· καὶ ὡς ἐς τὸ στόμα ἐγένετο, ἀνήγετο ἐπὶ τοῦ ποταμοῦ ἐπὶ τὴν Βιδίνην. καί ποι καὶ ἀπόβασιν ποιησάμενος ὁ στόλος τάς τε οἰκίας ἐνεπίμπρα, καὶ | |
20 | ἔκαιε, τήν τε Πραΐλαβον πόλιν τῶν Δακῶν, ἐν ᾗ καὶ ἀγορὰν παρέχονται βελτίω ἁπασῶν τῶν ἐν τῇ χώρᾳ, πῦρ ἐνιέντες ἐνέπρη‐ σαν. εἰσὶ δὲ αἱ οἰκίαι ξύλιναι ὡς τὸ ἐπίπαν. Δᾶκες γάρ, ὡς ἐπύθοντο βασιλέα ἐπιέναι ἐπὶ σφᾶς, τὰς μὲν γυναῖκας καὶ | |
παῖδας ὑπεξέθεντο, τὰς μὲν ἐς τὸ ὄρος τὸ Πράσοβον, τὰς δὲ | 255 in vol. 2.2 | |
2.256 | ἐς πολίχνην ... τοὔνομα, ἐς ἣν κύκλῳ περιιὸν ἐνετήρει καὶ ἐφύλαττε, καὶ τὸ ἕλος ἐχυρώτατον ἐποιεῖτο, καὶ ἐν ἀσφαλεῖ καθίστησι μάλιστα. τὰς δ’ αὖ καὶ ἐς τοὺς δρυμῶνας, οὓς χαλεπόν ἐστι διιέναι ἀνδρὶ ἐπήλυδι καὶ μὴ ἐπιχωρίῳ· πυκνό‐ | |
5 | τατοι γὰρ ὄντες, καὶ δένδροις καταπεφυτευμένοι πυκνοῖς, ὡς ἥκιστα παρέχονται διὰ πολλοῦ βάσιμον τὴν εἴσοδον. τὰς μὲν οὖν γυναῖκας καὶ παῖδας οὕτως ἐξέθεντο, αὐτοὶ δὲ συναθροι‐ σθέντες ἐς τὸ αὐτὸ εἵποντο Βλάδῳ τῷ ἡγεμόνι. καὶ ἐς δύο μοίρας ἐπιδιελόμενος τὸν στρατὸν τὸν μὲν εἶχε παρ’ ἑαυτῷ, | |
10 | τὸν δὲ ἔπεμπεν ἐπὶ τὸν τῆς μελαίνης Μπογδανίας ἡγεμόνα, ὡς, ἢν ἐσβαλεῖν ἐκεῖνος πειρῷτο, ἀμυνόμενοι μὴ περιίδωσιν ἐσβα‐ λόντα ἐς τὴν χώραν. ὁ γὰρ τῆς μελαίνης ταύτης Μπογδανίας ἡγεμὼν διενεχθεὶς ἐπολέμει τῷ Βλάδῳ ἀπὸ αἰτίας τοιᾶσδε, καὶ πρέσβεις πέμπων παρὰ βασιλέα Μεχμέτην ἐπεκαλεῖτο, καὶ | |
15 | συνάρασθαι τὸν πόλεμον ἔφασκεν ἕτοιμος εἶναι. βασιλεὺς μὲν οὖν ἠρέσκετό τε τοῖς τοῦ ἡγεμόνος τούτου λόγοις, καὶ ἐκέλευσεν οὕτω ποιεῖν τὸν ἑαυτοῦ στρατηγόν, συμμίσγοντα τῷ ναυάρχῳ ἐς τὸν ποταμὸν πολιορκεῖν τὸ Κελλίον πόλιν οὕτω καλουμένην τοῦ Βλάδου, ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ. ὁ μέντοι ἡγεμὼν οὗτος | |
20 | συλλέξας στράτευμα ἀπὸ τῆς χώρας ἴετο ἐπὶ τὸν βασιλέως στόλον εὐθὺ τῆς Κελλίου πόλεως, ὡς συμμίξων τῷ ναυάρχῳ. καὶ ἐπεί τε συνέμισγε τῷ βασιλέως στρατῷ, ἐπολιόρκουν ἀμφότεροι | |
τὴν πόλιν, καὶ προσβάλλοντες ἐπὶ ἡμέρας συχνὰς ἐξεκρούσθησαν | 256 in vol. 2.2 | |
2.257 | καὶ ἀπέβαλον ὀλίγους τινάς. ὡς δ’ οὐ προεχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπεχώρουν ἤδη ἑκάτεροι. ὁ μὲν οὖν μέλας Μπόγδανος ἤϊεν ὁμόσε ὡς ἐσβαλῶν ἐς τὴν τῶν Δακῶν χώραν, ἐκωλύετο δὲ ὑπὸ τῆς μιᾶς μοίρας τοῦ στρατοῦ, ἥτις ἐτέτακτο ταύτῃ | |
5 | φυλάσσειν τὴν χώραν. Βλάδος δὲ αὐτὸς ἔχων τὴν μείζω μοῖραν τοῦ στρατοῦ ἐπορεύετο διὰ τῶν δρυμώνων, ἐκδεχόμενος ἰδεῖν, ὅπου χωρήσει ὁ τοῦ βασιλέως στρατός. βασιλεὺς μὲν γάρ, ὡς τὰ στρατεύματα αὐτῷ διαβάντα τὸν Ἴστρον ἐγένετο ἐς τὴν Δακίαν, ἐπέδραμεν οὐδαμῇ. οὐ γὰρ εἴα ὁ βασιλεύς, ἀλλὰ συν‐ | |
10 | τεταγμένῳ ἐπορεύετο τῷ στρατεύματι. ἐπορεύετο δ’ εὐθὺ τῆς πόλεως, ἐς ἣν γυναῖκάς τε καὶ παῖδας ὑπεκθέμενοι οἱ Δᾶκες αὐτοὶ εἵποντο τῷ βασιλεῖ διὰ τῶν δρυμώνων· καὶ ἤν τι ἀπο‐ σπασθείη τοῦ στρατοῦ, αὐτίκα ὑπὸ τούτων διεφθείρετο. ὁ μὲν οὖν βασιλεύς, ὡς οὐδεὶς ἐπιὼν ἐπηγγέλλετο αὐτῷ ἐς τὴν μάχην, | |
15 | οὔτε ἀπὸ Παιόνων παρεῖναι τῷ Βλάδῳ βοήθειαν, ὠλιγώρει τε καὶ ἠμέλει τοῦ χάρακος, καὶ τὸ στρατόπεδον ἐν εὐρυχωρίᾳ ἔπιπτε. Βλάδος τε γάρ, ὡς ἐπύθετο τοὺς πολεμίους ἐπιόντας, ἔπεμπεν ἄγγελον ἐς τοὺς Παίονας, λέγοντα τάδε· «ὦ ἄνδρες Παίονες, ὑμεῖς ἴστε που, ὡς ἡ χώρα ἡμῶν ὅμορός τέ ἐστι τῇ | |
20 | ὑμετέρᾳ, καὶ παρὰ τοῦ Ἴστρου οἰκοῦμεν ἀμφότεροι. νῦν οὖν πυνθάνεσθε, οἴομαι, καὶ ὑμεῖς τὸν βασιλέα Τούρκων μεγάλῃ χειρὶ ἐπιόντα στρατεύεσθαι ἐφ’ ἡμᾶς. καὶ ἢν τάδε καταστρεψά‐ μενος ὑπάγηται ὡς τὴν Δακίαν, τόδε ἐπίστασθέ που καὶ ὑμεῖς, | |
ὡς οὔτε ἡσυχίαν ἄγοντες καθεδοῦνται, ἀλλ’ ἐφ’ ὑμᾶς αὐτίκα | 257 in vol. 2.2 | |
2.258 | ἐπιόντες στρατεύσονται, καὶ πράγματα ἔσται ὑπ’ αὐτῶν ἀνήκεστα ἐς τὴν ὑμετέραν χώραν ἱδρυμένοις. νῦν οὖν ὥρα ἐστὶ καὶ ὑμᾶς βοηθοῦντας ἡμῖν ἀπαμύνειν, ὡς οἷόν τε μάλιστα, τὸν στρατὸν τόνδε ἀπὸ τῆς χώρας, καὶ μὴ περιορᾶν φθείροντά τε τὴν χώραν | |
5 | καὶ ἐπικακοῦντα καὶ καταστρεφόμενον τὸ γένος ἡμῶν. ἔχει δὲ καὶ τοῦ ἡγεμόνος τοῦ ἡμετέρου ἀδελφὸν νεανίαν, ὥστε καθι‐ στάντα αὐτὸν ἡγεμόνα ἐς τὴν Βλαχίαν, ἤν τι μὴ προχωροίη αὐτῷ ἑκάστων κατὰ νοῦν.» τὸν γάρ τοι τοῦ Βλάδου ἀδελφὸν νεανίαν, ὡς ἐστρατεύετο ἐπὶ τὴν Δακίαν, μεγάλως τε φιλοφρονη‐ | |
10 | σάμενος ἐτίμησε, καὶ χρήμασι καὶ ἐσθῆτι ἐδωρεῖτο πολλῇ τε καὶ ἀγαθῇ, καὶ ἐκέλευε πέμπειν ἐπὶ τὴν Δακίαν λόγους, ἐπὶ τοὺς δυνατοὺς ἄγειν τὰ πράγματα. ὅθεν ἐπὶ εὐδαιμονίαν αὐτίκα γενόμενος ἔπρασσε πέμπων, ὡς ἐκέλευε βασιλεύς. οὐ μέντοι γε προεχώρει αὐτῷ τότε προπέμποντι. ταῦτα ὑπὸ τοῦ ἀγγέλου | |
15 | ἀκούσαντες οἱ Παίονες ἐπείθοντό τε τοῖς λόγοις, καὶ ὥρμηντο βοηθεῖν καὶ ἐς τὰ μάλιστα ἐπαμύνειν. συνέλεγον δὲ στράτευμα. Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· βασιλεὺς δὲ προελαύνων σὺν τῷ στρατῷ ἐνεπίμπρα μὲν τὰς κώμας καὶ τὰ ὑποζύγια διήρπαζεν, οἷς ἂν περιτύχοι. καὶ ἀνδράποδα πάνυ ὀλίγα ἤγοντο ἐς τὸ | |
20 | στρατόπεδον οἱ ἱπποδρόμοι, αὐτοὶ δὲ μάλιστα διεφθείροντο, εἴ πού τις αὐτῶν ἀποσπασθείη ἀπὸ τοῦ στρατοπέδου. Βλάδος δὲ λέγεται καὶ αὐτὸς ἐς τὸ τοῦ βασιλέως στρατόπεδον κατάσκοπος ἐσελθεῖν καὶ περιιὼν ἐπισκοπῆσαι, ὡς ἔχει τὸ στρατόπεδον. | |
οὐ πείθομαι δὲ Βλάδον αὐτὸν ἐθελῆσαι ἐς τοσοῦτον κίνδυνον | 258 in vol. 2.2 | |
2.259 | ἀφικέσθαι, ὡς παρὸν αὐτῷ κατασκόποις πολλοῖς χρήσασθαι, 〈ἀλλὰ τοῦτο, ὡς οἶμαι, πεπλασμένον〉 ἐς τὴν ἐξήγησιν τῆς τόλμης αὐτοῦ. αὐτὸς μὲν οὖν καὶ ἡμέρας ἐπελθὼν ἐγγυτάτω τοῦ στρατοπέδου ἐπεσκόπει τε τὰς βασιλέως σκηνὰς καὶ τὴν | |
5 | Μαχουμούτεω καὶ τὴν ἀγοράν. ἔχων δὲ καὶ ἐλάττους τῶν μυρίων ἱππέων (ἔνιοι δέ φασιν ὡς οὐ πλείους τῶν ἑπτακισχιλίων παρῆσαν αὐτῷ ἱππέων) σὺν τούτοις περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπελάσας ἐσέβαλλεν ἐς τὸ βασιλέως στρατόπεδον. καὶ δείματα μὲν πρῶτον ἐγένετο ἐν τῷ στρατοπέδῳ μεγάλα, στρατὸν μέγαν | |
10 | ἀλλότριον καὶ ἐπήλυδα οἰομένων τῶν τοῦ βασιλέως ἐπιθέσθαι σφίσι, καὶ αὐτοὶ [καὶ] ἐνόμιζον ἀπόλλυσθαι πάνυ, ἐς φόβον τε πολὺν καὶ δείματα καθιστάμενοι [τὴν ἐσβολὴν.] ἐστρατεύετο γὰρ ὑπὸ λαμπάδων καὶ κεράτων, ὑποσημαινόντων αὐτῷ τὴν ἐσβολήν. τὸ μὲν στρατόπεδον ἅπαν κατὰ χώραν ἔμενεν οὐδαμόσε κινούμενον· | |
15 | εἰώθει μὲν γὰρ καὶ ἄλλως τὰ τοῦ γένους τούτου στρατόπεδα νυκτὸς μηδέποτε μηδαμῇ κινεῖσθαι τὸ παράπαν, ἀλλ’ ἱδρῦσθαί τε κατὰ χώραν, ἤν τε κλέπτης διιὼν τυγχάνῃ ἐς τὸ στρατόπεδον, εἴτε ἄλλο τι καταλαμβάνῃ νεώτερον. καὶ τότε δὴ ἐς μέγα δέος ἀφικόμενοι οἱ Τοῦρκοι ἔμενον, ᾗ ἐσκήνουν ἕκαστος ἱδρυμένος. | |
20 | καὶ κήρυκες βασιλέως ἀνὰ τὸ στρατόπεδον ὡς ἐς αὐτίκα ἐσβα‐ | 259 in vol. 2.2 |
2.260 | λόντα τὸν Βλάδον, ἐν τῷ στρατοπέδῳ περιιόντες ἀνεκήρυττον μηδένα μηδαμῇ μεταστῆναι, ὡς αὐτίκα ἀποθανούμενον ὑπὸ βασι‐ λέως. οἱ μὲν οὖν κήρυκες τοῦ βασιλέως παραμυθούμενοι ἐκέ‐ λευον μένειν αὐτοῦ ἕνα ἕκαστον, ᾗπερ ἐτέτακτο, λέγοντες τοιάδε | |
5 | «ἄνδρες Μουσουλμάνοι μείνατε ἐπὶ βραχύ· ὄψεσθε γὰρ τὸν βασιλέως πολέμιον πεσόντα αὐτίκα μάλα ἐν τῷ στρατοπέδῳ, καὶ δώσοντα δίκην, ὧν ἐς βασιλέα τετόλμηκε.» ταῦτα ἔλεγον, καὶ ἄλλα πολλὰ παραπλήσια φάσκοντες, μάλιστα δὲ ἐκεῖνο, ὡς ἢν μένῃ ὁ στρατός, αὐτίκα ἀπόλλυται ὁ πολέμιος, ἢν δὲ | |
10 | μεταστῇ, ἀπόλλυσθε ἅπαντες· βασιλεὺς γὰρ πρώτους ὑμᾶς διαφθερεῖ, πρὶν ἢ αὐτὸν οἴχεσθαι φεύγοντα. Βλάδος δὲ ὡς τάχιστα ἐσέβαλεν ἐς τὸ στρατόπεδον, πρῶτα μὲν ὑπήντα αὐτῷ ὁ ἀπὸ τῆς Ἀσίας στρατός, καὶ βραχεῖαν μέν τινα αὐτοῦ ἐποιή‐ σαντο μάχην, μετὰ δὲ ἀνατραπόμενοι ἀνὰ μέρος ἐχώρουν ἐπὶ τὸ | |
15 | σώζεσθαι αὐτοὶ ὡρμημένοι. ὁ δὲ λαμπάδας τε ἔχων ἡμμένας καὶ πυρά, καὶ συντεταγμένως μάλιστα καὶ ἀθρόως ἐπιὼν τῷ στρατεύματι, ὥρμητο μὲν πρῶτα ἐπὶ τὰς βασιλέως θύρας. καὶ ἀποτυγχάνουσι μὲν τῆς τοῦ βασιλέως αὐλῆς, ἐπεισπεσόντες δὲ ἐς τὰς σκηνὰς τῶν ἡγεμόνων, τοῦ τε Μαχουμούτεω καὶ | |
20 | Ἰσαάκεω, ἐμάχοντο ἐς ταῦτα μεγάλως, καὶ τάς τε καμήλους ἐφόνευον καὶ ἡμιόνους καὶ ὑποζύγια. καὶ ἀθρόως μὲν καὶ συντεταγμένων αὐτῶν μαχομένων οὐδέν τι ἀπεγίγνετο, ὅ τι καὶ ἄξιον λόγου· εἰ δέ τι που ἀποσπασθείη, αὐτίκα ἔπιπτεν αὐτοῦ | |
ὑπὸ τῶν Τούρκων. καὶ οἱ περὶ Μαχουμούτην ἄνδρες γενόμενοι | 260 in vol. 2.2 | |
2.261 | ἀγαθοὶ ἐμάχοντο ἀξίως λόγου, πεζοὶ ἅπαντες. ἀνέβησαν δὲ καὶ ἐπὶ τοὺς ἑαυτῶν ἵππους οἱ τοῦ στρατοπέδου σχεδὸν ἅπαντες, πλὴν τῶν βασιλέως θυρῶν. ἐμάχοντο μὲν οὖν ἐνταῦθα ἐπὶ συχνόν τινα χρόνον· μετὰ δὲ συστραφέντες ἤλαυνον ἐπὶ τὰς | |
5 | βασιλέως θύρας, καὶ εὗρον τοὺς ἀμφὶ βασιλέα ἐκτὸς τῶν θυρῶν παρατεταγμένους. καὶ βραχὺ ἔτι ἐνταῦθα μαχεσάμενοι ἐτράποντο ἐπὶ τὴν ἀγορὰν τοῦ στρατοπέδου, καὶ διαρπάσαντες τήν τε ἀγοράν, καὶ εἴ τίς που ταύτῃ ἐνίστατο, διαφθείραντες, ὡς ἐγγὺς ἧκεν ἡ ἠὼς καὶ ἐπέφανεν, ἀπεχώρει ἀπὸ τοῦ στρατοπέδου, ἀπο‐ | |
10 | βαλὼν μὲν ταύτης τῆς νυκτὸς ὀλίγους πάνυ τινάς. καὶ οἱ ἀπὸ τοῦ βασιλέως στρατοπέδου ὀλίγοι διεφθάρησαν, ὡς ἐλέγετο. μετὰ δέ, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, βασιλεὺς ἐπιλεξάμενος τῶν ὑπάρχων τοὺς λογάδας, καὶ Ἁλίην τὸν Μιχάλεω παῖδα στρατηγὸν ἀποδείξας, ἐκέλευεν ἰόντας κατόπιν τῶν Δακῶν ἐπιδιώ‐ | |
15 | κειν ὡς ἔχοιεν τάχος. ὁ μὲν οὖν Ἁλίης παραλαβὼν τὸν στρα‐ τὸν ἦγε σπουδῇ ἐπὶ τὸν Βλάδον, καὶ κατόπιν γενόμενος ἤλαυνε κατὰ κράτος, καὶ καταλαμβάνει τὸν Βλάδου στρατόν, καὶ ἐπει‐ σπεσὼν διέφθειρε μὲν πολλούς, ζωγρήσας δὲ ἀμφὶ τοὺς χιλίους τῶν Δακῶν ἀπήγαγεν ἐς τὸ στρατόπεδον παρὰ βασιλέα. τούτους | |
20 | μὲν λαβὼν ὁ βασιλεὺς καὶ ἀπαγαγὼν διεχρήσατο ἅπαντας. καί τινα λαβόντες νυκτὸς ταύτης τῶν τοῦ Βλάδου στρατιωτῶν οἱ τοῦ βασιλέως στρατιῶται, καὶ ἀπαγαγόντες ἐς Μαχουμούτην, ἠρώτα αὐτόν, ὅστις τε εἴη καὶ ὅθεν ἥκοι. μετὰ δέ, ὡς ἕκαστα διελέχθη, ἐπανήρετο αὐτόν, εἰ εἰδείη, ὅπου διατρίβων τυγχάνει | |
25 | Βλάδος ὁ τῆς Δακίας ἡγεμών. ὁ δ’ ἀμείβετο, ὡς εἰδείη σαφῶς, οὐδέποτε δ’ ἂν εἴποι τούτων οὐδέν, δεδιὼς ἐκεῖνον τὸν ἄνδρα. | |
οἱ δ’ οὖν ὡς ἔφασκον αὐτὸν ἀποθανεῖσθαι, ἂν μὴ πύθωνται | 261 in vol. 2.2 | |
2.262 | αὐτοῦ, ὃ βούλονται ἐρέσθαι, αὐτὸς ἔφασκε τεθνάναι μὲν ἕτοιμον εἶναι καὶ πάνυ, ἐξειπεῖν δὲ ὁτιοῦν τῶν ἐκείνου οὐκ ἂν τολμῴη. ταῦτα ἐν θαύματι ποιησάμενον τὸν Μαχουμούτην ἀνελεῖν μὲν τὸν ἄνδρα, ἐπιλέγεσθαι δέ, ὡς δέει τῷ ἀμφ’ αὑτόν, εἰ εἶχε | |
5 | στρατὸν ἄξιον λόγου, ἐς μέγα ἂν ἐδόκει οὗτος ἀφικέσθαι. Ταῦτα μὲν τότε ἐς τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ τὸ ἐντεῦθεν προϊὼν ἐς τὸ πρόσω τῆς χώρας ἴετο εὐθὺ τῆς πόλεως, ἐν ᾗ τὰ βασίλεια ἦν αὐτῷ τῷ ἡγεμόνι Βλάδῳ. καὶ νυκτὸς μὲν ἑκάστης, ὁπότε σταθμὸν ποιήσαιτο, ἐποιεῖτο χάρακα κύκλῳ τοῦ | |
10 | στρατοπέδου, καὶ φραγμοῖς φραξάμενος ἐντὸς τοῦ χάρακος διε‐ τήρει, φυλακάς τε ἐποιεῖτο μείζους τῶν γιγνομένων, καὶ ὅπλα ἐν ὅπλοις παρηγγύα νυκτός τε καὶ ἡμέρας αὐτῷ εἶναι τὰ στρα‐ τεύματα. προελαύνων δὲ οὕτω συντεταγμένῳ τῷ στρατεύματι ἐς τὸ πρόσω τῆς Δακίας ἀφίκετο ἐπὶ τὴν πόλιν, ἐν ᾗ Βλάδῳ τῷ | |
15 | ἡγεμόνι ἦν τὰ βασίλεια. καὶ οἱ μὲν Δᾶκες παρασκευασάμενοι ὡς ἐνταῦθα ὑπὸ βασιλέως πολιορκησόμενοι, τάς τε θύρας ἠνέῳξαν καὶ ἕτοιμοι ἦσαν δέχεσθαι αὐτὸν βασιλέα σὺν τῷ στρατῷ ἐπι‐ όντα. βασιλεὺς μὲν οὖν τήν τε πόλιν διελαύνων, καὶ ἄνδρα οὐδένα ἐπὶ τῶν τειχῶν θεώμενος ὅτι μὴ τηλεβολιστὰς ἐπαφιέν‐ | |
20 | τας τηλεβόλους ἐς τὸν στρατόν, οὔτε ἐστρατοπεδεύσατο, οὔτε ἐς τὴν πολιορκίαν καθίστατο. προιὼν δέ, ὡς τοὺς σφετέρους αὐτῶν ἐν τοῖς σκόλοψιν ἐθεώρουν, προῄεσαν ὡσεὶ σταδίους | |
εἴκοσι καὶ ἑπτά· καὶ ἐμπίπτει ὁ βασιλέως στρατὸς ἐς τοὺς | 262 in vol. 2.2 | |
2.263 | ἀνασκολοπισμούς, χῶρον ἐπέχοντας τὸ μὲν μῆκος ἐπὶ σταδίους ἑπτακαίδεκα, τὸ 〈δὲ〉 εὖρος ἐπὶ σταδίους ἑπτά. σκόλοπες δὲ μεγά‐ λοι ἐνῆσαν, ἐν οἷς διαπεπαρμένοι ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες ἀμφὶ τοὺς δισμυρίους, ὡς ἐλέγετο, θέαμα παρείχοντο τοῖς | |
5 | Τούρκοις καὶ αὐτῷ τῷ βασιλεῖ. καὶ ὅ τε βασιλεὺς ἐν θαύματι ἐνσχεθεὶς ἔφασκεν, ὡς οὐ δυνατόν ἐστιν, ἄνδρα οὕτω μεγάλως ἐργασάμενον ἀφαιρεῖσθαι τὴν χώραν, ὡς δαιμονίως ἐπισταμένῳ χρῆσθαι τῇ ἀρχῇ καὶ τοῖς ὑπηκόοις. καὶ ἔλεγεν, ὡς πολλοῦ ἄρα ἄξιος εἴη ὁ ἀνὴρ οὗτος τοιαῦτα ἐργασάμενος. καὶ οἱ λοιποὶ | |
10 | Τοῦρκοι ὁρῶντες τὸ πλῆθος τῶν ἐπὶ τοῖς σκόλοψιν ἀνδρῶν ἐξεπλήττοντο. ἐνῆσαν δὲ καὶ νήπια τέκνα τῶν μητέρων ἐξηρτη‐ μένα ἐν τοῖς σκόλοψιν, καὶ πτηνὰ ἐνῴκουν ἐν τοῖς ἐγκάτοις αὐτῶν ἐμφολεύοντα. ὡς δὲ πρὸς τοῖς στρατεύμασι βασιλέως ἐφεπόμενος ὁ Βλάδος ἔφθειρέ τε, εἴ που διασπασθείη, εἴτε | |
15 | ἱπποδρόμος εἴτε ἀζάπης, αὐτὸς μὲν ἐτράπετο ἐπὶ τὸν μελαίνης Πογδανίας ἡγεμόνα, πολιορκοῦντα, ὡς ἠγγέλλετο αὐτῷ, τὸ Κελ‐ λίον, στρατὸν δὲ ἀμφὶ τοὺς ἑξακισχιλίους καταλιπὼν αὐτοῦ παρηγγύα ἕπεσθαι τῷ βασιλεῖ διὰ τῶν δρυμώνων, καὶ ἤν τίς που διασπασθείη, τοῦτον ἐπιόντας αὐτίκα ἐπιβαίνειν. καὶ ὁ μὲν | |
20 | ἤγετο ὁμόσε τῷ μελαίνης Πογδανίας ἡγεμόνι· ὁ δὲ στρατός, ὡς ἀνεχώρει ὁ βασιλεύς, ἰθὺ τοῦ στρατοῦ ἐλαύνων, ἀναθαρρήσαντες ὡς οἰχομένῳ, ἐπεισπεσόντες μεγάλως ἡγοῦντο εὐδοκιμήσειν, καὶ | |
ἐπιόντες ἐς τὸ στρατόπεδον τοῦ βασιλέως ἐπήλαυνον. ἐπεὶ δὲ | 263 in vol. 2.2 | |
2.264 | ἀγγελία ἀφίκετο παρὰ τῆς ταύτῃ που φυλακῆς ὡς οἱ πολέμιοι ἐπιῶσιν, ὥρμητο μὲν αὐτός τις ἕκαστος ἐπὶ τὰ ὅπλα πλὴν τοῦ βασιλέως θυρῶν, Ἰωσούφην δ’ ἐκέλευε Μαχουμούτης προσιόντα ὑπαντιάζειν τοὺς πολεμίους. καὶ αὐτός τε ἐν ὅπλοις ἦν Μαχου‐ | |
5 | μούτης σὺν τοῖς στρατεύμασιν. ὁ μέντοι Ἰωσούφης ὡς ἐπιὼν αὐτίκα συνέβαλεν, ἡττήθη τε καὶ ἐς φυγὴν τραπόμενος ἐφέρετο ἐς τὸ βασιλέως στρατόπεδον. Ὀμάρης δὲ ὁ Τουραχάνεω παῖς ταχθεὶς καὶ αὐτὸς ὑπὸ τοῦ Μαχουμούτεω ὁμόσε ἰέναι τοῖς πολεμίοις, καὶ ἐλαύνων ὑπήντα τῷ Ἰωσούφῃ φεύγοντι τοὺς πολε‐ | |
10 | μίους, ἐβλασφήμει καὶ ἔλεγε τοιάδε· «ὦ κακόδαιμον, ποῖ φέρῃ; ἢ οὐκ οἶσθα βασιλέα, ὅπως σε φεύγοντα ὑποδέχεται; ἢ οὐ χεῖρον τῶν πολεμίων διακείσεταί σοι αὐτὸς βασιλεύς, καὶ κακίστῳ σε ὀλέθρῳ παραδίδωσιν αὐτίκα, ἐπειδάν σε φεύγοντα νοήσῃ;» ταῦτα εἰπὼν ἐπώτρυνε τὸν ἄνδρα, καὶ συστραφεὶς ἅμα Ὀμάρῃ τῷ | |
15 | Τουραχάνεω συνέβαλον τοῖς πολεμίοις, καὶ ἐμάχοντο ἀξίως λόγου. μετ’ οὐ πολὺ δὲ τρεψάμενοι τοὺς Δᾶκας ἐπιδιώκοντες ἐφόνευον ἀφειδέστατα, καὶ ἔφθειρον ἀμφὶ τοὺς δισχιλίους. τὰς δὲ κεφαλὰς πηξάμενοι ἐπὶ τῶν δοράτων ἐπανῆκον ἐς τὸ στρατόπεδον. καὶ τὸν μὲν Ὀμάρην ἐδωρήσατο βασιλεὺς τῇ τῆς Θετταλίας ἀρχῇ· | |
20 | Μαζούλης δὲ ἔτι ἦν, καὶ ἄνδρας ἔχων ἀγαθοὺς εἵπετο τῷ βασιλεῖ. Ἐς μὲν τὴν δευτέραν τῶν Δακῶν τόλμαν ἐς τὸν τοῦ βασι‐ λέως στρατὸν τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ ἀνδράποδα ἀγό‐ | |
μενος τῆς χώρας οὐκ ὀλίγα—ἐπαφεὶς γὰρ τὸ ἐντεῦθεν τοὺς | 264 in vol. 2.2 | |
2.265 | ἱπποδρόμους ἐπέδραμον χώραν οὐκ ὀλίγην, καὶ ἀνδράποδα ἀγό‐ μενοι ἐκέρδανον μεγάλα. καὶ ὑποζύγια δὲ καὶ πλέον τῶν εἴκοσι μυριάδων ἵππους καὶ βόας ἐλαύνοντες, ὁ τοῦ βασιλέως στρατὸς ἀφίκετο ἐπὶ τὸν Ἴστρον. τὸ μέντοι στρατόπεδον ἐδεδοίκει μὲν τοὺς | |
5 | Δᾶκας οὐδὲν ἧττον τόλμης μέγα τι ἀποδεικνυμένους, διέβαινον δὲ τὸν Ἴστρον σπουδῇ πολλῇ. βασιλεὺς δὲ Ἁλίην τὸν Μιχά‐ λεω ὄπισθεν ἕπεσθαι τῷ στρατῷ παραγγείλας, ὡς ἐστρατο‐ πεδεύσατο παρὰ τὸν Ἴστρον, Δρακούλην μὲν τὸν ἀδελφὸν Βλά‐ δου τοῦ ἡγεμόνος κατέλιπεν αὐτοῦ ἐν τῇ χώρᾳ μετιέναι τε | |
10 | τοὺς Δᾶκας καὶ ὑφ’ αὑτῷ ποιεῖσθαι τὴν χώραν, καὶ τιμωρεῖν παραγγείλας τῷ κατὰ ταῦτα τὰ χωρία ὑπάρχῳ, αὐτός τε ἤλαυνεν εὐθὺ τῶν βασιλείων. Δρακούλης μὲν οὖν ὁ νεώτερος ἐπεκαλεῖτο ἕνα ἕκαστον, λέγων· «ὦ ἄνδρες Δᾶκες, τί δὲ οἴεσθε ἐς τὸ ἐπιὸν ὑμᾶς ἔσεσθαι; ἢ οὐκ οἴδατε βασιλέα, ὅσην τε δύναμιν | |
15 | ἔχει, καὶ ὡς αὐτίκα τὰ βασιλέως στρατεύματα προσδέξιμα ὑμῖν ἔσται, δῃώσοντα τὴν χώραν, ἤν τι ὑπόλοιπον ἀφελώμεθα; τί οὐ γίγνεσθε βασιλεῖ φίλοι; καὶ ἔσται ὑμῖν παῦλα ἔστε τὴν χώραν καὶ ἐς τοὺς οἴκους. ἴστε γάρ, ὡς ἐν τῷ παρόντι οὔτε ζῷον οὔθ’ ὑποζύγιον ὑπελείφθη. ταῦτα δὲ πάντα διὰ τὸν ἐμὸν ἀδελφὸν | |
20 | ἐπεπόνθειτε χαλεπώτατα, χαριζόμενοι ἀνδρὶ ἀνοσιωτάτῳ καὶ κακὸν μέγα τὴν Δακίαν ἐξειργασμένῳ, οἷον οὐδαμῇ ἄλλοθι τῆς γῆς ἐπὶ ἀκοὴν ἀφικνεῖται ἡμετέραν.» ταῦτα ἐπιπέμπων τοῖς Δαξίν, ὅσοι ἐς τὸ ἐξωνεῖσθαι σφῶν αὐτῶν τὰ ἀνδράποδα | |
διέβαινον, ἔπειθέ τε, καὶ τοῖς ἄλλοις εἰπεῖν ἐκέλευεν ἐπιέναι | 265 in vol. 2.2 | |
2.266 | θαρροῦντας ἐπ’ αὐτόν. οὗτοι μὲν οὖν συνιόντες ἔγνωσαν σφίσιν αἱρετώτερα εἶναι ἢ τὰ Βλάδου τοῦ ἡγεμόνος, καὶ ἰόντες ἐπὶ τὸν νεώτερον συνελέγοντο κατ’ ὀλίγους. καὶ ὡς ᾔσθοντο οἱ λοιποὶ Δᾶκες, αὐτίκα ἀπολιπόντες τὸν Βλάδον ᾔεσαν ἐπὶ τὸν | |
5 | ἀδελφόν. καὶ ὡς συνελέγη αὐτῷ στράτευμα, ἐπιὼν κατεστρέψατο τὴν ἀρχήν, καὶ ἐπαγόμενος ἅμα στρατὸν τοῦ βασιλέως ὑπηγάγετο τὴν χώραν. ὁ μὲν οὖν ἀδελφός, ὡς μετέστησαν ἐπὶ τὸν ἀδελφὸν οἱ Δᾶκες, καὶ ἔγνω δὴ ὡς μάτην εἴη τοσοῦτον φόνον πρότερον | |
ἐξειργασμένος, ᾤχετο ἐς τοὺς Παίονας. | 266 in vol. 2.2 | |
2.267(t) | ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ι. | |
1 | Κατὰ μὲν οὖν τὴν ἐπὶ Δᾶκας βασιλέως ἔλευσιν τοσαῦτα ἐγένετο· Βλάδος δέ, ὡς ἐπιὼν ὁ ἀδελφὸς Δρακούλης ὑπηγάγετο τὴν τῆς Δακίας χώραν, ᾤχετο μὲν αὐτὸς ἐπὶ Παίονας. Παίονες δέ, ὧν τοὺς προσήκοντας ἀνεῖλεν ἐν τῇ Δακίᾳ, ἀπῆγον αὐτὸν | |
5 | θανάτου παρὰ βασιλεῖ Παιόνων τῷ Χωνιάτου παιδί, δικασάμενοι δὲ αὐτῷ δίκην χαλεπωτάτην ὡς ἀδικώτατα ἀνελόντι τοὺς ἄνδρας, καθείρξαντες ἐς Μπελογράδην πόλιν. Βασιλεὺς δὲ τοῦ αὐτοῦ θέρους, φθινοπώρου ἐπιγιγνομένου, ἐστέλλετο ἐπὶ Λέσβον, παραγγείλας μὲν ναυτικὸν παρετοιμάζεσθαι | |
10 | αὐτῷ ἐς τὰ χωρία τὰ ἐπὶ θάλασσαν. καὶ τὰ μὲν στρατεύματα αὐτῷ διῆκεν ἐπὶ οἶκον ἀναχωρεῖν, αὐτὸς δὲ τῶν θυρῶν ἔχων τοὺς ἄνδρας καὶ ἀπὸ τῆς Εὐρώπης ὀλίγους δή τινας ἐστρατεύετο διαβὰς ἐς τὴν Ἀσίαν, αὐτὸς μὲν διὰ τῆς ἠπείρου κομιζόμενος, ὁ δὲ στόλος διὰ θαλάσσης. ἀπὸ αἰτίας τοιᾶσδε ὥρμηται ἐπὶ | |
15 | Λέσβον. ὁ γὰρ τῆς Λέσβου ἡγεμὼν ὑπόφορον μὲν εἶχε τὴν χώραν ὑπὸ βασιλέως, ἀπάγων κατ’ ἐνιαυτὸν ἐς δισχιλίους στατῆ‐ ρας, ἐξ ὅτου Παλτόγλης Καλλιουπόλεως ὕπαρχος ἐπὶ Ἀμουράτεω τοῦ νεωτέρου στόλῳ ἀφικόμενος ἐπὶ Λέσβον ἐπέδραμέ τε τὴν νῆσον, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀφελόμενος τήν τε Καλλονὴν | |
20 | παρεστήσατο, πόλιν τῆς Λέσβου εὐδαίμονα, καὶ ἐξελὼν ταύτην | 267 in vol. 2.2 |
2.268 | ἀπεχώρησεν ἐπ’ οἴκου. καὶ πρότερον μὲν ὑπόφορον ἔσχον οἱ βασιλεῖς ταύτην τὴν νῆσον καὶ Χίον ἀπὸ Ἀμουράτεω τοῦ Ὀρχάνεω, καὶ ἐπὶ τοῦδε τοῦ βασιλέως ἄλλοι τε καὶ Ἰονούζης ὀνομαζόμενος, καταστὰς ὑπὸ τῶν θυρῶν, ἀφίκετο ἐπὶ Λέσβον | |
5 | καὶ Μόλιβον ἐπολιόρκησεν· οὐ μέντοι προεχώρησεν αὐτῷ οὐδέν, ὧν οὕνεκα ἀφίκετο. αἰτίαν δὲ ταύτην ἐπενεγκὼν βασιλεὺς τῷ Λέσβου ἡγεμόνι ἐστρατεύετο ἐπ’ αὐτόν, ὅτι τῶν Ταρακονησίων τοὺς πειράτας ἐδόκει αὐτὸς ἐν λιμένι τῆς Λέσβου ὑποδέχεσθαι, καὶ τὰ ἀπὸ τῆς βασιλέως χώρας ἀνδράποδα ἐξωνεῖσθαι, καὶ | |
10 | αὐτὸν κερδαίνοντα ἀπὸ τοῦδε. ὁρμώμενοι δὲ ἀπὸ τῆς Λέσβου οἵ τε Ταρακονήσιοι ἐπὶ λῃστείαν κατὰ θάλατταν τετραμμένοι, καὶ οἱ ἀπὸ Κυκλάδων νήσων ταύτην μετιόντες τὴν λῃστικήν, ἐληΐζοντο τὴν βασιλέως χώραν, καὶ ὑποστρέφοντες ἐς τὴν Λέσβον, διανειμάμενοι τὰ ἀνδράποδα, μοῖραν παρείχοντο αὐτῷ ἱκανὴν | |
15 | καὶ οὐ φαύλην. ταῦτα ὡς ἀνηνέχθη ἐς βασιλέα, ἐπῆρεν αὐτὸν στρατεύεσθαι ἐπὶ Λέσβον. ὁ δὲ ἡγεμὼν τῆς Λέσβου Δομίνικος, Ἑλληνιστὶ δὲ Κυριακός, νεώτερος ἀδελφὸς ὢν τὸν πρεσβύτερον διαδεξάμενον παρὰ τοῦ πατρὸς τὴν ἡγεμονίαν τῆς Λέσβου καὶ διέποντα ἐπὶ χρόνον ἱκανὸν ἐπιβουλεύσας συνέλαβε καὶ κατέ‐ | |
20 | στησε, Βαπτιστῇ ἀνδρὶ Ἰανυΐῳ χρησάμενος συνεργῷ ἐς τὴν ἐπιβουλήν. μετ’ οὐ πολὺ δὲ διαχρησάμενος τὸν ἀδελφὸν ἡγε‐ μόνευε τῆς νήσου, ἀπαγαγὼν φόρον τῷ βασιλεῖ ἐς δισχιλίους στατῆρας. τὸ δὲ γένος τῶν ἡγεμόνων τούτων τῆς Λέσβου, | |
Κατελουίζων ἐπικαλούμενον, δοκεῖ μὲν ἀπὸ Ἰανυΐης γενέσθαι, | 268 in vol. 2.2 | |
2.269 | ἀφικόμενον δὲ ἐπὶ συμμαχίαν τῶν Ἑλλήνων Βυζαντίου βασιλεῖ, ἔχοντι ὑπήκοον τὴν νῆσον ταύτην, συμβαλέσθαι τε καὶ ὑπουργῆ‐ σαι μεγάλα τῷ βασιλεῖ, δι’ ἃ δὴ σφίσιν ἐπιτραπῆναι τὴν νῆσον ὑπὸ τῶν βασιλέων ἄρχειν. κατέχοντας δὲ ταύτην τὴν νῆσον, | |
5 | ὕστερον ὡρμημένους ἀπὸ ταύτης, καταλαβεῖν Αἶνον πόλιν τὴν ἐν τῇ Θρᾴκῃ παρὰ τῷ Ἕβρῳ ποταμῷ, διενεχθέντων τῶν ἐν τῇ πόλει πρὸς τὸν τῇδε αὐτοῦ τῆς πόλεως ἁρμοστήν, καὶ σφίσιν ἐπικαλουμένων ἀπὸ τῆς Λέσβου τὸ Κατελουίζων γένος, καταλα‐ βόντας δὲ διαφερομένων ἀλλήλοις ὡς ἐπὶ τὸ πλεῖστον τῶν ποτε | |
10 | Ἑλλήνων βασιλέων. δοκεῖ δὲ ἡ νῆσος αὕτη καὶ πρότερον ἔτι τούτων τῶν Κατελουίζων γενέσθαι ὑπὸ Ἰανυΐοις, καὶ ὑπακούειν τότε τῷ Φωκαίης ἐν τῇ Ἀσίᾳ ἐπιτροπεύοντι, Κατάνῃ τοὔνομα ἔχοντι· εἷλε δὲ Κατάνης τὴν νῆσον ταύτην ἐπιβουλῇ. καὶ ὅ τε Ἑλλήνων βασιλεὺς στρατευσάμενος ἐπ’ αὐτὸν καὶ τήν τε | |
15 | Μιτυλήνην παρεστήσατο καὶ ἐπολέμει τῇ Φωκαίῃ. μετὰ δὲ ταῦτα συμβαλλομένων τῶν Κατελουίζων τῷ Βυζαντίου βασιλεῖ, ἐπετρά‐ ποντό τε τὴν νῆσον καὶ ἔσχον ἐπί τινας γενεάς, διαγενόμενοι ἔστε ἐπὶ τὸν καθ’ ἡμᾶς χρόνον. καὶ ἐπιγαμίας ποιούμενοι πρός τε τοὺς ἀπὸ Τραπεζοῦντος βασιλεῖς καὶ Ἑλλήνων ἡγεμόνας καὶ | |
20 | τοὺς παρ’ Ἕλλησι πρωτεύοντας, κατεῖχον τὴν νῆσον ἐς τὰ μάλιστα εὐνομουμένην. ἀπέχει δὲ ἡ νῆσος αὕτη ἀπὸ τῆς ἐς | |
τὴν Ἀσίαν ἠπείρου σταδίους μάλιστα ὀγδοήκοντα. | 269 in vol. 2.2 | |
2.270 | Ἀλλ’ ἡ μὲν Χίος κατείχετο μὲν καὶ αὕτη πρότερον ὑπὸ Ἰανυΐων, οὐ μέντοι ἑάλω, ἀλλὰ δεομένων τῶν Βυζαντίου βασι‐ λέων χρημάτων ἱκανὰ τοῖς Ἕλλησι δέδοτο ὑπὸ Μαρτίνου τοῦ τὴν νῆσον ταύτην κατασχόντος, ὑπ’ ἀνάγκης τότε τῶν Ἑλλήνων | |
5 | διὰ τὸν πρὸς Μυσοὺς καὶ Τριβαλλοὺς πόλεμον. καὶ ὕστερον μέντοι ἀπέλαβον τὴν νῆσον οἱ Ἕλληνες, ἀποδόντες τὸ χρέος τῷ Μαρτίνῳ. μετὰ δὲ ταῦτα ἐγένετο ὑπὸ Ἰανυΐοις, ὕστερον χρόνῳ οὐ πολλῷ τριήρεσιν ἀφικομένοις καὶ παραστησαμένοις τὴν πόλιν· οὓς οὔτε ἡ πόλις ἐξέπεμψεν ἐπὶ τὴν τῆς νήσου | |
10 | καταστροφήν, οὔτε κοινῇ ὑπὸ τῶν τελῶν ἐξεπέμφθησαν, ἀλλ’ αὐτοὶ ὡρμημένοι οἱ ἐννέα οἰκιῶν γενόμενοι ἄρχοντες τὴν νῆσον κατεστρέψαντο, καὶ τὸ ἀπὸ τοῦδε ταύτῃ ὡς σφίσι τε αὐτοῖς καὶ τοῖς ἐν τῇ πόλει μετριώτατα διαιτώμενοι, κοινῇ τὴν πόλιν διῴκουν, ἐξωνησαμένων μετὰ ταῦτα καὶ τὰς τῆς πόλεως τε καὶ | |
15 | νήσου μοίρας τῶν ἀπὸ τῆς Ἰανύης ἀνδρῶν, μέγα δυναμένων ἐς πλοῦτον διὰ τὴν τῆς μαστίχης πρόσοδον· μόνη γὰρ δὴ αὕτη ἡ νῆσος τῶν ἐν τῷ Αἰγαίῳ φέρει καρπὸν τοῦτον ὡς πλεῖστον, καὶ ἐργαζομένη χρηματίζεται μεγάλως ἐν τούτῳ. διέχει δὲ ἔλαττον ταύτῃ ἀπὸ τῆς Ἀσίας, σταδίους ὡσεὶ πεντήκοντα μάλιστά πῃ. | |
20 | διοικεῖται δὲ ἡ πόλις αὕτη ὑπὸ τῶν ἐννέα ἀρχόντων, τήν τε νήσου ἀρχὴν τὰ πρῶτα κατασχόντων καὶ ὕστερον ἄλλων ἐξωνη‐ σαμένων αὐτὰ τὰ πάτρια τῶν ἐν τῇ πόλει ἀστῶν ἀπὸ τῶν | |
Ἑλλήνων βασιλέων. εὐνομήθη δὲ καὶ ἡ πόλις τῆς Χίου μάλιστα | 270 in vol. 2.2 | |
2.271 | δὴ πόλεων τῶν ἐν ταῖς νήσοις ταύταις, καὶ προσόδων ἱκανώτατα ἔσχεν ἡ πόλις, ὥστε ἐπὶ μέγα ὄλβου ἀφικέσθαι τοὺς τὴν πόλιν τήνδε διέποντας. Ἐστρατεύετο δὲ Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν Λέσβον | |
5 | δι’ αἰτίας τῶν πρότερόν μοι δεδηλωμένων, ἐπιφέρων τε τὸν τοῦ ἀδελφοῦ φόνον καὶ τιμωρῶν τῇ ἐκείνου ψυχῇ, μετὰ δὲ καὶ διὰ τὴν πρὸς τοὺς πειράτας ἑταιρίαν αὐτοῦ. ἐκομίζετο δὲ αὐτὸς μὲν πεζῇ ἐς τὴν Ἀσίαν διαβάς, τὸν δὲ στόλον αὐτοῦ διὰ θαλάσσης ἐκπέμψας, τριήρεις μὲν πέντε καὶ εἴκοσι, πλοῖα δὲ μικρὰ ἀμφὶ | |
10 | τὰ ἑκατόν. τοὺς δὲ τηλεβόλους διὰ θαλάσσης ἐκόμιζεν ἐς τὴν νῆσον, καὶ λίθους τούτων ἀμφὶ τοὺς δισχιλίους. τὴν μὲν οὖν παρασκευὴν τοῦ πολέμου ἐκέλευε διὰ θαλάσσης ἐκκομίζεσθαι ἐς τὴν νῆσον, αὐτὸς δὲ ἀφικόμενος ἔς τι πεδίον ἐπεραιοῦτο ἐς τὴν νῆσον. αὐτός τε καὶ οἱ τῶν θυρῶν ὄντες καὶ ἀπὸ τῆς | |
15 | Εὐρώπης ἀμφὶ τοὺς δισχιλίους. τὰ γάρ τοι στρατεύματα ὡς διῆκεν ἐπανιὼν ἀπὸ τῆς Δακίας, αὐτίκα ἐπῄει τε ἐς τὴν νῆσον καὶ ἀπέβησαν. ἐπέδραμον δὲ αὐτίκα καὶ ἐδῄωσαν τὴν νῆσον, καὶ ἀνδράποδα ὀλίγα ἀπενεγκάμενοι. μετὰ δὲ ταῦτα αὐτὸς βασι‐ λεὺς λόγους προσέφερε τῷ Λέσβου ἡγεμόνι, ἐπιπέμψας ἄγγελον | |
20 | καὶ κελεύων τήν τε πόλιν παραδιδόναι καὶ αὐτῷ διὰ ταῦτα ἐπιτραπῆναι χώραν ἱκανὴν ὑπὸ βασιλέως. ὁ δὲ ἀγνωμοσύνῃ τε διεχρῆτο, καὶ οὐ προσίετο τὰς σπονδὰς τοῦ βασιλέως. βασιλεὺς δὲ τοὺς τηλεβόλους ἱδρυσάμενος ἐς τὴν πόλιν αὐτὸς μὲν ἐς τὴν | |
ἤπειρον ἐκομίζετο, ἐποτρύνοντος τοῦ Μαχουμούτεω μὴ ἐνδιατρί‐ | 271 in vol. 2.2 | |
2.272 | βειν ἐν τῇ νήσῳ· Μαχουμούτης δὲ παραλαβὼν τὸν στρατὸν ἐπο‐ λιόρκει τὴν πόλιν, ἐς μοίρας διελόμενος τὸν στρατόν, καὶ τοῖς τε τηλεβόλοις τὸ τεῖχος ἔπαιεν ἐπὶ ἡμέρας εἴκοσι καὶ ἑπτά, καὶ κατέ‐ βαλλε μέγα μέρος τῆς πόλεως. ἔχων δὲ καὶ ὑπτίους τηλεβόλους | |
5 | ἔβαλλεν ἐς τὴν πόλιν, καὶ δὴ ἐθορύβει τοὺς ἐν τῇ πόλει. οἱ δὲ ἐν τῇ πόλει, ἐνόντων σφίσι καὶ πειρατῶν τινων αὐτοῦ, ἐπεξιόντες βραχὺ ἀπὸ τῆς πόλεως ἠμύνοντο, οὐ μέντοι γε, ὡς ἀγαθόν τι ἐξεργάζεσθαι· οἱ γὰρ Τοῦρκοι ἐρεθιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει προσῄεσαν ἐς τὸ τεῖχος, καὶ ἀνεθάρρουν ἐπιόντες καὶ | |
10 | ἐμάχοντο πρὸς τῷ τείχει. ὡς δὲ 〈οἱ〉 ἐν τῇ πόλει τῷ τε πλήθει ἐταλαιπωροῦντο καὶ ἐπιέζοντο τῇ ταλαιπωρίᾳ, προσέφερε λόγους τῷ βασιλεῖ ὁ τῆς νήσου ἡγεμών, ἐφ’ ᾧ παραδιδόναι τε τὴν πόλιν καὶ τἄλλα πολίσματα τὰ ἐν τῇ νήσῳ, αὐτῷ δὲ ὑπὸ βασι‐ λέως χώραν δωρηθῆναι ἴσην τῇ ἑαυτοῦ καὶ πρόσοδον, καὶ | |
15 | στρατεύεσθαι ἅμα τῷ βασιλεῖ. Μαχουμούτης μὲν οὖν τούς τε λόγους ἐδέχετο, καὶ ἔφασκεν, ὡς βασιλέα πέρα ἐπὶ τὴν ἤπειρον πέμπειν. ἐπεὶ δὲ ἀνηνέχθη ὡς βασιλέα, περὶ ὧν προΐσχετο ὁ τῆς Λέσβου ἡγεμών, ἐπεραιοῦτό τε ὁ βασιλεὺς καὶ ἐδέχετό τε τοὺς λόγους, ἕτοιμος εἶναι σπένδεσθαι. ἐφ’ οἷς προὐκαλεῖτο ὁ | |
20 | τῆς νήσου ἡγεμών. ὡς δὲ τὰ ὅρκια ἐγένετο ἀμφοῖν, ὑπεξεχώρει τε ὁ τῆς πόλεως ἡγεμὼν τῆς νήσου, καὶ ἀφικόμενος ἐς βασιλέα προσεκύνησέ τε ἅμα καὶ ἔφασκε τοιάδε· «ὦ βασιλεῦ, οἶσθα μέν, ὡς ἐξ ὅτου ἐς τὴν ἡγεμονίαν τῆς νήσου τῆσδε περιῆλθον, οὔτε τοὺς ὅρκους παρέβην πώποτε, καὶ ἀνδραπόδων ὑποδοχὴν ὡς | |
25 | οὐδέποτε εἰργασάμην, δῆλα ἂν γένοιτο ὑπὸ τῶν τῇδε τῆς Ἀσίας | |
ἐπιχωρίων, ὡς αὐτίκα ἁλισκόμενα ἀπεδίδοτο ὑπ’ ἐμοῦ. καὶ | 272 in vol. 2.2 | |
2.273 | σπουδὴν ἐποιούμην, ὅπου τῶν ὑμετέρων τινὶ ἀνδραπόδων περι‐ τύχοι τις, ἑλεῖν τε καὶ ἐς τὸν δεσπότην αὐτοῦ ἀπαγαγεῖν. τοὺς δὲ πειράτας ὑποδεχόμενος ἔπρασσον. ὅπως μὴ τὴν χώραν ληΐ‐ ζωνται καὶ δῃοῦντες λεηλατῶσιν. ἀφορμήν τε οὐδενὶ τούτων | |
5 | ἔγωγε παρειχόμην, ὥστε τὴν χώραν τὴν σὴν βλάπτειν ἐπιπλέον‐ τας. νῦν δὲ ἥκω παρὰ σὲ πόλιν μὲν τήνδε παραδιδοὺς καὶ νῆσον ξύμπασαν, αἰτοῦμαι δέ σοι, ὡς εὐνοίας τε ἔχοιμι περὶ τὰ σὰ πράγματα, οὕτω ἀμείβεσθαι βασιλέα ἡμᾶς.» ταῦτά τε ἔλεγε, καὶ τῶν δακρύων μεθίετο οὐκ ὀλίγα, φάσκων, ὡς ἀνοίᾳ | |
10 | τῶν ἀστῶν οὐκ ἀφίκοιτο τὴν ἀρχὴν αὐτίκα, ὅτε τἀγαθὰ ἐπηγ‐ γέλλετο αὐτῷ βασιλεύς. βασιλεὺς δὲ ἐπιμεμφόμενος αὐτῷ τὴν ἀγνωμοσύνην, οὐδ’ ὣς ἀτυχήσειν αὐτὸν ἔφασκεν ὁτουοῦν τῶν ἀγαθῶν, ἀλλ’ αὐτόν τε ἡσθήσεσθαι παραδόντα ἑαυτὸν τῷ βασι‐ λεῖ, καὶ ἢν εὐνοῇ τοῖς αὐτοῦ πράγμασιν, οὐκ ἀχθεσθήσεσθαί | |
15 | ποτε διὰ τοῦτο. ταῦτα λέγων τήν τε πόλιν παραλαβών, αὐτίκα ἐκέλευεν ἰόντα καὶ ἐς τὰς ἄλλας πόλεις κελεύειν παραδιδόναι τὰς ἀκροπόλεις. αὐτὸς μὲν οὖν σὺν τοῖς βασιλέως ὑπάρχοις περιιὼν παρεδίδου τὰς πόλεις τῷ βασιλεῖ. καὶ ἐγκαθίστη μὲν εἰς αὐτὰς φυλακὰς βασιλεύς, τὴν δὲ πόλιν Μιτυλήνην ἐς τρία | |
20 | διελόμενος τὸ μὲν αὐτοῦ ἐγκατέλιπεν, εἴ τι ἀχρεῖον ἦν τοῦ ὁμίλου, τὸ δὲ ἕτερον διενείματο τοῖς νεήλυσι, τὴν δὲ τρίτην μοῖραν κατῴκισεν ἐς Βυζάντιον, εἴ τι ἦν τῶν ἀστῶν ἄξιον λόγου καὶ εὔπορον. τοὺς δὲ πειράτας ἀπαγαγὼν κατέσφαξεν, ἐς τριακοσίους μάλιστα, ἐς χῶρον ἕνα τῶν προαστείων, τὰ | |
25 | σώματα δίχα ποιούμενος ἐς τὴν σφαγήν. τοῦτο γὰρ βιαιότερον | 273 in vol. 2.2 |
2.274 | ἐς τοὺς πολεμίους ἐξεύρητο τοῦ θανάτου εἶδος, τὸ σῶμα ἐς δύο τέμνειν. καταθέντες οὖν τὴν τομὴν ἐς τὸ διάφραγμα, ὅθεν ξυμβαίνει ἴσχειν ἐπὶ πολὺ τῆς τελευτῆς διὰ τοῦτο τὸν δια‐ φθειρόμενον. ἐγκαθίστη δὲ εἰς τὴν πόλιν ταύτην νεήλυδας ἀμφὶ | |
5 | τοὺς διακοσίους καὶ ἀζάπιδας ἐς τριακοσίους, καὶ ἄρχοντα αὐτῶν τοῦ Σαμλιάτεω παῖδα, ἄνδρα ἐπίσημον, οὗ τὸν πατέρα ἐν ταῖς βασιλέως θύραις ἀκούειν δικαιοσύνης ἄριστα ἐπυθό‐ μεθα, μάλιστα δὲ δικαστὴν τῶν ἐν ταῖς βασιλέως θύραις καθισταμένων, καὶ δίκας δικάσαντα ἄριστα πάντων δὴ ὧν | |
10 | ἡμεῖς ἴσμεν καὶ ἐξευρόντα, οἵα δὴ ἀποβαίνειν ἔμελλεν ἡ δίκη ἐς τοὺς δικαζομένους. τὸν δὲ Λέσβου ἡγεμόνα ἐνεγκάμενος ἀπὸ τῆς πόλεως σύμπαντας ἐκέλευε κομίζεσθαι ἐς Βυζάντιον. ἐξε‐ λόμενος δέ οἱ καὶ τῶν ἀρίστων τῆς Λέσβου παῖδάς τε καὶ θυγατέρας ἀμφὶ τοὺς ὀκτακοσίους, αὐτὸς ἀπήλαυνεν ἐπ’ οἴκου, | |
15 | καὶ τάς τε τριήρεις διῆκεν ἀπιέναι, ἐγκαταλιπὼν πλοῖα μικρὰ αὐτοῦ που ἐν τῇ νήσῳ. τὴν μὲν οὖν ἀδελφὴν τοῦ ἡγεμόνος, καὶ πρότερον ἁλοῦσαν ὑπὸ βασιλέως ἐν Κολχίδι, γυναῖκα οὖσαν βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ τῆς Τραπεζοῦντος, ἐσηγάγετο μέχρι τινὸς ἐς τὴν γυναικωνῖτιν, πολλῶν δὴ καλλίστην καὶ | |
20 | ὡραίαν λεγομένην εἶναι, προαποθανόντος τοῦ ἀνδρὸς αὐτῆς ἐν Τραπεζοῦντι, καὶ αὐτῆς γενομένης καὶ οὔσης χήρας μεθ’ ἑνὸς παιδὸς καὶ μόνου. τὸν δὲ παῖδα τοῦτον, ὅτε εἷλε τὴν Τραπε‐ ζοῦντα, εἰσενεγκάμενος καὶ αὐτὸν ὁ βασιλεὺς ἐν θεραπείᾳ τε | |
εἶχε μάλιστα δὴ παίδων τῶν ἐν ταῖς βασιλέως θύραις, μετά | 274 in vol. 2.2 | |
2.275 | γε τὸν ἀπὸ Βυζαντίου παῖδα Ἀμουράτεω ἀδελφόν. τὴν μὲν οὖν θυγατέρα βασιλέως Τραπεζοῦντος, Ἄνναν λεγομένην καὶ Χρι‐ στιανήν, φυλαχθεῖσαν ὁρισμῷ τοῦ κρατοῦντος, ἡρμόσατο Ζαγάνῳ τῷ Μακεδονίας τῆς κάτω ὑπάρχῳ γενομένῳ, ἐξ ὅτου τὴν Πελο‐ | |
5 | πόννησον αὐτὸν ἀφελόμενος ἐπέτρεπεν Ἀλβάνεω παιδί, τῷ Ἰυῶν λεγομένῳ, εἰ καὶ ὕστερον ἐχωρίσατο ταύτην ὁ κρατῶν ἀπ’ αὐτοῦ, ἀναγκάζοντι ταύτην γενέσθαι ἐς τὴν θρησκείαν αὐτοῦ. Τὸν μὲν οὖν ἡγεμόνα τῆς Λέσβου οὐ πολλῷ ὕστερον αἰτια‐ σάμενος συνέλαβέ τε καὶ καθεῖρξεν ἔχων ἐν φυλακῇ, ὡς μὲν | |
10 | ἐγὼ ἐπυθόμην, ὡς οὐκ ἐν γνώμῃ γεγονότα τῷ βασιλεῖ τὸν ἡγεμόνα τοῦτον, καὶ πρότερον ἀχθομένῳ αὐτῷ ἐπὶ πολλοῖς ἀεικέσι τε καὶ ἀνηκέστοις ἔργοις πρὸς τὸν βασιλέως οἶκον. ὡς δὲ ὑπ’ ἄλλων λέγεται, παῖδα διαφυγόντα τὰς βασιλέως θύρας ἀφικέσθαι ἐπὶ τὸν Λέσβου τοῦτον ἡγεμόνα, καὶ μεταβαλόντα | |
15 | ἐς τὴν θρησκείαν τοῦ Ἰησοῦ γενέσθαι παιδικὰ αὐτοῦ. ὡς δὲ ἡ Λέσβος ἑάλω καὶ ἐς Βυζάντιον ἐγένετο, ἐπελέληστό τε τοῦ παιδὸς ὁ ἡγεμών, καὶ 〈ἐν〉 δώροις πέμψας ὡς βασιλέα, ἐπέγνω‐ κάν τε οἱ παῖδες καὶ ἐξεῖπον τῷ βασιλεῖ. καὶ τὸν μὲν παῖδα κατέσχε καὶ τὸν ἡγεμόνα συνέλαβέ τε καὶ ἐν δεσμοῖς ἐποιήσατο | |
20 | ἅμα τῷ ἀνεψιῷ Λουκίῳ, τῷ τῆς Αἴνου τυράννῳ παιδὶ γενομένῳ, καὶ συγκατεργασαμένῳ τῷ ἡγεμόνι τὸν τοῦ ἀδελφοῦ φόνον καὶ τὴν ἡγεμονίαν ἅμα. οὐ πολὺ μέντοι ὕστερον ξυνέβη καὶ τόδε | |
αὐτοῖς. ὡς γὰρ ἐν ἀπόρῳ καθειστήκεσαν ἄμφω, οὐκ εἰδότες, ὅπῃ | 275 in vol. 2.2 | |
2.276 | ἀπαλλαγὴν εὕρωνται τῆς εἱρκτῆς, ἀνήνεγκαν, ὡς ἐς τὰ πάτρια τὰ Τούρκων ἰέναι ἀμφότεροι προθυμοῦνται. καὶ αὐτὸς μὲν βασιλεὺς ἐσθῆτί τε ἐδωρήσατο καὶ τιάρᾳ, καὶ περιτεμόμενος ἐλευθέρους ἀφῆκεν ἐπὶ ἡμέρας οὐ πολλάς, μετὰ δὲ ταῦτα αὐτίκα αὖθις | |
5 | ἐς εἱρκτὴν ποιησάμενος κατέσχεν, ἐς ὃ δὴ ἀπαγαγὼν κατέσφαξε. Τὸν μὲν οὖν ἐνιαυτὸν τοῦτον δὶς αὐτὸς ἐκστρατευσάμενος ὁ βασιλεὺς τὴν μὲν ἐπὶ Δᾶκας ἔλευσιν ἐποιήσατο, τὴν δὲ ἐπὶ Λέσβον. καὶ ἐτελεύτα αὐτῷ ἐς τὸν χειμῶνα τοῦτον ἡ ἐπ’ οἴκου ἀνακομιδή. καὶ τὸν μὲν χειμῶνα ἐν Βυζαντίῳ διατρίβων ναυτικόν | |
10 | τε ἐξηρτύετο, καὶ ἐς τὸν Εὔξεινον πόντον ἐναυπηγεῖτο τριήρεις ἀμφὶ τὰς τριάκοντα, καὶ οἰκοδομῶν ναούς τε καὶ βασίλεια ἐπενόει τὴν Βυζαντίου πόλιν αὐτῷ εἰς τὰ ναυτικὰ εὐπορίαν παρέξεσθαι, ὥστε ἄξιον λόγου ναυτικὸν ἐς τὴν θάλασσαν ἐξαρ‐ τύεσθαι· τῇ γὰρ θαλάσσῃ λογιζόμενος εὕρισκεν, ὡς εἰ ἐπικρατή‐ | |
15 | σει, ῥᾷον αὐτῷ παραχωρήσειν καὶ τὰ τῶν πολεμίων. ἐδείματο δὲ καὶ ἄλλῃ ἄξια λόγου, μετὰ τὴν ἐν Προποντίδι Λαιμοκοπίην, τήν τε ἐν Βυζαντίῳ ἀκρόπολιν ἀξίως λόγου, ἐς τὰς χρυσέας καλουμένας πύλας, πύργους τε μεγίστους καὶ ἀξιοθεάτους, καὶ τὰ ἐντὸς βασίλεια, καὶ τὴν ἐπὶ τῶν Σκοπίων γέφυραν ἐπ’ Ἀξιῷ | |
20 | ποταμῷ καὶ βασίλεια ἐν Ἀδριανουπόλει, πέραν τοῦ Τεάρου, ᾗ δὴ ἐς τὸν Ἕβρον ἐκδιδοῖ· καὶ πολίχνην μὲν ἐν τῇ Ἀσίᾳ περὶ Μάδυτον, ᾗ δὴ στενώτατον τοῦ Ἑλλησπόντου ἐσπλέοντι, καὶ ἐν τῇ Εὐρώπῃ πολίχνην ἑτέραν ἀπέναντι τῆς ἐν Ἀσίᾳ πολίχνης, | |
ὥστε ἐχυροῦν μὲν αὐτῷ τὴν Βυζαντίου πόλιν καὶ τὸν Εὔξεινον | 276 in vol. 2.2 | |
2.277 | πόντον, κρατύνειν δὲ καὶ τὰς ἐν τῷ Ἑλλησπόντῳ πόλεις αὐτῷ, ναυτικὸν παρεχομένας οὐ σμικρόν. ταῦτα δειμάμενος κατὰ τὴν Εὐρώπην καὶ Ἀσίαν τηλεβόλους καθίστη ἐς ἄμφω τὰ πολίχνια τῶν μεγίστων ἀμφὶ τοὺς τριάκοντα καὶ ἑτέρους οὐκ ὀλίγους. | |
5 | ναύσταθμον δὲ τὸν ταύτῃ αὐτοῦ χῶρον ποιησάμενοι οὐδενὶ ἐπιτρέπουσι παριέναι ἔσω ἐς τὸν Ἑλλήσποντον, ἂν μὴ τῷ ταύτῃ ὑπάρχῳ ἀποβαίνοντες ἐπιφαίνωνται οἱ πλέοντες ἔσω. Ταῦτα μὲν αὐτῷ ἐπεποίητο, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸν πρὸς Οὐενετούς οἱ ἐσόμενον πόλεμον, ὃν πρὸ πολλοῦ παρασκευαζόμενος | |
10 | ἐπετήρει, ὅπως ἀσφαλέστατα αὐτῷ τὸν πόλεμον ποιήσαιτο. ἀλλὰ ταῦτα μὲν οὔπω ἐν τέλει ἦν παρεσκευασμένα, ὅτε τὸν πρὸς Οὐενετοὺς ἀράμενος πόλεμον ἐπολέμει· τότε δὲ ἐπιγιγνομένου τοῦ θέρους ἐστρατεύετο ἐπὶ Ἰλλυριοὺς καὶ Ἰλλυριῶν βασι‐ λέα. τὸ μὲν οὖν γένος τοῦτο Ἰλλυριῶν παλαιόν τε καὶ ἐς τὸν | |
15 | Ἰόνιον ᾠκημένον, εὐδοκιμῆσαί τε πολλαχῇ ἀπομνημονεύεται. καλοῦνται δὲ οὗτοι τὰ νῦν Βόσνοι. ἀλλ’ οἱ μὲν Δαλμάται καὶ Μυσοὶ ἅμα καὶ Τριβαλλοὶ καὶ πρός γε ἔτι Σαρμάται τούτοις τὴν αὐτὴν ἵενται τὴν φωνὴν καὶ τῷ παντὶ παραπλησίαν, ὡς μὴ χαλεπῶς συνιέναι ἀλλήλων αὐτούς. εἰκὸς δὲ οἴεσθαι τούτους | |
20 | μᾶλλον ὡρμημένους ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον χώρας, γένος τε ὂν μέγα καὶ πολλαχῇ ἐνευδοκιμοῦν, τήν τε Θρᾴκην ὑπάγεσθαι σφίσιν αὐτοῖς, καὶ τὸν Ἴστρον διαβάντας τὴν τῆς Σαρματίας χώραν οἰκῆσαι, ἤ, ὡς ἔνιοι οἴονται, ὑπὸ Σκυθῶν διωκομένους διαβῆναί τε ἐς τὴν ἐπὶ τάδε τοῦ Ἴστρου χώραν, καὶ καταστρε‐ | |
25 | ψαμένους τὴν ταύτῃ Θρᾴκην, ἔστε ἐπὶ μυχὸν τοῦ κόλπου ἀφικο‐ | 277 in vol. 2.2 |
2.278 | μένους, ἐνοικῆσαι. θαυμάζω δέ, εἰ τοὺς Ἰλλυριοὺς ἀποφαινόμενος Ἀλβανοὺς τεκμαίροιτό τις, συμβαλλόμενος, ὡς Ἰλλυριοὶ οἱ πρὸς τῷ μυχῷ τοῦ Ἰονίου ἐχώρησαν ἐπὶ τὴν Ἤπειρόν τε καὶ Αἰτω‐ λίαν καὶ Θετταλίας χώραν. ἀλλ’ ὅτι μὲν ἀπὸ Ἐπιδάμνου μέχρι | |
5 | τοῦ Καρνερίου καλουμένου κόλπου ἅπας ὁ χῶρος οὗτος διατεί‐ νων ἐπὶ σταδίους μάλιστά πῃ τρισχιλίους, γένος τε ἓν ἐνοικεῖ, καὶ τῇ αὐτῇ φωνῇ διαχρώμενον, καὶ ἐπὶ μεσόγαιαν παρῆκον ἄχρι τοῦ Ἴστρου, παραμεῖβόν τε τὴν τοῦ Σανδάλεω χώραν, καὶ τοῦ ταύτῃ βασιλέως ἐχομένων αὐτίκα τῶν Τριβαλλῶν τε ἅμα | |
10 | καὶ Μυσῶν. μάλιστα δὲ συμβαλλόμενος ἔχων ἀποφαίνεσθαι διὰ τὸ ἐπὶ μέγα τὸ Ἰλλυρικὸν γένος χωρῆσαι δυνάμεως, καὶ ἐπὶ πολλὰ ταύτῃ σκεδασθῆναι ἀνὰ τὴν Θρᾴκην, Ἰλλυριοὺς μᾶλλον τὸ γένος τοῦτο εἶναι ἢ Ἀλβανούς. συντίθεμαι δὲ καὶ ἐκείνοις ἔγωγε, οἳ φάσκουσι τὸ Ἰλλυρικὸν γένος ἴσχειν αὐτῷ τὴν ἐπω‐ | |
15 | νυμίαν ἀπὸ τῆς χώρας, διακεκρίσθαι μέντοι ὕπαρχον, ἄλλοτε ἄλλην φωνὴν ἀφιέμενον, ὥστε πολλὰ γένη αὐτοῦ καὶ σφίσι διενηνοχότα πάμπαν ἐς τὴν φωνήν, λαχεῖν τοὔνομα τοῦτο Ἰλλυ‐ ριοὺς καλουμένους. ἀλλὰ ταῦτα μὲν οὕτω μοι ἐς τοσοῦτον ἀναγεγράφθω· εἰ δὲ μὴ τοὔνομα αὐτὸ ἐς γένος τοῦτο ὀρθῶς | |
20 | εἴρηται, διὰ δὲ τὴν χώραν, ἣν ἐνοικοῦν, φαίνεται τὴν Ἰλλυριῶν, ἄξιόν ἐστι φέρεσθαί οἱ τοὔνομα τοῦτο, καὶ μὴ νέμεσις εἴη οὕτω φρονοῦντι περὶ αὐτῶν. Ἀλβανοὺς γὰρ ἔγωγε μᾶλλόν τε τοῖς Μακεδόσι προστίθεσθαι ἂν λέγοιμι, ἢ ἄλλῳ τινὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· οὐδενί τε γὰρ συμφέρονται, ὅτι μὴ τὸ | |
25 | Μακεδόνων γένος. ἀλλὰ τούτων μὲν πέρι ἅλις ἔστω ταῦτα | |
εἰρημένα, καλείσθωσαν δέ μοι τῷ ὀνόματι τούτῳ, Ἰλλυριοί, | 278 in vol. 2.2 | |
2.279 | οἱ περὶ τὸν Ἰόνιον οἰκοῦντες ἄχρις ἄκρας Ἰστρίας καλουμένης πρὸς τῷ μυχῷ τοῦ κόλπου, ἀνεχούσης ταύτῃ ἐς τὸ πέλαγος, καὶ οἱ περὶ τὴν ταύτῃ μεσόγαιον οἰκοῦντες Ἰλλυριοί. Ἐπὶ τούτων δὲ τὸν βασιλέα ἐστρατεύετο βασιλεὺς Μεχμέτης, | |
5 | ὅτι τὸν φόρον αὐτοῦ, ὡς ἐπ’ αὐτὸν ἀφίκετο βασιλέα κῆρυξ κελεύων τόν τε φόρον ἀπάγειν ὅτι τάχιστα ἐς τὰς βασιλέως θύρας καὶ μὴ διαμέλλειν, συναγείρας τὸν φόρον, πέντε ὄντα μυριάδας στατήρων, καὶ ἐπιδείξας τῷ βασιλέως κήρυκι, ὡς ἕτοιμος μὲν εἴη ὁ φόρος καὶ ὡς παρεσκεύαστο, οὐ μέντοι γε προθυμεῖται ἐπιπέμποντα τῷ | |
10 | βασιλεῖ τὰ χρήματα στέρεσθαι τούτων αὐτόν, οὐδὲ οἱ καλῶς ἔχειν, ἀλλὰ σὺν τούτοις καὶ ἢν πολεμεῖν δέῃ [πολεμεῖν] τῷ βασιλεῖ πόλεμον ἐπαράμενον, ἄμεινον ἂν παρασκευάζοιτο ἐς τὸν πόλεμον, καὶ ἢν δέῃ ἀπαίροντα ἄλλην τινὰ στέλλεσθαι χώραν, ταῦτα ἔχοντα τὰ χρήματα ἄμεινον πράξειν. τὸν μὲν οὖν κήρυκα λέγεται ἐπει‐ | |
15 | πεῖν ἀκούσαντα τοὺς λόγους τούτους· «ὦ βασιλεῦ τῆσδε τῆς χώρας, ἀλλὰ ταῦτα μὲν τὰ χρήματα καλῶς ἔχει παρά σοι εἶναι μὴ τὰς σπονδὰς παραβαίνοντι. ἢν δὲ διὰ ταῦτα παραβαί‐ νων οἴει ἄμεινον πράξειν, δέδοικα, μὴ χεῖρόν σοι γένοιτο διὰ ταῦτα. σὺν γὰρ θεῷ καὶ ταῦτα ἔχειν τὰ χρήματα πολὺ ἄμεινον, | |
20 | καὶ σὺν τῷ θεῷ αὖ τούτων στέρεσθαι ἄμεινον, ἢ ὑβρίζοντα ἐς ἐκεῖνον πολλαπλάσια τούτων κεκτῆσθαι.» ταῦτα ὁ κῆρυξ εἰπὼν ἀπήλαυνε παρὰ βασιλέα, καὶ ἀπαγγείλας τοῦ Ἰλλυριοῦ τὸν λόγον ἐπῆρε βασιλέα στρατεύεσθαι ἐπ’ ἀμφοτέρους. ἦν δ’ αὐτῷ τηνικαῦτα ἔλασις ἐπὶ τὸν Δακίας ἡγεμόνα, ἐξυβρίσαντα μεγάλως | |
25 | ἐς τὸν τοῦ βασιλέως οἶκον καὶ ἀνελόντα τοὺς πρέσβεις. ἀλλὰ | 279 in vol. 2.2 |
2.280 | τότε μὲν ἐλαύνοντι ἐπὶ Δᾶκας οὐκ ἐξεγένετο τίσασθαι βασιλέα Ἰλλυριῶν. τῷ δ’ ἐνιαυτῷ τούτῳ, ὡς παρῆν αὐτῷ τὰ στρατεύματα ἐς τὴν Ἀδριανούπολιν ἀπό τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης, ἦρος ἐπιγενομένου ἐξήλαυνεν ἐπὶ Ἰλλυριούς, ἐν νῷ ἔχων ἐσβα‐ | |
5 | λεῖν καὶ ἐς τὴν Σανδάλεω χώραν. τὸν δὲ βασιλέα τοῦτον παῖδα ὄντα νόθον τοῦ πρότερον βασιλέως Ἰλλυριῶν, καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ διηνεγμένον ὡρμημένους ἐπὶ τὴν τῆς χώρας ἡγεμονίαν, καὶ διαπρεσβευόμενον ὡς βασιλέα, ἐπετρά‐ ποντο αὐτῷ διαιτητῇ, ἀπέδειξέ τε τοῦτον βασιλέα τῆς χώρας, | |
10 | καὶ Ἰσαάκῃ τῷ Σκοπίων ὑπάρχῳ ὁμοροῦντί τε ἐς τὴν τῶν Ἰλλυριῶν χώραν, ὅπως αὐτῷ τιμωρῶν συνεπιλάβοιτο ἐς τὴν ἡγεμονίαν. καὶ στρατὸν αὐτῷ παρεχόμενος ἐπὶ τοὺς ἀδελφοὺς τήν τε χώραν ἐδῄου καὶ ἠνδραποδίζετο, καὶ αὐτὸν ἐς τὴν βασι‐ λείαν καταστησάμενος ἐπολέμει τοῖς ἀδελφοῖς ἅμα τῷδε τῷ | |
15 | Ἰλλυριῶν βασιλεῖ. καὶ πλεῖστα δὲ ταύτης τῆς χώρας ἀνδράποδα ἀγόμενοι οἱ Τούρκων ταύτην ὅμορον οἰκοῦντες τὴν χώραν. πασῶν δὲ τῶν πόλεων ἀρχῶν, ὧν ἡμεῖς ἴσμεν, ἀνδράποδα ἔστε τὴν Εὐρώπην καὶ ἐς τὴν Ἀσίαν ληϊσάμενοι διεβίβαζον. καὶ ἐξ ὅτου τὴν Σκοπίων ᾤκισε πόλιν, καὶ Ἰησοῦς ὁ Ἰσαάκεω παῖς ἐπιτρο‐ | |
20 | πεύων ὑπὸ βασιλέως ταύτην τὴν πόλιν, ὡς πλεῖστα, ὧν ἡμεῖς ἴσμεν, διὰ πολλοῦ χρόνου ἐληΐζετο τὴν Ἰλλυριῶν χώραν, καὶ ἀποφέρεσθαι ἀνδράποδα, ὅσα μὴ ἄν ποτε ἐλπίσαι ἐνεγκεῖν τὴν χώραν ἐκείνην. πυνθάνομαι δὲ τὴν χώραν διήκειν ἀπὸ τῆς Τριβαλλῶν χώρας καὶ Δοροβίκης ποταμοῦ ἐς τὴν Σανδάλεω | |
25 | χώραν καὶ ἐπὶ τὸν Ἰόνιον κόλπον, σταδίους ἐς ὀκτακοσίους τὸ | 280 in vol. 2.2 |
2.281 | μῆκος, τὸ δὲ πλάτος ἐπὶ δισχιλίους μάλιστά πῃ σταδίους παρή‐ κειν τὴν χώραν ἐς τοὺς Παίονας καὶ ἐς Τριβαλλούς. καὶ ἀπὸ μὲν τῶν Τριβαλλῶν ἔχεται αὐτίκα ἡ χώρα τοῦ Ἰσαάκεω· μετὰ δὲ ἡ τοῦ Παύλου χώρα καὶ αἱ πόλεις παρατείνουσαι ἐς αὐτὴν | |
5 | τῶν Ἰλλυριῶν βασιλέως χώραν. ἐπολέμουν μὲν οὗτοι καὶ πρό‐ τερον τῷ βασιλεῖ, ὁτὲ μὲν ἐς τοὺς Τριβαλλούς, ὁτὲ δὲ καὶ ἐς τοὺς Παίονας ταλαντευόμενοι, καὶ ἐπαγόμενοι τοὺς Τούρκους ἐληΐζοντο τὴν Ἰλλυριῶν ὅμορον χώραν. καὶ πρὸς τοὺς Τριβαλ‐ λοὺς ἐπολέμουν, καὶ ὁ τῶν Τριβαλλῶν ἡγεμὼν ἐκστρατευόμενος | |
10 | ἐπολιόρκει τὰς πόλεις, μετὰ δὲ ταῦτα σπεισάμενος εἰρήνην ἄγειν ἐς τούτους. καὶ Σανδάλης μὲν τούτοις καὶ πρότερον ἐπολέ‐ μει, καὶ ἐπαγόμενος στρατὸν τοῦ βασιλέως ἐληΐζετο τὴν χώραν ἐκείνων. ὥστε μόνοι δὴ οὗτοι ἀλλήλους φέροντες, καὶ ἐπαγόμενοι στρατὸν ἐπήλυδα τοῦ βασιλέως, μεγάλως δὴ ἔβλαπτον αὑτῶν | |
15 | τὴν χώραν, ἀνδραπόδων ὡς πλείστων ὑπὸ τῶν στρατῶν ἀπαγο‐ μένων ἑκάστοτε, καὶ φθειρομένης τῆς χώρας ἐς τὰ μάλιστα. τότε μὲν οὖν καὶ ὁ Ἰσαάκης καὶ ὁ Παῦλος συνθέμενοι συμ‐ μαχίαν τῷ Ἰλλυριῶν βασιλεῖ, διενοοῦντο καὶ αὐτοὶ πόλεμον ἀνελέσθαι τῷ βασιλεῖ, ἤν τι ἀπὸ Παιόνων καταλαμβάνῃ τοὺς | |
20 | Τούρκους. Βασιλεὺς δὲ ὡς ἤλαυνε, διέβη μὲν τὸν Δοροβίκην ποταμόν, ὃς τήν τε Τριβαλλῶν καὶ Ἰλλυριῶν χώραν διείργει, διαβὰς δὲ ἐπὶ Ἰλλυρισὸν ποταμὸν ναυσίπορον ὄντα διέβη. ὁ δὲ πεζὸς στρα‐ | |
τὸς ναυσίν, ἃς αὐτοῦ ναυπηγεῖσθαι ἐκέλευε. τοὺς δὲ ἵππους | 281 in vol. 2.2 | |
2.282 | ἀφῆκεν ἐς τὸν ποταμὸν διαβῆναι τὰ στρατεύματα. ἐγένετο δὲ ὁ στρατὸς οὗτος τοῦ βασιλέως ἐς πεντεκαίδεκα μυριάδας ἱππέων. ὁ γὰρ δὴ στρατὸς οὗτος πλὴν τῶν νεηλύδων, καὶ ἀζαπίδων, οἳ αὐτῷ παραγίγνονται ἐς τὸν πόλεμον πεζοὶ ὄντες, καὶ ὅσοι | |
5 | ὑπουργῆσαι αὐτῷ τὰ ἐς χρείαν παρείη ἀχρεῖος ὅμιλος, ὁ λοιπὸς τοῦ βασιλέως στρατὸς ἱππεύει, μάλιστα δ’ ἀνθρώπων, ὧν ἡμεῖς ἴσμεν. ἄγονται δὲ καὶ ὑποζύγια πολλαπλάσια, ὡς καὶ πρότερόν μοι δεδήλωται. ὡς δὲ τὸν Ἰλλυρισὸν διαβὰς ἐσέβαλεν ἐς τὴν χώραν, πρῶτον μὲν [ἐπὶ] Βοβοβίκην πόλιν ἐπὶ τῇ ἐσβολῇ | |
10 | καταστᾶσαν ἐπολιόρκει. ἡ δὲ πόλις αὕτη ᾤκηται ἐρυμνὴ οὖσα ἐπὶ ὑψηλοῦ ὄρους. τηλεβόλοις δεδιττόμενος τοὺς ἐν τῇ πόλει ὑπτίοις τε καὶ τοῖς ἴσοις, παρεστήσατο τὴν πόλιν. καὶ τὸ μὲν αὐτοῦ κατέλιπε, τὸ δὲ δωρησάμενος Τούρκων τοὺς ἀρίστους, τὸ τρίτον ἀπέπεμψεν ἐς Βυζάντιον. ἀπὸ δὲ Βοβοβίκης αὐτίκα | |
15 | ἐκέλευε Μαχουμούτην, ἐπιλεξάμενον τοὺς τῆς Εὐρώπης ἀρίστους προϊέναι ἐς τὸν χῶρον, ἐς ὃν ἂν πυνθάνοιτο τὸν Ἰλλυριῶν βασιλέα διατρίβειν, πρὶν δὴ τὰ βασίλεια ὑφ’ αὑτὸν ποιήσασθαι. οὗτος μὲν οὖν λαβὼν τούτους ἤλαυνε κατὰ κράτος ἀναβῆναι διὰ τοῦ ποταμοῦ. ἐλθὼν δὲ ἐς Γαΐτιαν καὶ πυθόμενος, ὡς | |
20 | βασιλεὺς προΐοι, διαβὰς τὸν ποταμόν, ἐπὶ Κλιτίην πόλιν οὐδὲν ἐπισχὼν δρόμῳ ἀνέβη, ᾗ τὸν ποταμὸν εὗρεν ἐς τρία γενόμενον, καὶ διαβὰς ἀφίκετο ἐπὶ Κλιτίην δευτεραῖος. βασιλεὺς δὲ ἄρας | |
ἐντεῦθεν ἀφίκετο ἐπὶ Γαΐτιαν, τὰ Ἰλλυριῶν βασίλεια. καὶ ὡς | 282 in vol. 2.2 | |
2.283 | ἐπέλασεν, αὐτίκα ἥ τε πόλις προσεχώρησε καθ’ ὁμολογίαν· ὡς γὰρ Βοβοβίκην ἐπύθοντο ἁλῶναι ὑπὸ βασιλέως, πασῶν δὴ ὀχυρωτάτην, αὐτίκα αἱ λοιπαὶ πόλεις καθίσταντο ἐς φόβον καὶ ὥρμηντο αὐτός τις ἕκαστος φθῆναι, βουλόμενος βασιλεῖ χαρί‐ | |
5 | ζεσθαι προσχωρῶν. οἱ μὲν οὖν ἐν Γαϊτίᾳ, ὡς βασιλεὺς ἀγχοῦ ἐπέλασε, τοὺς προεστῶτας ἡ πόλις πέμψασα 〈ὡσ〉 βασιλέα παρεδίδου τε σφᾶς, καὶ ἠξίουν πολιτεύεσθαι κατὰ τὰ πάτρια. καὶ συνεχώρει μὲν αὐτοῖς, ἅττα ἠξίουν σφίσι συγχωρηθῆναι ὑπὸ βασιλέως· μετὰ δέ, ὡς τὴν ἀκρόπολιν παραλαβών, φρου‐ | |
10 | ρὰν ἔφαινεν ἐν αὐτῇ, παῖδάς τε τῶν ἀρίστων ἐπιλεξάμενος ἑαυτῷ τε καὶ περιεξελόμενος καί τινας τοῖς ἀμφ’ αὑτὸν διέ‐ νειμε. ταύτην μὲν οὖν τὴν πόλιν ὡς αὐτίκα παρέλαβεν, ἐκέ‐ λευσε Μαχουμούτην τὸν τῶν θυρῶν ἡγεμόνα, ἀναλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, ἐλαύνειν ὅτι τάχιστα ἐπὶ τὸν βασιλέα | |
15 | τῶν Ἰλλυριῶν· ἐπυνθάνετο γὰρ ἐν τῇ πόλει, τῆς Γαϊτίας ἀπε‐ χούσῃ ἡμερῶν πέντε ὁδόν, διατρίβειν καραδοκοῦντα, ᾗ ἐκχωρή‐ σει τὰ Ἰλλυριῶν πράγματα. ἡ δὲ πόλις αὕτη, ἐν ᾗ ἔμενε βασιλεύς, καλεῖται Κλιτίη, καὶ ἀδελφοῦ αὐτοῦ παῖδα ἀμφὶ τὰ τρισκαίδεκα ἔτη γεγονότα διατρίβειν ἐπηγγέλλετο Μαχουμούτῃ. | |
20 | λαβὼν μὲν οὖν τὸν τῆς Εὐρώπης στρατὸν δευτεραῖος ἀφικνεῖται ἐπὶ τὸν ποταμὸν 〈Σάνναν〉 τοὔνομα, ναυσίπορον, ᾧ δὴ μάλιστα θαρρῶν Ἰλλυριῶν βασιλεὺς ναυσιπόρῳ τε ὄντι, καὶ μεγάλων νεῶν τε οὐκ ἐνουσῶν τῷ ποταμῷ, οὐκ ἄν ποτε ᾤετο διαβάντας | |
τὸν ποταμὸν ἐλάσαι ἐπ’ αὐτόν. ὡς δὲ ἐνταῦθα ἐπέλασεν ὁ στρα‐ | 283 in vol. 2.2 | |
2.284 | τὸς ἐς τὸν ποταμόν, ἐνταῦθα ἐπισπεύδων Μαχουμούτης τοὺς τοῦ στρατοπέδου ἀρίστους, ὥστε διαβάντας τὸν ποταμὸν ἔργον μέγα ἐργάσασθαι βασιλεῖ, συλλαβόντας Ἰλλυριῶν βασιλέα, ἔλεγε τοι‐ άδε· «ἄνδρες Τοῦρκοι, νῦν τις ὑμῶν ἕκαστος αὐτῶν φανήτω | |
5 | ἀνὴρ ἀγαθός, ποταμὸν τόνδε πεζῇ διαβάς· οὐ γὰρ μελήσει αὐτῷ τινι πρώτῳ διαβάντι μὴ μέγα τι ἀποίσεσθαι παρὰ βασι‐ λέως.» ταῦτα εἰπόντος ἐπειρῶντο διαβαίνειν οἱ τοῦ βασιλέως. ἐνταῦθα δὴ πρῶτος λέγεται Ὀμάρης ὁ Τουραχάνεω παῖς, Θετ‐ ταλίας ὕπαρχος, σὺν τοῖς ἀμφ’ αὑτὸν ἐλαύνοντες εἰσέπεσον ἐς | |
10 | τὸν ποταμόν, καὶ βραχύ τι διανηχόμενοι διέβαινον, καὶ ὁ λοιπὸς ἅμα στρατὸς αὐτίκα διέβαινε. διαβάντες δὲ αὐτίκα ἐπέδραμον χώραν, ὥστε τὸν Ἰλλυριῶν βασιλέα δείσαντα, μὴ ἐς φυγὴν τραπόμενον ἐπεισπεσόντες οἱ ἱπποδρόμοι καταλάβωσι, καὶ ἐπὶ κίν‐ δυνον ἔλθωσιν. εἰ δὲ αὐτῷ μὴ ληφθείη, οἰχόμενος ἀνασώζεται ἐς | |
15 | πόλιν αὐτοῦ τινα, ᾗ ὄνομα Κλιτίη. καταφυγὼν δὲ πολιορκεῖται ὑπὸ Μαχουμούτεω. ἡ δὲ πόλις ᾤκηται μὲν ἐν χωρίῳ τινὶ ἑλώδει. καὶ ἕλη παρ’ αὐτὴν μεγάλα, διὰ πολλοῦ διατείνοντα, ἐχυρὰν ποιεῖ καὶ οὐ βάσιμον. τότε δὲ ὑπὸ καύματος ἀποξηρούμενόν τε ἦν τὸ χωρίον ἅπαν. καὶ ἐπελάσας ὁ στρατὸς ἐπολιόρκει τὴν πόλιν, καὶ | |
20 | κάλαμον, ὃς ἄφθονος ἦν παρὰ τὴν πόλιν, ἐπιπίπτοντες διεφό‐ ρουν ἐς τὴν τάφρον, ὡς πῦρ ἐνήσοντες ἐς τὸν κάλαμον καὶ διὰ τοῦ πυρὸς αἱρήσοντές τε τοὺς ἐν τῇ πόλει, βίᾳ ἄκοντας ἐς ὁμολογίαν παραστησόμενοι. ταῦτα μὲν εἰσορῶντες οἱ τοῦ Ἰλλυ‐ ριοῦ στρατιῶται καὶ οἱ τῆς πόλεως, καὶ οἰόμενοι, μὴ ἂν δυνή‐ | |
25 | σεσθαι ἐπὶ πολὺ ἀντέχειν πολιορκούμενοι, προσέφερον λόγους | 284 in vol. 2.2 |
2.285 | τῷ Μαχουμούτῃ ὡς σφᾶς τε αὐτοὺς παραδώσοντες, καὶ ἐφ’ ᾧ βασιλέα σφῶν αὐτῶν μηδ’ ὁτιοῦν χαλεπὸν πείσεσθαι ὑπὸ βασι‐ λέως, προσχωρῆσαί τε, ἢν ὅρκια γένοιτό οἱ ἐφ’ ᾧ ἀγαθὸν μέν, χαλεπὸν δὲ μηδὲν ὑποστῆναι ὑπὸ Τούρκων. ταῦτα προϊσχομένου | |
5 | τοῦ Ἰλλυριοῦ ἐδέχετό τε ὁ Μαχουμούτης καὶ ἐσπένδετο. ὅρκιον δὲ αὐτῷ ποιησάμενος, ἐφ’ οἷς προὐτίθετο, τόν τε βασιλέα ἐξιόντα ἐκ τῆς πόλεως, παρέλαβέ τε τὴν πόλιν, καὶ τὸ μὲν ἐν τῇ πόλει ἐς τρία διελόμενος τὸ μὲν αὐτοῦ κατέλιπε, τὸ δὲ αὐτὸς σὺν καὶ τοῖς ἀρίστοις διανειμάμενος, τὸ τρίτον ἐπάγων τῷ βασιλεῖ | |
10 | ἐδωρήσατο. οὕτω μὲν οὖν ὁ Ἰλλυριῶν βασιλεὺς ἑάλω ἐν Κλιτίῃ, καὶ ἀδελφοῦ τε ἅμα αὐτοῦ παῖς, ἀμφὶ τὰ τρισκαίδεκα ἔτη γεγονώς. Ἡ δὲ γυνὴ αὐτοῦ πρότερον ἔφθη ἐς Ῥαγούζιον πόλιν τὴν ἐς τὸν Ἰόνιον διαφυγοῦσα, καὶ πλοῦτον πολὺν ἀπενεγκαμένη | |
15 | οἴχεσθαι γνώμῃ τοῦ ἀνδρός. ἡ δὲ πόλις αὕτη ᾤκισται μὲν ὑπὸ τῶν ταύτῃ Ἰλλυριῶν, ἀνδρῶν ἐπιφανῶν ἐς ταὐτὸ συνιόντων, καὶ ἀλλήλοις τε ἐπὶ πολὺ συμφερόμενοι, τήν τε πόλιν ἐδείμαντο ὀχυρὰν καὶ τείχη περιεβάλλοντο καρτερά. ἐμπορίαν δὲ τήν τε κατ’ ἤπειρον καὶ τὴν ἐς τὸ Ἰόνιον μετιόντες, ἐπὶ μέγιστον τῶν | |
20 | ταύτῃ πόλεων ἀφικομένη, μάλιστά τε ἅμα καὶ εὐνομήθη ἐς ἀριστοκρατίαν διιθυνομένη, οἰκοδομίαις τε κοσμοῦντες τὴν σφῶν πόλιν, ἀμυδρὰν μέν τινα οὖσαν, ἀγαθὴν δὲ ἐς ἄνδρας φέρεσθαι ἀγαθοὺς τὰ ἐς σύνεσιν. ὁμορεῖ μὲν οὖν αὕτη ἡ πόλις τῇ Σανδάλεω χώρᾳ, καὶ πόλεμον ἀναιρουμένη αὐτῷ ἔχετο ἐς δια‐ | |
25 | φορὰν καὶ ἐπολέμει. τὴν μὲν οὖν αἰτίαν τῆς διαφορᾶς, ὡς | 285 in vol. 2.2 |
2.286 | ἔμοιγε δοκεῖ, ἐπιφερόμενον τὸν Σανδάλην ἀδίκως ἀναγκάσαι σφᾶς ἐς τὸ πολεμῆσαι. τὸν μέντοι παῖδα τούτου, νεανίαν οὐκ ἀγενῆ σὺν τῇ μητρὶ καταφυγόντα ἐς Ῥαγούζιον, καὶ μὴ οὐκ ἐκδιδόντας ἐξαιτουμένῳ αὐτούς, πόλεμόν τε ἐπήνεγκε καὶ τὴν | |
5 | γῆν ἔτεμεν. οὗτοι μὲν οὖν τὸν παῖδα αὐτοῦ στρατηγὸν ἑλόμενοι καὶ χρήματα παρεχόμενοι ἄφθονα ἐπολέμουν τῷ Σανδάλῃ δια‐ φέροντες τὸν πόλεμον. τὴν δὲ αἰτίαν ταύτην φασίν, ἀφ’ ἧς ὅ τε παῖς αὐτοῦ καὶ ἡ γυνὴ φεύγοντες ἀπηλλάσσοντο ἐς ταύτην τὴν πόλιν. γυναῖκά τινα τῷ εἴδει εὐπρεπῆ λεγομένην, τὸν δὲ | |
10 | βίον ἀκόλαστον οὖσαν, παραγενομένην ἀπὸ Φλωρεντίας τῆς Ἰταλίας ἐς τὴν ἑαυτοῦ χώραν, ὡς ἐπυνθάνετο τὰς ἐν Φλωρεν‐ τίᾳ γυναῖκας κάλλει πολλῶν διαφερούσας καὶ συνέσει, ἐκάλεσέ τε ἐς ὄψιν τὴν ἑαυτοῦ, ἰδεῖν τε ἱμειρόμενος, καὶ ὡς ἐθεάσατο ὡς καλλίστην εἶναι, ἠράσθη τε τῆς γυναικός, καὶ ἐρασθεὶς | |
15 | μετ’ οὐ πολὺ συνεγένετο καὶ τῷ ἔρωτι χαλεπῶς ἐλαμβάνετο καὶ συνῴκει τῇ γυναικί, καὶ δυσανασχετῶν ἤδη τῷ ἔρωτι τῆς γυναι‐ κὸς ὠλιγώρει τε ἅμα καὶ ἠμέλει τῆς ἑαυτοῦ κουριδίης γυναικός. τὴν δὲ γυναῖκά φασι τῶν ἐμπόρων ἐχομένην ἀπὸ Φλωρεντίας ἀφῖχθαι ἐς τὴν χώραν. ταύτῃ μὲν οὖν συνοικῶν ὁ Σανδάλης | |
20 | τῇ γυναικὶ ἐπαχθὴς ἦν καὶ ἀφόρητος. δι’ ἃ δὴ οὐκ ἀνασχομένη ἐπὶ παιδὶ νεανίᾳ τοιαῦτα ἀνέχεσθαι, δεινὰ ποιουμένη μετὰ τοῦ παιδὸς αὐτῆς κρύφα ἐς τὴν Ῥαγουζίου πόλιν ἀπηλλάσσετο. οὗτος μὲν οὖν διαπρεσβεύσας ἠξίου τε ὑποστρέφειν ἐς τὴν χώραν αὐτοῦ καὶ μὴ ἐν ἀλλοτρίᾳ χώρᾳ διατρίβειν, αἶσχος ὂν τόδε | |
25 | ἐπιφέρειν ἐς τοὺς ἀνθρώπους. ἡ μὲν οὖν γυνὴ οὐκ ἐπείθετο, | 286 in vol. 2.2 |
2.287 | οὐδ’ ὑποστρέφειν ἔφασκεν, ἂν μὴ τὴν γυναῖκα ἀποπέμψηται ἐς Φλωρεντίαν, ἢ αὐτῇ παρ’ αὐτῷ χρήσηται, ὡς ἂν βούληται. ταῦτα μὲν οὖν οὕτω γενέσθαι λέγεται, τὸν δὲ παῖδα αὐτοῦ διενεχθέντα καὶ ὑπὸ Ῥαγουζίων στρατηγὸν καταστάντα πολεμεῖν | |
5 | τῷ πατρί, μαχεσάμενόν τε τῷ πατρί, οἷα ἀμυνόμενον ἐς τὴν φύσιν, τρέψασθαί τε αὐτὸν τὸν πατέρα καὶ συχνοὺς ἀνελόντα τοῦ στρατοῦ αὐτοῦ, ἀθέμιτα προσφερόμενον τῷ πατρὶ αὐτοῦ καὶ 〈ὑπεναντία〉 τῆς δίκης. ἐπρεσβεύετο μὲν οὖν καὶ οὗτος θαμὰ ὡς τὸν βασιλέα συνεξελεῖν τὸν Ἰλλυριῶν βασιλέα, καὶ στρατὸν | |
10 | ἐπῆγε Τούρκων, καὶ ἐκάκου τὴν χώραν. τότε, ὡς ἐπιὼν ὁ βασι‐ λεὺς ἐπηγγέλλετο ἐπὶ τὴν Ἰλλυριῶν χώραν, παρεσκευάζετο καὶ αὐτός, ὡς—ἤν τι δύναιτο—ἀμυνόμενος, ἢν ἐς τὴν ἑαυτοῦ ἐσβάλλῃ ὁ τοῦ βασιλέως στρατός. Ἐπάνειμι δὲ ἐπ’ ἐκεῖνο τοῦ λόγου, ᾗ πρότερόν μοι ἐδεδή‐ | |
15 | λωτο, ὡς, ἐπεὶ τὸν βασιλέα παρέλαβε Μαχουμούτης ὁ Μιχαή‐ λου, σὺν τούτῳ περιιὼν τὰς ἄλλας πόλεις ἐπεδείκνυτό τε τὸν βασιλέα, καὶ προσεχώρουν. ὁ μὲν δὴ Μαχουμούτης ἀμφὶ τὰ τοιαῦτα εἶχεν, Ὀμάρην δὲ τὸν Τουραχάνεω πέμπων ἐπὶ τὰς λοιπὰς τῆς Ἰλλυριῶν χώρας πόλεις, αὐτὸς ἤλαυνεν ἐπὶ τὸ | |
20 | βασιλέως στρατόπεδον. καὶ ὁ μὲν βασιλεὺς ἤχθετό τε τῷ ὅρκῳ καὶ ἐχαλέπαινεν, ὡς οὐκ ἐν δέοντι ποιήσαιτο τὸν ὅρκον τῷ βασιλεῖ τῶν Ἰλλυριῶν· τὸν μέντοι βασιλέα ἐς φυλακὴν ποιησά‐ μενος περιῆγεν ἐλαύνων διὰ τῆς Σανδάλεω χώρας. ἐς γὰρ τὴν Ἰλλυριῶν τὰ μὲν αὐτὸς βασιλεὺς καταστρεψάμενος ὑπηγάγετο, | |
25 | τὰ δὲ Μαχουμούτεω παραστησαμένου καὶ Ὀμάρεω. ἔνθα δὴ καὶ Ὀμάρης σπουδὴν ποιούμενος, τὴν χώραν, ὅση ὑπόλοιπος | |
ἦν, ὑπὸ τῷ βασιλεῖ γενέσθαι, ἀνήρ τε ἔδοξε τῶν ἐν ταῖς βασι‐ | 287 in vol. 2.2 | |
2.288 | λέως θύραις εὐδοκιμούντων κράτιστος 〈καὶ〉 μεγάλα ἀπεδείκνυτο ἔργα, καὶ πρότερον βασιλεῖ δόκιμος ἐν πολλοῖς ἄλλοις γενό‐ μενος. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο καταστρεψαμένῳ βασι‐ | |
5 | λεῖ τὰς Ἰλλυριῶν πόλεις. ἐντεῦθεν πρεσβείαν πέμπων ἐπὶ Ῥαγούζιον πόλιν ἐζήτει τὴν βασιλέως γυναῖκα. ἡ δὲ προεξῄει ἀπιοῦσα ἐκ τῆς πόλεως ἐς Ἰταλίαν· ὡς γὰρ ἐπυνθάνετο τὴν ξύμπασαν χώραν γενέσθαι ὑπὸ βασιλεῖ, ὡς εἶχε, τάχιστα ἐκ τῆς πόλεως ἀπηλλάττετο, οἰχομένη ἐς τὴν Ἰταλίαν. οἱ μὲν οὖν | |
10 | πρέσβεις, ὡς οὐ κατέλαβον αὐτοῦ ταύτῃ τὴν βασιλέως γυναῖκα, ἀπεχώρησαν ἄπρακτοι. Ἐντεῦθεν βασιλεὺς συσκευασάμενος ἐσέβαλεν ἐς τὴν Σαν‐ δάλεω χώραν καὶ ἐδῄου. ἱπποδρόμους δ’ ἐπαφείς, ἐπέδραμον τὴν χώραν αὐτοῦ σύμπασαν. μετὰ δὲ ἐπιὼν τὰς πόλεις ἐπολιόρ‐ | |
15 | κει. καὶ οἱ τοῦ Σανδάλεω ἐπέθεντο τῷ βασιλέως κοιτῶνι, ὁρμώ‐ μενοι ἐκ τῶν ὀρέων, καὶ ἔστιν ἃ διαρπάσαντες αὖθις ἐπὶ τῶν ὀρέων οἴχοντο ἀπαλλασσόμενοι. ἔστι δ’ ἡ χώρα οὐχ ἧττον ἔρημος ἢ τῶν Ἰλλυριῶν. ἐπελάσας μὲν οὖν αὐτὸς ἐπολιόρκει πολίχνην τὴν Σανδάλεω ἐπὶ ἡμέρας τινάς. καὶ ὡς οὐ προεχώρει | |
20 | αὐτῷ ἡ τῆς πόλεως αἵρεσις, ἀπήλαυνε διὰ τῆς τοῦ Στάντεω καὶ Κραΐκου καὶ Παύλου, τῶν ταύτῃ αὐτοῦ ἡγεμόνων, χώρας. κήρυκα δ’ ἔπεμπε κελεύων τήν τε αὐτῶν χώραν παραδιδόναι, καὶ αὐτοῖς γενέσθαι ὑπὸ βασιλέως ἄλλην ἀντὶ ταύτης ἐν τῇ Εὐρώπῃ. οὗτοι μὲν οὖν οὕτω πεισθέντες παρέδοσάν τε σφᾶς | |
25 | αὐτοὺς ἅμα τῷ βασιλεῖ καὶ τὴν χώραν, ἐννοοῦντες ἀδύνατα | 288 in vol. 2.2 |
2.289 | ἔσεσθαι αὐτοὺς ἐν μέσῳ τῆς βασιλέως χώρας ἀντέχειν ἐς τέλος. ἀναπείθονται οὖν ἐφ’ ᾧ ἄλλην ἀντὶ τῆς σφετέρας αὐτῶν σφίσι γενέσθαι ὑπὸ βασιλέως. καὶ ἀφικόμενοι ἐς τὰς θύρας τήν τε χώραν παρέδοσαν, καὶ οὐ πολλῷ ὕστερον αὐτοὺς ἐς φυλακὴν | |
5 | ποιησάμενος εἰσεκομίζετο ἐπ’ οἴκου. καὶ τόν τε στρατὸν ἅμα διῆκε. τὸν μέντοι βασιλέα Ἰλλυριῶν ἀπελαύνων ἐκ τῆς χώρας, ἕωθεν, ὡς ἐν τῷ στρατοπέδῳ ἀνεπαύετο, μεταπεμψάμενος ἐκάλει ἐς ὄψιν τὴν ἑαυτοῦ. ὁ δὲ συνιείς, ὡς οὐκ ἐπ’ ἀγαθῷ μετα‐ πέμπεται αὐτόν, τὰ ὅρκια ἐν χερσὶν ἔχων ἐξηγέρθη τε, καὶ ὡς | |
10 | ἀπήχθη ἐς ὄψιν τὴν βασιλέως, ἀπέταμόν τε αὐτοῦ τὴν κεφαλὴν ἐπιτάξαντος βασιλέως. λέγεται δὲ καὶ διδασκάλῳ αὐτοῦ τῷ Πέρσῃ τοῦτον παρασχεῖν, ὥστε διαχρήσασθαι· οἱ δὲ μάγειρον αὐτοῦ αἰτησάμενον ἀνελεῖν. διενεχθέντα δὲ γνώμῃ πρὸς Μαχου‐ μούτην τὸν Μιχαήλου, λέγεται ἀνελεῖν κελεῦσαι τὸν βασιλέα | |
15 | Ἰλλυριῶν. οὗτος μὲν δὴ οὕτω λέγεται τελευτῆσαι μετὰ τῆς ἡγε‐ μονίας αὐτοῦ ὑπὸ βασιλέως καταστροφήν. Ὡς μὲν οὖν ἑάλω ἡ τῶν Ἰλλυριῶν χώρα, καὶ ὅ τε βασι‐ λεὺς ἐτελεύτησεν ἁλοὺς καὶ οἱ λοιποὶ ἡγεμόνες εἴχοντο ἐν φυλακῇ, πυθόμενοι ταῦτα οἵ τε Οὐενετοὶ καὶ οἱ Παίονες δεινὸν | |
20 | ἐποιοῦντο καὶ ἐς φόβον καθίσταντο μέγαν, αὐτίκα οἰόμενοι ἐπὶ σφᾶς ἥξειν τὸ δεινόν. καὶ οἱ μὲν Οὐενετοὶ ἐχαλέπαινον ἐπι‐ φερομένων σφίσι τῶν βασιλέως ὑπάρχων καὶ χαλεπῶν ὄντων τοῖς ὑπηκόοις, ἐνέμενον δ’ ὅμως ταῖς σπονδαῖς, καραδοκοῦντες, ᾗ ἀποβήσεται σφίσι τὰ πράγματα. ὡς δὲ τό τε ἐν Πελοποννήσῳ | |
25 | Ἄργος, ἱερέως τῶν ἐν τῇ πόλει παραδόντος προδοσίᾳ, ἔλαβεν ὁ τοῦ βασιλέως ὕπαρχος, Ἀλβάνεω παῖς, τοὔνομα Ἰησοῦς, καὶ ἐπέθετο περιφανῶς ἤδη πολεμεῖν, καὶ Ναύπακτον μὲν ἐπέδραμεν | |
Ὀμάρης ὁ Τουραχάνεω, τὴν δὲ ἐν Πελοποννήσῳ χώραν Οὐενε‐ | 289 in vol. 2.2 | |
2.290 | τῶν, τὴν περὶ Μεθώνην, καταλαβόντες οἱ τοῦ βασιλέως οὐκ ἐνεδίδοσαν, ἐνταῦθα οὐκέτι ἀνασχετὸν ἐποιοῦντο ἡσυχίαν ἄγειν, ἀλλ’ ἐβουλεύοντο μὲν ἐπ’ ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις. καταστάσης δὲ πολλαχῇ ἐκκλησίας τῶν κλητῶν καλουμένων, | |
5 | Βίκτωρ τῶν Καπέλλων οἰκίας, ἀνὴρ πλούτῳ τε καὶ ἀξιώματι προέχων καὶ ἄγειν δοκῶν τὴν πόλιν κράτιστος, προσπαρακαλέσας καὶ τοὺς προσήκοντας αὐτῷ καὶ συγγενεῖς ἐς τὴν ἑαυτοῦ ψῆφον, παριὼν ἐπὶ τὸ βῆμα ἔλεγε τοιάδε· «ἄνδρες Οὐενετοί, πολλαχῇ μὲν καὶ ἄλλοτε δοκῶν τοὺς ἐνοικοῦντας τὸ ἄστυ τόδε μὴ | |
10 | διαπίπτειν λογιζομένους τὰ δέοντα, βραχεῖ τινι λόγῳ ἐνόμιζον δεῖσθαι ἐς ὑμᾶς. πάντα δὲ τὰ πράγματα οἷα προτρέπεσθαι καὶ μὴ προθυμουμένους ἐπὶ τὸν πόλεμον τοῦτον. ἐπεὶ δὲ καὶ τῶν πρωτεύειν ἀξιούντων παρ’ ἡμῖν οὐκ ὀλίγοι παριόντες κελεύουσιν ὑμᾶς μὴ οὕτως ἐπαχθῶς περὶ μεγάλων βουλεύεσθαι πραγμάτων, | |
15 | ἀλλ’ ἀνέχεσθαι μᾶλλον, πρεσβείαν πέμποντας ἐς τὸν βάρβαρον περὶ τῶν σπονδῶν, ὡς οὐ δίκαια πράττοι παραβαίνων τοὺς ὅρκους καὶ τὰς σπονδάς, καὶ νουθετεῖν αὐτὸν τὰ δέοντα, ἢν δέῃ, πεισόμενον. ἐὰν δὲ ἀναιρεῖσθαι πόλεμον, ἀναγκαῖον λόγον περὶ τοῦ παρόντος πολέμου ἐπιμνησάμενον ἱκανόν, οὕτως ἰέναι | |
20 | ἐπὶ τὴν ψῆφον. δεῖ δὲ ἕκαστα λογιζομένοις τὰ χαλεπὰ παρα‐ τιθέναι ἀλλήλοις αὐτά, καὶ τὰ μετριώτερα φαινομένων τούτων αἱρεῖσθαι ἐπιλεγομένους. πρῶτον δὲ ἀναγκαῖον προθέμενον ψῆφον, γνώμην ταύτην ὡς ἕκαστα ἀποβαίνειν. φασὶ γὰρ οὗτοι, ὅτι, εἰ πολεμήσομεν, αἱ κατὰ τὴν ἤπειρον πόλεις ἡμῶν, ἔστε τὸν | |
25 | Ἰόνιον καὶ ἐς τὴν Πελοπόννησον καὶ τὴν ἄλλην ἤπειρον πόλεις | |
οὐχ ἕξουσιν ὅπως διαρκέσουσιν ἐπὶ χρόνον τινά, ἀλλ’ ἐπιλείψει | 290 in vol. 2.2 | |
2.291 | τε αὐτὰς τὰ ἐπιτήδεια καὶ ἀπολοῦνται, ἤν τι ἐπίῃ ἐς αὐτὰς χαλεπόν. καὶ τῆς τε ἐμπορίας τῆς αὐτοῦ χώρας στερουμένης ἡμᾶς φασι μεγάλα ἂν βλάπτεσθαι τοῦ λοιποῦ. ἀνέχεσθαι δεῖ οὖν διὰ ταῦτα, καὶ πρεσβείαν πέμπειν διισχυριζομένην ὡς εἰκὸς | |
5 | τὰ τοιαῦτα. ἀλλὰ περὶ μὲν τῆς πρεσβείας πρῶτον ἔρχομαι ἐρῶν, ὡς ἀφικομένων τῶν πρέσβεων ἡμῶν, ἐλλογίμων ὄντων ἅμα καὶ ξυνετῶν, οὔτε ἐπιστροφὴν ἐποιήσατο τῶν πρέσβεων, ἐξαπατήσας τε τῷ λόγῳ τὰ ἐναντία φαίνεται πεποιηκώς. ὥστε οὐκ οἶδα, ὅ τι ἂν ἔχοιεν αὐτῷ λέγειν οἱ πρέσβεις ἐπικαιρότερον, | |
10 | ὧν πρόσθεν ἀφικόμενοι ἐχρημάτιζον, εἰ μὴ ὅτι ἀδυνατοῦντες πόλε‐ μον ἐπιφέρειν πρέσβεσι διαλύεσθαι βούλεσθαι ἡμᾶς τὰ ἐγκλή‐ ματα, ἐς τοσοῦτον αὐτῷ προσφέρεσθαι περὶ τῶν ἡμετέρων. ταῦτα δέ, οἶμαι, καλῶς εἶχεν αὐτῷ λέγεσθαι, ἢν μὴ τὸ Ἄργος παραλα‐ βὼν πόλεμον ἡμῖν περιφανῶς ἀπαγγέλλει. ἐπειρᾶτο μέν, μέχρις | |
15 | οὗ ταῦτα ἂν φέροιμεν, καὶ εἰ μὲν ἀνεχόμεθα, ἤδη χωρεῖν αὐτὸν καὶ ἐπὶ τὰ λοιπὰ ἀδεῶς, εἰ δὲ μή, ὑποχωρεῖν ἤδη ἐς ὅσον αὐτῷ ὑφ’ ἡμῶν συγχωροῖτο, καὶ ἐν τούτῳ τὴν ἀπόπειραν ποιησό‐ μενος, οὐδὲν μέντοι ἧττον χωρήσων ἐπὶ τὸν πόλεμον. εἰ δὲ μή, λεγέτω μέν μοι, καὶ πρῶτον ἐπὶ Πελοπόννησον ἀφικόμενος τήν | |
20 | τε Εὔβοιαν ἐπέστη ὀψόμενος οἴω, καὶ ἐπὶ τὴν Εὐρίπου πόλιν. καὶ ἐξιὼν αὖθις ἀπὸ Πελοποννήσου, καὶ τὸ δεύτερον ἤδη ἐλαύ‐ νων σὺν τοῖς πειρασομένοις τοῦ πόρου, ἀφίκετο ἐς ὄψιν τῆς πόλεως, ὅπως ἂν τὴν προσβολὴν ποιήσαιτο, ἐπιὼν ἐπὶ τὴν πόλιν. καὶ ὁ μὲν ἵππῳ διαβὰς τὸν Εὔριπον συνίδοι, ὅπως βάσιμά τε εἴη | |
25 | αὐτῷ προσβαλόντι καὶ εὐεπιχείρητα. ταῦτα μὲν οὖν μὴ πολέμου | 291 in vol. 2.2 |
2.292 | τεκμήριά ἐστι περιφανῆ, ἀφ’ ὧν ἄν τις αὐτὸν ἐπὶ τὸν πόλεμον παρασκευασάμενον ἀπὸ πολλοῦ διισχυρίσαιτο, διαμαχόμενον τοῖς οὕτως ἐπιεικῶς βουλευομένοις; ἀλλ’ ἐπεὶ πόλεμος μὲν ἡμῖν κηρύττεται ἐκ πολλοῦ προϊών, τὰ μὲν ὑφ’ αὑτῷ ποιούμενος | |
5 | ἀφαιρεῖται ἡμᾶς, τὰ δὲ καὶ διαβάλλων τοὺς ἐπιστάτας αὑτῷ τὰ πρόσφορα ἐπιτηδεύει, καὶ κατὰ βραχὺ μεγάλα προσποιούμενος ἄφνω ἀπαρασκεύοις εἰ δύναιτο ἐπεισπεσεῖν, παραλαβών, ἅττ’ ἂν αὐτῷ δύναμιν ἀξιόχρεω περιποιήσαιτο. φημὶ οὖν, εἰ μὴ πόλεμον ἔσεσθαι ἡμῖν πρὸς τοῦ βασιλέως ὑπισχνοῦνται, τοῦτον μὴ ἀναι‐ | |
10 | ρεῖσθαι φάσκοντες τὸν πόλεμον, καὶ μηδὲ παραιρούμενον τῆς ἡμετέρας ἀρχῆς, ἅττ’ ἂν δοκοίη ῥᾴδια προσχωρῆσαι αὐτῷ, πόλεμον μὲν μὴ ποιεῖσθαι, ἡσυχίαν δὲ ἄγειν, μηδ’ ὁτιοῦν αὐτῷ τῶν δεόντων προϊσχομένους, εἰ δὲ πάντες τοῦτον ξυνομολογοῦσι δήπου ἡμῖν, ὡς πολεμημένων ἕκαστα πάντων πρόσθεν ἀποπειρώ‐ | |
15 | μενος οὐ παύεται, πότερα τούτων αἱρετώτερα ἡμῖν, ἡσυχίαν μὲν ἡμᾶς ἄγοντας ἀφαιρεῖσθαι τὴν χώραν, καὶ ὡς πολεμήσοντας αὐτῷ, ἢ πόλεμον ἐμφανῆ αὐτίκα καθισταμένους ἐνδείκνυσθαι αὐτῷ τῆς ἡμετέρας δυνάμεως, ὅσα ἐχώρει; ἐν γὰρ τῷ πολέμῳ καὶ φυλάττεσθαι αὐτὸν ἔξεστιν, ἐκ τοῦ φανεροῦ παρασκευαζομέ‐ | |
20 | νους, καὶ ἐπιτηροῦντας αὐτόν, ᾗ στρατεύσεται. ἢ πειρώμενον ἐκ τοῦ ἀφανοῦς ἀφαιρεῖσθαι τὴν χώραν ἡμῶν, μὴ προσφέρεσθαι ὡς πολεμίῳ, δυοῖν ἐν τούτῳ προέχοντι; ἢν μὲν ἀποβαίνῃ αὐτῷ | |
κατὰ γνώμην ἐπιχειροῦντι, πιστεύουσί τε αὐτοῖς ὡς φίλοις, φέρε‐ | 292 in vol. 2.2 | |
2.293 | σθαι τοῦτό οἱ κέρδος· ἢν δὲ μηδέν τι καλὸν ἀπὸ τούτου ξυμβαίνει αὐτῷ ..... εἰ μὲν οὖν ταῦτα ἀμείνω, αἱρεῖσθαι ἂν πρὸ τῶν ἄλλων δέοι ταῦτα. εἰ δὲ μὴ ἀμείνω, ἔχοντας ἡσυχίαν ἀνέχεσθαι, ἐκεῖνα ἔστω ἡμῖν αἱρετώτερα. τὴν μέλλησίν φημι | |
5 | ἔγωγε μέγα μὲν βλάψαι καὶ πολλοὺς τῶν κατὰ τὴν οἰκουμένην, καὶ ἡμῖν ἐν τῷ παρόντι μεγάλην ἐπενέγκαι βλάβην, προϊεμένοις τὴν ἀρχήν, ὅτε ἐπολιορκεῖτο Κωνσταντινούπολις, Ἕλληνάς τε καὶ Ἑλλήνων βασιλέα, ἀφ’ ὧν τά τε ἐμπόρια ἡμῖν μεγάλα ἐπῄει αὐξανόμενα. μετὰ δὲ διαπρεσβευομένων τῶν Πελοποννήσου | |
10 | ἡγεμόνων, ὥστε τιμωρεῖν σφίσι πολεμουμένοις, περιείδομεν τήν τε Πελοπόννησον ὑπὸ τῷ βασιλεῖ τῷδε ἀνάστατον γενομένην. καὶ ἄρτι δὲ τοῦ Ἰλλυριῶν βασιλέως κελεύοντος ἀμύνειν αὐτῷ καὶ χάριν κατατίθεσθαι οὐ μικρὰν τῆς βοηθείας ἕνεκα, περιείδο‐ μεν καὶ αὐτὸν διαφθαρέντα ὑπὸ Τούρκων. τούτων ἕκαστα ὑφ’ | |
15 | ἡμῶν προϊεμένων αἰσχύνην φέρει καὶ ὄνειδος ἐς τοὺς ἄλλους τοὺς κατὰ τὴν Εὐρώπην, ὡς τῶν ἐμπορίων ἕνεκα καὶ αἰσχροῦ κέρδους προϊέμεθα γένη ὁμότροπα ὑπὸ τοῦ βασιλέως τοῦδε φθειρόμενα. ξυνελόντα δὲ ὡς ἔνεστι φάναι, εἰ μὲν τοῖς Παίο‐ σιν αὐτίκα συνθέμενοι ἅμα πόλεμον ἀνελώμεθα, ἔσται ἡμῖν | |
20 | καρποῦσθαι τοῖς ἡμετέροις· εἰ δὲ ἀνεχόμενοι ἡσυχίαν ἄγωμεν, ἐν βραχεῖ ὄψεσθε ἀπαρασκεύοις ἐπιθέμενον ἀφαιρησόμενον τὴν χώραν, ὅση αὐτῷ ὅμορος οὖσα τυγχάνει. δοκεῖ οὖν ἐμοὶ πρέσ‐ | |
βεις τε ἐπὶ Παίονας πέμπειν καὶ χρήματα, καὶ αὐτοὺς πληροῦν‐ | 293 in vol. 2.2 | |
2.294 | τας νῆας ἐπὶ ταῖς οὔσαις ἡμῖν ἄλλας, ὅσας ἂν δυναίμεθα. συμπαραλαμβάνειν δὲ καὶ τὸν μέγαν ἀρχιερέα ἐπὶ τὸν πόλεμον τόνδε, ἡγεμόνα τε τοῦ παντὸς ποιουμένους· τὴν δὲ Πελοπόννησον ἀποστῆσαι πειρᾶσθαι. εἰ γὰρ τῶν ἡγεμόνων τῷ ἑτέρῳ ἀφεστη‐ | |
5 | κότι ἀπὸ τοῦ βασιλέως καὶ μετρίως ἔχοντι βίου συνείποντο ἐς τὴν ἀπόστασιν ἐλθόντες οἱ Πελοποννήσιοι, οἱ μὲν ἐκλιπόντες τὴν πόλιν, οἱ δὲ ἐς πᾶν τοῦ κακοῦ ἀφικόμενοι, πολλῷ ἂν μᾶλ‐ λον ἕποιντο δύναμίν τε ἀξιόχρεω διὰ θαλάττης ὁρῶντες, καὶ κατ’ ἤπειρον κομίζειν τῶν ἱππέων ὁπλίτας τῶν Ἰταλικῶν ἐς | |
10 | δισχιλίους· πέμπεσθαι δὲ ἐς Πελοπόννησον καὶ τοὺς ἐν τοῖς ἐγκλήμασι Κρῆτας ἐπὶ διαλύσει τῶν ἐγκλημάτων. ταῦτα δὲ ἐπάγοντας ἡμᾶς ὁρῶντες ἕψονται τε αὐτίκα, καὶ μεταστάντες ἐφ’ ἡμᾶς παρέξουσιν ὑποχείριον τὴν Πελοπόννησον, ἀφ’ ἧς ἔσται ἡμῖν ταμιεύεσθαι τῇ ἐκείνου χώρᾳ καὶ εἴσοδον ἱκανὴν | |
15 | ἀποφέρεσθαι. ταῦτα δὴ συνθεμένους τοῖς Παίοσιν, ἐκείνους μὲν ἀπὸ τοῦ Ἴστρου, ἡμᾶς δὲ ἀπὸ τῆς Πελοποννήσου ὡρμημένους ἐπιχειρεῖν τῇ ἐκείνου ἀρχῇ, καὶ μὴ καθεζομένους περιορᾶν τὴν χώραν ἡμῶν δῃουμένην καὶ ἐς ἀνδραποδισμὸν τοὺς ὑπηκόους ἡμῶν ἀγομένους, ἀναγκασθῆναί ποτε ἑλέσθαι σφίσιν αἵρεσίν | |
20 | τινα ἄλλην, τρεπομένους ἐς τὸν πόλεμον.» Ταῦτα εἰπόντος τοῦ Βίκτωρος συνέπαινοί τε ἐγένοντο καὶ οἱ πλείους ἐν αὐτῷ. ἰσοπαλεῖς δὲ αἱ ψῆφοι οὖσαι, ὅμως ἐπεκράτησαν αἱ τὸν πόλεμον ἀπαγγέλλουσαι. μετὰ δὲ αὐτίκα ἐδόκει πρέσβεις μὲν ἐς τὸν μέγαν ἀρχιερέα πέμπειν, καὶ ἐπὶ Παίονας αὐτίκα | |
25 | πρέσβεις πέμπειν ὡσαύτως, χρήματα ἔχοντας. οἱ μὲν οὖν πρέσ‐ | 294 in vol. 2.2 |
2.295 | βεις ἀφικόμενοι ἐς τὸν ἄκρον ἀρχιερέα ἔλεγον τὰ καθήκοντα τοῖς Οὐενετοῖς, ὡς ἐν καιρῷ πάνυ εἴη ἅμα αὐτοῖς τὸν πόλεμον ἀναιρούμενον τοῖς βαρβάροις διαπράττεσθαι, ἅττ’ ἂν αὐτῷ καὶ πρότερον ἐν Μαντύῃ ἐπετετήδευτο. ὁ δ’ ἀρχιερεὺς ὑπολαβὼν | |
5 | ἔλεγεν, ὡς ἀναγκαῖον πρῶτον αὐτὸν τὸν μικρὸν βάρβαρον ἐκ μέσου ποιεῖσθαι, εἶθ’ οὕτως ἰέναι καὶ ἐπὶ τὸν μέγαν, σημαίνων τὸν Ἀριμίνου ἡγεμόνα, πρὸς ὃν πόλεμος ἦν αὐτῷ, διενεχθέντα ἐπὶ τρόπῳ, ὃν παραλιπεῖν ἄξιον. διὰ δὴ ταῦτα αἰτίαν ἐπιφέρων τοιαύτην ἐπολέμει. | |
10 | Καὶ οὕτω μὲν ὁ ἀρχιερεὺς διεκρούσατο τοῖς Οὐενετοῖς, ἔχων ἐμφύλιον οἰκεῖον πόλεμον. μετὰ δὲ οἱ ἐπὶ Παίονας πεμφθέντες, ὥστε ἐπὶ τὸν πόλεμον παραλαμβάνειν, ἐς ὄψιν ἐλθόντες τῷ βασιλεῖ Παιόνων καὶ τῇ συγκλήτῳ ἔλεγον τοιάδε· «ἄνδρες Παίονες, ὁρᾶτε δὴ ὑμεῖς τὴν Τούρκων βασιλέως δύναμιν, ᾗ | |
15 | προεχώρησεν, ὡς δυναστείᾳ μὲν τοὺς ἐν τῇ οἰκουμένῃ ὁμοφύ‐ λους ἡμῖν κατεστρέψατο, καὶ ἡμῶν δὲ τὴν χώραν ὡς ληϊζόμενοι ἀνδραπόδων τήν τε Ἀσίαν καὶ Εὐρώπην ἐνέπλησαν. καὶ τόν γε Ἴστρον ἀεὶ διαβαίνοντες δῃοῦσί τε τὴν χώραν καὶ ἐπικαίουσιν. ὡς δὲ αὐτὸς ὁ βάρβαρος οὐκέτι διαβὰς τὸν Ἴστρον περὶ τῆς | |
20 | ὑμετέρας αὐτῶν τὸν ἀγῶνα ποιεῖται, δῆλά ἐστι λογιζομένοις ὑμῖν, ὅτι ἐπὶ τὴν ἐκείνου διαβάντες ἐς θόρυβον ἐτίθεσθε αὐτοῦ τὰ πράγματα. νῦν δὲ τούς 〈τε〉 Ἕλληνας καθελὼν καὶ Ἑλλήνων βασιλέα, μετὰ δὲ τὴν Τριβαλλῶν χώραν ὑφ’ αὑτῷ ποιησάμενος, καὶ Πελοπόννησον καταστρεψάμενος σύμπασαν, καὶ βασιλέα Τρα‐ | |
25 | πεζοῦντος παραστησάμενος καὶ τήν τε χώραν αὐτοῦ ὑπαγόμενος, | |
μετὰ δὲ ἐπιστήσας ἄρχοντα τῇ Δακίᾳ, καὶ τὴν Ἰλλυριῶν χώραν | 295 in vol. 2.2 | |
2.296 | δῃωσάμενος καὶ ἑλὼν ἅμα καὶ τὸν βασιλέα, ἄνδρα ἐπιεικῆ καὶ μέτριον, ἐν βραχεῖ οὕτω χρόνῳ τοσαύτας δυναστείας καθελών, τί ἔτι οἴεσθε αὐτὸν τοῦ λοιποῦ ποιήσειν; καθεστήξεται μὲν οὐδαμῶς, ἀλλ’ ἐπὶ τοὺς ὁμόρους τούτων ἐλαύνων πειράσεται τὰς αὐτῶν | |
5 | γιγνομένας ὑφ’ αὑτῷ ποιεῖσθαι, ὡς ἂν δύναιτο τάχιστα αὐτοῖς προσφερόμενος. νῦν δὲ ἥκει καὶ ἐφ’ ὑμᾶς οὐχ ἥκιστα ὁ πόλεμος, καὶ παντὶ σθένει πειράσεται διαβαίνων τήν τε χώραν ὑμῶν ἀνδραποδίζεσθαι καὶ τοὺς ἄρχοντας αἰσχίστῳ ὀλέθρῳ διαφθεῖραι. οὐ γὰρ ἂν ψυχὴν αὐτοῦ ἔστι διαλλάττειν ἐς τοὺς ἡμετέρους | |
10 | τε καὶ ὑπὸ τὴν ἡμετέραν θρησκείαν ὄντας, ἀλλ’ ἀμείλικτος πάμπαν τυγχάνει ὢν ὁμοίως πάντα τῷ τέ οἱ ἐπιεικῶς φερομένῳ. πυνθάνεσθε γὰρ δήπου, οἷα τὸν Λαδίσλαον βασιλέα πρότερον ἄρχοντα ἐποίησε. κἀν τούτῳ μὲν ἴσως συγγνώμην ἴσχει ἑαυτῷ ἐν μάχῃ ἁλόντα ἀπεκτονώς· τὸν δέ γε βασιλέα Δαβὶδ Τρα‐ | |
15 | πεζοῦντος καὶ Ἰλλυριῶν καὶ Λέσβου ἡγεμόνα τούς τε ἄλλους, τί χαλεπὸν ὑπ’ ἐκείνων παθὼν διαφθείρει αἰεὶ ὁμοῦ πάντας; εἰ μὲν οὖν παρασκευάζεσθε ἐπὶ τὴν ἐκείνου χώραν ἐλαύνοντες τὸν πόλεμον ποιεῖσθαι, τάχα ἄν τι ἐπικουφίζοιτε καὶ τὴν ἐπὶ ταῦτα ἐσομένην ὁρμὴν αὐτοῦ ἐς τὴν Παιονίαν. εἰ δὲ ἀνέχεσθε | |
20 | τοιαῦτα πάσχοντες, διαβήσεται δὲ ἐκεῖνος παντὶ τῷ στρατῷ, δέδοικα, μὴ σφαλέντες, ἅπαξ τάδε πάντα ὑπ’ ἐκείνῳ γένηται | |
καὶ ὑμᾶς κάκιστα ἀπολέσῃ.» | 296 in vol. 2.2 | |
2.297 | Ταῦτα εἰπόντων τῶν Οὐενετῶν ὁ βασιλεὺς Παιόνων ὑπολαβὼν ἔλεγε τοιάδε· «ἄνδρες Οὐενετοί, εὖ τε λέγετε καὶ δοκεῖτε πρὸς πολλὰ ἄνδρες εἶναι οὐκ ἀξύνετοι, ἔς τε τὰ ἄλλα τοῦ βίου καὶ ἐς τὰ δέοντα αὐτοῖς λογίζεσθαι. ἐκεῖνο δὲ οὐ δοκεῖτε ἡμῖν | |
5 | μεμνῆσθαι, ὡς ἐπὶ τὸν Τούρκων πόλεμον συμπαρελαμβάνομεν πολλάκις ὑμᾶς, καὶ οὐκ ἠθελήσατε τιμωρεῖν, παρακαλοῦντος ἅμα καὶ τοῦ μεγίστου ἀρχιερέως, ἀλλ’ ἐσπένδεσθε τῷ βαρβάρῳ καὶ ἡμῶν λόγον οὐδένα ἐποιεῖσθε, ἐφάσκετε δέ, ὡς οὐκ εἰκότα ὑμῶν προσδεόμεθα, κελεύοντες ἐπαμύνειν μηδ’ ὁτιοῦν χαλεπὸν | |
10 | ἐπιδόντας ὑπὸ τοῦ βαρβάρου. καὶ ἡμεῖς δὴ οὕτω πολλάκις τὸν Ἴστρον διαβάντες ἀνήκεστα ἐπεπόνθειμεν. καὶ πρῶτον μὲν Λαδίσλαος ὁ τῆσδε τῆς χώρας βασιλεὺς ἐτελεύτησεν, ἀνὴρ γενόμενος ἀγαθός, τὸ δὲ δεύτερον αὖθις πολλοί τε ἅμα καὶ ἀγαθοὶ ἐν Κοσόβῳ τῆς Τριβαλλῶν χώρας οἱ μὲν ἐν τῷ πολέμῳ | |
15 | ἀπέθανον, οἱ δὲ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ταῦτα μέντοι ὑμῖν ἐν τῷ παρόντι ἐπιμεμφόμεθα. τιμωρεῖν δὲ ὑποδεχόμεθα αὐτίκα μάλα διαβάντες τὸν Ἴστρον, ἐς ὅσον ἐγχωρεῖ ἐν τῷ τοιῷδε βλάψαι τὴν χώραν τοῦ βαρβάρου. ἦρος δ’ ἐπιγενομένου στρα‐ τευσόμεθα ἐπὶ τὴν ἐκείνου, πειρασόμενοι, ὡς ἂν διδῷ ὁ θεός. | |
20 | χρεὼν 〈δὲ〉 καὶ ὑμᾶς ἅμα ἐσβάλλοντας ἐς τὴν Πελοπόννησον βλάπτειν πειρᾶσθαι, ὅσα ἂν δύνασθε, ὡς ἂν ἐπ’ ἀμφοτέρων τῶν | |
χωρίων παρέχοιμεν αὐτῷ πράγματα ἐργαζόμενοι, ἐς ἐγγυτάτω | 297 in vol. 2.2 | |
2.298 | ἴοιμεν τῆς γνώμης, ὁμοῦ δὲ ἐγχειρῆσαι περὶ τὸν πόλεμον.» ταῦτα εἰπὼν καὶ παρασκευασάμενος τὰ χρήματα ἐδέξατο ἐς δισμυρίους καὶ πεντακισχιλίους χρυσίνους. Οὗτος μὲν οὖν οὕτω παρεσκευάσατο ἐς τὸν πόλεμον, συνα‐ | |
5 | γείρας δὲ στράτευμα ἐς δισμυρίους καὶ πεντακισχιλίους, τὸν Ἴστρον τε διαβάς, ἐδῄου τὴν βασιλέως χώραν. καὶ ἐπιτειχισ‐ μὸν τῇ Μπελογράδῃ ὁ Σαβατίνης ἐτείχισεν, ὅτε τὴν Παιονίαν ἐληΐζετο, καὶ φρουρὰν ἐγκαταλιπὼν ἐν αὐτῇ, ἄνδρας τῶν βασι‐ λέως θυρῶν, ἀπήλαυνε. τοῦτο μὲν δὴ τὸ ἐπιτείχισμα [ὂν] | |
10 | μάλιστα τῇ πόλει ἐπελάσας ἐπολιόρκησε· μετὰ δὲ ἐπιδραμὼν τὴν βασιλέως χώραν ἔς τε ἐπὶ Σάββαν, καὶ ἀνδραποδισάμενος τὴν χώραν, Τριβαλλούς τε ἅμα καὶ Τούρκους, ἀπήλαυνε τὰ ἔμπαλιν γενόμενος ἐπ’ οἴκου. λέγεται δὲ ἀπενέγκασθαι ἀνδρά‐ ποδα ἀμφὶ τὰ δισμύρια. | |
15 | Καὶ τὰ μὲν τῶν Παιόνων οὕτως ἐγένετο· Οὐενετοὶ δέ, ὡς καὶ τοὺς Παίονάς σφισι συμμάχους παρελάμβανον, πληρώσαντες τριήρεις πέντε καὶ τριάκοντα καὶ ναῦς τε ἅμα ὑψηλὰς δυοκαί‐ δεκα ἔπλεον ἐπὶ Πελοπόννησον. καὶ ὁπλίτας μὲν Ἰταλούς, ἱππέας δισχιλίους, ἐμβαλόντες ἐς τὰς ὑψηλὰς ναῦς διεπόρθμευον ἐς | |
20 | τὴν Πελοπόννησον· μετὰ δὲ στρατηγὸν εἵλοντο ἄνδρα ἐπίσημον τῆς Λαυρεδάνων οἰκίας, ἐπιτρέψαντες αὐτῷ τὰ πράγματα, καὶ ἐς τὰς παραλίους τάς τε ἐς τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον ἡγεμόνα κατεστήσαντο, κυριόν τε ποιησάμενοι διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη ἐς τὸν πόλεμον ἄριστα ἔχειν. ἀπὸ δὲ τῆς Κρήτης | |
25 | κήρυγμα ἐποιήσαντο τοῖς ἐπὶ τῶν ἐγκλημάτων ἐς τοὺς χώρους | 298 in vol. 2.2 |
2.299 | καταφυγοῦσιν, ἰέναι θαρροῦντας ἐς τὸν πόλεμον. ἐγένοντο δὲ συλλεγέντες ἀμφὶ τοὺς τετρακισχιλίους, καὶ ἐς τὴν Πελοπόν‐ νησον διεπόρθμευσαν, καὶ τούς τε Πελοποννησίους παρώτρυναν ἀφιστάναι ἀπὸ βασιλέως. καὶ οἱ Πελοποννήσιοι δεινῶς δεδιότες, | |
5 | προσέφερον λόγους, τόν τε Ἰσθμὸν τειχίζειν, ὡς ταύτῃ ἀποληψό‐ μενοι τοὺς ἐν ταῖς πόλεσι βασιλέως νεήλυδας, καὶ ἀπογνόντες παραδωσομένους σφᾶς, ὥστε ἀπαθεῖς ἀπιέναι. ἡ μὲν οὖν Λακω‐ νικὴ καὶ τὸ Ταίναρον καὶ οἱ ἀμφὶ Ἐπίδαυρον ἀπέστησαν αὐτίκα ἐπιόντων τῶν Οὐενετῶν, καὶ οἱ Ἀρκάδες καὶ Πελληνεῖς· ὁ | |
10 | δὲ Πελοποννήσου ὕπαρχος, ἐν Λεοντίῃ τῆς Μεγαλοπόλεως δια‐ τρίβων, ἐσκόπει, ᾗ ἕκαστα προβήσεται, καὶ κήρυκα πέμπων ἐς βασιλέα ἐδήλου, ὡς Οὐενετοὶ τήν τε χώραν ἀφιστάντες πολε‐ μοῦσι, καὶ τὸ Ἄργος ἐπιόντες ἀπὸ Ναυπλίου διὰ τῆς ἠπείρου καὶ διὰ θαλάσσης ἐπολιόρκουν προσβαλόντες καὶ ἐπειρῶντο | |
15 | ἑλεῖν. ἐνῆσαν δὲ τοῦ βασιλέως πεντήκοντα νεήλυδες καὶ ἁρμο‐ στὴς τούτων, οἳ προσεχώρησαν τοῖς Οὐενετοῖς καθ’ ὁμολογίαν, καὶ ἀφῆκαν ἀπαθεῖς ἀπιέναι. οὗτοι μὲν οὕτω διέφυγον μὴ ἀπολέσθαι, καὶ τὸ Ἄργος παραλαβόντες Οὐενετοὶ φρουράν τε ἐγκατέλιπον καὶ ἄρχοντα ἐν αὐτῷ. ἔνθα δὴ συνηνέχθη αὐτοῖς | |
20 | τοιόνδε. ὡς γὰρ ἐπεκράτησαν τοῦ Ἄργους, καὶ βοήθειαν ἔπεμ‐ πον, ἐπιτρέψαντες ἀνδρὶ Ἱερωνύμῳ Βερνάρδων γένους, καὶ ἐπι‐ τείλαντες, ὡς ἂν διὰ τοῦ αἰγιαλοῦ προϊὼν ἀφίκοιτο ἐς τὸ Ἄργος. ὁ δὲ ἀπειθήσας ᾔει τὴν μεσόγαιον φέρουσαν διὰ τῆς ὑπωρείας. ἐνταῦθα οἱ Τοῦρκοι προλοχίσαντες τὴν ἐπὶ τῷ Ἄργει | |
25 | ὁδόν, καὶ ὑπείσαντες ἄνδρας ἑκατόν, ἀνέμενον, εἴ τι ἀπίῃ ἐς | 299 in vol. 2.2 |
2.300 | τιμωρίαν φέρον τοῖς Ἀργείοις. ὡς δὲ ἑώρων τὸν Ἱερώνυμον ἄγοντα τοὺς ἄνδρας ἐπὶ τὸ Ἄργος διὰ τῆς μεσογαίου, ἔφθησαν, τήν τε ὑπώρειαν καὶ τὸν αἰγιαλὸν καταλαβόντες, ἐν μέσῳ ποιή‐ σασθαι τὴν Οὐενετῶν βοήθειαν. καὶ ὡς ἐποίησαν, ἐτρέψαντο | |
5 | αὐτίκα τούτους, καὶ διαφθείραντες ἐς διακοσίους τούτους ἐζώ‐ γρησαν. αὐτός τε Ἱερώνυμος διέφυγε μὴ ἀπολέσθαι. ἐμβὰς δὲ ἐς πλοῖον ταύτῃ που ὁρμιζόμενον, ἐπηγγέλλετο, ὡς ὑπὸ τοῦ στρατηγοῦ παρείη πλεύσων τὴν Αἴγιναν. ὡς δὲ ἐπὶ Αἴγιναν ἀφίκετο, αὖθις ἐκέλευεν αὐτὸν διαπορθμεῦσαι ἐς Εὔβοιαν. ἐπι‐ | |
10 | βὰς δὲ ἐς τὴν Ἀττικήν, ἐντεῦθεν ἀφίκετο παρὰ βασιλέα. Οὗτος μὲν οὖν οὐ πολλῷ ὕστερον αὖθις ἐς τοὺς Οὐενετοὺς ὑποστρέψας χαλεπὰ ἐπεπόνθει. οἱ μέντοι Οὐενετοί, ὡς προϊσχο‐ μένων τῶν ἐν τῇ Πελοποννήσῳ Ἑλλήνων τε ἅμα καὶ Ἀλβανῶν, καὶ κελευομένων αὐτῶν καὶ Ῥάλεω καὶ Πέτρου τοῦ χωλοῦ, | |
15 | ὡς, εἰ τὸν Ἰσθμὸν τειχίσαιεν, αὐτίκα ἰόντες οἱ Πελοποννήσιοι ἀποστήσονται, καὶ ἐπ’ αὐτοὺς χωρήσουσι· μέγα γάρ τι προσφέ‐ ρειν τοῦτο σφισιν ἐς τὴν ἀπόστασιν. ἐδόκει δὲ ἰόντας πανστρατιᾷ φράγνυσθαι τὸν Ἰσθμὸν καὶ διαπειρᾶσθαι τῶν ἐν τῇ Πελοπον‐ νήσῳ. ἀφικομένων δέ, λίθους συντιθέντες ἐπῳκοδόμουν, ὡς ἂν | |
20 | ἀποπειρώμενοι τῶν Πελοποννησίων γνώσωσιν, εἰ προσχωροίη καὶ ἡ Κόρινθός σφισι, καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου αὐτίκα χωρήσουσιν ἰόντες ἐς αὐτούς. ὡς δὲ ἐπῳκοδόμησάν τε τὸν Ἰσθμόν, καὶ αὐτοὶ ἀναλαβόντες τὰ ὅπλα ᾔεσαν ἐς τὴν Κόριν‐ θον, ἐξηγουμένων τῶν Κορινθίων ἐς τὴν προσβολήν. τηλεβόλους | |
25 | τε καθίστασαν ἐς τὴν ἀκρόπολιν, καὶ προσεβάλλοντο μαχόμενοι | 300 in vol. 2.2 |
2.301 | ἀξίως λόγου. χειμὼν δὲ ἐπιγενόμενος διεκώλυσέ τε αὐτοὺς προ‐ καθέζεσθαι, καὶ ἀπιόντες ἐντεῦθεν ᾤχοντο ἄπρακτοι. ὡς δὲ πιεζόμενοι οἱ Οὐενετοὶ τῷ χειμῶνι χαλεπῶς ἔφερον τὴν ἐν τῷ Ἰσθμῷ διατριβήν, καὶ οὔτε ἡ Κόρινθος προσεχώρει, οὔτε ἡ | |
5 | Ἀχαΐα ἀφίστατο, ἐπελάσαντος ἀνδρὸς Ῥάλεω τοὔνομα Ἕλληνος καὶ αὐτοῦ τελευτήσαντος ὑπὸ Τούρκων ἐπεξιόντων τε καὶ ἀμυ‐ νομένων, καὶ οὔτε δὴ τἄλλα προσεχώρησέ σφισι πλὴν τῶν τὴν Σπάρτην οἰκούντων, ἐξαπατηθέντων ὑπὸ Ἕλληνος νεανίου, Γρίτζα τοὔνομα ἔχοντος, δεινόν τε ἐποιοῦντο προσμένειν τε αὐτοῦ τῷ | |
10 | Ἰσθμῷ καὶ οὐδέν τι πράττεσθαι ἀνύοντας ἐς τὴν τῆς Πελοποννή‐ σου καταστροφήν. ἠγγέλλετο δὲ καὶ Μαχουμούτης ὁ τοῦ βασιλέως ἡγεμὼν στρατῷ μεγάλῳ ἐπιέναι σφίσιν ἐς τὸν Ἰσθμόν. μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸς βασιλεὺς ἠγγέλλετο ἐλαύνων ἐπὶ τὸν Ἰσθμόν, ἔγνωσάν τε ἀπολιπεῖν τὸν Ἰσθμόν, οὐδέν τί σφισιν αὐτοῖς πρόσ‐ | |
15 | φορον ἐς τὰ παρόντα, καὶ ἰόντας ἐς τὰς πόλεις κρατύνειν τε αὐτὰς καὶ ἀμύνασθαι κατὰ τὸ καρτερόν, ἢν ἐπίωσιν οἱ περὶ Μαχουμούτην τε ἅμα καὶ οἱ περὶ βασιλέα. Ὡς γὰρ ἀγγελία ἀφίκετο βασιλεῖ τοὺς Οὐενετοὺς τειχίζειν τε τὸν Ἰσθμόν, πληρώσαντας τριήρεις ἐς τεσσαράκοντα, νηῶν | |
20 | δὲ ὑψηλὰς δυοκαίδεκα, καὶ ὁπλίτας ἐπαγομένους ἀπὸ Ἰταλίας, καὶ ἀπὸ Κρήτης στρατὸν ἄλλον, μεγάλως παρασκευάσασθαι αὐτοὺς ἐς τὴν τῆς Πελοποννήσου καταστροφήν, πέμπει Μαχου‐ μούτην συμπαραλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, πλὴν τῶν | |
πρὸς τοὺς Παίονας τεταγμένων, ἐλαύνειν εὐθὺ Πελοποννήσου, | 301 in vol. 2.2 | |
2.302 | καὶ εἰ μέν τι αὐτὸς οἷος ἀνύσαι ἐς τὸν πρὸς Οὐενετοὺς πόλε‐ μον, καθελεῖν τε τὸν Ἰσθμὸν καὶ ἐσβαλεῖν ἅμα ἐς τὴν Πελο‐ πόννησον, εἰ δὲ μή, καὶ αὐτῷ ἀπαγγέλλειν, ὥστε κατὰ πόδας ἐλαύνειν. ὁ μὲν τῶν θυρῶν ἡγεμὼν Μαχουμούτης παραλαβὼν | |
5 | τὸν τῆς Εὐρώπης στρατὸν ἤλασε μέχρι Θετταλίας ἐς Πηνειόν, καὶ ἐστρατοπεδεύετο παρὰ Λαρίσσῃ τῇ πόλει. συμβούλῳ δὲ ἐχρῆτο μὲν Ὀμάρῃ τῷ Τουραχάνεω, Θετταλίας ὑπάρχῳ. ἀπε‐ τρέπετο δὲ μὴ ἐς τὸ πρόσω ἐλαύνειν, ἀλλὰ βασιλεῖ ἀναγγέλλειν, ὡς ἡ παρασκευὴ μείζων ἢ κατὰ τὸν βασιλέως ἡγεμόνα· αὐτὸς | |
10 | γὰρ στρατεύματι πρόσθεν ἐγγύτατα τοῦ Ἰσθμοῦ ἀφικόμενος τηλεβόλους τε ἀφεώρα πλείους ἢ δισχιλίους καὶ τηλεβολιστὰς τετρακοσίους καὶ τοξότας καὶ πελταστάς, καὶ μηδενὶ αὐτοὺς αὐτοῦ ἐν τῷ Ἰσθμῷ ἐπιτρέψαι ἂν στρατοπεδεύσασθαι. ταῦτα ἀκούσαντα τὸν βασιλέως ἡγεμόνα, ἐδόκει βασιλεῖ μὲν καταλαμ‐ | |
15 | βάνοντα τὴν Πελοπόννησον ἀπαγγέλλειν, αὐτοὺς δὲ ἀναζεύξαντας ἰέναι ἐς τὸ πρόσω ἐς Λεβαδίαν. βασιλεὺς μέν, ὡς ἀγγελία αὐτῷ ἀφίκετο τήν τε παρασκευὴν μεγάλην τε εἶναι καὶ ἀξιόχρεω, λεγέται δὲ αὐτῷ καὶ γράμματα ἐλθεῖν ἀπὸ Πελοποννήσου ἐπο‐ τρύνοντα, ὡς, ἢν ἐπίῃ, οὐ μενοῦσιν αὐτὸν ἐπιόντα οἱ Οὐενετοί. | |
20 | τὰ γράμματα ἐνέγκαι αὐτῷ ἄνδρα Ἀλβανὸν ἀπὸ Κορίνθου, σκάφει τὸ πέλαγος νυκτός, τηρήσαντα πνεῦμα, ὡς οὔρου καθι‐ σταμένου καὶ νυκτὸς ἀπαίροντα διαπεραιώσασθαι ἐς Βοιωτίαν, | |
ἀποβάντα δ’ ἀφικέσθαι παρὰ Μαχουμούτην ἐς Θετταλίαν. τὸν | 302 in vol. 2.2 | |
2.303 | δὲ ἐπιφρασάμενον τὰ γράμματα, συσκευασάμενον ἐντεῦθεν ἐς τὸ πρόσω ἐλαύνειν, ἐλάσαντα ἀγχοῦ Βοιωτίας, ἀφικνεῖται ἀγγελία, ὡς Οὐενετοὶ τόν τε Ἰσθμὸν ἐκλελοιπότες ᾤχοντο φεύγοντες. οὕτω δὴ ἑσπέρας οὔσης συσκευασάμενος, ἀπὸ τῆς Πλαταίας | |
5 | χώρας πρὸς Κιθαιρῶνα νυκτὸς διαπορευθείς, ἕωθεν ἐς τὸν Ἰσθμὸν παρῆν, καὶ τάς τε νῆας ἀφεώρα ἤδη ἀναγομένας, καὶ τὸν Ἰσθμὸν ἔρημον καταλαβών, παρελθὼν εἴσω ἐστρατοπεδεύετο. ἐντεῦθεν διὰ τῆς Κορίνθου διιὼν ἀφίκετο ἐς Ἄργος. τὸ δὲ Ἄργος κατεῖχον οἱ Οὐενετοί, φρουράν τε ἐν αὐτῷ ἐγκαταλιπόντες | |
10 | ἐφύλαττον. τούτους μέν, ὡς ἐπολιόρκει ἐπελάσας, παρεστήσατο, καὶ τοὺς ἄνδρας δεσμίους ἀποπέμπων ὡς βασιλέα, ἄνδρας τε ἑβδομήκοντα. αὐτῷ μέντοι τῷ βασιλεῖ οὐκέτι ἐφαίνετο, ἄρας ἐς τὴν Πελοπόννησον ἐσβαλεῖν καὶ τὰ στρατεύματα αὐτῷ κάμνειν· ἄρτι ὡς ἐπύθετο καταληφθῆναι τὸν Ἰσθμόν, ἀπήλαυνεν ὀπίσω | |
15 | ἐπὶ τῶν βασιλείων. Μαχουμούτης δὲ ὁ ἡγεμὼν προϊὼν διὰ τῆς Τεγέης ἀφίκετο ἐς Λεοντάριον πόλιν, καὶ αὐτοῦ ἐστρατοπεδεύ‐ σατο. ἐντεῦθεν ἀποστέλλει Ζάγανον, ὃν ἐπέστησεν ἄρχοντα τῇ Πελοποννήσῳ, ἐκβαλὼν Ἰησοῦν τὸν Ἀλβάνεω παῖδα. τοῦτον δὲ τὸν Ζάγανον πέμπει ἐς Πάτρας τῆς Ἀχαΐας καὶ ἐς τὰς ἄλλας | |
20 | αὐτοῦ ταύτῃ πόλεις, ἐχυρῶσαί τε τὰς ἀκροπόλεις σιτίοις τε καὶ τῇ ἄλλῃ παρασκευῇ. Ὀμάρην δὲ ἐκέλευσεν ἀναλαβόντα τὸν στρατόν, ὡς δισμυρίους, ἐπιδραμεῖν τὴν Οὐενετῶν χώραν. οὗτος μὲν οὖν παραλαβὼν τὸ στράτευμα ἀφίκετο ἐς τὰ περὶ τὴν | |
Μεθώνην χωρία, καὶ πολίχνην παραστησάμενος, τοὺς ἀνθρώ‐ | 303 in vol. 2.2 | |
2.304 | πους ἀπάγων παρεδίδου τῷ ἡγεμόνι. οὗτοι μὲν οὖν 〈ὡσ〉 ἀνή‐ χθησαν ἐς βασιλέα, σύμπαντες, ἐς πεντακοσίους γενόμενοι, ἀπέθανον ἐς δύο τμηθέντες. λέγεται δέ, ὡς ἐν Βυζαντίῳ τὰ σώματα αὐτοῦ ταύτῃ ἔκειτο, ᾗ ἐπιτάξαντος τοῦ βασιλέως ἐς | |
5 | δύο γενόμενα ἔπεσε, βοῦν τῶν ἐς τὸ χωρίον ἐκεῖνο ἐξελθόντα ἕωθεν ἐκ τῆς φάτνης καὶ ἀπελθόντα ἐς τὰ σώματα, γοερόν τι φθεγξάμενον, ἐξελέσθαι τὸ ἡμίτομον ἑνὸς τῶν σωμάτων καὶ φέροντα θέσθαι ἐκτὸς τῶν σωμάτων, μετὰ δὲ ὑποστρέψαντα ἐπιδεξόμενον ἐξευρεῖν τὸ ἄλλο ἡμίτομον, καὶ ἐξενεγκόντα συν‐ | |
10 | θέσθαι ἅμα ἄμφω τὼ ἡμιτόμω, ὑποθορυβούντων δὲ τῶν εἰς ἐκείνην τὴν χώραν, τὰ περὶ τὸν βοῦν πυθέσθαι βασιλέα Μεχμέ‐ την, καὶ πυθόμενον, ὡς εἴη ἀληθῆ τὰ περὶ τὸν βοῦν, πει‐ ράσασθαι τῇ ὑστεραίᾳ τὰ ἡμίτομα τοῦ σώματος ἀφελόμενον ἐκ τοῦ χωρίου ἐς τὰ σώματα αὖθις καταθέσθαι, ἀνὰ μέρος | |
15 | τιθέμενον τὰ ἡμίτομα. οὕτω δὲ αὖθις τὸν βοῦν ἐξιόντα, ὡς οὐχ εὗρε τὰ ἡμίτομα, ᾗπερ ἐξέθετο, ἀναβοήσαντα ἐπιδραμεῖν αὖ ἐς τὰ σώματα, καὶ ζητήσαντα ἐξενεγκεῖν τοῦ σώματος τὰ τεμάχια, καταθέμενον χωρὶς ἀπὸ τῶν σωμάτων. τὸν μὲν οὖν βασιλέα θαυμάσαντα κελεῦσαι ἀνελομένους θάψαι τὰ ἡμίτομα, | |
20 | τὸν δὲ βοῦν ἐς τὰ βασίλεια ἀγαγέσθαι, περιέποντα εὖ. τὸ μέντοι σῶμα λέγεται γενέσθαι τῶν Ἰλλυριῶν, οἱ δὲ τῶν Οὐενετῶν. δοκεῖ δὲ τοῦτο οἰωνὸν φέρειν ἐς τὰ τοῦ γένους τοῦ σώματος ἐκείνου, καὶ ἐπὶ τοῖς μέλλουσιν ἔσεσθαι εὐδαιμονία εἰς ἐκεῖνο τὸ γένος. | |
25 | Τοῦτο μὲν ἐν Βυζαντίῳ γενέσθαι ἐπυθόμεθα· ὁ δὲ τῶν | 304 in vol. 2.2 |
2.305 | θυρῶν ἡγεμών, ὡς οὐχ ὥρα ἐδόκει αὐτῷ εἶναι προσβαλεῖν ταῖς πόλεσι, κατέλιπε μὲν ἐν τῇ Σπάρτῃ Ὀμάρην καὶ ἅμα αὐτῷ Ἀσάνην, ὡς λόγους τε ἐς τοὺς Σπαρτιάτας πέμποιεν. καὶ ὑπο‐ στρέψαντες ἐς τὰ οἰκεῖα ἀπό τε τοῦ Ταινάρου καὶ Ἐπιδαύρου | |
5 | καὶ τῶν ἄλλων χωρίων, ἵνα αὐτίκα πυθόμενοι τοὺς Οὐενετοὺς ἐκλιπεῖν τὸν Ἰσθμόν, καὶ διενοοῦντο ἐπιόντες οἱ τοῦ ἡγεμόνος ἀμύνασθαι. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὴν Σπάρτην λόγους τε τοῖς Σπαρτιάταις προσέφερον, καί τινας ἐν ἐρυμνοῖς αὐτοῦ ταύτῃ ὄντας πείσαντες κατῴκισαν αὖθις ἐς τὴν πόλιν. καὶ τοῖς | |
10 | ἐν Ταινάρῳ καὶ τῇ Λακωνικῇ πέμπων ὁ Ἀσάνης παρεκάλει, λέγων τάδε· «ἄνδρες Σπαρτιᾶται, ὁρᾶτε δήπου, οἷα τὰ Οὐενε‐ τῶν πράγματα κατενήνεκται, ἐξ ὅτου πόλεμον βασιλεῖ ἀναιρού‐ μενοι ἐνταῦθα, ἵνα τῆς δυνάμεως αὐτῶν μέγα μέρος ἐπιδείξαιντ’ ἂν μάλιστα ἐν Πελοποννήσῳ, ὡς ἐτελεύτησεν αὐτῷ τὰ περὶ τὸν | |
15 | Ἰσθμὸν καὶ ἄλλην χώραν τῆς Πελοποννήσου, ἔνθα τοῦ βασι‐ λέως ἡ δύναμις ἐκποδών τε ἀπῴκισται, καὶ αὐτῶν γε δὲ τῶν Οὐενετῶν ἡ δύναμις ἐς τὰ μάλιστα ἤθροισται. εἰ γὰρ τὸν βασι‐ λέως θεράποντα ἐπιόντα σφίσιν οὐχ οἷοί τε ἐγένοντο δέξασθαι, τί ἂν γένοιτο, εἰ βασιλεὺς σὺν ταῖς θύραις αὐτοῦ ἐσβάλλοι ἐς | |
20 | Πελοπόννησον; ἦ δῆλα, ὡς οὐκ ἂν ἔτι σφίσιν αὐτοῖς ὑπόλοιπον ὑπολειφθείη ἐν Πελοποννήσῳ χωρίον, ὃ μὴ ἀνάστατον γένηται | |
ἀπολούμενον ὑπὸ 〈τοῦ〉 βασιλέως. νῦν, ὡς ἐν Θερμοπύλαις ἀφικό‐ | 305 in vol. 2.2 | |
2.306 | μενος ἐπύθετο, ὡς ἀπολιπόντες τὸν Ἰσθμὸν οἴχοντο οἱ Οὐενετοί, ὡς ἦρος ἐπιφανέντος αὐτίκα ἵν’ ἔλθωσιν ἐπὶ Εὔβοιαν, καὶ τάδε πάντα ὑφ’ αὑτῶν ποιησόμενοι. εἰ οὖν παρέχοντος βασιλέως συγγνώμην, ἐφ’ οἷς ἐξηπατήθητε ὑπὸ τῶν κάκιστ’ ἀπολουμένων | |
5 | Πελοποννησίων, τῶν πρὸς Οὐενετοὺς τετραμμένων καὶ οὐδ’ ὁτι‐ οῦν ὑγιὲς τῇ χώρᾳ τῇδε διανοουμένων· οἶδα γάρ, ὡς ἐπετέλλετο βασιλεὺς τῶν ἀπὸ Πελοποννήσου μηδενὶ μηδαμῶς ἀεικὲς ἐπι‐ φέρειν, ὥστε ἀνδραποδίζεσθαι 〈ἢ〉 ἄλλο τι ἀνήκεστον ποιεῖν, ἀλλ’ ἐμμενόντων ὑποστρέφοντες ἐς τὸν χῶρον αὐτοῦ ἕκαστος καὶ εἰς τὰ | |
10 | οἰκεῖα. καὶ εἰ μὴ τούτῳ πείσονται, καὶ αὐτὸς ἅμα τοῖς Οὐενετοῖς περιόψεται, πέμπων αὐτοὺς ταῦτα ἁμαρτάνοντα.» οἱ μὲν ἐπείθοντο, καὶ κρύφα τῶν Οὐενετῶν ὑποστρέφοντες ἔμενον ἐν τοῖς οἰκείοις. οἱ δὲ δεινῶς κατεχόμενοι ἐν τῷ Ταινάρῳ ἐπέμενον, πεύσεσθαί τι ἀπὸ Παιόνων. οἱ γὰρ Οὐενετοὶ τούς τε Πελοποννησίους καὶ | |
15 | τοὺς ἑτέρους παραμυθοῦντες, ὡς οἱ Παίονες ἐξέλθωσιν αὐτίκα ἀπὸ τοῦ Ἴστρου, καὶ αὐτοὶ ἀναβῆναι ἐς τὸν Ἑλλήσποντον. ἀπελαύνοντος μέντοι τοῦ ἡγεμόνος τοῦ βασιλέως, αὐτῶν Οὐενε‐ τῶν τριήρεις ἀνῄεσαν ἐς Λῆμνον ἐποτρύνοντος τοῦ Κομνηνοῦ, ἀνδρὸς ἀρίστου, καὶ αὐτοῦ ἐν τῇ Λήμνῳ τὴν ἀκρόπολιν κατακρα‐ | |
20 | τοῦντος καὶ τὴν πάλαι πολίχνην τῆς Λήμνου ὑφ’ αὑτῷ ποιη‐ σαμένου. ἐς λόγους δὲ ἐλθόντες οἱ τῆς Λήμνου προεστῶτες, ὥστε χρήμασιν ἐξωνήσασθαι τὸ χωρίον, ἔφθησαν οἱ Οὐενετοὶ παραλαβόντες τὴν ἀκρόπολιν, καὶ τόν γε ἄνδρα τοῦτον ἀγαθὸν γενόμενον μετεπέμψαντο ἐς τὸν Ἰσθμόν. τούτου δὴ οὖν ὑποτιθε‐ | |
25 | μένου ἀνέπλευσαν ἐς τὴν Λῆμνον οἱ Οὐενετοί, καὶ αὐτός τε | 306 in vol. 2.2 |
2.307 | ἀπὸ τῆς ἠπείρου στρατῷ ἐπελάσας, ἀπήλαυνεν ἕκαστος τῆς πόλεως. καὶ 〈ὡσ〉 ἀνέπλευσαν, παρέλαβον πόλιν τὴν Κέρκηδαν, καὶ τούς τε ἄρχοντας Τζαμπλάκονας ἀφῆκαν, φρουράν τε ἐγκαταλι‐ πόντες, καὶ ἐπισιτεῖσθαί σφίσι τε αὐτοῖς καὶ ταῖς ἐν τῇ Πελο‐ | |
5 | ποννήσῳ πόλεσι. καὶ ᾤχοντο ἀπιόντες ἐπὶ Πελοπόννησον. ταῦτα | |
μὲν τοῦ χειμῶνος τούτου ἐς τὴν Πελοπόννησον ἐγένετο. | 307 in vol. 2.2 |